Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΛΕ΄-ΛΘ΄: Η Άγαρ, ο Ισμαήλ και η Διαθήκη της Περιτομής

Η ατεκνία της Σάρρας, η γέννηση του Ισμαήλ από την Άγαρ, η μετονομασία του πατριάρχη σε Αβραάμ και η θέσπιση της περιτομής ως σημείου της θείας διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 17

ΟΜΙΛΙΑ ΛΕʹ. Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασιλέως τῶν Σοδόμων. αʹ. Μέγα ἀγαθὸν, ἀγαπητοὶ, τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Τοῦτο τὴν ψυχὴν φιλόσοφον ἀπεργάζεται, τοῦτο πρὸς τὸν οὐρανὸν μεθίστησι τὴν διάνοιαν, τοῦτο εὐχάριστον κατασκευάζει τὸν ἄνθρωπον, τοῦτο ποιεῖ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, τοῦτο διηνεκῶς ἐκεῖ ποιεῖ διαιτᾶσθαι τὸν λογισμὸν τὸν ἡμέτερον, καὶ πρὸς τὴν τοῦ Δεσπότου ἀμοιβὴν ὁρῶντας ἅπαντα ἡμᾶς διαπράττεσθαι, καὶ πρὸς τοὺς τῆς ἀρετῆς πόνους μετὰ πολλῆς ἐγχειρεῖν τῆς προθυμίας. Ἐντεῦθεν γάρ ἐστι μαθεῖν ἀκριβῶς τῆς ταχείας ἀντιλήψεως τοῦ Θεοῦ τὴν πρόνοιαν, τῶν δικαίων τὴν ἀνδρείαν, τοῦ Δεσπότου τὴν ἀγαθότητα, καὶ τῶν ἀμοιβῶν τὸ μέγεθος. Ἐντεῦθέν ἐστιν εἰς ζῆλον καὶ μίμησιν διεγερθῆναι τῆς φιλοσοφίας τῶν γενναίων ἀνδρῶν, καὶ μὴ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας, ἀλλὰ θαῤῥεῖν καὶ πρὸ τῆς ἐκβάσεως ταῖς παρὰ τοῦ Θεοῦ ὑποσχέσεσι. Δι᾽ ὃ, παρακαλῶ, μετὰ πολλῆς σπουδῆς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ποιώμεθα. Οὕτω γὰρ καὶ τῆς γνώσεως ἐπιτευξόμεθα, εἰ συνεχῶς ἐπίωμεν τὰ ἐγκείμενα.

Οὐδὲ γάρ ἐστι τὸν μετὰ σπουδῆς καὶ πολλοῦ πόθου τοῖς θείοις ἐντυγχάνοντα λόγοις περιοφθῆναί ποτε· ἀλλὰ κἂν ἄνθρωπος ἡμῖν μὴ γένηται διδάσκαλος, αὐτὸς ὁ Δεσπότης ἄνωθεν ἐμβατεύων ταῖς καρδίαις ταῖς ἡμετέραις φωτίζει τὴν διάνοιαν, καταυγάζει τὸν λογισμὸν, ἐκκαλύπτει τὰ λανθάνοντα, διδάσκαλος ἡμῖν γίνεται τῶν ἀγνοουμένων· μόνον ἐὰν ἡμεῖς τὰ παρ᾽ ἑαυτῶν εἰσφέρειν βουλώμεθα. Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς. Ἐπειδὰν οὖν λάβωμεν μετὰ χεῖρας βιβλίον πνευματικὸν, συντείναντες ἑαυτῶν τὴν διάνοιαν, καὶ συναγαγόντες τὸν λογισμὸν, καὶ πᾶσαν βιωτικὴν ἔννοιαν ἀπωσάμενοι, οὕτω τὴν ἀνάγνωσιν ποιώμεθα μετὰ πολλῆς τῆς εὐλαβείας, μετὰ πολλῆς τῆς προσοχῆς, ἵνα δυνηθῶμεν ὑπὸ τοῦ ἁγίου Πνεύματος ὁδηγηθῆναι ἐπὶ τὴν κατανόησιν τῶν γεγραμμένων, καὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπώσασθαι.

Καὶ γὰρ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος, ὁ τῆς βασιλίσσης Αἰθιόπων, ἐν τοσαύτῃ τυγχάνων περιφανείᾳ, καὶ ἐπὶ τοῦ ὀχήματος φερόμενος, οὐδὲ ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ἀναγνώσεως ἠμέλει, ἀλλὰ τὸν προφήτην ἔχων μετὰ χεῖρας, πολλὴν ἐποιεῖτο τὴν σπουδὴν πρὸς τὴν ἀνάγνωσιν, καὶ ταῦτα οὐκ εἰδὼς τὰ ἐγκείμενα· ἀλλ᾽ ὅμως ἐπειδὴ τὰ παρ᾽ ἑαυτοῦ πάντα εἰσήνεγκε, τὴν σπουδὴν, τὴν προθυμίαν, τὴν προσοχὴν, ἐπέτυχε τοῦ καθοδηγήσαντος. Ἐννόησον γάρ μοι ὅσον ἦν, μήτε ὁδοιποροῦντα ἀμελῆσαι τῆς ἀναγνώσεως, καὶ ταῦτα ἐπ᾽ ὀχήματος καθήμενον. Ἀκουέτωσαν οἱ μηδὲ ἐπὶ τῆς οἰκίας τοῦτο ποιῆσαι καταδεχόμενοι, ἀλλὰ νομίζοντες πάρεργον εἶναι τὴν τούτων ἀνάγνωσιν, καὶ διὰ τὸ γυναικὶ συνοικεῖν, καὶ στρατείᾳ κατειλῆφθαι, καὶ παιδίων φροντίζειν, καὶ οἰκετῶν ἐπιμελεῖσθαι, καὶ ἑτέρων πραγμάτων ἔχειν φροντίδα, μὴ προσήκειν αὐτοῖς περὶ τὴν τῶν θείων Γραφῶν ἀνάγνωσιν ἔχειν σπουδήν.

Ἰδοὺ γὰρ εὐνοῦχος, ἄνθρωπος βάρβαρος, ἀμφότερα ἱκανὰ εἰς πολλὴν ῥᾳθυμίαν ἐμβαλεῖν, καὶ μετὰ τούτων ἡ πολλὴ περιφάνεια, τοῦ πλούτου ἡ περιουσία, αὐτὸ τὸ ἐν ὁδοιπορίᾳ εἶναι καὶ ἐπ᾽ ὀχήματος φέρεσθαι· οὐδὲ γὰρ ῥᾴδιον ἀναγνώσει προσέχειν τῷ οὕτως ὁδοιποροῦντι, ἀλλὰ καὶ σφόδρα δυσχερές· ἀλλ᾽ ὅμως ὁ πόθος καὶ ἡ πολλὴ σπουδὴ πάντα τὰ κωλύματα ἐκποδὼν ἐποιεῖτο, καὶ εἴχετο τῆς ἀναγνώσεως, καὶ οὐκ ἔλεγε ταῦτα, ἃ νῦν πολλοὶ λέγουσιν· οὐ νοῶ τὰ ἐγκείμενα, οὐ δύναμαι συνιέναι τὸ βάθος τῶν γεγραμμένων· τίνος ἕνεκεν ἁπλῶς καὶ εἰκῆ τὸν κάματον ὑπομενῶ, ἀναγινώσκων καὶ οὐκ ἔχων τὸν ὁδηγῆσαι δυνάμενον; Οὐδὲν τούτων ἐλογίσατο ὁ βάρβαρος μὲν τὴν γλῶσσαν, φιλόσοφος δὲ τὴν διάνοιαν· ἀλλ᾽ ἐννοήσας ὡς οὐ περιοφθήσεται, ἀλλὰ ταχέως ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, εἰ τὰ παρ᾽ ἑαυτοῦ καὶ τὰ εἰς δύναμιν ἐπιδείξαιτο, εἴχετο τῆς ἀναγνώσεως. Διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτοῦ τὸν πόθον, οὐ περιεῖδεν, οὐ κατέλιπεν ἀπρονόητον, ἀλλ᾽ εὐθέως αὐτῷ τὸν διδάσκαλον ἔπεμψε. Σὺ δέ μοι σκόπει τὴν τοῦ Θεοῦ σοφίαν, πῶς ἔμενεν ἐκεῖνον πρότερον τὰ παρ᾽ ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τότε τὴν οἰκείαν ἀντίληψιν ἐπιδείκνυται. Ἐπεὶ οὖν τὰ παρ᾽ ἑαυτοῦ πάντα ἀπήρτιστο, λοιπὸν ὤφθη ὁ ἄγγελος Κυρίου λέγων τῷ Φιλίππῳ· Ἀναστὰς πορεύου ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν, αὕτη ἐστὶν ἔρημος.

Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ, δυνάστης εὐνοῦχος Κανδάκης, τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἐλήλυθε προσκυνήσων εἰς Ἱερουσαλὴμ, καὶ οὗτος ὑπέστρεψε καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγήσατο ὁ τὴν βίβλον γράψας, εἰπὼν, ὅτι Αἰθίοψ, ἵνα γνῶμεν ὅτι βάρβαρος ἦν· εἶτά φησιν, ὅτι Δυνάστης, ὅτι ἐν ἀξιώματι μεγίστῳ καὶ περιφανείᾳ ἐτύγχανεν, Ὃς ἐληλύθει, φησὶ, προσκυνήσων εἰς Ἱερουσαλήμ.

Ὅρα καὶ τὴν πρόφασιν αὐτοῦ τῆς ἀποδημίας, ἱκανὴν οὖσαν δεῖξαι τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης· ἰδοὺ γὰρ πόσην ὁδὸν στέλλεται, ὥστε τὴν προσκύνησιν ἀποδοῦναι τῷ Δεσπότῃ. Ἔτι γὰρ ἐνόμιζον ἐν ἑνὶ τόπῳ συγκεκλεῖσθαι τὴν λατρείαν, καὶ διὰ τοῦτο πολλὴν ὁδὸν στελλόμενοι ἐκεῖ τὰς εὐχὰς ἀνέφερον· διά τοι τοῦτο καὶ οὗτος παρεγένετο, ἔνθα ὁ ναὸς ἦν καὶ ἡ λατρεία ἡ Ἰουδαϊκὴ, ἵνα τὴν προσκύνησιν ἀποδῷ τῷ Δεσπότῃ. Καὶ ἐπειδὴ ἐπλήρωσε τὸ ποθούμενον, Ὑποστρέφων, φησὶ, καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ ἀνεγίνωσκεν.

βʹ. Εἶτα ἐπιστὰς ὁ Φίλιππός φησι πρὸς αὐτόν. Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Εἶδες ψυχὴν μεμεριμνημένην, οὐκ εἰδυῖαν μὲν τὰ ἐγκείμενα, ἐχομένην δὲ τῆς ἀναγνώσεως, καὶ ποθοῦσαν ἐπιτυχεῖν τοῦ ὁδηγοῦντος διδασκάλου; Καὶ γὰρ εὐθέως ὁ ἀπόστολος διὰ τῆς ἐρωτήσεως διεγείρει αὐτοῦ τὸν πόθον· ὅτι γὰρ ἄξιος ἦν τυχεῖν τοῦ ὁδηγοῦντος πρὸς τὴν τῶν ἐγκειμένων κατανόησιν, αὐτὴ ἡ ἀπόκρισις τοῦ ἀνδρὸς δηλοῖ. Τοῦ γὰρ ἀποστόλου εἰπόντος, Ἆρά γε γινώσκεις; καὶ μετὰ εὐτελοῦς σχήματος προσιόντος, οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ ἐνόμισεν ὑβρίσθαι, ὃ πολλοὶ τῶν ἀνοήτων πάσχουσι, καὶ πολλάκις αἱροῦνται ἐν διηνεκεῖ ἀγνοίᾳ τυγχάνειν, αἰσχυνόμενοι τὴν ἄγνοιαν ὁμολογῆσαι, καὶ παρὰ τῶν διδάξαι δυναμένων μαθεῖν. Ἀλλ᾽ οὗτος οὐδὲν τούτων πέπονθεν· ἀλλὰ μετὰ πάσης ἐπιεικείας καὶ εὐλαβείας τὴν ἀπόκρισιν ποιεῖται, δεικνὺς αὐτοῦ τῆς ψυχῆς τὴν κατάστασιν, καί φησι· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Καὶ οὐ μόνον ἀπεκρίνατο μὲν μετ᾽ ἐπιεικείας, παρέδραμε δὲ, ἀλλὰ μᾶλλον τῶν οἰκείων τρόπων ἐνδεικνύμενος ἡμῖν τὴν ἀρετὴν, ταῦτα εἰπὼν παρεκάλεσεν ὁ δυνάστης, ὁ βάρβαρος, ὁ ἐπ᾽ ὀχήματος φερόμενος τὸν εὐτελῆ φαινόμενον, τὸν ἀπὸ τῆς ἐσθῆτος εὐκαταφρόνητον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες ψυχῆς προθυμίαν; εἶδες εὐλαβείας ἐπίτασιν;

εἶδες βαρβάρου γνώμην φιλόθεον, πῶς ἐπλήρου ἐκεῖνο τὸ παρὰ σοφοῦ τινος εἰρημένον· Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου; Εἶδες πῶς δικαίως οὐ περιώφθη; εἶδες πῶς δικαίως ἀπήλαυσε τῆς ἄνωθεν προνοίας; εἶδες πῶς οὐδὲν ἐνέλιπε τῶν ὀφειλόντων παρ᾽ αὐτοῦ εἰσενεχθῆναι; Διὰ τοῦτο λοιπὸν ἐπιτυχὼν τοῦ διδασκάλου, ἐμάνθανε μετὰ ἀκριβείας καὶ τῶν ἐγκειμένων τὴν δύναμιν, καὶ ἐφωτίζετο τὴν διάνοιαν.

Ἴδετε ὅσον ἐστὶν ἀγαθὸν τὸ μετὰ προσοχῆς καὶ σπουδῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι τῶν θείων Γραφῶν; Διὰ γὰρ τοῦτο καὶ τὴν κατὰ τὸν βάρβαρον τοῦτον ἱστορίαν εἰς μέσον ὑμῖν παρήγαγον, ἵνα μὴ ἐπαισχυνθῶμεν ἅπαντες ζηλωταὶ γενέσθαι τοῦ Αἰθίοπος, τοῦ εὐνούχου, τοῦ μηδὲ ἐν ὁδοιπορίᾳ τῆς ἀναγνώσεως ἀμελοῦντος. Ἱκανὸς γὰρ οὗτος ὁ βάρβαρος ἅπασιν ἡμῖν διδάσκαλος γενέσθαι, καὶ τοῖς τὸν ἰδιωτικὸν βίον ἐπανῃρημένοις, καὶ τοῖς ἐν στρατιᾷ κατειλεγμένοις, καὶ ἐν περιφανείᾳ τυγχάνουσι, καὶ πᾶσιν ἁπαξαπλῶς οὐκ ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν, ὅσῳ καὶ διηνεκῶς οἴκοι διατρίβουσιν, ἀλλὰ καὶ τοῖς τὸν μοναχικὸν βίον ἐπανῃρημένοις, ἵνα μανθάνωσι πάντες, ὡς οὐδεὶς καιρὸς κώλυμα γίνεται πρὸς τὴν τῶν θείων λογίων ἀνάγνωσιν, ἀλλὰ δυνατὸν μὴ μόνον ἐπὶ οἰκίας, ἀλλὰ καὶ ἐπ᾽ ἀγορᾶς βαδίζοντας, καὶ ὁδοιπορίαν ποιουμένους, καὶ ἐν συνουσίᾳ πλειόνων τυγχάνοντας, καὶ πράγμασι συμπλεκομένους τῆς τούτων ἔχεσθαι σπουδῆς, ἵνα τὰ παρ᾽ ἑαυτῶν εἰσφέροντες, ταχέως καὶ τοῦ ὁδηγοῦντος ἐπιτύχωμεν.

Ὁρῶν γὰρ ἡμῶν ὁ Δεσπότης τὴν περὶ τὰ πνευματικὰ ἐπιθυμίαν, οὐ περιόψεται, ἀλλὰ παρέξει τὴν ἄνωθεν ἔλλαμψιν, καὶ φωτιεῖ ἡμῶν τὴν διάνοιαν. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τῆς ἀναγνώσεως, ἀλλὰ κἄν τε εἰδῶμεν τῶν ἐγκειμένων τὴν δύναμιν, κἄν τε ἀγνοῶμεν, συνεχῶς αὐτὰ ἐπίωμεν. Ἡ γὰρ διηνεκὴς μελέτη ἀνεξάλειπτον ἐργάζεται τὴν μνήμην· καὶ πολλάκις ὅπερ σήμερον εὑρεῖν οὐκ ἰσχύσαμεν ἀναγνόντες, τοῦτο πάλιν αὔριον ἐπελθόντες ἀθρόον εὕρομεν, τοῦ φιλανθρώπου Θεοῦ ἀοράτως ἡμῶν τὴν διάνοιαν φωτίζοντος. Ἀλλὰ ταῦτα μὲν νῦν πρὸς τὸ συνεχῆ ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν εἰρήκαμεν· ἵνα δὲ μάθητε, ὅτι καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο τῷ Δεσπότῃ ἔθος, ἐπειδὰν τὰ παρ᾽ ἑαυτῶν εἰσενέγκωμεν, μετὰ δαψιλείας τὰ παρ᾽ ἑαυτοῦ χορηγεῖ καὶ αὐτὸς, καὶ ὅπερ ἐπὶ τῆς ἀναγνώσεως πεποίηκε μετὰ πολλῆς τῆς ταχύτητος πέμψας τὸν διδάσκαλον τῷ βαρβάρῳ, τοῦτο καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιέναι βουλομένων ἐργάζεται, ἄκουσον τῶν νῦν λεγομένων. Ἀλλ᾽ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γίνηται οὗτος, ἀκόλουθον ἂν εἴη πάλιν τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγεῖν, καὶ τῆς ἀκολουθίας τῶν χθὲς ἡμῖν εἰρημένων νῦν ἐπιλαβέσθαι.

Καὶ γὰρ ἔγνωτε ἐκ τῶν ἤδη ῥηθέντων, πῶς τῆς πολλῆς ἐκείνης ταπεινοφροσύνης, ἣν περὶ τὸν Λὼτ ἐπεδείξατο παραχωρήσας αὐτῷ τῶν πρωτείων, πολλῆς ἀπήλαυσε τῆς ἄνωθεν ἀμοιβῆς, ὑπόσχεσιν δεξάμενος πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ᾽ αὐτοῦ γεγενημένα.

Ἴδωμεν δὲ λοιπὸν καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμένων πάλιν τοῦ δικαίου τὴν ἀρετὴν, ἵν᾽ οὕτω προϊόντες καταμάθωμεν τὴν ἄφατον τοῦ Θεοῦ περὶ αὐτὸν γεγενημένην κηδεμονίαν. Παιδεύων γὰρ ἅπαντας ἡμᾶς διὰ τῆς τοῦ πατριάρχου φιλοσοφίας, ἀφίησιν αὐτὸν καθ᾽ ἕκαστον καιρὸν πρότερον ἐπιδείκνυσθαι τῆς οἰκείας γνώμης τὸ φιλόθεον, καὶ τότε τὴν παρ᾽ ἑαυτοῦ ἀμοιβὴν εἰσφέρει, ἵνα σπουδάσωμεν καὶ αὐτοὶ μιμούμενοι τὸν πατριάρχην πρότερον ἐγχειρεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ οὕτως ἀναμένειν τῶν παρ᾽ αὐτοῦ ἀμοιβῶν τὴν ἀντίδοσιν.

γʹ. Ἀλλ᾽ ὥρα λοιπὸν αὐτὰ ὑμῖν προτιθέναι τὰ σήμερον ἀνεγνωσμένα· οὐδὲ γὰρ ἑρμηνείας δεῖται σχεδὸν, ἀλλὰ καὶ αὐτὴ ἡ ἀνάγνωσις ἱκανὴ δεῖξαι τῆς τοῦ δικαίου ἀρετῆς τὴν ὑπερβολήν. Ἐγένετο δὲ, φησὶν, ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰθ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἐλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς ἐθνῶν, ἐποιήσαντο πόλεμον μετὰ Βαλὰκ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰκ Βασιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ, καὶ Συμοβὸρ βασιλέως Σεβοεὶμ, καὶ βασιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ. Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως καὶ τῶν ὀνομάτων τῶν βασιλέων ἐμνημόνευσε, καὶ τῶν ἐθνῶν· οὐχ ἁπλῶς, ἀλλ᾽ ἵνα μάθῃς ἐκ τῆς τούτων προσηγορίας τὴν βάρβαρον αὐτῶν γνώμην. Οὗτοι γὰρ, φησὶ, πρὸς τὸν Σοδόμων βασιλέα καὶ τοὺς λοιποὺς ἐποίησαν πόλεμον. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει τοῦ πολέμου, ὅθεν τὴν ἀρχὴν ἔσχε.

Δώδεκα γὰρ ἔτη, φησὶν, ἐδούλευον τῷ Χοδολογομὸρ βασιλεῖ Ἐλάμ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἦλθε Χοδολογομὸρ, καὶ οἱ βασιλεῖς οἱ μετ᾽ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀστορὼθ καὶ Καρναεὶμ, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν Σαυῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶ Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ, καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ νομίσωμεν ἀνωφελῆ εἶναι τὴν διήγησιν. Ἐπίτηδες γὰρ ἡ θεία Γραφὴ μετὰ ἀκριβείας ἅπαντα ἡμῖν διηγήσατο, ἵνα μάθωμεν τῶν βαρβάρων τούτων τὴν ἰσχὺν, καὶ ὅσην τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ μετὰ πόσης σφοδρότητος πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς καὶ τοὺς γίγαντας, τοῦτ᾽ ἔστι τοὺς ἰσχυροὺς κατὰ τὴν τοῦ σώματος ἕξιν, καταγωνίσασθαι, καὶ πάντα τὰ ἐκεῖσε οἰκοῦντα ἔθνη τροπώσασθαι. Καθάπερ γὰρ χειμάῤῥους σφοδρῶς ἐπελθὼν ἅπαντα παρασύρει καὶ ἀπόλλυσι, τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οἱ βάρβαροι πᾶσι τούτοις τοῖς ἔθνεσιν ἐπελθόντες, πάντας ἄρδην ἀπώλεσαν, ὡς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν, καὶ τοὺς ἄλλους ἅπαντας τροπώσασθαι.

Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· καὶ τί μοι ὄφελος ἀπὸ τοῦ γνῶναι τῶν βαρβάρων τὴν ἰσχύν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἡ Γραφὴ ταῦτα τῇ διηγήσει ἐγκατέμιξεν, οὐδὲ μάτην ἡμεῖς νῦν προλαβόντες παρεγγυῶμεν ὑμῖν μεμνῆσθαι τῆς τούτων ἀνδρείας· ἀλλ᾽ ἵνα προϊούσης τῆς διδασκαλίας μάθητε καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὴν ἀρετήν. Πρὸς τούτους οὖν, φησὶ, τοὺς τοσαύτην δύναμιν κεκτημένους, καὶ τοσαῦτα ἔθνη τροπωσαμένους Ἐξῆλθε παρατάξασθαι ὁ βασιλεὺς Σοδόμων, καὶ Γομόῤῥας, καὶ Ἀδαμὰ, καὶ Σεβοεὶμ, καὶ Βαλάκ· αὕτη ἐστὶ Σηγώρ· καὶ παρετάξαντο αὐτοῖς ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ εἰς πόλεμον, πρὸς Χοδολογομὸρ, καὶ Θαρθὰκ, καὶ Ἀμαρφὰθ, καὶ Ἀρίωχ. Οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.

Κοιλὰς δὲ ἡ ἁλυκὴ, φρέατα ἀσφάλτου. Εἶτα ἵνα μάθωμεν, πῶς καταπλαγέντες αὐτῶν τὴν ἀνδρείαν, καὶ τῆς δυνάμεως τὴν ἰσχὺν, εἰς φυγὴν ἐτράπησαν, φησὶν ἡ Γραφή· Καὶ ἔφυγεν ὁ βασιλεὺς Σοδόμων, καὶ Γομόῤῥας, καὶ ἐνέπεσον ἐκεῖ, ἔνθα τὰ φρέατα· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.

Εἶδες πόση τῶν ἀνδρῶν ἡ ἰσχύς; πῶς καὶ ἐξ αὐτῆς τῆς προσόψεως καταπλαγῆναι αὐτοὺς παρεσκεύασαν, καὶ εἰς φυγὴν τραπῆναι πεποιήκασιν; Ὅρα λοιπὸν πῶς μετὰ πάσης εὐκολίας, φυγάδων ἁπάντων γεγενημένων, τὰ αὐτῶν ἅπαντα λαβόντες ἐκεῖνοι ἐπανῄεσαν.

Ἔλαβον δὲ, φησὶ, καὶ τὴν ὀρεινὴν, καὶ πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἄβραμ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο. Ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις. Ἰδοὺ ὅπερ χθὲς ἔλεγον, εἰς ἔργον ἐξέβη νῦν· ὅτι οὐδὲν ἀπώνατο ὁ Λὼτ ἀπὸ τῆς τῶν πρωτείων ἐκλογῆς, ἀλλὰ δι᾽ αὐτῶν τῶν πραγμάτων ἐπαιδεύετο τῶν πρωτείων μὴ ἐρᾷν. Οὐ μόνον γὰρ αὐτῷ ἐκ τούτου οὐδὲν ὄφελος γέγονεν, ἀλλ᾽ ἰδοὺ καὶ αἰχμάλωτος ἀπήχθη, καὶ ἐμάνθανε διὰ τῶν ἔργων, ὅτι πολλῷ βέλτιον ἦν αὐτῷ τῆς τοῦ δικαίου συνουσίας ἀπολαύειν, ἢ χωρισθέντι, καὶ ἐν ἐλευθερίᾳ γεγονότι τοσούτων πειραθῆναι τῶν συμφορῶν. Ἰδοὺ γὰρ ἐχωρίσθη τοῦ πατριάρχου, καὶ ἐνόμισεν ἐν πλείονι εἶναι ἀδείᾳ, καὶ τῶν πρωτείων ἐπιτετυχηκέναι, καὶ ἐν πολλῇ τυγχάνειν τῇ εὐπορίᾳ, καὶ ἀθρόον αἰχμάλωτος, ἄοικος, ἀνέστιος γίνεται· ἵνα μάθῃς ὅσον ἐστὶ κακὸν ἡ διαίρεσις, καὶ ὅσον ἐστὶν ἀγαθὸν ἡ ὁμόνοια· καὶ ὅτι προσήκει μὴ ἐπιπηδᾷν τοῖς μείζοσιν, ἀλλ᾽ ἀγαπᾷν ἐλαττοῦσθαι μᾶλλον. Ἔλαβον γὰρ, φησὶ, τὸν Λὼτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ. Πόσῳ μᾶλλον βέλτιον ἦν συνεῖναι τῷ πατριάρχῃ, καὶ πάντα καταδέχεσθαι ὑπὲρ τοῦ μὴ διασπασθῆναι τὴν μεταξὺ ὁμόνοιαν, ἢ χωρισθέντα, καὶ τὰ πρωτεῖα ἐκλεξάμενον, εὐθέως τοσούτοις κινδύνοις περιβληθῆναι, καὶ ὑπὸ βαρβάροις γενέσθαι;

Παραγενόμενος δέ τις, φησὶ, τῶν ἀνασωθέντων, ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ.

Αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ ἀδελφοῦ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Πῶς τοσούτου πολέμου συγκροτηθέντος οὐκ ἔγνω ὁ πατριάρχης; ἴσως πολὺ τὸ ἐν μέσῳ διάστημα ἐτύγχανε, δι᾽ ὃ καὶ ἠγνόησεν. Ἐλθὼν δέ τις ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ· ἵνα ἡμᾶς ἀναμνήσῃ, ὅτι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι. Ἐπειδὴ γὰρ πέραν τοῦ Εὐφράτου τὴν κατοίκησιν εἶχε, διὰ τοῦτο καὶ περάτης ἐλέγετο. Καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς οἱ γονεῖς τὸ ὄνομα αὐτῷ ἐπέθεσαν, προμηνύοντες αὐτῷ τὴν ἐκεῖθεν αὐτοῦ μετανάστασιν. Ἐπειδὴ γὰρ περᾷν ἔμελλε τὸν Εὐφράτην, καὶ ἐπὶ τὴν Παλαιστίνην ἔρχεσθαι, διὰ τοῦτο καὶ Ἄβραμ ἐκαλεῖτο.

δʹ. Σκόπει πῶς καὶ ἄπιστοι ὄντες οἱ γονεῖς οὐκ εἰδότες, ἀλλ᾽ ὑπὸ τῆς τοῦ εὐμηχάνου Θεοῦ σοφίας ὁδηγούμενοι, τὸ ὄνομα ἐπέθεσαν τῷ παιδὶ, καθάπερ καὶ ὁ Λάμεχ τῷ Νῶε. Καὶ τοῦτο γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ καὶ διὰ ἀπίστων πολλάκις προμηνύειν τὰ μετὰ πολὺν ἐσόμενα χρόνον. Ἀπήγγειλεν οὖν ἐλθὼν, φησὶ, τὶς τῷ περάτῃ τὰ γεγονότα, τοῦ ἀδελφιδοῦ τὴν αἰχμαλωσίαν, καὶ τῶν βασιλέων ἐκείνων τὴν πολλὴν δυναστείαν, καὶ τὴν ἐν Σοδόμοις πόρθησιν, καὶ τὴν μετ᾽ αἰσχύνης φυγήν. Αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυῒ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Ἀλλ᾽ ἴσως ἐνταῦθα ἄν τις ζητήσειε· τίνος ἕνεκεν μόνος τῶν ἐν Σοδόμοις πεφευγότων ὁ δίκαιος Λὼτ εἰς τὴν αἰχμαλωσίαν ἀπάγεται; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, οὐδὲ εἰκῆ, ἀλλ᾽ ἵνα μάθῃ δι᾽ αὐτῶν τῶν πραγμάτων ὁ Λὼτ καὶ τοῦ πατριάρχου τὴν ἀρετὴν, καὶ δι᾽ αὐτοῦ καὶ ἕτεροι διασωθῶσι, καὶ ἵνα παιδευθῇ μὴ τῶν πρωτείων ἐφίεσθαι, ἀλλὰ παραχωρεῖν τῶν μειζόνων. Ἀκούσωμεν δὲ λοιπὸν τῶν ἑξῆς, ἵνα μάθωμεν καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν ἄφατον συμμαχίαν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις, καὶ συντείνατε ὑμῶν τὴν διάνοιαν.

Πολλὰ γάρ ἐστι κατὰ ταὐτὸν ἐντεῦθεν κερδᾶναι, καὶ ἐκ τῶν τῷ Λὼτ συμβάντων ἐκεῖθεν παιδευθῆναι μηδέποτε διαπορεῖν, εἴποτε δίκαιοι μὲν πειρασμοῖς περιπέσοιεν, φαῦλοι δὲ καὶ πονηροὶ διαφύγοιεν, μήτε ἐκ παντὸς τρόπου τὰ πρωτεῖα ἐπιζητεῖν, μήτε τῆς μετὰ τῶν δικαίων συνουσίας ἕτερόν τι προτιμότερον ἡγεῖσθαι, ἀλλὰ κἂν δουλεύειν δέοι, συνεῖναι δὲ ἐναρέτοις ἀνδράσι, τοῦ ἐν ἐλευθερίᾳ εἶναι τοῦτο λυσιτελέστερον εἶναι νομίζειν. Καὶ μετὰ τούτων δὲ καὶ τοῦ πατριάρχου μαθεῖν ἐντεῦθέν ἐστι τὴν πολλὴν ἀνεξικακίαν, τῆς φιλοστοργίας τὴν ὑπερβολὴν, τῆς ἀνδρείας τὸ μέγεθος, τῶν χρημάτων τὴν ὑπεροψίαν, τῆς περὶ αὐτὸν τοῦ Θεοῦ βοηθείας τὴν ἄφατον δύναμιν. Ἀκούσας δὲ, φησὶν, Ἄβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς τριακοσίους δέκα καὶ ὀκτὼ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δὰν, καὶ ἐπέπεσεν ἐπ᾽ αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἕως Χωβὰλ, ἥ ἐστιν ἀριστερὰ Δαμασκοῦ. Καὶ ἐπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὸν λαὸν, καὶ τὰς γυναῖκας.

Ἐννόει μοι ἐνταῦθα, ἀγαπητὲ, τῆς τοῦ δικαίου ἀνδρείας τὴν μεγαλοψυχίαν, ὅπως θαῤῥήσας τῇ τοῦ Θεοῦ δυνάμει οὐ κατεπλάγη τῶν ἀνδρῶν τὴν ἰσχὺν, μαθὼν τὴν τροπὴν ἢν ἐποιήσαντο, πρότερον μὲν κατὰ τῶν ἐθνῶν ἁπάντων ὁρμήσαντες, καὶ τοὺς Ἀμαληκίτας καὶ τοὺς λοιποὺς ἅπαντας καταγωνισάμενοι, ἔπειτα δὲ πρὸς τοὺς ἐν Σοδόμοις συμβαλόντες, καὶ εἰς φυγὴν αὐτοὺς τρέψαντες, καὶ πᾶσαν αὐτῶν ἀφελόμενοι τὴν ὕπαρξιν. Διὰ γὰρ τοῦτο προλαβοῦσα ἡ θεία Γραφὴ πάντα ταῦτα ἡμῖν διηγήσατο, καὶ ὅσα διὰ τῆς αὐτῶν ἀνδρείας κατώρθωσαν, ἵνα μάθῃς ὡς οὐ σωματικῇ ἰσχύϊ ὁ πατριάρχης τούτους κατηγωνίσατο, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεὸν, καὶ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος πάντα ταῦτα κατώρθωσεν, οὐχ ὅπλα κινήσας, καὶ βέλη, καὶ δόρατα, καὶ τόξα τείνας, καὶ ἀσπίδας προβαλόμενος, ἀλλὰ μετὰ τῶν οἰκογενῶν.

Καὶ τίνος ἕνεκεν, φησὶν, ἠρίθμησε τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς; Ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς ἅπαντας ἔλαβεν, ἀλλὰ τοὺς οἰκογενεῖς, τοὺς συνανατραφέντας τῷ Λὼτ, ἵνα μετὰ πολλῆς εὐνοίας τὴν ἐκδίκησιν ποιήσωνται, ὡς ὑπὲρ οἰκείου δεσπότου λοιπὸν ἀγωνιζόμενοι. Καὶ θέα μοι τῆς δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν, μεθ᾽ ὅσης ταχύτητος τὰ τῆς νίκης γεγένηται. Ἐπέπεσε γὰρ αὐτοῖς, φησὶ, τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ ἐδίωξεν αὐτούς. Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν συνεφαπτομένη καὶ συστρατηγοῦσα τοῖς γινομένοις.

Δι᾽ ὃ οὐδὲ ὅπλων αὐτοῖς ἐδέησεν, οὐδὲ μηχανημάτων, ἀλλὰ μόνον φανεὶς μετὰ τῶν οἰκετῶν τοὺς μὲν ἐπάταξε, τοὺς δὲ εἰς φυγὴν ὁρμῆσαι παρεσκεύασε, καὶ ἑκάτερον ἐποίησε μετὰ ἀδείας ἁπάσης, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος, τήν τε ἵππον τοῦ βασιλέως Σοδόμων ἀπέστρεψε, καὶ τὸν Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰς γυναῖκας. Ὁρᾷς διὰ τί συνεχωρήθη τῶν ἄλλων πεφευγότων ὁ Λὼτ μόνος αἰχμάλωτος γενέσθαι; Ἵνα καὶ τοῦ πατριάρχου κατάδηλος γένηται ἡ ἀρετὴ, καὶ δι᾽ αὐτὸν καὶ ἕτεροι πολλοὶ τῆς σωτηρίας ἐπιτύχωσι. Καὶ ἐπανῄει λοιπὸν μέγα καὶ λαμπρὸν τρόπαιον ἐπαγόμενος, μετὰ τοῦ Λὼτ καὶ τὴν ἵππον, καὶ τὰς γυναῖκας, καὶ τὰ ὑπάρχοντα ἐπιφερόμενος, καὶ πᾶσι λαμπρᾷ τῇ φωνῇ κηρύττων, καὶ σάλπιγγος μεγαλοφωνότερον βοῶν, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, οὐδὲ ἰσχύϊ σωμάτων τὴν τροπὴν εἰργάσατο, καὶ τὴν νίκην ἤρατο, ἀλλὰ τῆς ἄνωθεν χειρὸς πάντα ἐργαζομένης. Εἶδες διὰ πάντων τὸν δίκαιον περιφανέστερον γινόμενον, καὶ καθ᾽ ἕκαστον καιρὸν πᾶσι δεικνύντα τὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν;

Ὅρα αὐτὸν λοιπὸν καὶ διδάσκαλον θεοσεβείας γενέσθαι σπουδάζοντα τοῖς ἐν Σοδόμοις. Ἐξῆλθε γὰρ, φησὶν, ὁ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογομὸρ, καὶ τῶν βασιλέων τῶν μετ᾽ αὐτοῦ.

Σκόπει πόσον ἐστὶν ἡ ἀρετὴ, καὶ τὸ τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν. Ὁ βασιλεὺς τῷ ξένῳ, τῷ πρεσβύτῃ εἰς συνάντησιν ἔξεισι, καὶ πᾶσαν ἀπονέμει τιμήν. Ἐμάνθανε γὰρ ὡς οὐδὲν αὐτῷ τῆς βασιλείας ὄφελος τῆς ἄνωθεν συμμαχίας ἠρημωμένῳ, καὶ ὡς οὐδὲν ἂν γένοιτο δυνατώτερον τοῦ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς βοηθουμένου. Καὶ Μελχισεδὲκ, φησὶ, βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.

εʹ. Τί βούλεται ἡμῖν αὕτη ἡ παρατήρησις, Βασιλεὺς Σαλὴμ, καὶ Ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου; Βασιλεὺς μὲν ἦν, φησὶ, τῆς Σαλήμ. Τοῦτον γὰρ καὶ ὁ μακάριος Παῦλος πρὸς τοὺς ἐξ Ἑβραίων πεπιστευκότας ἐπιστέλλων εἰς μέσον παράγων, καὶ τὸ ὄνομα αὐτοῦ περιστρέφων καὶ πόλιν, ὁμοῦ ἑρμηνεύει τοῦ ὀνόματος τὴν σημασίαν, καὶ ἐτυμολογίᾳ τινὶ κέχρηται λέγων, Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης. Καὶ γὰρ κατὰ τὴν Ἑβραϊκὴν γλῶτταν τὸ μὲν Μελχὶ βασιλείαν σημαίνει, τὸ δὲ Σεδὲκ, δικαιοσύνην. Εἶτα καὶ εἰς τὸ ὄνομα τῆς πόλεως ἐλθών φησι, Βασιλεὺς εἰρήνης· τὸ γὰρ Σαλὴμ εἰρήνην ἐμφαίνει. Ἱερεὺς δὲ ἦν ἴσως αὐτοχειροτόνητος· οὕτω γὰρ ἦσαν τότε οἱ ἱερεῖς· ἤτοι οὖν διὰ τὸ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονενεμήκασι τὴν τιμήν· ἢ καὶ αὐτὸς ἱερατεύειν ἐπετήδευσε, καθάπερ ὁ Νῶε, καθάπερ ὁ Ἄβελ, καθάπερ ὁ Ἀβραὰμ, ἡνίκα τὰς θυσίας προσῆγον. Ἄλλως δὲ καὶ τύπος ἔμελλεν εἶναι τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκλαμβάνει λέγων· Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἔχων ἡμερῶν, μήτε ζωῆς τέλος, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Καὶ πῶς, φησὶν, οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτορα, καὶ μήτε ἀρχὴν ἡμερῶν ἔχειν, μήτε ζωῆς τέλος;

Ἤκουσας ὅτι τύπος ἦν· μὴ τοίνυν ξενίζου, μηδὲ πάντα ἀπαίτει ἐν τῷ τύπῳ. Οὐδὲ γὰρ ἂν εἴη τύπος, εἰ μέλλοι πάντα ἔχειν τὰ τῇ ἀληθείᾳ συμβαίνοντα. Τί οὖν ἐστι τὸ εἰρημένον; ὥσπερ οὗτος, φησὶ, διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας αὐτὸν, ἀπάτωρ λέγεται καὶ ἀμήτωρ, καὶ διὰ τὸ μὴ γενεαλογηθῆναι, ἀγενεαλόγητος· οὕτω καὶ ὁ Χριστὸς, διὰ τὸ μὴ ἐσχηκέναι μήτε ἐν οὐρανοῖς μητέρα, μήτε ἐπὶ τῆς γῆς πατέρα, ἀγενεαλόγητος λέγεται καὶ ἔστι. Καὶ ὅρα διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς, ὅπως μυστήριόν τι ἡμῖν δι᾽ αὐτῆς αἰνίττεται. Ἐξήνεγκε γὰρ ἄρτους καὶ οἶνον. Ὁρῶν τὸν τύπον, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας Γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυε.

Καὶ εὐλόγησε, φησὶ, τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Οὐ μόνον αὐτὸν εὐλόγησεν, ἀλλὰ καὶ τὸν Θεὸν ἐδόξασεν. Εἰπὼν γὰρ, Εὐλογητὸς Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ἀπὸ τῶν δημιουργημάτων τοῦ Θεοῦ τὴν δύναμιν ἡμῖν ἀνέφηνεν. Εἰ γὰρ αὐτός ἐστι Θεὸς, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν παραγαγὼν, οἱ ὑπὸ τῶν ἀνθρώπων θεραπευόμενοι οὐκ ἂν εἶεν θεοί· Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εὐλογητὸς, φησὶν, ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Θέα μοι πῶς οὐ μόνον τὸν δίκαιον ἀνακηρύττει, ἀλλὰ καὶ τοῦ Θεοῦ τὴν συμμαχίαν ἐπιγινώσκει. Οὐδὲ γὰρ ἄνευ τῆς ἐκεῖθεν ῥοπῆς ἠδυνήθη τῶν τοσαύτην δυναστείαν περιβεβλημένων περιγενέσθαι. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου· αὐτός ἐστιν ὁ τὸ πᾶν ἐργασάμενος, αὐτός ἐστιν ὁ τοὺς ἰσχυροὺς ἀσθενεῖς καταστήσας, αὐτός ἐστιν ὁ διὰ τῶν ἀόπλων τοὺς ὡπλισμένους κατενεγκών· ἐκεῖθέν ἐστιν ἡ ῥοπὴ ἡ τοσαύτην σοι τὴν δύναμιν παρασχομένη. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ὁρᾷς πῶς δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν καὶ τὴν φιλοστοργίαν τὴν περὶ τὸν Λὼτ, καὶ πῶς ἐμφαίνει, ὅτι καὶ ὁ Ἀβραὰμ οἰκείους αὐτοὺς ἐχθροὺς ἡγεῖτο διὰ τὰ εἰς τὸν ἀδελφιδοῦν γεγενημένα;

Καὶ ἔδωκεν αὐτῷ, φησὶ, δεκάτην ἀπὸ πάντων. Τοῦτο καὶ Παῦλός φησι· Θεωρεῖτε δὲ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ πατριάρχης· δηλονότι ἐκ τῶν λαφύρων, ὧν ἐπήγετο, ἠμείψατο τὸν Μελχισεδὲκ, καὶ δεκάτην αὐτῷ ἀφώρισεν ἀπὸ πάντων ὧν ἐπεφέρετο· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γενόμενος, πολλὴν ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προσάγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων. Εἶτα ἐκπλαγεὶς τοῦ πατριάρχου τὴν μεγαλοψυχίαν ὁ βασιλεὺς Σοδόμων φησὶ πρὸς αὐτόν· Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. Καλὴ τοῦ βασιλέως ἡ εὐγνωμοσύνη· ἀλλ᾽ ὅρα τοῦ δικαίου τὴν φιλοσοφίαν.

