Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γένεσιν τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Το σκίρτημα του Προδρόμου και η ανυπομονησία του κηρύγματος

Εισαγωγική δοξολογία και αναφορά στη σημασία του σκιρτήματος του Ιωάννη μέσα στη μήτρα της Ελισάβετ, καθώς και ρητορική απόδοση της προθυμίας του να προϋπαντήσει τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν 〈Ἰωάννου〉 ἀρχιεπισκόπου 〈Κωνσταντινουπόλεως〉 τοῦ 〈Χρυσοστόμου〉 λόγος εἰς τὸ γενέθλιον τοῦ ἁγίου προφήτου, προδρόμου καὶ βαπτιστοῦ 〈Ἰωάννου〉 Εὐλογητὸς ὁ θεός· ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ 〈Ἰωάννου〉 σκιρτήματα· προέβη τοῦ δικαίου τὰ διὰ τῶν ποδῶν εὐαγγέλια· ἀπήντησεν ἡ χάρις ἣν ἐν τῇ μήτρᾳ τυγχάνων ἐμήνυσεν· εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν.

Ὄντως «ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε»· ἐλαυνόμενοι προεβόουν προφῆται, οὐκ ἐσίγων τυπτόμενοι δίκαιοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντέπραττον τύραννοι, βασιλεῖς ἐπολέμουν, ἄρχοντες παρετάσσοντο· συνωργίζοντο δῆμοι, ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν παρήγοντο βήμασιν, ἐκεῖθεν κατεξαίνοντο μάστιξιν· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις, πανταχόθεν θλίψεις καὶ ὀδυρμοί, πανταχόθεν κατήφεια καὶ σκότος· ἀλλ᾽ ἐν τοιαύτῃ κατηφείᾳ καὶ τηλικαύτῃ τοῦ βίου σκοτώσει τυγχάνοντες λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμεθα. 〈Ἰωάννης〉 γὰρ ὁ μέγας τοῦ κυρίου πρόδρομος ἔτι δεδεμένος ὢν τοῖς σπαργάνοις τῆς φύσεως τὸ σωτήριον ἔαρ ὑπέδειξεν ἡμῖν καὶ σπεύδων κηρύξαι τῇ φωνῇ ὃν ἐμήνυσε τοῖς ποσὶν αὐτοὺς βιάζεται τοὺς ὅρους τῆς φύσεως ἐξελθεῖν· ὡς βραδυτοκοῦσαν τὴν 〈Ἐλισάβετ〉 ἐσόβει, ἐσκίρτα χορεύων ὁμοῦ τε καὶ δυσχεραίνων ἐφ᾽ οἷς ὑπὸ τῆς νηδύος κεκράτητο, τῆς περιόδου τῶν μηνῶν κατεβόα, ὡς ἄδικον φυλακὴν τὴν μήτραν ἐτίνασσεν, ἐλάκτιζεν τὰ κλεῖθρα τῆς φύσεως, τὸν τοῦ τοκετοῦ ἐμέμφετο τρόπον καὶ μεμυκότων τῶν χειλέων ἐβόα τοῖς σχήμασιν μονονουχὶ τοιαῦτα πρὸς τὴν 〈Ἐλισάβετ〉 τῇ κινήσει φθεγγόμενος· «Ἀδικεῖς, ὦ μῆτερ, βραδύνουσα, προφήτην ἐν γαστρὶ περιφέρεις, τὴν τῆς οἰκουμένης χαρὰν συνέχεις, τὸν πρόδρομον τοῦ βασιλέως Χριστοῦ βαστάζεις, τὸν στρατιώτην τοῦ βασιλικοῦ κηρύγματος κατέχεις, τὸν μάρτυρα καὶ πάντων ἐν γεννητοῖς γυναικῶν μείζονα περισφίγγεις καὶ συμποδίζεις τὸν ταχυδρόμον τῆς εὐσεβείας.

Ἀδικεῖς, ὦ μῆτερ· οὐκ οἶδας τὰ μέλλοντα, ἀγνοεῖς τὰ ἐσόμενα. Τὸ φῶς παραγίνεται, τὸν ὄρθρον ἀπόλυσον· ἀνατέλλει ὁ ἥλιος, ὁ ἑωσφόρος προλάμψῃ· ἐπὶ θύραις ὁ λόγος καὶ χρεία φωνῆς· ἐγγὺς ὁ νυμφίος καὶ δίκαιόν ἐστιν ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ 〈Ἰορδάνῃ·〉 αἵματος χρεία ἀγοράζοντος τὸν κόσμον καὶ χρή με πόρρωθεν τὸν ἀμνὸν ὑποδεῖξαι. Ἐσπαργάνωται τὸ ἀνθρώπινον γένος ταῖς ἁμαρτίαις· ἦλθεν ὁ λύων τοὺς πεπεδημένους.

Λοιπὸν χρεία κλήτορος, ἵνα πάντες μαθόντες ἀπαντήσωσιν ἅπαντες. Καὶ σὺ κατέχεις ἐν μήτρᾳ τὸν πρόδρομον; Οὐκ ἐννοεῖς, ὦ μῆτερ, τὸν 〈Ἀδὰμ〉 τοσούτους αἰῶνας ἐν τῷ ᾅδῃ κρατούμενον; Οὐ σκοπεῖς τῆς 〈Εὔας〉 τὸν στεναγμόν; Οὐ βλέπεις τοῦ κόσμου τὴν κατήφειαν, μᾶλλον δὲ ἀπώλειαν; Ἔτι κράζει τοῦ 〈Ἄβελ〉 τὸ αἷμα τὴν κατὰ τοῦ 〈Κάϊν〉 ἐντυχίαν ποιούμενον. Συνστενάζει τούτοις καὶ αὐτὰ τὰ στοιχεῖα· διὰ τοῦτο γὰρ πάντως καὶ ἀπηλλάγης τοῦ πάθους τῆς ἀτεκνίας, ἵνα μηνύσῃ ὁ ἐκ στείρας τὸν ἐκ παρθένου· διὰ τοῦτο ἐγὼ ἐν μήτρᾳ ἐν ἀγαλλιάσει ἐσκίρτησα, ἵνα μηκέτι ὀρχήσηται διάβολος ἐν κόσμῳ.» Τοιαῦτα οὖν μήπω τεχθεὶς πρὸς τὴν 〈Ἐλισάβετ ὁ Ἰωάννης.〉 Προελθὼν δὲ ἐξ αὐτῆς καὶ μείζονα δεξάμενος εἰκότως τὴν ἔκλαμψιν ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πλάσμασι μεγαλοφώνως βοῶν· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἀλλ᾽ ὢ πῶς τὴν ἄρρητον ἐκείνην καὶ φρικτὴν ἀνευφημήσω γέννησιν; Πῶς τὰ ὑπὲρ νοῦν καὶ λόγον ἐξείπω; Ποίαν τοῖς θαύμασιν ἀρκοῦσαν ἀναλάβωμαι γλῶσσαν;