Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν (λόγος γ΄)

Ἰωάννης ὁ Χρυσόστομος

Η απάτη του όφεως, η παρακοή και ο θείος έλεγχος

Ο φθόνος του διαβόλου, η παραπλάνηση των πρωτοπλάστων, η έκπτωση από τη θεία δόξα, η επίγνωση της γυμνότητας και ο έλεγχος της παρακοής από τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 8

δʹ. Ἀλλ᾽ οὐκ ἤνεγκε τὴν μεγίστην παῤῥησίαν καὶ τοῦ Πνεύματος τὴν χορηγίαν ὁ σκολιώτατος δράκων. Οὐκ ἔφερε τοῖς ὀφθαλμοῖς αὐτοῦ θεωρεῖν τὴν τιμὴν καὶ τὴν χάριν τοῦ πλάσματος, ἣν εἴληφε παρὰ τοῦ Δημιουργοῦ· ἀλλ᾽ ἅπερ ἐμελέτησε, ταῦτα καὶ κατειργάσατο. Εὑρὼν γὰρ ὄργανον τῆς ἑαυτοῦ σκαιωρίας καὶ κακοβουλίας τὸν ὄφιν, συνεργὸν ποιεῖται τῆς κακίας αὐτοῦ· καὶ οὐκ ἐτόλμησε πρὸς τὸν Ἀδὰμ εἰσελθεῖν, ἀλλὰ πρὸς τὸ σαθρότερον καὶ ἁπαλώτερον, καὶ τῷ φρονήματι καὶ τῇ πράξει. Καὶ μηδεὶς τοῦ Θεοῦ τὴν δημιουργίαν μέμψοιτο.

Ὥσπερ γὰρ τὸν Ἀδὰμ ἐποίησεν ὁ Θεὸς, οὕτως καὶ τὴν Εὔαν ᾠκοδόμησε, τοῦ αὐτοῦ κράματος, τοῦ αὐτοῦ φυράματος, τῆς αὐτῆς τάξεως. Ἀλλ᾽ ἡ βουλὴ τοῦ ἀντικειμένου ἐποίησε σαθρὸν καὶ τὸ σῶμα καὶ τὴν φρένα τῆς Εὔας. Ὁ γὰρ ἐκ γῆς χοϊκὸς γενόμενος ἀθάνατος, καὶ τὴν ἀξίαν τῆς διαπλάσεως εἰληφὼς χειρὶ τοῦ Παντοκράτορος, καὶ ὁ τῆς ἀνθρωπίνης ἐπωνυμίας διὰ δεσποτικῆς ἀξίας προσλαβὼν τὸ ὄνομα, καὶ ἧς οὐκ ἦν ἄξιος προσηγορίας ἀκούσας, ταύτης καὶ τὴν πρᾶξιν εἰληφὼς, εἰς θεότητος ἀξίαν τὸν νοῦν ἑαυτοῦ ἀνεπτέρωσε, καὶ κατὰ τοῦ πλάστου αὐτοῦ πτέρναν ὁ ἄθλιος ἐπῆρε· καὶ ὅπως ἄκουε. Ὁ γὰρ κακόβουλος ὄφις προσελθὼν, τί φησι τῇ γυναικί; Τί ὅτι ἐνετείλατο ὑμῖν ὁ Θεὸς ἐκ τοῦ καρποῦ τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν; ᾟ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Βλέπεις, ἀκροατὰ, τοῦ ἐχθροῦ τὴν ἐπίνοιαν; βλέπεις τοῦ πλάνου τὰ σκάνδαλα; ὁρᾷς οἷος πολύπλοκος ὢν, διὰ ποίων ῥημάτων ἐδελέασε τὴν Εὔαν; ᾟ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ὢ τῆς κακοβουλίας τοῦ πλάνου! ὢ τῆς ἀτιμίας ἧς προσήγαγε διὰ δολίων ῥημάτων τῇ γυναικί! ὢ τῆς ἐνέδρας, δι᾽ ἧς καταβάλλει εἰς ᾅδου πυθμένα τὸν εἰς ὕψος ἀναχθέντα τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ!

