Μὴ τοίνυν παραδράμῃς τὸ κέρδος, ἀλλὰ μετὰ ἀκριβείας πρόσεχε τοῖς λεγομένοις· οὐ γὰρ δὴ περὶ οὐρανοῦ μόνον ἐροῦμεν, καὶ γῆς, καὶ θαλάττης, ἀλλὰ καὶ περὶ τῆς γεννήσεως τῆς ἡμετέρας, καὶ πόθεν ὁ θάνατος, καὶ πόθεν ἡ ἐπίμοχθος ζωὴ, καὶ πόθεν αἱ ἀθυμίαι καὶ φροντίδες. Καὶ γὰρ ὑπὲρ τούτων καὶ ὑπὲρ πλειόνων ἑτέρων ἀπολογίαν συνθεὶς ὁ Θεὸς, τὸ βιβλίον τοῦτο πρὸς ἡμᾶς ἔπεμψεν· οὐδὲ γὰρ ἀπολογεῖσθαι παραιτεῖται τοῖς ἀνθρώποις ὁ Θεὸς, ἀλλὰ βοᾷ διὰ τοῦ προφήτου λέγων· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Οὐκ ἀπολογεῖται δὲ μόνον καὶ δικάζεται, ἀλλὰ καὶ ὅπως διαφύγωμεν τὴν καταδίκην διδάσκει· οὐ γὰρ ἁπλῶς εἶπε, Δεῦτε, καὶ διαλεχθῶμεν· ἀλλὰ πρότερον διδάξας τί μὲν εἰπεῖν, τί δὲ ποιῆσαι χρὴ, οὕτω πρὸς τὸ δικαστήριον εἵλκυσεν. Ἄκουσον οὖν ἄνωθεν τοῦ προφητικοῦ ῥήματος. Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· μάθετε καλὸν ποιεῖν, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ τότε φησί· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Οὐ βούλομαι γυμνοὺς, φησὶ, καὶ ἐρήμους τῶν δικαιωμάτων λαβεῖν, ἀλλὰ καθοπλίσας ὑμᾶς ταῖς ἀπολογίαις, οὕτως ἐπὶ τὰς εὐθύνας καλῶ· καὶ γὰρ δικάζεσθαι βούλομαι πρὸς ὑμᾶς, οὐχ ἵνα κατακρίνω, ἀλλ᾽ ἵνα φείσωμαι. Οὕτω καὶ ἀλλαχοῦ φησι· Λέγε σὺ πρῶτον τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς.