Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν (λόγος γ΄)

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική τράπεζα και η ευεργεσία της νηστείας

Αντιπαραβολή της πνευματικής τράπεζας των Γραφών με τις κοσμικές απολαύσεις και παράθεση βιβλικών παραδειγμάτων για τη σωτήρια δύναμη της νηστείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 8

Λόγος εἰς τὴν ἀρχὴν τῆς ἁγίας Τεσσαρακοστῆς, καὶ εἰς ἐξορίαν τοῦ Ἀδὰμ, καὶ περὶ πονηρῶν γυναικῶν. αʹ. Πρόκειται ἡμῖν, ἀγαπητοὶ, πνευματικὴ τράπεζα, ἐκ τῶν θείων Γραφῶν πληρουμένη· πλήρης ἀγαθῶν, οὐκ ἐδεσμάτων ἀπολλυμένων· ἀλλὰ τρυφὴ προχέουσα τῆς ἀληθείας διδάγματα· οὐκ ἄρτον φέρουσα πρόσκαιρον, ἀλλὰ νοημάτων ἀΰλων πανδαισίᾳ τὰς ψυχὰς ἐκτρέφουσα· οὐκ οἶνον μέθην ἐργαζόμενον, ἀλλὰ ζέσει Πνεύματος τὴν καρδίαν ἀναφλέγουσα· οὐ κρεῶν ἀπολλυμένων, ἀλλὰ χαρᾶς στάζουσα ἡδονὴν ἐπουράνιον· οὐ κιθάρας ἢ αὐλοὺς ἀναπέμπουσα, ἀλλὰ ψαλμοὺς καὶ ὕμνους θεοτερπεῖς μελῳδοῦσα· οὐ πορνικοῖς ὀρχήμασι τοῖς αἰσθητοῖς ὀφθαλμοῖς τὴν θεωρίαν ἐκλύουσα, ἀλλὰ τοὺς ὀφθαλμοὺς τῆς καρδίας πρὸς πόθον τῆς βασιλείας τῶν οὐρανῶν διεγείρουσα· οὐ μίμων καὶ κακοηθῶν ἀνδρῶν ἄγει θόρυβον, ἀλλὰ προφητικὰς σάλπιγγας, τὰ ὦτα τῆς διανοίας ἡμῶν πρὸς διδασκαλίαν ψυχωφελῆ χειραγωγοῦσα· οὐ τὸν ἔξω ἄνθρωπον εἰς μετεωρισμοὺς καὶ γέλωτας καὶ εἰς βάραθρα ἀκολασίας ἐμβάλλουσα, ἀλλὰ τὸν ἔνδον πρὸς θεογνωσίας ἀνάπτουσα ἔρωτα, καὶ τῶν βιωτικῶν ἁπάντων ἀπαρνουμένη τὴν σύνθεσίν τε καὶ σύγκρασιν, πρὸς μόνην τὴν τῆς βασιλείας ἀείζωον ἀναβιβάζει ὁδόν.

Καὶ ἐπὶ μὲν τῆς αἰσθητῆς τραπέζης κἂν βρωμάτων περισσότερον μεταλάβῃ τις, τὴν κοιλίαν ἀλγεῖ, καὶ τῶν ἐντοσθίων εἱλισσομένων βλάβην οὐ τὴν τυχοῦσαν ἐργάζεται· ἐπὶ δὲ τῆς πνευματικῆς τραπέζης τοὐναντίον· ἐὰν αὐτὴν ἀπλήστως ἐντρυφήσῃς, δυνήσῃ καὶ βίον κατορθώσασθαι καὶ πρᾶξιν θεάρεστον ἐπιτηδεῦσαι· καὶ ὅσον πλείονα τρυφᾷς, τοσοῦτον πρὸς πλείονα πόθον διεγείρεις σαυτόν. Πάλιν οὖν ἐπὶ τῆς πρώτης τραπέζης ἐὰν οἴνου εἰς κόρον μεταλάβῃς, καὶ τῶν ποδῶν τὸ βάδισμα κωλύεις, καὶ τοῖς ὀφθαλμοῖς τὰ μὴ προσήκοντα θεωρεῖς, καὶ τῇ γλώσσῃ τὰ μὴ βουλόμενα λαλεῖς, καὶ συχνοὺς ἐρευγμοὺς ἐκ κατωτάτου στήθους ἀναφέρεις, καὶ τοῖς φίλοις καταγέλαστος δείκνυσαι, καὶ τοῖς δούλοις εὐκαταφρόνητος, ὡς ἐν οἴνῳ τὰς φρένας ἀπολέσας. Ἐπὶ δὲ τῆς δευτέρας τραπέζης, ἐὰν ἀπλήστως ἀντλήσῃς αὐτῆς τὰ νοήματα, ὀρθῶς τὰς τρίβους πορεύσῃ πρὸς τὰς ἐντολὰς, ἃς ἔλαβες παρὰ τοῦ Κυρίου· καὶ τοῖς ὀφθαλμοῖς τῆς διανοίας τὰ ἄϋλα κατοπτεύσεις, καὶ ἐκ τοῦ βάθους τῆς καρδίας σου λόγους ἀγαθοὺς ἐρεύξῃ, κατὰ τὸν προφήτην τὸν λέγοντα, Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, καὶ τοῖς φίλοις κατακεκοσμημένος ὀφθήσῃ, καὶ τοῖς οἰκέταις εὔχρηστος καὶ προσηνὴς καὶ πραῢς ἀναδειχθήσῃ.

Ἴδωμεν οὖν τῆς πνευματικῆς τραπέζης τὰ κέρδη· ἀναπτύξωμεν αὐτῆς τῶν νοημάτων τὴν εὐπρέπειαν· καρυκεύσωμεν αὐτῆς εἰς κόρον τὸ γλεῦκος τὸ ἀθόλωτον, τὸ ἀποστάζον ἐξ αὐτῆς.

Ἀκούσωμεν αὐτῆς τῶν ὕμνων καὶ τῶν ᾠδῶν, ἧς ὁ ὕμνος δαίμονας τρέπει καὶ αἱ ᾠδαὶ τὸν ἄρχοντα τοῦ σκότους ἀποστρέφουσι. Σαλπίσωμεν ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. Νηστεία παρήχθη ἡ τῶν ἀποστόλων φίλη, νηστεία παρήχθη ἡ τῶν μαρτύρων καλλονή· νηστεία παρήχθη ἡ τῶν μοναζόντων σύντροφος· νηστεία παρήχθη, ἣν καὶ αὐτὸς ὁ Κύριος ἐν σαρκὶ περιὼν (sic) ἐφύλαξεν αὐτῆς τοὺς ὅρους. Καὶ εἰ θέλεις, ἀγαπητὲ, ἄκουε αὐτῆς τὰς ἀριστείας. Νηστείαν Ἀδὰμ μὴ φυλάξας, ἐξόριστος γέγονε τοῦ παραδείσου, καὶ γῆν ἀκανθηφόρον ἐργάζεσθαι ἐκελεύσθη. Νηστείαν μὴ φυλάξαντες οἱ ἐπὶ τοῦ Νῶε ἄνθρωποι, τῆς θεϊκῆς ἀγανακτήσεως ἐν πείρᾳ γεγόνασι, καὶ κατακλυσμοῦ παγκοσμίου δίκην ὑπέστησαν. Νηστείαν Νῶε πρὸς ὀλίγον καταλελοιπὼς, θρίαμβος καὶ γυμνὸς τοῖς υἱοῖς αὐτοῦ προέκειτο. Νηστείαν μὴ φυλάξας Ἡσαῦ τῶν πρωτοτοκίων τὴν τιμὴν ἀπώλεσε, καὶ τῆς πατρικῆς εὐχῆς ἀλλότριος ἐγένετο. Νηστείαν μὴ φυλάξαντες οἱ υἱοὶ Ἰσραὴλ, τῆς ἐπουρανίου τρυφῆς καὶ τῆς χάριτος τῆς θεϊκῆς ἐξέπεσον. Ἔμαθες τοὺς μὴ τιμήσαντας αὐτὴν οἷα ἔπαθον· γνώρισον καὶ τοὺς φυλάξαντας αὐτὴν, οἵας τιμῆς καὶ χάριτος ἐγένοντο ἄξιοι. Νηστείαν καρπωσάμενος Μωϋσῆς νόμον ἐδέξατο, καὶ δημαγωγὸς τοῦ Ἰσραὴλ ἄξιος ἀνεδείχθη.