Καὶ οὐ γυμνὸς προσέρχεται τῇ Εὔᾳ ὁ δόλιος, ὡς ἦν αὐτοῦ ἡ ἀξία, ἀλλ᾽ ἐν ἐνδύματι τοῦ ὄφεως προσομιλεῖ τῇ γυναικὶ πρὸς τὸ δελεάσαι αὐτὴν, καὶ ἀκουτισθῆναι τούτου τοῖς ῥήμασιν εὐπειθῶς. Εἰ γὰρ ἦλθεν ὡς ἦν μεμορφωμένος, εὐθέως ἡ Εὔα ἀπεπήδα, καὶ πρὸς τὸν ἴδιον ἄνδρα ἀπέτρεχεν. Ἀλλὰ τὴν τοῦ ὄφεως μορφὴν ἐνδυσάμενος ὁ πανοῦργος, τοιούτοις λόγοις πρὸς αὐτὴν ἐχρήσατο· Προσελθοῦσα ἅψαι τοῦ ξύλου, οὗ ὑμῖν ἐνετείλατο ὁ Θεὸς μὴ φαγεῖν· πρόσχες εἰς αὐτὸ, ὡραῖον εἰς ὅρασιν τοῖς ὀφθαλμοῖς σου πρόκειται, καὶ καλὸν εἰς βρῶσιν τῷ στόματί σου γενήσεται. Ἰδοὺ νῦν φοβερὰ τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς καθέστηκας, φοβερωτέρα μετὰ τὴν γεῦσιν αὐτοῖς ὀφθήσῃ· ἀρτίως μορφὴν ἀνθρωπίνην περικειμένην σε θεωροῦσι, νυνὶ δὲ γευσαμένη τοῦ ξύλου, θεότητος μόρφωσιν περιβαλήσῃ, καὶ γινώσκουσα γενήσῃ καλὸν καὶ πονηρόν. Οὐδὲν ἀπὸ τῶν ὀφθαλμῶν ὑμῶν ἀποκρυβήσεται, οὐδὲ ἐκ τῆς ἀκοῆς ὑμῶν τι λήθῃ παραδράμῃ, ἀλλὰ πάντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα ἐν ὑμῖν γενήσεται εὔδηλα καὶ φανερά. Δελεάζεται τοίνυν τοῦ πλάνου τοῖς λόγοις ἡ γυνή· ἄρχεται τὴν ἐπαγγελίαν τοῦ ὄφεως ἐν τοῖς στέρνοις ἐγγράφειν, καὶ κατὰ τοῦ πλάστου ἐπαίρει πτέρναν. Εἶτα πρόσεισι τῷ ἀνδρὶ τοιαῦτα ἀπαγγέλλουσα τὰ πικρότερα χολῆς ῥήματα, καί φησι· Τί ὅτι ἡμῖν ἐνετείλατο ὁ Θεὸς τοῦ μὴ φαγεῖν τοῦ ξύλου τούτου;

ᾟ δ᾽ ἂν ἡμέρᾳ φαγώμεθα, διανοιχθήσονται ἡμῶν οἱ ὀφθαλμοὶ, καὶ ἐσόμεθα γινώσκοντες καλὸν καὶ πονηρόν. Ὢ συμβουλίας κακίστης! ὢ λόγων πικροτέρων χολῆς! Οὐχ ἑώρακε τοῖς ὀφθαλμοῖς αὐτῆς τὸ φῶς τῆς ἀληθείας· οὐχ ὑπήκουσε τοῖς ὠσὶν αὐτῆς τῆς ζωῆς τὴν ἀκρόασιν· οὐκ ἐγεύσατο τῷ στόματι τὴν γλυκύτητα τοῦ φιλανθρώπου· οὐκ ἐψηλάφησε ταῖς χερσὶν αὐτῆς τοῦ φωτὸς τὴν πύλην. Πρὸ τῆς συναφείας ξένον τὸν ἄνδρα τοῦ Θεοῦ ἐποίησε· πρὸ τῆς ἐνοικήσεως πένητα τὸν βασιλέα καθίστησι· πρὸ τῆς τεκνογονίας τοῖς τέκνοις τὴν κατάραν ἐτεκτήνατο· πρὸ τοῦ τεκεῖν υἱοὺς καὶ θυγατέρας ἐξορίαν τοῖς ἐγγόνοις ἐπεισήγαγε· πρὸ τῆς συμβιώσεως τοῦ ἀνδρὸς, ξένον αὐτὸν τοῦ παραδείσου ἐποίησεν. Ὢ τῆς κακίας! ὢ τῆς ἀφροσύνης! ὢ τῆς ἀπάτης! Πείθει τὸν ἄνδρα τοῖς λόγοις αὐτῆς, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ, φέρει πρὸς τὸν ἀπατηθέντα, καὶ κατάγει εἰς ᾅδου πυθμένα τὸν ὑψηλὸν τοῖς θηρίοις καὶ πετεινοῖς φαινόμενον· καταβάλλει τὴν φρένα τὴν παντὸς τοῦ ὑπὸ τὸν οὐρανὸν ἀκεραιοτέραν σβεννύει τὸ φῶς τῶν ὀφθαλμῶν τῶν καθ᾽ ἑκάστην Θεὸν καθορώντων· ἐμβάλλει δειλίαν ταῖς φρεσὶ τοῦ συνεχῶς Θεῷ ἐντυγχάνοντος· παραλύει τὰς χεῖρας τὰς εὐλογησάσας τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τῆς γῆς, καὶ τούτοις τὰς ἐπωνυμίας ἐπιθησάσας.

Γίνεται ὁ βασιλεὺς πένης, ὁ πλούσιος προσδεὴς, ὁ φιλικῇ συντυχίᾳ τῷ Θεῷ διαλεγόμενος ὡς κλέπτης ὑπὸ δένδρον κρυπτόμενος· ὁ ἄρχων οἰκέτης, ὁ καθαρὸς τῇ καρδίᾳ ῥερυπωμένος ὅλως, ὁ τῇ ψυχῇ ὑπέρλαμπρος, σκοτεινὸς καθεστώς. Καὶ ἦν ἰδεῖν τὸν ὡς ἥλιον λάμποντα ἐζοφωμένον αἴφνης· τὸν φοβερὸν τοῖς δαίμοσιν, ὡς παίγνιον προκείμενον· τὸν ἐλεύθερον πλασθέντα, ὡς δοῦλον κρυπτόμενον· τὸν ἔνδοξον καὶ ἔντιμον, ὡς ἄδοξον καὶ ῥυποειδῆ κατακείμενον. Διὸ, φιλακροάμονες, ἀνακεφαλαιώσαντες τὴν ἱστορίαν ταύτην, ἴδωμεν τῆς Γραφῆς τὴν ἄβυσσον, τὸν εἱρμὸν τῆς διηγήσεως ἐμφαίνοντες.

Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι. Καὶ λαβοῦσα ἡ γυνὴ τοῦ καρποῦ αὐτοῦ, ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς. Ὁρᾷς τρυφὴν θάνατον προξενοῦσαν; ὁρᾷς τρυφὴν εἰς ᾅδην ἐκπέμπουσαν; ὁρᾷς γεῦσιν παραδείσου ποιοῦσαν ξένον τὸν μεταλαμβάνοντα; Καὶ μηδεὶς τῶν ἐχόντων ἀκεραιότερον νοῦν τῷ ξύλῳ τὴν μέμψιν προσαγάγοιτο, ἀλλὰ τῷ μεταλαβόντι. Ὥσπερ γάρ τις βασιλεὺς στρατιώτῃ αὐτοῦ παραγγείλας μὴ εἰσελθεῖν τινα τῶν ἀρχόντων ἔνδοθεν τοῦ βασιλικοῦ κοιτῶνος, εἰ μὴ αὐτὸς προστάξει τούτῳ, ἢ μυστήριον αὐτοῦ ἀναγγείλας μηδένα τῶν ἔξωθεν καταμαθεῖν πλὴν αὐτοῦ μόνον, ἐκεῖνος δὲ ἐξελθὼν κατάδηλον ποιήσῃ τὸν λόγον οἷς ἂν θέλῃ καὶ βούληται, εἰπέ μοι, οὐκ ὑποστήσεται δίκην ὁ τοιοῦτος, ὅτι βασιλικοῦ κατεφρόνησε κράτους; Τοιοῦτον καὶ ἐπὶ τὸν Ἀδὰμ ἐκαινουργήθη. Πάντα δέδωκεν αὐτῷ ὁ Θεὸς εἰς βρῶσιν καὶ ἀπόλαυσιν, τὰ φυτὰ, τοὺς καρποὺς, τὰ ὕδατα, τοῦ παραδείσου τὴν τερπνότητα, τὸν ἥλιον, τὴν σελήνην καὶ τοὺς ἀστέρας· ἑνὸς δὲ μόνον ξύλου δέδωκεν αὐτῷ φυλάσσειν, ὑπόδειγμα δεσποτικὸν εἰκονίζων καὶ ἐντολὴν πρὸς ὑπακοὴν τοῦ πλάστου.