Εἶπε δὲ Ἄβραμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ. Πολλὴ τοῦ πατριάρχου ἡ περὶ τὰ χρήματα ὑπεροψία. Καὶ τίνος ἕνεκεν μεθ᾽ ὅρκου τὴν ἀπαγόρευσιν ποιεῖται, καί φησιν, Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν;

ϛʹ. Ἀμφότερα βούλεται παιδεῦσαι τὸν τῶν Σοδόμων βασιλέα, καὶ ὅτι κρείττων ἐστὶ τῶν παρ᾽ αὐτοῦ δεδομένων, καὶ πολλὴν ἐπιδείκνυται τὴν φιλοσοφίαν, καὶ θεοσεβείας αὐτῷ διδάσκαλος γενέσθαι σπουδάζει μονονουχὶ διδάσκων αὐτὸν, ὅτι ἐκεῖνόν σοι παρέχω μάρτυρα, ὅτι οὐδὲν τῶν παρὰ σοῦ λήψομαι, τὸν ἁπάντων δημιουργὸν, ἵνα εἰδέναι ἔχοις τὸν ἐπὶ πάντων Θεὸν, καὶ μὴ νομίσῃς εἶναι θεοὺς τὰ ὑπὸ χειρῶν ἀνθρώπων κατασκευαζόμενα. Οὗτος γὰρ ὁ οὐρανοῦ καὶ γῆς ποιητὴς, αὐτὸς καὶ τὸν πόλεμον τοῦτον ἐτροπώσατο, καὶ τῆς νίκης αἴτιος κατέστη. Μὴ τοίνυν προσδοκήσῃς ἐμὲ ἀνέξεσθαί τι λαβεῖν τῶν παρὰ σοῦ διδομένων. Οὐδὲ γὰρ ἐπὶ μισθῷ τὴν ἐκδικίαν ἐποιησάμην, ἀλλὰ πρότερον μὲν διὰ τὴν περὶ τὸν ἀδελφιδοῦν φιλοστοργίαν, ἔπειτα δὲ καὶ δι᾽ αὐτὴν τοῦ δικαίου τὴν φύσιν, ὥστε τοὺς ἀδίκως ἀπηγμένους ἐξαρπάσαι τῶν βαρβαρικῶν χειρῶν. Εἰ ἀπὸ σπαρτίου, φησὶν, ἕως σφαιρωτῆρος λήψομαι ἀπὸ πάντων τῶν σῶν· τοῦτ᾽ ἔστιν, οὐδὲ τὸ τυχὸν, οὐδὲ τὸ εὐτελὲς, οὐδὲ τὸ εὐκαταφρόνητον νομιζόμενον. Καὶ γὰρ σφαιρωτῆρα εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ ἔθος ἔχουσι κεχρῆσθαι οἱ βάρβαροι. Εἶτα καὶ τὴν αἰτίαν τῆς παραιτήσεώς φησιν, Ἵνα μὴ εἴπῃς, Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ.

Ἔχω τὸν χορηγὸν τῶν μυρίων ἀγαθῶν, πολλῆς ἀπολαύω τῆς ἄνωθεν ῥοπῆς, οὐ δέομαι τοῦ παρὰ σοῦ πλούτου, οὐ χρῄζω ἀνθρωπίνης εὐπορίας, ἀρκοῦμαι τῇ παρὰ τοῦ Θεοῦ εἰς ἐμὲ φιλοτιμίᾳ, οἶδα αὐτοῦ τὸ δαψιλὲς τῶν δωρεῶν.

Τῶν μικρῶν καὶ εὐτελῶν παραχωρήσας τῷ Λὼτ, μεγάλων καὶ ἀποῤῥήτων ἠξιώθην ὑποσχέσεων· καὶ νῦν μείζονα πλοῦτον ἑαυτῷ πραγματευόμενος, καὶ πλείονα παρ᾽ αὐτοῦ εὔνοιαν ἐπισπώμενος, τὸν παρὰ σοῦ πλοῦτον οὐ προσίεμαι. Διὰ τοῦτο δὲ, ὡς οἶμαι, καὶ τὸν ὅρκον προσέθηκε, καὶ εἶπεν, Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ἵνα μὴ νομίσῃ ἁπλῶς αὐτὸν σχηματίζεσθαι, οἷα συμβαίνειν εἰκός· ἀλλ᾽ ἵνα μάθῃ ὅτι τοῦτο αὐτῷ δέδοκται, τὸ μηδὲ τὸ τυχὸν ἐκεῖθεν νοσφίσασθαι. Καὶ ἐπλήρου τὸ παράγγελμα ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μὴ γὰρ ἐγώ τι πλεῖον, φησὶν, εἰσήνεγκα εἰς τὴν τοῦ πολέμου ὑπόθεσιν, ἢ μόνον τὴν γνώμην καὶ τὴν προθυμίαν;

Τὴν δὲ νίκην καὶ τὸ τρόπαιον, καὶ τὰ ἄλλα πάντα αὐτὸς εἰργάσατο τῇ ἀοράτῳ δυνάμει. Εἶτα ἵνα μὴ νομίσῃ ὁ βασιλεὺς, ὅτι δι᾽ ὑπεροψίαν καὶ καταφρόνησιν οὐ προσίεται τὰ παρ᾽ αὐτοῦ διδόμενα, δεικνὺς αὐτοῦ καὶ ἐν τούτῳ τὸ ἥμερον, καὶ τῆς γνώμης τὸ φιλόσοφον, φησίν· οὐ λήψομαι, Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾽ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα. Τούτοις, φησὶ, συγχωρήσω λαβεῖν τινα μερίδα, ἐπειδὴ πολλῆς φιλίας τεκμήρια ἐπεδείξαντο. Οὗτοι γὰρ, φησὶ, συνωμόται τῷ Ἄβραμ, τοῦτ᾽ ἔστιν, εἰς φιλίαν συνημμένοι· καὶ τοῦτο δείκνυσι τὸ ἑλέσθαι αὐτοὺς κοινωνῆσαι αὐτῷ τῶν κινδύνων. Διὰ τοῦτο καὶ αὐτὸς ἀμειβόμενος αὐτοὺς παρασκευάζει μερίδα τινὰ λαβεῖν, καὶ ἐν τούτῳ πάλιν τὸν ἀποστολικὸν νόμον πληρῶν τὸν λέγοντα, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐδὲ γάρ τι πλέον τῆς χρείας αὐτοὺς λαβεῖν ἀφίησι· Πλὴν γὰρ, φησὶν, ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν συμπορευθέντων μετ᾽ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψοντα μερίδα. Ἴδετε τῆς ἀρετῆς τοῦ πατριάρχου τὴν ἀκρίβειαν, πῶς καὶ τὴν φιλοσοφίαν ἐπεδείξατο τὴν περὶ τὴν ὑπεροψίαν τῶν χρημάτων, καὶ τὴν ταπεινοφροσύνην, καὶ πάντα ποιεῖ, ὥστε μὴ δόξαι ἀλαζονείᾳ τινὶ καὶ καταφρονήσει τοῦτο πεποιηκέναι, καὶ διὰ τοῦτο μέγα φρονεῖν ἐπὶ τῇ νίκῃ τῇ γεγενημένῃ;

ζʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, παρακαλῶ, καὶ σπουδάζωμεν ἀλήπτους ἑαυτοὺς φυλάττειν, καὶ μήτε προφάσει τῆς ἀρετῆς ἀπονοίας ἑαυτοῖς περιτιθέναι δόξαν, μηδὲ προφάσει ταπεινοφροσύνης τῆς ἀρετῆς καταμελεῖν· ἀλλὰ πανταχοῦ τὸ μέτρον διασώζειν, καὶ τοῖς κατορθώμασι τοῖς ὑφ᾽ ὑμῶν γινομένοις καθάπερ θεμέλιόν τινα καὶ ὑποβάθραν, τὴν ταπεινοφροσύνην ὑποτιθέναι, ἵνα μετὰ ἀσφαλείας ἡμῖν οἰκοδομῆται τὰ τῆς ἀρετῆς. Τοῦτο γὰρ ἀρετὴ, ὅταν ἔχῃ ταύτην συνεζευγμένην.

Ὁ γὰρ τοῦτον μετὰ ἀσφαλείας τὸν θεμέλιον καταβαλὼν δυνήσεται πρὸς ὅσον βούλεται ὕψος ἐγεῖραι τὴν οἰκοδομήν. Αὕτη μεγίστη ἀσφάλεια, αὕτη τεῖχος ἀῤῥαγὲς, αὕτη πύργος ἀκαταμάχητος, αὕτη πᾶσαν συσφίγγει τὴν οἰκοδομὴν, οὐκ ἀφιεῖσα οὔτε ὑπὸ ἀνέμων σφοδρότητος, οὔτε ὑπὸ τῆς τῶν ὄμβρων φορᾶς, οὔτε ὑπὸ τῆς τῶν πνευμάτων βίας αὐτὴν καταπεσεῖν, ἀλλ᾽ ἀνωτέραν καθίστησι πάσης ἐπιβουλῆς, καὶ καθάπερ ἐξ ἀδάμαντός τινος κατεσκευασμένην, οὕτως αὐτὴν ἀχείρωτον ἐργάζεται, καὶ μεγάλας ἡμῖν ἀμοιβὰς παρὰ τῆς τοῦ φιλανθρώπου Θεοῦ δωρεᾶς ἐφέλκεται· δι᾽ ἧς πατριάρχης τοσούτων τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ τὸ μέγεθος ἐδέξατο. Εἴσεσθε γὰρ, τοῦ Θεοῦ ἐπιτρέποντος, καὶ ἐκ τῆς ἀκολουθίας τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι, πῶς καὶ νῦν ὑπεριδὼν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ διδομένων, μεγάλων καὶ ἀφάτων ἠξιώθη τῶν τοῦ Θεοῦ δωρεῶν.

Διὰ ταύτης οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τῶν ἄλλων δικαίων ἕκαστος εὐδοκίμησε. Καὶ τοῦτο, ὅσοι φιλόπονοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, δυνήσεσθε καταμαθεῖν πανταχοῦ γινόμενον. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὅταν ἴδῃ ὑπερορῶντας ἡμᾶς τῶν παρόντων, μετὰ δαψιλείας καὶ ταῦτα παρέχει, καὶ τῶν μελλόντων ἡμῖν ἀγαθῶν τὴν ἀπόλαυσιν ταμιεύεται. Καὶ τοῦτο καὶ ἐπὶ χρημάτων, καὶ ἐπὶ τῆς δόξης τοῦ παρόντος βίου, καὶ ἐπὶ πάντων τῶν ἐπικήρων πραγμάτων ἐστὶν ἰδεῖν γινόμενον. Καταφρονῶμεν τοίνυν τοῦ παρόντος πλούτου, ἵνα τὸν ἀληθῆ πλοῦτον εὑρεῖν δυνηθῶμεν· ὑπερίδωμεν τῆς κενῆς ταύτης δόξης, ἵνα τῆς ἀληθοῦς ἐκείνης καὶ βεβαίας ἀπολαύσωμεν· καταγελάσωμεν τῆς παρούσης εὐημερίας, ἵνα τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν· μηδὲν ἡγώμεθα τὰ παρόντα, ἵνα πρὸς τὸν τῶν μελλόντων πόθον διεγερθῆναι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν τοῖς παροῦσι προσηλωμένον ἐκείνων τῶν ἀποῤῥήτων ἀγαθῶν τὸν πόθον καταδέξασθαί ποτε, καθάπερ λήμης τινὸς τοῖς ὀφθαλμοῖς τοῦ σώματος ἐπικειμένης, οὕτω τῆς τῶν παρόντων ἐπιθυμίας σκοτούσης τὸν λογισμὸν, καὶ οὐκ ἀφιείσης συνιδεῖν τι τῶν δεόντων. Οὐδ᾽ αὖ πάλιν δυνατὸν τὸν περὶ ἐκεῖνα τὰ ἀκίνητα καὶ βέβαια ἀγαθὰ τὸν πόθον ἔχοντα. τούτων τῶν ἐπικήρων, καὶ πρὶν ἢ φανῆναι ἀφιπταμένων, καὶ μαραινομένων ἐπιθυμίαν τινὰ λαβεῖν.

Ὁ γὰρ τρωθεὶς τῷ πρὸς τὸν Θεὸν πόθῳ, καὶ τὴν τῶν μελλόντων ἐπιθυμίαν κτησάμενος, ἑτέροις ὀφθαλμοῖς ὁρᾷ τῶν παρόντων τὴν κατάστασιν, καὶ οἶδεν ὅτι σχῆμα ἅπας ὁ παρὼν βίος, καὶ ἀπάτη, καὶ ὀνειράτων οὐδὲν διενήνοχε. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε γράφων, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, δεικνὺς ὅτι ἕκαστον τῶν ἀνθρωπίνων ἐν σχήματι μόνον ἐστὶ, καὶ καθάπερ σκιὰ καὶ ὄναρ παρατρέχει, οὐδὲν ἀληθὲς, οὐδὲν βέβαιον ἔχον. Πῶς οὖν οὐκ ἂν εἴη παιδικῆς διανοίας περὶ τὰς σκιὰς ἐπτοῆσθαι, καὶ ἐπὶ ὀνείρασι μέγα φρονεῖν, καὶ τούτοις προστετηκέναι τοῖς μικρὸν ὕστερον παρερχομένοις; Παράγει γὰρ, φησὶ, τὸ σχῆμα τοῦ κόσμου τούτου. Ὅταν ἀκούσῃς ὅτι Παράγει, τί λοιπὸν πλέον ζητεῖς; ὅταν ἀκούσῃς ὅτι σχῆμα μόνον ἐστὶ πάντα τὰ ἀνθρώπινα, ἀληθείας ἔρημα τυγχάνοντα, τίνος ἕνεκεν ἑκὼν τὴν ἀπάτην ὑπομένεις, καὶ οὐκ ἐννοῶν τὸ εὐμετάβλητον, τὸ ἀβέβαιον, ταῦτα μὲν παρατρέχεις, περὶ ἐκεῖνα δὲ τὴν ἐπιθυμίαν μετάγεις τὰ διαιωνίζοντα, τὰ ἀκίνητα, τὰ βέβαια, τὰ μεταβολὴν οὐκ ἐπιδεχόμενα;

ηʹ. Ἵνα γὰρ μάθῃς τὴν σύνεσιν τοῦ διδασκάλου τῆς οἰκουμένης, ὅρα αὐτὸν ἀλλαχοῦ πάλιν βουλόμενον δεῖξαι πάντων τῶν ἐν τῷ παρόντι βίῳ φαιδρῶν τὸ οὐδαμινὸν, οἵᾳ λέξει ἐχρήσατο εἰπών· Τὰ γὰρ βλεπόμενα κἂν τὴν τοῦ πλούτου περιουσίαν εἴπῃς, κἂν τὴν δόξαν, κἂν τὴν περιφάνειαν, καὶ τὴν ἀρχὴν, καὶ τὴν δυναστείαν, κἂν αὐτὴν τὴν βασιλείαν, καὶ τὸν τὸ διάδημα περικείμενον, καὶ τὸν θρόνον τὸν ἀνωτάτω, πάντα ταῦτα τὰ βλεπόμενα πρόσκαιρα, ἐν βραχεῖ χρόνῳ τὴν διαμονὴν ἐπιδεικνύμενα, οὐ μέχρι πολλοῦ τὴν ἀπόλαυσιν ἡμῖν ἐμπαρέχοντα. Τίνα οὖν ἡμᾶς βούλει ἐπιζητεῖν, εἰ πάντα ταῦτα τὰ βλεπόμενα πρόσκαιρα τυγχάνει; Ἐκεῖνα, φησὶ, τὰ μὴ βλεπόμενα, μὴ ταῦτα τὰ βλεπόμενα, ἀλλ᾽ ἐκεῖνα ἅπερ τούτοις τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς οὐχ ὁρᾶται. Καὶ τίς ἂν, φησὶ, τοῦτο συμβουλεύσειεν, ὥστε τὰ ὁρώμενα παρατρέχειν, καὶ τὰ μὴ ὁρώμενα ἐπιζητεῖν; Αὐτὴ, φησὶ, διδασκέτω ὑμᾶς τῶν πραγμάτων ἡ φύσις, ὅτι ταῦτα μὲν, εἰ καὶ ὁρᾶται, ἀλλὰ ταχέως παραῤῥεῖ· ἐκεῖνα δὲ, εἰ καὶ μὴ νῦν ὁρᾷν δυνάμεθα, ἀλλ᾽ αἰώνια τυγχάνει, καὶ διηνεκῆ τὴν διαμονὴν ἔχει, πέρας οὐκ ἐπίσταται, τέλος οὐκ ἐπιδέχεται, μεταβολὴν οὐκ οἶδε, πάγια μένει καὶ ἀκίνητα.

Τάχα λοιπὸν καὶ ἐπαχθὴς εἶναι δοκῶ καθ᾽ ἑκάστην ἡμέραν μάτην συμβουλεύων· ἀλλὰ τί πάθω; Πολλὴ τῆς κακίας ἡ λύμη, πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, πολλὴ ἡ σπάνις τῆς ἀρετῆς. Διὰ τοῦτο βούλομαι κἂν τῇ συνεχείᾳ τῆς παραινέσεως περιγενέσθαι τῆς νόσου, καὶ πρὸς τελείαν ὑγίειαν ἀγαγεῖν τοὺς ἐνταῦθα συνιόντας. Διὰ γὰρ τοῦτο καὶ τῶν Γραφῶν τὰς ἐξηγήσεις ποιεῖσθαι σπουδάζομεν, καὶ τῶν δικαίων τὰς ἀρετὰς εἰς τὸ μέσον παράγομεν, καὶ τὰ αὐτὰ ἐνηχεῖν οὐ παραιτούμεθα, ἵνα διὰ πάντων ἐναγαγεῖν ὑμᾶς δυνηθῶμεν εἰς τὸν τῶν δικαίων ζῆλον.

Καὶ ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας πρόνοιαν ποιησώμεθα, καὶ τῷ καιρῷ τῷ δεδομένῳ ἡμῖν εἰς προθεσμίαν ζωῆς δεόντως χρησώμεθα, καὶ ὡς ἔτι καιρὸς, πρὸς μετάνοιαν καὶ διόρθωσιν τῶν ἐπταισμένων ἐπειχθῶμεν, καὶ τῇ τῶν χρημάτων περιουσίᾳ εἰς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν ἀποχρησώμεθα, καὶ τὰ περιττὰ τοῖς δεομένοις ἀναλίσκωμεν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, συγχωρεῖς ὑπὸ τοῦ ἰοῦ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καταναλίσκεσθαι, δέον εἰς τὰς τῶν πενήτων γαστέρας αὐτὸ κενοῦν, ἵνα εἰς ἀσφαλὲς αὐτὸ ταμεῖον ἀποθέμενος ἐν καιρῷ τῷ δέοντι, ὅτε μάλιστα χρῄζεις τῆς ἀπ᾽ αὐτοῦ παραμυθίας, ἀπολαύσῃς τῆς ἐντεῦθεν βοηθείας· καὶ οἱ ἐνταῦθα τραφέντες ὑπὸ σοῦ κατ᾽ ἐκείνην τὴν ἡμέραν τὰς θύρας σοι τῆς παῤῥησίας ἀνοίξωσι, καὶ δέξωνταί σε εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς;

Ἀλλὰ μηδὲ τὰ ἱμάτια ἐῶμεν σητόβρωτα γενέσθαι, καὶ εἰκῆ ἐν τοῖς κιβωτίοις κατασήπεσθαι, τοσούτων ὄντων τῶν δεομένων καὶ γυμνῶν περιιόντων· ἀλλὰ προτιμῶμεν τῶν σητῶν γυμνητεύοντα τὸν Χριστὸν, καὶ ἐνδύωμεν τὸν δι᾽ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν γυμνὸν περιιόντα, ἵνα ἡμεῖς καταξιωθέντες αὐτὸν ἐνδῦσαι, ἀκούσωμεν κατὰ τὴν ἡμέραν ἐκείνην· Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με. Μὴ γὰρ φορτικά ἐστι τὰ ἐπιτάγματα, μὴ γὰρ ὑπέρογκα; Τὰ ἀπολλύμενα, φησὶ, τὰ σηπόμενα, τὰ εἰκῆ καὶ μάτην δαπανώμενα, ταῦτα χρησίμως διανεμηθῆναι σπούδασον, ἵνα καὶ τὴν ἐκ τῆς ζημίας βλάβην διαφύγῃς, καὶ τὸ ἀπ᾽ αὐτῶν κέρδος μέγιστον ἑαυτῷ προξενήσῃς.

Πολλῆς γὰρ καὶ ὑπερβαλλούσης ἀπανθρωπίας μετὰ τοσαύτην ἀπόλαυσιν κιβωτίοις καὶ τοίχοις ἐναποκλείειν τὰ περιττὰ, καὶ μὴ ἀνέχεσθαι τῶν ὁμογενῶν τὴν ἔνδειαν παραμυθεῖσθαι, ἀλλ᾽ αἱρεῖσθαι μᾶλλον ὑπὸ ἰοῦ καὶ σητῶν διαφθείρεσθαι, καὶ ταῖς τῶν λῃστῶν χερσὶ προκεῖσθαι, καὶ τὰς ὑπὲρ τούτων εὐθύνας διδόναι, ἢ δεόντως οἰκονομήσαντα τὴν ὑπὲρ τούτων ἀμοιβὴν κομίζεσθαι. Μὴ δὴ, παρακαλῶ, οὕτως ἀμελῶς διατεθῶμεν περὶ τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν, ἀλλὰ τὰ περιττὰ κενώσαντες τοῖς δεομένοις, πολλὴν ἑαυτοῖς προαποθώμεθα τὴν παῤῥησίαν, ἵνα τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ Λϛʹ. Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. αʹ. Θησαυρῷ τινι προσέοικεν ἡ τῶν δικαίων ἀρετὴ, πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἔχοντι. Καθάπερ γὰρ ἐκεῖθεν κἂν βραχύ τι μέρος λαβεῖν τις δυνηθῇ, πολλὴν ἑαυτῷ τὴν εὐπορίαν κατασκευάζει· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀρετῆς τοῦ πατριάρχου εὑρήσει τις γινόμενον. Ἰδοὺ γὰρ σχεδὸν ἐφ᾽ ἑκάστης ἡμέρας ἐκ τῆς κατ᾽ αὐτὸν ἱστορίας προθέντες ὑμῖν τὴν διδασκαλίαν, καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν ἑστίασιν ὑμῖν παρεχόμενοι, οὐδέπω καὶ νῦν οὐδὲ βραχύ τι μέρος τῶν τούτῳ κατωρθωμένων ἐξειπεῖν ἠδυνήθημεν· τοσαύτη ἐστὶν αὐτοῦ τῆς περιουσίας ἡ ἀρετή.

Καὶ καθάπερ ἀπὸ πηγῆς δαψιλῆ προχεούσης τὰ νάματα, κἂν ἅπαντες ἀρύωνται, οὐ μόνον οὐκ ἐλαττοῦσι τὰ ἐκεῖθεν προϊόντα νάματα, ἀλλ᾽ ὅσῳ ἂν πλείους ὦσιν οἱ ἐξαντλοῦντες, τοσούτῳ μᾶλλον ἀναβλύζει τῶν ὑδάτων ἡ φύσις· τὸ αὐτὸ δὴ καὶ ἐπὶ τοῦ θαυμασίου τούτου πατριάρχου γινόμενον ὀψόμεθα. Πόσοι γὰρ ἐξ οὗ γέγονε μέχρι τοῦ παρόντος ἐκ τῆς πηγῆς τῶν τούτου κατορθωμάτων ἀρύονται, καὶ οὐ μόνον οὐκ ἐκένωσαν τὰ νάματα, ἀλλ᾽ ἐπὶ πλεῖον ἀναβλύζει τῶν τούτου κατορθωμάτων ἡ περιουσία;

Ὥσπερ γὰρ σειράν τινα χρυσῆν, οὕτως ἡρμοσμένην εὑρήσομεν τὴν κατ᾽ αὐτὸν διήγησιν ἐπὶ τῆς θείας Γραφῆς κειμένην· καὶ καθ᾽ ἕκαστον καιρὸν πρότερον μὲν αὐτὸν ἐπιδεικνύμενον τὰ τῆς οἰκείας φιλοσοφίας, ἑπομένην δὲ παραχρῆμα καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν. Καὶ ἵνα μάθητε ὅτι οὕτως ἔχει, ἀναγκαῖον ἄνωθεν ὑμῖν μετὰ συντομίας τὰ κατ᾽ αὐτὸ διηγήσασθαι, ἵνα εἰδῆτε καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πίστιν, ἣν περὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐπιδείκνυται, καὶ τοῦ φιλανθρώπου Θεοῦ μετὰ δαψιλείας τὰς ἀμοιβὰς αὐτῷ παρεχομένου.

Ἱκανὸς γὰρ ὁ δίκαιος οὗτος ἅπαντας ἡμᾶς παιδεῦσαι, πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας μετὰ προθυμίας ἀποδύεσθαι θαῤῥοῦντας ταῖς ἄνωθεν ἀμοιβαῖς, καὶ εἰδότας τοῦ ἡμετέρου Δεσπότου τὴν φιλοτιμίαν, πάντα τὰ δυσχερῆ νομιζόμενα κατὰ τὸν παρόντα βίον μετ᾽ εὐκολίας καταδέχεσθαι, τῇ ἐλπίδι τῶν ἀντιδόσεων τρεφομένους. Προσέχετε δὴ, παρακαλῶ, ὅπως ἐκ προοιμίων, ἐπειδὴ τὰ παρ᾽ ἑαυτοῦ οἴκοθεν εἰσήνεγκεν ἐκ τῆς ἐγκειμένης τῇ ἡμετέρᾳ φύσει γνώσεως, οὐδένα ἔξωθεν ἐσχηκὼς διδάσκαλον, ἀλλὰ καὶ ὑπὸ ἀπίστοις γονεῦσι τρεφόμενος, τῆς θείας ἀπέλαυσεν ἐπιφανείας. Ἐπειδὴ γὰρ μηδὲν κατὰ τὴν πρώτην ἡλικίαν τῇ πλάνῃ τοῦ πατρὸς κατηκολούθησεν, ἀλλὰ τὴν πρὸς τὸ Θεῖον θεραπείαν ἐπεδείκνυτο, καὶ τῆς ἄνωθεν ἐπισκοπῆς ταχέως ἐπέτυχεν ἔτι ἐπὶ τῆς Χαλδαίας ὤν· τοῦτο γὰρ ἡμῖν σαφέστερον ἐκτίθεται ὁ μακάριος Στέφανος οὕτω λέγων· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Εἶδες πῶς ἡ ὄψις αὐτὸν ἐκεῖθεν ἀνέστησεν; Εἰκὸς γὰρ ὅτι μετὰ τῆς περὶ τὸ Θεῖον θεραπείας, καὶ τὴν περὶ τοὺς γεγεννηκότας αἰδῶ ἐπιδεικνύμενος, καὶ εἰς πολὺ φίλτρον ἐπισπασάμενος τὸν πατέρα, αὐτὸς αὐτῷ αἴτιος γέγονε τῆς ἐκεῖθεν ἐξόδου· καὶ διὰ τὸν πόθον τοῦ παιδὸς ἠνέσχετο καταλιπεῖν τὴν οἰκείαν πατρίδα, καὶ τὴν ἀλλοτρίαν οἰκῆσαι.

Ἀλλ᾽ ὅρα μοι μετὰ ἀκριβείας, πῶς καὶ αὐτὴ ἡ παρὰ τοῦ Θεοῦ γενομένη διὰ τὴν προλαβοῦσαν ἀρετὴν εἰς αὐτὸν ἐπίσκεψις πάλιν αὐτοῦ τὴν ἀρετὴν περιφανεστέραν ἐργάζεται. Εἵλετο γὰρ τὴν χώραν τὴν πατρικὴν καταλιπεῖν καὶ τὴν ἀλλοτρίαν οἰκῆσαι, ἵνα τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν εἰς ἔργον ἀγάγῃ· καὶ ἕτοιμος ἦν, ὡς ἐμοὶ δοκεῖ, καὶ ἄνευ τῶν προσηκόντων καὶ καθ᾽ ἑαυτὸν τὴν ἀποδημίαν στείλασθαι· ἀλλ᾽, ὅπερ ἔφθην εἰπὼν, ἡ τοῦ ἀνδρὸς ἀρετὴ, καὶ ἡ πολλὴ θεραπεία ἡ περὶ τοὺς τεκόντας συνοδοιπόρον γενέσθαι καὶ τὸν πατέρα παρεσκεύασεν.

Εἶτα ἐπειδὴ τὴν Χαῤῥὰν κατέλαβον, ἐκεῖ τὴν σκηνὴν ἐπήξαντο. Καὶ τελευτήσαντος τοῦ Θάῤῥα (τοῦτο γὰρ ἦν ὄνομα τῷ πατρὶ), πάλιν προστάττεται παρὰ τοῦ Θεοῦ ἐξελθεῖν ἐκεῖθεν. Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Ἐπειδὴ γὰρ μετὰ πάσης τῆς οἰκίας εἰς τὴν Χαῤῥὰν μετέστησαν, διὰ τοῦτο ἐνταῦθα προστάττων αὐτῷ ἐξελθεῖν προσέθηκεν, Ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, δηλῶν αὐτῷ, ὅτι αὐτὸν μόνον καθ᾽ ἑαυτὸν βούλεται τὴν ἀποδημίαν ποιήσασθαι, καὶ μήτε τὸν ἀδελφὸν, τὸν Ναχὼρ λέγω, μήτε ἕτερόν τινα ἐπισύρεσθαι.

Ἐκ τῆς γῆς σου δὲ ἔλεγεν, ἐπειδὴ χρόνον οὐκ ὀλίγον ἐκεῖ οἰκήσαντες, ὡς ἐν ἰδίᾳ λοιπὸν πατρίδι τὴν οἴκησιν ἐποιοῦντο ἐν αὐτῇ. Καίτοι τοῦ πένθους τῶν ἑαυτοῦ γονέων ἀκμάζοντος ἔτι, καὶ πολλῆς οὔσης τότε δυσχερείας τε καὶ ἀνοδίας κατὰ τὰς ἀποδημίας, ἀλλ᾽ ὅμως μετὰ πάσης προθυμίας τὸ ἐπίταγμα τὸ παρὰ τοῦ Δεσπότου ἤνυε, καὶ ταῦτα οὐκ εἰδὼς, ὅπου στήσεται αὐτῷ τὰ τῆς πλάνης. Δεῦρο γὰρ, φησὶν, οὐκ εἰς τήνδε τὴν γῆν, ἢ τήνδε, ἀλλ᾽ εἰς Ἣν ἄν σοι δείξω. Καὶ ὅμως οὕτως ὄντος ἀορίστου τοῦ ἐπιτάγματος, οὐδὲν περιεργαζόμενος τὸ προσταχθὲν εἰς ἔργον ἤγαγε· καὶ τὸν ἀδελφιδοῦν δὲ ἐπήγετο, καὶ διὰ τούτου τὴν οἰκείαν ἀρετὴν δεικνύς. Ἐπειδὴ γὰρ νέον αὐτὸν προσλαβόμενος κατὰ μικρὸν μιμητὴν κατεσκεύαζε τῆς οἰκείας ἀρετῆς, οὐκ ἠνέσχετο τοῦτον καταλιπεῖν, ἀλλὰ κοινωνὸν αὐτὸν ἐλάμβανε τῆς ἀποδημίας.

Εἰ γὰρ ὁ πατὴρ, φησὶν, ἄπιστος ὢν, διὰ τὸ περὶ ἐμὲ φίλτρον τὴν οἰκίαν τὴν πατρῴαν, ἔνθα ἐτέχθημεν καὶ ηὐξήθημεν, καταλιπεῖν κατεδέξατο καὶ ἀκολουθῆσαί μοι, καὶ ἐπὶ τῆς ἀλλοτρίας τὸν βίον κατέλυσε· πολλῷ δὴ μᾶλλον ἐγὼ πρὸς τὸν τοῦ ἀδελφοῦ παῖδα, τὸν νέον τὸν ἐκ προοιμίων δεικνύντα ὡς κατὰ μικρὸν ἐπιδώσει πρὸς ἀρετὴν, οὐκ ἂν ἀνασχοίμην ἐνταῦθα ἀφεῖναι.

βʹ. Ἐπεὶ οὖν διὰ πάντων δεικνὺς αὐτοῦ τὸ φιλόθεον, καὶ ταύτην ἐποιήσατο τὴν ἀποδημίαν, ἡνίκα κατέλαβε τὴν Παλαιστίνην, καὶ τῶν ὅρων ἐπέβη τῶν Χαναναίων, ὀφθεὶς αὐτῷ ὁ Θεὸς καὶ νευρῶσαι αὐτοῦ βουλόμενος τὴν προθυμίαν καὶ χεῖρα ὀρέξαι, φησὶ πρὸς αὐτόν· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ὅπερ ἐπεθύμει καὶ ἐπόθει, παίδων λέγω τὴν διαδοχὴν, τοῦτο αὐτῷ εὐθέως ὑπισχνεῖται, ἀμοιβὴν αὐτῷ τῶν τοσούτων πόνων διδούς.

Ἐπειδὴ γὰρ ἀπὸ τῆς φύσεως ἀπεστέρητο, καὶ ἡ ἡλικία λοιπὸν ἀπαγορεύειν ἔπειθε, τῇ ὑποσχέσει διανίστησι τὸν ἀθλητὴν, καὶ προθυμότερον ἀπεργάζεται, καὶ νεάζειν αὐτὸν κατασκευάζει πρὸς τοὺς ἑξῆς ἀγῶνας. Ὅρα τοίνυν μετὰ τὴν ὑπόσχεσιν ταύτην, ἑτέραν πάλιν τὴν ἄθλησιν τὸν δίκαιον τοῦτον δεχόμενον. Λιμοῦ γὰρ καταλαβόντος, καὶ πολλῆς οὔσης τῆς στενοχωρίας ἐν τῇ Χαναναίᾳ, ἐπὶ τὴν Αἴγυπτον ἔσπευδε· καὶ λιμοῦ παραμυθίαν εὑρεῖν βουλόμενος, μείζοσι περιέβαλεν ἑαυτὸν κινδύνοις. Ἡ γὰρ εὐμορφία τῆς γυναικὸς καὶ τὸ κάλλος τῆς Σάρας μονονουχὶ τὸν θάνατον αὐτῷ πρὸ τῶν ὀφθαλμῶν ἐδείκνυ. Διὸ καὶ πλησίον γενόμενος τῆς εἰς Αἴγυπτον εἰσόδου, φησὶ πρὸς αὐτὴν, Γινώσκω ὅτι εὐπρόσωπος εἶ· οἶδά σου τοῦ κάλλους τὴν ὥραν, καὶ δέδοικα τῶν Αἰγυπτίων τὴν ἀκολασίαν. Ἐὰν οὖν ἰδωσί σε, καὶ γνῶσιν ὅτι καθάπερ γυναῖκα περιάγω σε, σὲ μὲν ἴσως περιποιήσονται, ὥστε εἰς ἔργον ἀγαγεῖν τῆς μανίας αὐτῶν τὸν οἶστρον, ἐμὲ δὲ ἀποκτενοῦσιν, ἵνα μετὰ ἀδείας αὐτοῖς ἐξῇ τὴν παρανομίαν ἐργάσασθαι, οὐκ ὄντος τοῦ τὴν μοιχείαν κατάδηλον ποιεῖν δυναμένου.

Εἰπὲ οὖν ὅτι ἀδελφός σου εἰμί. Ὅρα ἀδαμαντίνην ψυχὴν, ὅρα γνώμην σιδήρου στεῤῥοτέραν· οὐδὲ γὰρ παρεσάλευσεν αὐτοῦ τὸν λογισμὸν ἡ προσδοκωμένη συμφορὰ, οὐδὲ ἐνενόησεν, οὐδὲ εἶπε πρὸς ἑαυτόν· διὰ τοῦτο τὴν οἰκείαν καταλιπὼν πατρίδα, καὶ τοσαύτην ἐπιδειξάμενος ὑπακοὴν ἦλθον εἰς τὴν ἀλλοτρίαν, ἵνα τούτοις περιβληθῶ τοῖς κακοῖς; Οὐ πρὸ μικροῦ ὑπέσχετό μοι, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην; Ἰδοὺ καὶ μοιχείας καὶ θανάτου φόβος κατασείει ἡμῶν τὴν ψυχήν. Ἀλλ᾽ οὐδὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν κατεδέξατο· ἀλλ᾽ ἑνὸς γίνεται μόνου, πῶς δυνηθῇ τὸ πονηρὸν τοῦτο δρᾶμα ὑποκρινάμενος, τῶν δύο τούτων κινδύνων ἐπικειμένων τὸν ἕνα γοῦν ἐκφυγεῖν.

Καὶ ἐπειδὴ καὶ αὐτὸς τὰ παρ᾽ ἑαυτοῦ εἰσήνεγκε μετὰ ἀνδρείας τὴν συμβουλὴν ποιησάμενος, καὶ ἡ γυνὴ πολλὴν τὴν περὶ τὸν ἄνδρα φιλοστοργίαν καὶ ὑπακοὴν ἐπιδεικνυμένη συνέπραξε, καὶ τοῖς δόξασιν ὑπηρετήσατο· καὶ ἐπειδὴ τὰ παρ᾽ ἑαυτῶν ἀπήρτισαν, καὶ ὅσον κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἀπέγνωστο, καὶ εἰς ἔργον ἐκβεβήκει σχεδὸν τὰ τῆς παρανομίας, τότε πολλὴ περὶ αὐτὸν ἡ τοῦ Θεοῦ δείκνυται πρόνοια. Οὐ μόνον γὰρ τὴν γυναῖκα ὁ Θεὸς τῆς ὕβρεως ἐξήρπασε διὰ τῆς ἀγανακτήσεως, ἣν κατὰ τοῦ βασιλέως καὶ παντὸς τοῦ οἴκου αὐτοῦ ἐποιήσατο, ἀλλὰ καὶ τὸν πατριάρχην μετὰ πολλῆς τῆς περιφανείας ἀπὸ τῆς Αἰγύπτου ἐπὶ τὴν Παλαιστίνην ἐπανελθεῖν πεποίηκε.

Σκόπει πῶς μεταξὺ τῶν πειρασμῶν τὴν παρ᾽ αὐτοῦ ῥοπὴν εἰσφέρων ὁ φιλάνθρωπος Δεσπότης ἀκμάζοντα τὸν ἀθλητὴν πρὸς τοὺς ἑξῆς πάλιν ἀγῶνας ἀπεργάζεται, οὐκ ἀφιεὶς ἔρημον τῆς ἑαυτοῦ βοηθείας, ἀλλὰ διὰ πάντων φανερῶς οἰκονομῶν αὐτῷ δείκνυσθαι, ὅτι μικρὰ εἰσφέρων αὐτὸς, μεγάλων καὶ σφόδρα μεγάλων ἀξιοῦται καὶ νικώντων τὴν ἀνθρωπίνην φύσιν. Εἶδες τοίνυν τοῦ δικαίου τὴν ὑπομονήν; Ὅρα πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον τῆς ταπεινοφροσύνης αὐτοῦ τὸ μέγεθος καὶ τὴν ἐπιείκειαν τὴν πολλήν. Ἐπειδὴ γὰρ ἐπανῆλθεν ἀπὸ τῆς Αἰγύπτου εὐπορίαν πολλὴν κτησάμενος (οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ ὁ ἀδελφιδοῦς ἠκολούθει), Οὐκ ἐχώρει, φησὶν, αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά· ὅθεν καὶ μάχη συνέβη γενέσθαι μεταξὺ τῶν ποιμένων τοῦ Λὼτ καὶ τοῦ Ἄβραμ· Ἀλλ᾽ ὁ δίκαιος οὗτος δεικνὺς αὐτοῦ τὸ ἥμερον τῆς ψυχῆς καὶ τῆς φιλοσοφίας τὴν ὑπερβολὴν, καλέσας τὸν Λὼτ, φησὶ πρὸς αὐτόν· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν· μονονουχὶ λέγων πρὸς αὐτόν· οὐδὲν εἰρήνης ἴσον· οὐδὲν φιλονεικίας βαρύτερον. Ἵν᾽ οὖν πᾶσαν μάχης ὑπόθεσιν ἐκποδὼν ποιησώμεθα, ἑλοῦ ἣν ἂν βουληθῇς χώραν· κατάλιπε δέ μοι τὴν λειπομένην, ὑπὲρ τοῦ πάσης ἡμᾶς ἔριδος καὶ φιλονεικίας ἐκτὸς γενέσθαι. Εἶδες ἀνδρὸς ἀρετήν;

Παρεχώρησε τῷ νέῳ τῶν πρωτείων τὴν ἐκλογὴν, καὶ ἔστερξε τὴν φαυλοτάτην χώραν. Ἀλλ᾽ ὅρα πάλιν ἐπειδὴ τὰ παρ᾽ ἑαυτοῦ ἐπεδείξατο, πόσης ἀπολαύει τῆς ἀμοιβῆς. Εὐθέως γὰρ τοῦ χωρισμοῦ γενομένου, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς μετὰ τὸ διαχωρισθῆναι τὸν Λώτ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε πᾶσαν τὴν γῆν ἐξ ἑκατέρου τοῦ μέρους, ὅτι πᾶσαν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Σκόπει πόσης ἀξιοῦται τῆς φιλοτιμίας διὰ τὴν ταπεινοφροσύνην, ἣν ἐπεδείξατο πρὸς τὸν ἀδελφιδοῦν· καὶ αὐτὸς μὲν μικρῶν παραχωρήσας, πολὺ μειζόνων ἠξιώθη, ἐκεῖνος δὲ τοῖς πρωτείοις ἐπιπηδήσας, μετ᾽ οὐ πολὺ εἰς κινδύνους ἐνέπιπτε· καὶ οὐ μόνον οὐδὲν ἀπώνατο τῆς ἐκλογῆς, ἀλλὰ καὶ αἰχμάλωτος καὶ ἄοικος καὶ ἀνέστιος ἀθρόον ἐγίνετο, καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων ἐδιδάσκετο καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἀρετὴν, καὶ αὐτὸς ἐπαιδεύετο λοιπὸν μηδὲν τοιοῦτόν ποτε διαπράττεσθαι.

Ἐπειδὴ γὰρ τὴν ἐν Σοδόμοις οἴκησιν ἐποιήσατο ὁ Λὼτ, εὐθέως πόλεμος ἀνεῤῥιπίσθη χαλεπὸς, καὶ οἱ τῶν προσοικούντων ἐθνῶν βασιλεῖς ἐπιστάντες μετὰ πολλῆς τῆς δυνάμεως πᾶσαν τὴν χώραν ἄρδην ἀπώλεσαν, τοὺς γίγαντας ἀνελόντες, καὶ τοὺς Ἀμαληκίτας ἀπωσάμενοι, καὶ τὸν τῶν Σοδόμων βασιλέα καὶ Γομόῤῥας εἰς φυγὴν τραπῆναι παρεσκεύασαν, καὶ πᾶσαν κατέσχον τὴν ὀρεινὴν, καὶ τὴν ἵππον τοῦ βασιλέως Σοδόμων ἀναλαβόντες, καὶ τὸν Λὼτ αἰχμαλωτεύσαντες καὶ τὰς γυναῖκας μετὰ πάσης τῆς ἀποσκευῆς, οὕτως ἐπανῄεσαν.

γʹ. Ἀλλ᾽ ὅρα πάλιν Θεοῦ κηδεμονίαν πολλήν. Ὁμοῦ καὶ τὸν Λὼτ τῆς αἰχμαλωσίας ἐλευθερῶσαι βουλόμενος, καὶ τὸν πατριάρχην περιφανέστερον ἐργάσασθαι, διεγείρει τὸν δίκαιον πρὸς ἀντίληψιν τοῦ ἀδελφιδοῦ. Πυθόμενος γὰρ τὸ γεγονὸς, μετὰ τῶν οἰκογενῶν ὁρμήσας ἐπὶ τοὺς βασιλεῖς ἐκείνους, αὐτούς τε μετὰ πολλῆς εὐκολίας ἐπάταξε, καὶ τὸν Λὼτ, καὶ τὰς γυναῖκας, καὶ τὴν ἵππον πᾶσαν τοῦ βασιλέως ἐπανήγαγε, λαμπρὰ τὰ τρόπαια ἐργασάμενος, καὶ πᾶσι κατάδηλον ποιῶν τὴν περὶ αὐτὸν τοῦ Θεοῦ εὔνοιαν, καὶ ὅτι οὐκ οἰκείᾳ δυνάμει τὴν τοσαύτην εἰργάσατο τροπὴν, ἀλλὰ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος.

Καὶ λοιπὸν ἔσπευδε δι᾽ αὐτῶν τῶν πραγμάτων διδάσκαλος θεοσεβείας γενέσθαι πᾶσι τοῖς ἐν Σοδόμοις διὰ τῆς πρὸς τὸν βασιλέα διαλέξεως. Ἐπειδὴ γὰρ συναντήσας ὁ βασιλεὺς, καὶ χάριτας ὑπὲρ τῶν γεγενημένων ὁμολογήσας τὴν μὲν ἵππον παραχωρήσειν πᾶσαν ἔλεγε, τοὺς δὲ ἀνθρώπους λήψεσθαι· ὅρα πάλιν τοῦ δικαίου τὴν μεγαλοψυχίαν, πῶς ὁμοῦ καὶ τὴν οἰκείαν φιλοσοφίαν διδάσκει, ὡς κρείττων ἐστὶ τῶν παρ᾽ αὐτοῦ διδομένων, καὶ εἰς τὴν τῆς θεοσεβείας γνῶσιν αὐτὸν ἐνάγει. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν αὐτῷ, ὅτι οὐκ ἀνέξομαι λαβεῖν τι παρὰ σοῦ, οὐδὲ ὅτι οὐδενὸς δέομαι τοιούτου μισθοῦ, ἀλλὰ τί; Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, μονονουχὶ διδάσκων αὐτὸν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ σοῦ θεραπευόμενοι, ἀλλὰ λίθοι καὶ ξύλα· εἷς γάρ ἐστιν ὁ ἐπὶ πάντων Θεὸς, Ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν· ὅτι οὐ λήψομαι παρὰ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος, ἵνα νομίσῃς, ὅτι τούτων ἕνεκεν τὴν ἐκδίκησιν ἐποιησάμην, ἵνα μὴ λέγειν ἔχῃς, ὅτι αὐτός μοι τῆς περιουσίας αἴτιος γέγονας.

Ὁ γὰρ τὴν νίκην παρασχὼν καὶ τὸ τρόπαιον μετ᾽ ἐμοῦ στήσας, αὐτός ἐστιν ὁ καὶ πλούτου τὴν χορηγίαν μοι παρασχόμενος. Ὅρα πῶς, εἴγε ἐβούλετο, κερδαίνειν ἐδύνατο ὁ βασιλεὺς ἐκ τῶν τοῦ πατριάρχου λεγομένων. Ἐδιδάσκετο γὰρ μὴ τῇ οἰκείᾳ δυνάμει λοιπὸν θαῤῥεῖν, ἀλλ᾽ εἰδέναι τὸν πάντων αἴτιον, καὶ καταγελᾷν τῶν χειροποιήτων θεῶν καὶ λατρεύειν τῷ ἐπὶ πάντων Θεῷ, τῷ τῶν ὅλων δημιουργῷ, τῇ πηγῇ τῶν ἀγαθῶν. Καὶ γὰρ ἐμάνθανε διὰ πάντων τοῦ πατριάρχου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃ δι᾽ ἀπόνοιαν αὐτὸν καὶ μεγαλοφροσύνην ὑπερεωρακέναι τῶν παρ᾽ αὐτοῦ διδομένων, διὰ τοῦτό φησι πρὸς αὐτόν· ἐγὼ μὲν οὐδὲν λήψομαι· οὐδὲ γὰρ δέομαι, οὐδὲ χρῄζω παρ᾽ ἑτέρου μοι αὔξεσθαι τὴν περιουσίαν· τοὺς δὲ τῶν κινδύνων μοι κοινωνήσαντας συγχωρήσω λαβεῖν μερίδας, ἵνα μικράν τινα τῶν πόνων παραμυθίαν ἔχειν δοκῶσι. Καὶ πρὸς μὲν τὸν τῶν Σοδόμων βασιλέα ταῦτα ὁ δίκαιος ἀποκρίνεται.

Ἐπειδὴ δὲ καὶ Μελχισεδὲκ, ὁ βασιλεὺς Σαλὴμ, ἄρτους καὶ οἶνον αὐτῷ ἐξενέγκας προσέφερεν (Ἦν γὰρ ἱερεὺς, φησὶ, τοῦ Θεοῦ τοῦ ὑψίστου), παρ᾽ ἐκείνου δέχεται τὰ προσενεχθέντα, καὶ τὴν εὐλογίαν τὴν παρ᾽ αὐτοῦ εἰς αὐτὸν γεγενημένην ἀμειβόμενος, καὶ τὴν εἰς τὸν Θεὸν δοξολογίαν (εἶπε γὰρ, φησὶν, Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ εὐλογητὸς ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι), δεκάτην αὐτῷ δίδωσι ἀπὸ πάντων ὧν ἐπεκομίζετο λαφύρων. Εἶδες τοῦ δικαίου τὸ φιλόθεον διὰ πάντων δεικνύμενον καὶ πῶς παρὰ μὲν τοῦ βασιλέως Σοδόμων ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος λαβεῖν οὐκ ἠνέσχετο, τὰ δὲ τοῦ Μελχισεδὲκ προσενεχθέντα ἔλαβεν, ἀντιδιδοὺς καὶ τὰ παρ᾽ ἑαυτοῦ, διδάσκων ἡμᾶς πολλὴν τὴν διάκρισιν ἐπιδείκνυσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀδεῶς παρὰ πάντων δέχεσθαι; Ἐπειδὴ γὰρ ἐκεῖνος περὶ μὲν τὴν δόσιν εὐγνώμων γέγονεν, ἐν δὲ τοῖς ἄλλοις ἄπιστος ἐτύγχανε, καὶ πολλῆς ἐδεῖτο διδασκαλίας· διὰ τοῦτο ἐκείνων μὲν ὑπερεῖδε, πᾶσαν δὲ σπουδὴν ἐποιήσατο, καὶ δι᾽ ὧν λαβεῖν παρῃτήσατο, καὶ δι᾽ ὧν διελέχθη, πρὸς θεοσέβειαν αὐτὸν χειραγωγῆσαι. Παρὰ δὲ τοῦ Μελχισεδὲκ εἰκότως λαμβάνει· διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν ἀρετὴν λέγουσα· Ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.

Ἄλλως δὲ καὶ τύπος ἦν τὰ γινόμενα τοῦ Χριστοῦ, καὶ αὐτὰ δὲ τὰ προσενεχθέντα μυστήριόν τι προεμήνυε· δι᾽ ὃ καὶ προσήκατο, καὶ λαβὼν κἀκεῖνος διὰ τῆς παρ᾽ ἑαυτοῦ ἀμοιβῆς τῆς οἰκείας ἀρετῆς ἐδίδασκε τὸ μέγεθος. Δεκάτην γὰρ αὐτῷ δέδωκε, τὸν φιλόθεον αὐτοῦ σκοπὸν κἀντεῦθεν ἐμφαίνων. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ἀλλ᾽ οὐ μάτην οὐδὲ εἰκῆ. Ἔγνωμεν μὲν γὰρ διὰ βραχέων τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τῶν σήμερον προκειμένων ἡμῖν τοῦ δικαίου τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν τὴν ὑπερβάλλουσαν, τὴν φιλόσοφον γνώμην, τῆς ταπεινοφροσύνης τὸ μέγεθος, τῆς τῶν χρημάτων ὑπεροψίας τὴν ὑπερβολὴν, τῆς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν εὐνοίας τὴν διηνεκῆ πρόνοιαν· καὶ ὅπως διὰ πάντων περιφανέστερον καὶ λαμπρότερον ἐδείκνυ τὸν δίκαιον ἡ καθ᾽ ἕκαστον καιρὸν εἰς αὐτὸν ἀντίληψις γινομένη. Ἀλλ᾽ εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, ἁψώμεθα καὶ τῶν πρόσφατον ἀνεγνωσμένων, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὸν λόγον, ἵνα μάθητε πόσης πάλιν ἀξιοῦται ἀμοιβῆς διὰ τὸ ὑπεριδεῖν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ δεδομένων. Τί γάρ φησι; Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Μετὰ δὲ τὰ ῥήματα ταῦτα; ποῖα ῥήματα, εἰπέ μοι; ἢ δῆλον ὅτι ἅπερ πρὸς τὸν βασιλέα τῶν Σοδόμων ἐποιήσατο;

Μετὰ τὴν ὑπεροψίαν, φησὶν, ἐκείνην, μετὰ τὸ ἀποσείσασθαι τὰ παρ᾽ αὐτοῦ διδόμενα, μετὰ τὴν διδασκαλίαν, ἢν διὰ τῆς τῶν δεδομένων αὐτῷ παραιτήσεως ἐποιήσατο, πρὸς θεοσέβειαν αὐτὸν χειραγωγῶν καὶ ἐπίγνωσιν τοῦ τῶν ὅλων δημιουργοῦ, Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὸ τὴν δεκάτην τῷ Μελχισεδὲκ παρασχεῖν, ὅτε, φησὶν, ἅπαντα τὰ παρ᾽ ἑαυτοῦ ἐπλήρωσε, τότε Μετὰ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.

δʹ. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς εὐθέως παρακολουθεῖ ταῖς εὐεργεσίαις ἀμειβόμενος, καὶ τὸν ἑαυτοῦ ἀθλητὴν ἀλείφων καὶ νεαρὸν ἐργαζόμενος. Ἐγενήθη ῥῆμα Κυρίου ἐν ὁράματι τῆς νυκτός. Διὰ τί ἐν νυκτί; Ἵνα μεθ᾽ ἡσυχίας δέξηται τὰ λεγόμενα. Καί φησι πρὸς αὐτὸν, Μὴ φοβοῦ, Ἄβραμ. Σκόπει κηδεμονίας ὑπερβολήν. Τίνος ἕνεκεν ἔλεγε, Μὴ φοβοῦ; Ἐπειδὴ τοσούτου πλούτου κατεφρόνησεν, ἔλαττον φροντίσας τῶν παρὰ τοῦ βασιλέως διδομένων, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς, μὴ φοβηθῇς, ὅτι ὑπερεῖδες τοσούτων δωρεῶν, μηδὲ ἀγωνιάσῃς ὡς ἐλαττουμένης σοι τῆς περιουσίας. Μὴ φοβοῦ. Εἶτα ἵνα διεγείρῃ μᾶλλον αὐτοῦ τὴν ψυχὴν, προστίθησι τῷ ῥήματι καὶ τὴν προσηγορίαν, καί φησι· Μὴ φοβοῦ, Ἄβραμ. Οὐ μικρὸν γὰρ καὶ τοῦτο τυγχάνει πρὸς τὸ διαναστῆσαι, τὸ τὴν προσηγορίαν εἰπεῖν τοῦ καλουμένου· εἶτά φησιν, Ἐγὼ ὑπερασπιῶ σου.

Πολλὴν ἔχει καὶ αὕτη ἡ λέξις τὴν ἔμφασιν. Ἐγὼ ὁ ἀπὸ τῶν Χαλδαίων σε ἀναστήσας, ἐγὼ ὁ ἐνταῦθά σε ἀγαγὼν, ἐγὼ ὁ τῶν κινδύνων τῶν ἐν Αἰγύπτῳ ἐλευθερώσας, ἐγὼ ὁ καὶ ἅπαξ καὶ δεύτερον ὑποσχόμενός σοι καὶ τῷ σπέρματί σου δώσειν τὴν γῆν ταύτην, ἐγώ σου ὑπερασπίζω· ἐγὼ ὁ καθ᾽ ἑκάστην ἡμέραν περιφανέστερον πᾶσιν ἀποδεικνύς σε, ἐγὼ ὑπερασπίζω σου· τοῦτ᾽ ἔστιν, ἐγὼ ὑπεραγωνίζομαι, ἐγὼ ὑπέρμαχος γίνομαι, ἐγὼ φροντίζω, ἐγὼ πάντα τὰ δυσχερῆ εὔκολά σοι καθίστημι, ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Οὐκ ἠβουλήθης μισθὸν λαβεῖν ὑπὲρ τῶν καμάτων, ὧν ὑπέμεινας τοσούτοις κινδύνοις ἑαυτὸν παραβαλὼν, ἀλλ᾽ ὑπερεῖδες καὶ τοῦ βασιλέως, καὶ τῶν παρ᾽ αὐτοῦ σοι δεδομένων. Ἐγώ σοι παρέξω τὸν μισθὸν, οὐ τοσοῦτον ὅσον λαμβάνειν ἔμελλες, ἀλλὰ πολὺν καὶ σφόδρα πολύν· Ὁ μισθός σου γὰρ, φησὶ, πολὺς ἔσται σφόδρα. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ῥημάτων ὄγκον; εἶδες πῶς διανέστησε τὸν τῆς εὐσεβείας ἀθλητήν; εἶδες πῶς αὐτοῦ τὴν ψυχὴν ἐνεύρωσεν; Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει ὅτι ἔχρῃζεν ὁ δίκαιος τῆς ἀπὸ τῶν ῥημάτων παρακλήσεως· ὅρα γὰρ τί φησιν, ἐπειδὴ παῤῥησίαν ἔλαβε διὰ τῶν ῥημάτων.

Εἶπε δὲ Ἄβραμ· Δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ἐπειδὴ μισθὸν αὐτῷ ἐπηγγείλατο, καὶ πολὺν μισθὸν καὶ σφόδρα πολὺν, ἐμφαίνων ἑαυτοῦ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ τὴν ἐν διηνεκεῖ τῷ χρόνῳ ἐγγινομένην αὐτῷ ἀθυμίαν τῆς ἀπαιδίας ἕνεκεν, φησί· Δέσποτα, τί τοιοῦτόν μοι δώσεις; Ἰδοὺ γὰρ λοιπὸν εἰς γῆρας ἔσχατον ἐλαύνων ἄτεκνος ἀπολύομαι.