Νηστείαν καρπωσάμενος Ἠλιοὺ δι᾽ ἅρματος πυρίνου εἰς οὐρανὸν ἀνήχθη, δι᾽ οὗ καὶ ἡ πάντιμος μηλωτὴ ὑπὲρ βασιλικὴν πορφυρίδα τιμιωτέρα ἀνεδείχθη.

Νηστείαν ἐν λάκκῳ Δανιὴλ κτησάμενος, τὰ ἄγρια θηρία φιμώσας, ἀλώβητος τῆς τούτων βορᾶς γέγονε. Νηστείαν οἱ τρεῖς παῖδες ἀγκαλισάμενοι, τὴν κάμινον τὴν ἐξαφθεῖσαν ἑπταπλασίως κατέσβησαν, καὶ τὸ πῦρ ἐποίησαν ὡς πνεῦμα δρόσου διασυρίζον. Νηστείαν ἀσπασάμενος Ἰωάννης, μείζων ἐν προφήταις ἀνηγορεύθη, καὶ τὸν Κύριον τῆς δόξης κατηξιώθη βαπτίσαι ἐν τῷ Ἰορδάνῃ. Καὶ τί προφήτας καὶ δικαίους εἰς μέσον παρεισάγω;

Νηστείαν καὶ ὁ Χριστὸς ἀσπασάμενος, τὸν ἐχθρὸν κατέβαλε, καὶ ἡμᾶς θεωρητὰς αὐτοῦ γενέσθαι κατηξίωσε. Διὸ ταύτην ὑποδεξώμεθα, τὸ τίμιον δῶρον, τὸ ἅγιον κειμήλιον, τὸ τῆς ἀληθείας ἴνδαλμα, τῆς εὐσεβείας τὸ κεφάλαιον, τὸν τῆς πνευματικῆς διδασκαλίας συνήγορον, τῶν παθῶν τὴν νέκρωσιν, τῆς ἁμαρτίας τὴν ἀναίρεσιν, τῆς κακίας τὸν ἀντίπαλον, τῆς παρθενίας τὴν ὁμόδοξον, τῶν δαιμόνων τὴν ἀφανίστριαν, τοῦ διαβόλου τὴν ἀποτίμησιν, τῶν εἰδώλων τὴν καθαίρεσιν, τῶν Ἐκκλησιῶν τὴν εὐπρέπειαν, τῶν βασιλέων τὸ κράτος, τῶν ἱερέων τὸ ἐγκαλλώπισμα, τῶν ἀνδρῶν τὴν φρόνησιν, τῶν γυναικῶν τὴν σωφροσύνην, τῶν νηπίων τὴν παιδαγωγίαν, τῶν δούλων τὴν ἀνάῤῥυσιν, τῶν πτωχῶν τὴν παραμυθίαν.