Αὐτὸς δὲ μήτε τούτων τῶν χαρισμάτων ἐντὸς γενόμενος, μήτε τῆς ἀξίας τὴν ὑπερβολὴν τιμήσας, μήτε τοῦ κράτους αὐτοῦ τὴν ἐλευθερίαν φυλάξας, τῷ παρανόμῳ καὶ ἐχθρῷ τῆς ἀληθείας ἐπηκροάσατο, καὶ ἥψατο τῆς παρακοῆς, καὶ γέγονεν ὁ ἀθάνατος θνητὸς, ὁ ἄρχων τοῦ παραδείσου γυμνὸς τῆς τούτου οἰκήσεως, ὁ τρίβους τῆς ἀληθείας ὁδεύων, τῶν δαιμόνων ἐπίχαρμα γενόμενος, ὁ Πνεύματος ἁγίου ἐμπεπλησμένος, πνευμάτων πονηρῶν πεπληρωμένος, ὁ προφητείᾳ ἠγλαϊσμένος, μηδὲ ἑαυτὸν γνωρίζων ὁποῖος ἦν. Ἀπαρτισθείσης τῆς παρακοῆς λοιπὸν τῆς θανατηφόρου, θεασάμενοι Ἀδὰμ καὶ Εὔα, ὅτι γυμνοὶ ὑπῆρχον διὰ τῆς παραβάσεως αὐτῶν· ὅτε γὰρ θεοκόσμητον στολὴν τῆς ἀθανασίας ἦσαν περιβεβλημένοι, τὴν ἑαυτῶν γύμνωσιν οὐχ ἑώρων· ὅτε δὲ ἦλθεν ἡ παράβασις, καὶ ἀπηρτίσθη τὸ ἔργον τῆς παρακοῆς, τότε ἐθεάσαντο τὴν ἀσχημοσύνην αὐτῶν. Εἶτα Ἤκουσαν, φησὶ, τῆς φωνῆς τοῦ Κυρίου περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ. Περιεκόπη τῆς παῤῥησίας ἡ πρόφασις· ἦλθεν ἡ παράβασις, καὶ κρύπτονται ἀπὸ τοῦ Παντοκράτορος. Τοιοῦτοί εἰσιν οἱ ἐν ἁμαρτίαις περιβεβλημένοι.

Ὅταν γάρ τις πορνεύσῃ ἢ μοιχεύσῃ, καὶ ἐξέλθῃ ἐκ τῆς θύρας τῆς πόρνης, καὶ ἀπαντήσῃ κἂν ἄνδρα κἂν γυναῖκα, συντυχίας ἰδίας ἑαυτῶν διηγουμένους, ὁ ποιήσας τὴν ἁμαρτίαν νομίζει ὅτι ἡ συντυχία δι᾽ αὐτὸν καθίσταται, καὶ ἐρυθριᾷ καὶ ἐντρέπεται, τῆς ἁμαρτίας αὐτὸν ἔνδοθεν διελεγχούσης. Τοῦτο πέπονθεν ὁ Ἀδὰμ καὶ ἡ Εὔα. Πολλάκις γὰρ τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ, οὐδέποτε αὐτὸν ᾐδέσθησαν ἢ ἐνετράπησαν· ἀλλ᾽ ὅτε ἀπετελέσθη τὸ ἔργον τῆς ἁμαρτίας καὶ τῆς παρακοῆς, τότε κρύπτονται ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ πάντα ἐφορῶντος, κερδᾶναί τι προσδοκῶντες· ἀλλὰ μάτην αὐτοῖς καθέστηκε ἡ φρόνησις αὕτη.

Διὸ ὡς μὴ ἔχοντες ἀπολογίαν ἢ παῤῥησίαν πρὸς τὸν κρυφιογνώστην, αὐτὸς ὁ ἐτάζων καρδίας καὶ νεφρούς φησι πρὸς τὸν Ἀδάμ· Ἀδὰμ, ποῦ εἶ; πρόφασιν ἀπολογίας αὐτοῖς χαριζόμενος· Ποῦ εἶ; Ἰδοὺ καὶ τοῦ ξύλου ἔφαγες, καὶ τῆς ἐπιθυμίας οὐκ ἐπέτυχες· ἰδοὺ καὶ τὴν παράβασιν ἐποίησας, καὶ τῆς θεώσεως ἐξέπεσες. Ἀδὰμ, ποῦ εἶ; Ὁ δὲ, Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Ὁρᾷς τῆς ἁμαρτίας τὴν ἐντροπήν; ὁρᾷς τῆς παραβάσεως τὴν ἀσχημοσύνην; ὁρᾷς τὸ δικαστήριον τὸ ἔνδοθεν γεγενημένον τῷ Ἀδὰμ, καὶ κατηγοροῦν τὴν αὐτοῦ ἐκ τοῦ Θεοῦ ἀλλοτρίωσιν; Καὶ εἶπεν ὁ Θεός· Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες; Ἀφῆκας ἐμὲ τὸν πλάσαντα, καὶ τῷ ἐχθρῷ προσῆλθες; εἴασας ἐμὲ τὸν δημιουργήσαντα, καὶ τῷ πλάνῳ συγκατέθου; Ἐγώ σοι ἐνετειλάμην τούτου μόνου μὴ φαγεῖν, καὶ σὺ τῷ διαβόλῳ σύμβουλος γέγονας;