Λάβετέ με ἔξω, ἵνα μάθητε τὸν πόθον τῆς Ἐκκλησίας, μάθητε τῶν ἐμῶν τέκνων τὴν εὐγένειαν, τῶν στρατιωτῶν τὴν ἰσχὺν, τῶν ὁπλιτῶν τὴν δύναμιν, τῶν διαδημάτων τὴν περιφάνειαν, τοῦ πλούτου τὴν περιουσίαν, τῆς ἀγάπης τὸ μέγεθος, τῆς καρτερίας τὴν ὑπομονὴν, τῆς ἐλευθερίας τὸ ἄνθος, τῆς νίκης τὸ περιφανὲς, τῆς ἥττης σου τὸν γέλωτα. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων· ὁ ποιμὴν ἔξω, καὶ ἡ ἀγέλη σκιρτᾷ· ὁ στρατηγὸς πόῤῥω, καὶ οἱ στρατιῶται ὡπλίζοντο. Οὐκέτι ἡ ἐκκλησία εἶχε τὸ στρατόπεδον μόνον, ἀλλὰ καὶ ἡ πόλις ἐκκλησία ἐγένετο. Αἱ ῥῦμαι, αἱ ἀγοραὶ, ὁ ἀὴρ ἡγιάζετο· αἱρετικοὶ ἐπεστρέφοντο, οἱ Ἰουδαῖοι βελτίους ἐγένοντο· οἱ ἱερεῖς κατεδικάζοντο, καὶ οἱ Ἰουδαῖοι τὸν Θεὸν εὐφήμουν, καὶ ἡμῖν προσέτρεχον. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἐγένετο. Καΐφας ἐσταύρωσε, καὶ λῃστὴς ὡμολόγησεν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων· ἱερεῖς ἀπέκτειναν, καὶ μάγοι προσεκύνησαν. Μὴ ξενιζέτω ταῦτα τὴν Ἐκκλησίαν. Εἰ μὴ ταῦτα ἐγένετο, ὁ πλοῦτος ἡμῶν οὐκ ἂν ἐφάνη· ἦν μὲν, οὐκ ἂν δὲ ἐφάνη. Ὥσπερ γὰρ ὁ Ἰὼβ δίκαιος μὲν ἦν, οὐκ ἂν δὲ ἐφάνη, εἰ μὴ τὰ τραύματα, καὶ οἱ σκώληκες· οὕτω καὶ ὁ ὑμέτερος πλοῦτος, εἰ μὴ αἱ ἐπιβουλαὶ, οὐκ ἂν ἐφάνη. Ἀπολογούμενος δὲ τῷ Ἰὼβ ὁ Θεός φησιν, ὅτι Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα δίκαιος ἀναφανῇς; Ἐπεβούλευσαν ἐκεῖνοι, ἐπολέμησαν, καὶ ἡττήθησαν. Πῶς ἐπολέμησαν; Ῥοπάλοις. Πῶς ἡττήθησαν;