Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα. Κατάμαθε ἀκριβῶς τὸ ῥῆμα τοῦ Παντοκράτορος· Πόσα γένη ἰχθύων τῶν ἐν τῇ θαλάσσῃ παρέστησε, καὶ πόσον δῆμον πετεινῶν ἐν τῷ ἀέρι παρεσκεύασε, τὰ μικρὰ, τὰ μείζονα· καὶ θαύμασον τῆς σοφίας αὐτοῦ τὴν ὑπερβολὴν, πῶς ἑνὶ λόγῳ τὰ πάντα παρήχθη. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα, ἑρπετὰ καὶ θηρία, καὶ πᾶν κτῆνος κατὰ γένος καὶ καθ᾽ ὁμοιότητα. Ὢ τῆς μεγίστης σοφίας! ὢ τῆς ἀνεκδιηγήτου ἀγαθότητος. Πάντα τὰ κτήνη καὶ τὰ θηρία ἐν ῥιπῇ ὀφθαλμοῦ ἐποίησε, λέοντα, ἄρκον, δράκοντα, βοῦν, καὶ ἵππον, καὶ ὅσα τοῖς ἀνθρώποις πρὸς ὑπηρεσίαν περισπούδαστα καὶ ἀγώγιμα. Ὁρᾷς τοῦ Δημιουργοῦ τὴν σύνεσιν; Πάντα ἐποίησεν ἐν ἓξ ἡμέραις, φῶς, οὐρανὸν, γῆν, θάλασσαν, ἥλιον, σελήνην, ἄστρα, ὄρη, βουνοὺς καὶ πεδιάδας, θηρία, κτήνη, ἰχθύας, κήτη, τὰ ἐν τῇ θαλάσσῃ, τὰ ἐν τῇ χέρσῳ.