Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἐπάνοδον ἀπὸ τῆς πρώτης ἐξορίας (λόγος β΄)

Ἰωάννης ὁ Χρυσόστομος

Η σταθερότητα του ποιμνίου και η νίκη έναντι των διωκτών

Περιγραφή της ανδρείας και της προσευχής των πιστών απέναντι στην άσκηση ένοπλης βίας εντός του ναού, καθώς και η θριαμβευτική επικράτηση της Εκκλησίας με την υποστήριξη του λαού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

βʹ. Ἐποίησεν ἅπαντα, ἵνα δειχθῇ ὑμῶν ἡ ἀνδρεία· ἐποίησεν ἅπαντα, ἵνα μάθῃ ὅτι ποίμνη ἐστὶν ἐνταῦθα ὑπὸ Χριστοῦ ποιμαινομένη. Ἔξω ὁ ποιμὴν, καὶ ἡ ἀγέλη συνεκροτεῖτο, καὶ τὸ ἀποστολικὸν ἐπληροῦτο ῥῆμα· Οὐκ ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Καὶ τοιαῦτα ἠπείλουν δεδοικότες ὑμῶν τὴν ἀνδρείαν καὶ τῆς ἀγάπης τὸ φίλτρον, καὶ τὸν πόθον τὸν περὶ ἐμέ. Οὐδὲν τολμῶμεν, φησὶν, ἐν τῇ πόλει· δότε ἡμῖν αὐτὸν ἔξω.

Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχὺν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν διαδημάτων τὴν περιφάνειαν, τοῦ πλούτου τὴν περιουσίαν, τῆς ἀγάπης τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονὴν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανὲς, τῆς ἥττης σου τὸν γέλωτα. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων· ὁ ποιμὴν ἔξω, καὶ ἡ ἀγέλη σκιρτᾷ· ὁ στρατηγὸς πόῤῥω, καὶ οἱ στρατιῶται ὡπλίζοντο. Οὐκέτι ἡ ἐκκλησία εἶχε τὸ στρατόπεδον μόνον, ἀλλὰ καὶ ἡ πόλις ἐκκλησία ἐγένετο. Αἱ ῥῦμαι, αἱ ἀγοραὶ, ὁ ἀὴρ ἡγιάζετο· αἱρετικοὶ ἐπεστρέφοντο, οἱ Ἰουδαῖοι βελτίους ἐγένοντο· οἱ ἱερεῖς κατεδικάζοντο, καὶ οἱ Ἰουδαῖοι τὸν Θεὸν εὐφήμουν, καὶ ἡμῖν προσέτρεχον. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἐγένετο. Καΐφας ἐσταύρωσε, καὶ λῃστὴς ὡμολόγησεν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων· ἱερεῖς ἀπέκτειναν, καὶ μάγοι προσεκύνησαν. Μὴ ξενιζέτω ταῦτα τὴν Ἐκκλησίαν. Εἰ μὴ ταῦτα ἐγένετο, ὁ πλοῦτος ἡμῶν οὐκ ἂν ἐφάνη· ἦν μὲν, οὐκ ἂν δὲ ἐφάνη. Ὥσπερ γὰρ ὁ Ἰὼβ δίκαιος μὲν ἦν, οὐκ ἂν δὲ ἐφάνη, εἰ μὴ τὰ τραύματα, καὶ οἱ σκώληκες· οὕτω καὶ ὁ ὑμέτερος πλοῦτος, εἰ μὴ αἱ ἐπιβουλαὶ, οὐκ ἂν ἐφάνη. Ἀπολογούμενος δὲ τῷ Ἰὼβ ὁ Θεός φησιν, ὅτι Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς; Ἐπεβούλευσαν ἐκεῖνοι, ἐπολέμησαν, καὶ ἡττήθησαν. Πῶς ἐπολέμησαν; Ῥοπάλοις. Πῶς ἡττήθησαν;

Εὐχαῖς. Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Σὺ ῥόπαλα εἰσφέρεις εἰς τὴν ἐκκλησίαν καὶ πολεμεῖς· ὅπου εἰρήνη πᾶσι, πολέμου ἄρχῃ· οὐδὲ τὸν τόπον ᾐδέσθης, ἄθλιε καὶ ταλαίπωρε, οὐδὲ τῆς ἱερωσύνης τὸ ἀξίωμα, οὐδὲ τῆς ἀρχῆς τὸ μέγεθος. Τὸ φωτιστήριον αἱμάτων ἐμπέπλησται· ὅπου ἁμαρτημάτων ἅφεσις, αἱμάτων ἕκχυσις. Ἐν ποίᾳ παρατάξει ταῦτα γίνεται; Βασιλεὺς εἰσέρχεται καὶ ῥίπτει ἀσπίδα καὶ διάδημα· σὺ εἰσῆλθες, καὶ ῥόπαλα ἥρπασας. Ἐκεῖνος καὶ τὰ συνθήματα τῆς βασιλείας ἔξω ἀφίησι· σὺ τὰ συνθήματα τοῦ πολέμου ἐνταῦθα εἰσήνεγκας. Ἀλλὰ τὴν νύμφην μου οὐδὲν ἔβλαψας, ἀλλὰ μένει τὸ κάλλος αὐτῆς ἐπιδεικνυμένη.

γʹ. Διὰ τοῦτο χαίρω, οὐχ ὅτι ἐνικήσατε. Εἰ παρήμην, ἐμεριζόμην μεθ᾽ ὑμῶν τὴν νίκην· ἐπειδὴ δὲ ἀνεχώρησα, γυμνὸν ὑμῶν τὸ τρόπαιον ἐφάνη. Ἀλλὰ καὶ τοῦτο ἐμὸν ἐγκώμιον, καὶ πάλιν μερίζομαι ἐγὼ μεθ᾽ ὑμῶν τὴν νίκην, ὅτι οὕτως ὑμᾶς ἀνέθρεψα, ὡς καὶ ἀπόντος τοῦ πατρὸς τὴν οἰκείαν εὐγένειαν ἐπιδείκνυσθαι.

Ὥσπερ γὰρ οἱ γενναῖοι τῶν ἀθλητῶν καὶ ἀπόντος τοῦ παιδοτρίβου τὴν ἑαυτῶν ῥώμην ἐπιδείκνυνται· οὕτω καὶ ἡ εὐγένεια τῆς ὑμετέρας πίστεως καὶ ἀπόντος τοῦ διδασκάλου τὴν οἰκείαν εὐμορφίαν ἐπεδείξατο. Τίς χρεία λόγων; Οἱ λίθοι βοῶσιν· οἱ τοῖχοι φωνὴν ἀφιᾶσιν. Ἄπελθε εἰς βασιλικὰς αὐλὰς, καὶ ἀκούεις εὐθέως· Οἱ λαοὶ Κωνσταντινουπόλεως.

Ἄπελθε εἰς τὴν θάλατταν, εἰς τὴν ἔρημον, εἰς τὰ ὄρη, εἰς τὰς οἰκίας, τὸ ἐγκώμιον ὑμῶν ἀναγέγραπται. Ἐν τίνι ἐνικήσατε; Οὐ χρήμασιν, ἀλλὰ πίστει. Ὢ λαὸς φιλοδιδάσκαλος, ὢ λαὸς φιλοπάτωρ, μακαρία ἡ πόλις, οὐ διὰ κίονας καὶ χρυσοῦν ὄροφον, ἀλλὰ διὰ τὴν ὑμετέραν ἀρετήν. Τοσαῦται αἱ ἐπιβουλαὶ, καὶ αἱ εὐχαὶ ὑμῶν ἐνίκησαν· καὶ μάλα εἰκότως· καὶ γὰρ ἐκτενεῖς ἦσαν αἱ εὐχαὶ, καὶ αἱ πηγαὶ τῶν δακρύων ἐπέῤῥεον. Ἐκεῖνοι βέλη, ὑμεῖς δὲ δάκρυα· ἐκεῖνοι θυμὸν, ὑμεῖς δὲ πραΰτητα. Ὃ βούλει ποίησον· ὑμεῖς εὔχεσθε. Κἀκεῖνοι, οἳ ἀντέλεγον, ποῦ νῦν εἰσιν; Ὅπλα ἐκινήσαμεν; μὴ τόξα ἐτείναμεν; μὴ βέλη ἀφήκαμεν; Εὐχόμεθα, κἀκεῖνοι ἔφυγον· ὡς γὰρ ἀράχνη διεσπάσθησαν, καὶ ὑμεῖς ὡς πέτρα ἑστήκατε. Μακάριος ἐγὼ δι᾽ ὑμᾶς. ᾜδειν μὲν καὶ πρὸ τούτου ἡλίκον ἔχω πλοῦτον, ἐθαύμασα δὲ καὶ νῦν. Πόῤῥω ἤμην, καὶ πόλις μετῳκίζετο. Δι᾽ ἕνα ἄνθρωπον τὸ πέλαγος πόλις ἐγίνετο. Γυναῖκες, ἄνδρες, παιδία ἄωρα τὴν ἡλικίαν, γυναῖκες βαστάζουσαι παιδία, κατετόλμων πελάγους, κατεφρόνησαν κυμάτων.

Οὐ δοῦλος ἐδεδοίκει δεσπότην, οὐ γυνὴ τῆς φυσικῆς ἀσθενείας ἐμέμνητο. Γέγονεν ἡ ἀγορὰ ἐκκλησία, τὰ πανταχοῦ δι᾽ ἡμᾶς. Τίνα γὰρ οὐκ ἐπαιδεύσατε; Βασιλίδα συγχορεύουσαν ἐλάβετε· οὐ γὰρ ἀποκρύψομαι τὸν ζῆλον αὐτῆς. Οὐ βασιλίδα κολακεύων ταῦτα λέγω, ἀλλ᾽ εὐσέβειαν θεραπεύων· οὐ γὰρ ἀποκρύψομαι αὐτῆς τὸν ζῆλον. Οὐ γὰρ ὅπλα ἔλαβεν, ἀλλὰ κατορθώματα ἀρετῆς. Ἀπηγόμην τότε, ἴστε πῶς. Δεῖ γὰρ καὶ λυπηρὰ εἰπεῖν, ἵνα μάθητε τὰ χρηστά· ἀλλὰ μάθητε πῶς ἀπηγόμην, καὶ πῶς ἐπανῆλθον. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν. Ταῦτα τὰ ῥήματα ἐγένετο πράγματα.