Τίς νηστείαν ἀσπασάμενος οὐκ ἐδοξάσθη; τίς ταύτην φυλάξας οὐκ ἐμεγαλύνθη; τίς τοὺς θεσμοὺς αὐτῆς συντηρήσας οὐκ ἐμακαρίσθη; τίς κτησάμενος ταύτην οὐκ ἐνίκησε πειρασμούς; τίς ἀκούσας ταύτης τὰς ὑποσχέσεις οὐχὶ παρὰ ἀνθρώποις ἐτιμήθη μόνον, ἀλλὰ καὶ τῆς τοῦ Θεοῦ ὀργῆς καὶ ἀγανακτήσεως ἐξηρπάγη; Οὐχὶ Ἀχαὰβ ταύτην ὁπλισάμενος θεηλάτου ὀργῆς ἐῤῥύσθη, καὶ ὁ τοῖς ὀρνέοις εἰς βρῶσιν δοθεὶς καὶ τοῖς θηρίοις, καὶ Οὖ ἐν τῷ αἵματι, φησὶν, αἱ πόρναι λούσονται. δι᾽ αὐτῆς ἀπηλλάγη τοῦ θανατικοῦ κινδύνου, καὶ ὑπὲρ προφήτην δυνατωτέρα ἐδείχθη; Οὐχὶ ταύτην οἱ Νινευῖται φυλάξαντες, ἄνθρωποι καὶ τὰ κτήνη, τῆς τριημέρου ἀπειλῆς ἀνηρπάγησαν, καὶ τοῦ προφήτου Ἰωνᾶ τὸ ῥῆμα ἄνεργον ἐγένετο; Οὐχὶ ταύτην τηρήσαντες οἱ Προφῆται, θεωριῶν καὶ ὀπτασιῶν Θεοῦ παντοκράτορος μέτοχοι γεγόνασι, καὶ τὰ μέλλοντα ὡς ἐνεστῶτα προεθεώρησαν καὶ ἐθέσπισαν; Οὐχὶ καὶ οἱ Ἀπόστολοι ταύτην ὁπλισάμενοι, Πανταχοῦ κύκλῳ τῆς γῆς διέδραμεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; Οὐχὶ καὶ οἱ Μάρτυρες ταύτης ἐνστερνισάμενοι, ναοὺς καὶ βωμοὺς καὶ κνίσσας τῶν εἰδώλων κατέβαλον, καὶ τὸν θυμὸν τῶν τυράννων εἰς οὐδὲν ἐλογίσαντο;

Οὐχὶ οἱ Ὅσιοι ταύτην ποθήσαντες, τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ κατέλιπον ἅπαντα, καὶ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατὰ τὸν ἀπόστολον Παῦλον οἰκήσαντες, αὐτοπροσώπως τὸν διάβολον κατέβαλον, καὶ τούτου τὰ στρατεύματα; Ταύτην καὶ ἡμεῖς φυλάξωμεν τῶν ψυχῶν τὴν γαλήνην, τῶν σωμάτων τὸ ἰατρεῖον, τῶν λογισμῶν τὴν εἰρήνην, τῶν ἐπιθυμιῶν τὴν νέκρωσιν, τὴν κωλύουσαν ἁρπάζειν τὸν ἀλλότριον πλοῦτον, τὴν μὴ καταδεχομένην ὀρφανοὺς ἀδικῆσαι, τὴν μὴ ἐπάγουσαν χήραις πένθος ζημίας, τὴν μὴ βιωτικαῖς μερίμναις ἀσχοληθῆναι ἡμᾶς συγχωροῦσαν, τὴν ἀγγέλοις ὁμοδιαίτους τοὺς βροτοὺς ἐργαζομένην, τὴν τοῦ Κυρίου τὸν νόμον ἡμέρας καὶ νυκτὸς μελετᾷν διακελευομένην. Φησὶ γὰρ ὁ προφήτης Ζαχαρίας περὶ ταύτης, καὶ τρανότερον τὴν δόξαν αὐτῆς ἀνακαλύπτων διαπρυσίως βοᾷ· Τάδε λέγει Κύριος παντοκράτωρ· Νηστεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία ἡ ἑβδόμη ἔσονται τῷ οἴκῳ Ἰούδα εἰς χαρὰν καὶ εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς.