Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γένεσιν τοῦ Ἰωάννου τοῦ Βαπτιστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η γέννηση του Ιωάννη και η λύση της σιωπής του Ζαχαρία

Αφήγηση της γεννήσεως του Προδρόμου, η επίσημη ονοματοδοσία του βρέφους και η θαυματουργική αποκατάσταση της ομιλίας του πατέρα του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀλλ᾽ ἐκείνους μὲν πρὸς τὸ παρὸν καταλείψαντες ἐπὶ τὴν προτέραν ὁρμὴν τὸν λόγον ἀγάγωμεν.

Τῇ δὲ 〈Ἐλισάβετ〉 ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν· καὶ ἐγέννησεν υἱόν· καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς· καὶ συνέχαιρον αὐτῇ. Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ, ὡς ἦλθον περιτεμεῖν τὸ παιδίον καὶ ἐκάλουν τὸ ὄνομα αὐτοῦ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ 〈Ζαχαρίαν,〉 ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· «〈Ἰωάννης〉 κληθήσεται.» Ἔνευον δὲ καὶ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν· καὶ αἰτήσας πινακίδιον ἔγραψεν ἐν αὐτῷ λέγων· «〈Ἰωάννης〉 ἐστὶ τὸ ὄνομα αὐτοῦ.» Καὶ ἐθαύμασαν πάντες· ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ καὶ ἐλάλει τρανῶς εὐλογῶν τὸν θεόν. Ἀμέλει· τὸ βρέφος τίκτεται καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανέρχεται· οὕτως γὰρ δείκνυται βοῶσα ἡ 〈Ἰωάννου〉 φωνή, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια πέφηνεν· «Ἐγὼ γάρ, φησίν, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Δεξάμενος γὰρ ὁ 〈Ἰωάννης〉 τὴν ἔλλαμψιν τοῦ ἁγίου πνεύματος ὑπεδείκνυε τὸν ποιητὴν τοῖς ποιήμασι καὶ τὸν πλάστην ἐδακτυλοδείκτει τοῖς πᾶσι μεγαλοφώνως βοῶν· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.»