Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν ἐξορίαν τοῦ Ἰωάννου

Ἰωάννης ὁ Χρυσόστομος

Η φιλαργυρία, η πενία και η ορθή χρήση του πλούτου

Καταδίκη της απληστίας ως αιτίας των δεινών, έπαινος του ατάραχου βίου της πενίας και προτροπή για την αξιοποίηση των υλικών αγαθών μέσω της ελεημοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

βʹ. Τί οὖν πάντων αἴτιον; Τούτων ὁ τῶν χρημάτων ἔρως, ἡ περὶ τὴν φιλαργυρίαν μανία, τὸ νόσημα ἀνίατον, ἡ κάμινος ἡ μηδέποτε σβεννυμένη, ἡ τυραννὶς ἡ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένη. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς ἃ πρότερον ἐλέγομεν, καὶ νῦν λέγοντες οὐ παυσόμεθα, καίτοι πολλοὶ πρώην ἡμῖν ἐνεκάλουν, καὶ ταῦτα ἔλεγον· Οὐ παύῃ κατὰ τῶν πλουτούντων ὁπλιζόμενος τῇ γλώττῃ; οὐ παύῃ συνεχῶς τοιούτοις πολεμῶν; Μὴ ἐγὼ τούτοις πολεμῶ; μὴ ἐγὼ κατ᾽ αὐτῶν ὁπλίζομαι; οὐκ ἐγὼ μὲν ὑπὲρ αὐτῶν πάντα λέγω καὶ ποιῶ, αὐτοὶ δὲ κατ᾽ αὐτῶν τὰ ξίφη ἠκόνησαν; οὐκ ἔδειξε τῶν πραγμάτων ἡ πεῖρα, πῶς ἐγὼ μὲν, ὁ ἐπιτιμῶν καὶ συνεχῶς ἐγκαλῶν, τὸ συμφέρον ἐζήτουν, πολέμιοι δὲ μᾶλλον ἐκεῖνοι, οἱ ἐπιτιμῶντες ταῦτα λέγουσιν ἡμῖν, Ἴδετε ἐπὶ τῶν πραγμάτων τὰ ῥήματα ἐξελθόντα τὰ ἡμέτερα. Οὐκ ἀεὶ ἔλεγον, ὅτι δραπέτης ἐστὶν ὁ πλοῦτος ἀπὸ τούτου πρὸς ἐκεῖνον βαίνων; Καὶ εἴθε μετέβαινε μόνον, καὶ μὴ καὶ ἀπέκτεινεν· εἴθε μεθίστατο, καὶ μὴ καὶ ἀνῄρει. Νῦν δὲ καὶ ἐρήμους καταλιμπάνει τῆς αὐτοῦ προστασίας, καὶ τῷ ξίφει παραδίδωσι, καὶ ἐπὶ τὸ βάραθρον ἄγει, προδότης ὢν χαλεπὸς, καὶ τούτοις μάλιστα πολεμῶν, τοῖς φιλοῦσιν αὐτόν.

Δραπέτης ἐστὶν ἀγνώμων, ἀνδροφόνος ἀμείλικτος, θηρίον ἀτιθάσσευτον, κρημνὸς πανταχόθεν ἀπότομος, σκόπελος διηνεκῶν κυμάτων γέμων, πέλαγος ὑπὸ μυρίων ἀνέμων διακοπτόμενον, τύραννος χαλεπῶς ἐπιτάττων, δεσπότης βαρβάρου τινὸς χαλεπώτερος, ἐχθρὸς ἄσπονδος, πολέμιος ἀκατάλλακτος, οὐδέποτε τὴν πρὸς τοὺς κεκτημένους αὐτὸν καταλύων ἔχθραν.

γʹ. Ἀλλ᾽ οὐχ ἡ πενία τοιοῦτον, ἀλλ᾽ ἀπεναντίας τῶν εἰρημένων. Χωρίον γάρ ἐστιν ἄσυλον, λιμὴν γαληνὸς, ἀσφάλεια διηνεκὴς, τρυφὴ κινδύνων ἀπηλλαγμένη, ἡδονὴ εἰλικρινὴς, βίος ἀτάραχος, ζωὴ ἀκύμαντος, εὐπορία ἀκαταμάχητος, φιλοσοφίας μήτηρ, χαλινὸς ἀπονοίας, ἀναίρεσις κολάσεως, ῥίζα ταπεινοφροσύνης.

Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ταύτην φεύγοντες, ἐκείνην διώκετε τὴν πολεμίαν, τὴν ἀνδροφόνον, τὴν θηρίου παντὸς χαλεπωτέραν; Τοιοῦτον γὰρ ἡ φιλαργυρία· τοιοῦτον ἡ περὶ τὰ χρήματα μανία. Τί πολέμιον συγκατοικίζεις σαυτῷ διηνεκῆ διαπαντός; τί τὸ θηρίον ἀγριαίνεις, ὃ τιθασσεύειν δέον; Καὶ πῶς ἂν γένοιτο, φησὶν, χειροῆθες; Εἰ τῶν ἐμῶν ἀνάσχοισθε λόγων, κἂν νῦν ὅτε τὰ πτώματα ἔναυλα, ὅτε ἡ συμφορὰ ἀκμάζουσα, ὅτε πάντες ἐν θορύβῳ καὶ κατηφείᾳ.

Πῶς οὖν τὸ θηρίον ἀπαλλαγῇ τοῦ θηρίον εἶναι; δύναμαι γὰρ αὐτὸ μεταβάλλειν, ἐὰν ὑμεῖς θελήσητε· τοιαύτη γὰρ ἡ τῶν λόγων ἰσχύς. Πῶς ἂν οὖν μεταβληθείη τῆς θηριωδίας; Ἐὰν μάθωμεν, πῶς γίνεται χαλεπόν. Πῶς οὖν γίνεται χαλεπόν; Ὥσπερ οἱ λέοντες, ὥσπερ αἱ παρδάλεις, ὥσπερ αἱ ἄρκτοι συγκλειόμεναι καὶ ἐν σκότῳ καθειργόμεναι διεγείρουσι τὸν θυμὸν, αὔξουσι τὴν ὀργήν· οὕτω δὴ καὶ ὁ πλοῦτος συγκλειόμενος καὶ κατορυττόμενος λέοντος μᾶλλον ὠρύεται, καὶ πάντοτε ἀνασοβεῖ· εἰ δὲ ἐξάγεις αὐτὸν ἐκ τοῦ σκότους, καὶ διασπείρεις εἰς τὰς τῶν πενήτων γαστέρας, τὸ θηρίον γίνεται πρόβατον, ὁ ἐπίβουλος προστάτης, ὁ σκόπελος λιμὴν, τὸ ναυάγιον γαλήνη. Ἐπεὶ καὶ ἐπὶ τῶν πλοίων τοῦτο ἂν ἴδοις· ὅταν ὑπὲρ ὄγκον ᾖ τὸ φορτίον, βαπτίζει τὸ σκάφος· ὅταν δὲ σύμμετρον, ἐξουρίας φέρεται. Τοῦτο δὴ καὶ ἐπὶ τῶν οἰκιῶν γίνεται τῶν ἡμετέρων· ὅταν ὑπὲρ τὴν χρείαν συναγάγῃς τὰ χρήματα, μικρὰ ἀνέμου προσβολὴ, καὶ ἡ τυχοῦσα τῶν ἀδοκήτων πραγμάτων περίστασις αὔτανδρον καταδύει τὸ σκάφος· εἰ δὲ τοσαῦτα ἀποθῇς, ὅσαπερ ἡ χρεία ἀπαιτεῖ, κἂν καταιγὶς ἐπέλθῃ, ῥᾳδίως διατρέχεις τὰ κύματα.

Μὴ τοίνυν ἐπιθύμει τοῦ πλείονος, ἵνα μὴ τοῦ παντὸς ἐκπέσῃς· μηδὲ τὰ περιττὰ τῆς χρείας συνάγαγε, ἵνα μὴ τὰ πρὸς τὴν χρείαν ἀπολέσῃς· μηδὲ τοὺς νενομισμένους ὅρους ὑπέρβαινε, ἵνα μὴ τῶν ὄντων ἁπάντων ὁμοῦ γυμνωθῇς· ἀλλὰ περίκοπτε τὸ περιττὸν, ἵνα ἐν τοῖς ἀναγκαίοις πλουτῇς. Οὐχ ὁρᾷς, ὅτι καὶ γηπόνοι τὴν ἄμπελον περιτέμνουσιν, ὥστε τὴν δύναμιν ἅπασαν μὴ ἐν τοῖς φύλλοις, καὶ ἐν τοῖς κλήμασιν, ἀλλ᾽ ἐν τῇ ῥίζῃ τοῦ φυτοῦ ἐπιδείκνυσθαι; Τοῦτο δὴ καὶ αὐτὸς ποίει· περίκοπτε τὰ φύλλα, καὶ τὴν σπουδὴν ἅπασαν εἰς τὴν τῶν καρπῶν φορὰν ἀνάλισκε. Εἰ δὲ οὐ βούλει ἐν ταῖς εὐημερίαις, ἔλπιζε τὰς δυσημερίας· ἐν τῇ γαλήνῃ χειμῶνα προσδόκα· ἐν τῇ ὑγείᾳ νόσον ἀνάμενε· ἐν τῷ πλούτῳ πενίαν καὶ πτωχείαν ἔλπιζε.