Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γένεσιν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η ιερότητα και η κοσμική σημασία της εορτής της Γεννήσεως

Εισαγωγικές σκέψεις περί του δέους και της χαράς που προκαλεί η Γέννηση του Κυρίου, καθώς και της απελευθερώσεως του κόσμου από τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Τοῦ αὐτοῦ 〈ἁγίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου〉 Εἰς τὴν τοῦ Χριστοῦ γένναν. Φόβου γέμει καὶ φρίκης ἡ σήμερον ἡμέρα, καὶ πολλῆς ἐκπλήξεως καὶ χαρμονῆς ἀπείρου. Δεσπότης γὰρ ἐκ νύμφης παρθένου προέρχεται παράδοξον θάλαμον τὴν κόρην εὑράμενος.

Ὁ γὰρ ἄνω 〈***〉 δίχα φθορᾶς γεννηθείς, οὗτος κάτω 〈***〉 δίχα σπορᾶς γεννᾶται. Καὶ ὁ ἄνω ἐν κόλποις [τοῦ] πατρὸς αὐλιζόμενος, οὗτος [ἐν] ἀγκάλαις μητρὸς παρθένου βαστάζεται. Εἴ τις 〈οὖν〉 κατανοήσει τὴν σήμερον ἡμέραν, 〈*〉 τρόμῳ συστέλλεται· φόβου γὰρ καὶ τρόμου γέμει, ὡς ἤδη προείρηται.

Σήμερον τῆς ἀπιστίας τῶν Ἰουδαίων [ὁ] ἔλεγχος καὶ τῶν ἁπάντων 〈**〉 ἀπαρχὴ καὶ πρόοδος. Οἱ φύλλα ἐζωσμένοι καὶ φοροῦντες δέρματα, οὗτοι ἐν τῷ φορεῖσθαι αὐτὸν φοροῦσι Χριστόν. Σήμερον οὖν χαρμονῆς ἡμέρα καὶ ταραχῆς· [ἔστι γὰρ] τῶν δαιμόνων πόλεμος· [καὶ τοῦ] διαβόλου θόρυβος· [Καὶ] τῶν εἰδώλων ὄλεθρος· τοῦ θανάτου θάνατος, καὶ τοῦ κόσμου παντὸς ἐκ τούτου ἐλευθερίας ἀρχή.