Ὅρα πῶς ἐκ προοιμίων ὁ δίκαιος ἐφιλοσόφει, ἀπόλυσιν καλῶν τὴν ἐντεῦθεν ἔξοδον. Οἱ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντες, ἐπειδὰν τῆς ἐντεῦθεν ζωῆς μεταστῶσιν, ἀληθῶς ὥσπερ ἀπολύονται τῶν ἀγώνων, καὶ τῶν δεσμῶν ἀνίενται. Καὶ γὰρ μετάστασίς τίς ἐστι τοῖς ἐναρέτως βιοῦσιν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς προσκαίρου ζωῆς ἐπὶ τὴν διηνεκῆ καὶ ἀθάνατον καὶ πέρας οὐκ ἔχουσαν. Ἐγὼ δὲ, φησὶν, ἀπολύομαι ἄτεκνος.

Καὶ ἵνα τὸν εὔσπλαγχνον Δεσπότην ἐπισπάσηται, οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ τί φησιν; Ὁ δὲ υἱὸς Μαζὲκ τῆς οἰκογενοῦς μου, ἐπειδὴ οὐκ ἔδωκάς μοι σπέρμα, οὗτος κληρονομήσει. Πολλὴν ἐπίτασιν ὀδύνης τῆς ἐν τῇ ψυχῇ ἐμφαίνει ταυτὶ τὰ ῥήματα. Μονονουχὶ γάρ φησι πρὸς τὸν Θεόν· οὐδὲ τῶν αὐτῶν ἠξιώθην, ὧν ὁ οἰκογενὴς, ἀλλ᾽ ἐγὼ μὲν ἄγονος καὶ ἄτεκνος ἀπελεύσομαι, οὗτος δὲ ὁ οἰκογενής μου κληρονομήσει τὰ παρὰ σοῦ μοι δωρηθέντα, καὶ ταῦτα ἅπαξ καὶ δεύτερον ὑπόσχεσίν μου δεξαμένου παρὰ σοῦ, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Σκόπει μοι καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἀρετὴν, ὅτι καὶ τοὺς λογισμοὺς τούτους στρέφων ἐν τῇ διανοίᾳ οὐδέποτε ἐδυσχέρανεν, οὐδέποτε βαρύ τι ἐφθέγξατο· ἀλλὰ καὶ νῦν προτραπεὶς ἐκ τῶν πρὸς αὐτὸν ῥημάτων, παῤῥησιάζεται πρὸς τὸν Δεσπότην, καὶ τῶν ἔνδοθεν λογισμῶν τὴν ταραχὴν κατάδηλον ποιεῖ, καὶ δείκνυσι τῆς ψυχῆς αὐτοῦ τὸ ἕλκος· δι᾽ ὃ καὶ ταχεῖαν τὴν ἰατρείαν ἐδέξατο. Καὶ εὐθέως, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτόν. Ὅρα τῆς Γραφῆς τὴν παρατήρησιν. Εὐθέως, φησίν. Οὐ συνεχώρησεν οὐδὲ μικρὸν δυσχερᾶναι τὸν δίκαιον, ἀλλὰ ταχεῖαν εἰσάγει τὴν παραμυθίαν, καὶ τῆς λύπης τὸ μέγεθος διασκεδάζει διὰ τῶν πρὸς αὐτὸν ῥημάτων.

Καὶ εὐθὺς, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾽ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Τοῦτο, φησὶ, δέδοικας, τοῦτό σου τὸν λογισμὸν ταράττει, τοῦτο σου τὴν ἀθυμίαν ἐπιτείνει; Μάνθανε τοίνυν ὅτι Οὐ κληρονομήσει σε οὗτος· ἀλλ᾽ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Μὴ πρὸς τὴν φύσιν τοίνυν ἴδῃς τὴν ἀνθρωπίνην, μηδὲ τὸ γῆρας ἐννόει τὸ σὸν, μήτε τῆς Σάρας τὴν στείρωσιν· ἀλλὰ τῇ δυνάμει ἐμοῦ τοῦ ἐπαγγειλαμένου πεποιθὼς, τῆς μὲν ἀθυμίας ἐκτὸς γίνου, δέχου δὲ καὶ ἱκανὴν τὴν παράκλησιν, καὶ πεῖσον σαυτὸν, ὡς ἕξεις κληρονόμον τὸν ἐκ σοῦ μέλλοντα τίκτεσθαι.

Εἶτα ἐπειδὴ ὑπὲρ φύσιν ἦν ἡ ἐπαγγελία, καὶ ἐνίκα λογισμὸν ἀνθρώπινον (πολλὴν γὰρ αὐτῷ ἐνεποίει τὴν ζάλην τὰ τῆς φύσεως κωλύματα, τὸ γῆρας τὸ αὐτοῦ, τῆς Σάρας ἡ στείρωσις, τῆς μήτρας ἡ νέκρωσις), ἐπιτείνει τῆς ἐπαγγελίας τὸ μέγεθος, ἵνα πρὸς τὴν τοῦ ἐπαγγειλαμένου φιλοτιμίαν ἀφορῶν θαῤῥεῖν ὁ δίκαιος ἔχῃ. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, φησὶ, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τίνος ἕνεκα ἐπεσημήνατο, ὅτι Ἐξήγαγεν αὐτὸν ἔξω; Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, ὅτι ἐν ὁράματι τῆς νυκτὸς ὀφθεὶς αὐτῷ τὰ πρὸς αὐτὸν ἐποιήσατο ῥήματα, βούλεται δὲ αὐτῷ δεῖξαι τῶν ἀστέρων τῶν ἐν τῷ οὐρανῷ τὸ ἀναρίθμητον, φησὶν, Ἐξήγαγεν αὐτὸν ἔξω, καὶ εἶπεν· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Μέγα τὸ ἐπάγγελμα, πολὺ τὸ μέγεθος τῆς ὑποσχέσεως· ἀλλ᾽ ἐὰν τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοήσωμεν, οὐδὲν ἡμῖν φανεῖται μέγα. Ὁ γὰρ ἀπὸ γῆς σῶμα διαπλάσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καὶ δημιουργήσας ἅπαντα τὰ ὁρώμενα, οὗτος καὶ τὰ ὑπὲρ φύσιν χαρίσασθαι δυνήσεται.

εʹ. Εἶδες Δεσπότου φιλοτιμίαν; Ἐπειδὴ γὰρ εἶπεν, Ἀπολύομαι ἄτεκνος, καὶ ὡσανεὶ περὶ αὐτὰς τοῦ θανάτου τὰς θύρας τυγχάνων, καὶ οὐκ ἔτι λοιπὸν ἐνεργῆσαι δυνάμενος πρὸς παιδοποιίαν, οὕτω τὰ ῥήματα ἐκεῖνα προήκατο λέγων, ὅτι Ὁ υἱὸς Μαζὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. Διὰ τοῦτο ἀναστῆσαι αὐτοῦ βουλόμενος τὸ φρόνημα, καὶ ἀκμάζοντα τὸν λογισμὸν ἐργάσασθαι, καὶ τοῦ δέους αὐτὸν ἀπαλλάττει τοῦ ἐπικειμένου, καὶ τῇ ὑποσχέσει ἀνορθοῖ αὐτοῦ τὴν διάνοιαν, καὶ τῷ μεγέθει τῆς δωρεᾶς, καὶ τῷ ὑποδεῖξαι τῶν ἀστέρων τὸ πλῆθος, καὶ ἐξίσης τούτων ἐπαγγείλασθαι γενήσεσθαι τοὺς τικτομένους, εἰς χρηστὰς ἤγαγεν αὐτὸν ἐλπίδας.

Ὁρῶν γὰρ τοῦ Δεσπότου τὴν ἐπαγγελίαν, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀποσεισάμενος, καὶ οὔτε πρὸς ἑαυτὸν ἰδὼν, οὔτε πρὸς τὴν Σάραν πλείονα κωλύματα ἔχουσαν, ἀλλὰ τὰ ἀνθρώπινα πάντα ὑπερβὰς, καὶ εἰδὼς ὅτι δυνατὸς ὁ Θεὸς καὶ τὰ ὑπὲρ φύσιν δωρήσασθαι, ἐθάῤῥησε τοῖς εἰρημένοις, καὶ οὐδεμίαν ἀμφιβολίαν ἐδέξατο, οὐδὲ ἐδίστασε πρὸς τὰ ῥηθέντα. Τοῦτο γὰρ ἀληθῶς πίστεως, ὅταν μὴ κατὰ ἀνθρωπίνην ἀκολουθίαν γινομένης τῆς ἐπαγγελίας, ἡμεῖς θαῤῥῶμεν τῇ τοῦ ὑποσχομένου δυνάμει. Πίστις γάρ ἐστι, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· καὶ πάλιν· Ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Ἐκεῖνο τοίνυν ἐστὶ πίστις, ὅταν ἐκείνοις πιστεύωμεν τοῖς μὴ βλεπομένοις, πρὸς τὴν ἀξιοπιστίαν τοῦ ἐπαγγειλαμένου τὴν διάνοιαν τείναντες· ὃ δὴ καὶ ὁ δίκαιος οὗτος πεποίηκε, πολλὴν καὶ γνησίαν πίστιν ἐπιδειξάμενος περὶ τὰ ἐπαγγελθέντα· δι᾽ ὃ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας Γραφῆς· ἐπήγαγε γὰρ εὐθέως, Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Εἶδες πῶς καὶ πρὸ τῆς ἐκβάσεως τῶν ἐπαγγελθέντων, ἐπ᾽ αὐτῷ τῷ πιστεῦσαι ἀρκοῦσαν τὴν ἀμοιβὴν ἐδέξατο; Εἰς γὰρ δικαιοσύνην αὐτῷ ἐλογίσθη τὸ πιστεῦσαι τῇ παρὰ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ μὴ λογισμοῖς ἀνθρωπίνοις περιεργάσασθαι τὰ παρὰ τοῦ Θεοῦ αὐτῷ εἰρημένα.

Παιδευώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς παρὰ τοῦ πατριάρχου πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ εἰρημένοις, καὶ ταῖς ὑποσχέσεσιν αὐτοῦ θαῤῥεῖν, καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς κατακολουθεῖν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι.

Τοῦτο γὰρ ἡμᾶς καὶ δικαίους ἀποφῆναι δυνήσεται, καὶ ταχέως παρασκευάσει τῶν παρ᾽ αὐτοῦ ἐπηγγελμένων ἐπιτυχεῖν. Ἀλλὰ τῷ μὲν Ἀβραὰμ ἐπηγγείλατο ἐκ τοῦ σπέρματος αὐτοῦ ὁλόκληρον πλῆθος γενήσεσθαι, καὶ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν ἀνθρωπίνην τὰ τῆς ἐπαγγελίας ἦν, δι᾽ ὃ καὶ ἡ πίστις ἡ περὶ αὐτὸν τὴν δικαιοσύνην αὐτῷ ἐκόμισεν· ἡμῖν δὲ, ἐὰν νήφωμεν, πολλῷ μείζονα ὑπέσχετο, καὶ πολλῷ τῷ μέτρῳ τοὺς ἀνθρωπίνους λογισμοὺς ὑπερακοντίσαι δυνάμεθα· μόνον ἐὰν πιστεύσωμεν τῇ τοῦ ὑποσχομένου δυνάμει, ἵνα καὶ τὴν ἐκ πίστεως δικαιοσύνην κομισώμεθα, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν. Τὰ γὰρ ἡμῖν μάλιστα ἐπαγγελθέντα, πάντα λογισμὸν ἀνθρώπινον νικᾷ, καὶ πᾶσαν διάνοιαν ὑπερβαίνει· τοσοῦτο τῶν ὑποσχέσεών ἐστι τὸ μέγεθος.

Οὐδὲ γὰρ τὰ ἐν τῷ παρόντι μόνον ὑπέσχετο, καὶ τῆς ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν τῶν σωμάτων φθορὰν, ἐπειδὰν εἰς τέφραν καὶ κόνιν διαλυθῇ ἡμῶν τὰ σώματα, τότε ἀναστήσειν αὐτὰ ἐπηγγείλατο, καὶ ἐν μείζονι δόξῃ καταστήσειν. Δεῖ γὰρ, φησὶν ὁ μακάριος Παῦλος, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

Καὶ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν τῆς βασιλείας ἡμῖν τὴν ἀπόλαυσιν δωρεῖσθαι ὑπέσχετο, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγὴν, καὶ τὴν ἐν διηνεκεῖ αἰῶνι ἀπόλαυσιν, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εἶδες πόση τῶν ὑποσχέσεων ἡ ὑπερβολή; εἶδες δωρεῶν μέγεθος;

ϛʹ. Ταῦτα ἐννοοῦντες, καὶ εἰδότες τὸ ἀψευδὲς τοῦ ἐπαγγειλαμένου, μετὰ προθυμίας πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδυώμεθα, ἵνα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι δυνηθῶμεν, καὶ μὴ προτιμῶμεν τῆς ἡμετέρας σωτηρίας καὶ τῶν τοσούτων ἀγαθῶν τῆς ἀπολαύσεως τὰ πρόσκαιρα, μηδὲ τοὺς πόνους τῆς ἀρετῆς λογιζώμεθα, ἀλλὰ τὰς ἀντιδόσεις ἐννοῶμεν· μηδὲ τῶν χρημάτων τὴν δαπάνην ὁρᾷν βουλώμεθα, ἐπειδὰν δέῃ ταῦτα τοῖς πένησι δοῦναι, ἀλλὰ τὴν ἐντεῦθεν γινομένην πρόσοδον.

Διὰ γὰρ τοῦτο τῷ σπόρῳ τὴν ἐλεημοσύνην παρείκασεν ἡ θεία Γραφὴ ἵνα μετὰ χαρᾶς καὶ πολλῆς τῆς προθυμίας αὐτὴν ἐργαζώμεθα. Εἰ γὰρ οἱ τῇ γῇ τὰ σπέρματα παρακατατιθέμενοι, καὶ τὰ συνηγμένα καὶ ἔνδον ἀποκείμενα σκορπίζοντες μετὰ χαρᾶς τοῦτο διαπράττονται, καὶ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενοι ἤδη τὰ δράγματα καὶ τὴν ἅλω πεπληρωμένην τοῖς λογισμοῖς ὑπογράφουσι· πολλῷ δὴ μᾶλλον τοὺς τὸν σπόρον τοῦτον τὸν πνευματικὸν σπείρειν καταξιουμένους χαίρειν καὶ γεγηθέναι προσήκει, ὅτι ἐπὶ γῆς σπείροντες, ἐν οὐρανῷ θερίζειν μέλλουσι, καὶ ἀργύρια καταβάλλοντες, ἁμαρτημάτων συγχώρησιν δέχονται, καὶ παῤῥησίας ἀφορμὴν εὑρίσκουσι, προξενοῦντες ἑαυτοῖς διὰ τῶν ἐνταῦθα διδομένων τὴν διηνεκῆ ἀνάπαυσιν, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγήν. Κἂν σωφροσύνῃ ἡδώμεθα, μὴ τοῦτο σκοπῶμεν, ὅτι πόνον ἔχει ἡ ἀρετή· μηδὲ ὅτι ἡ παρθενία πολὺν ἔχει τὸν ἀγῶνα, ἀλλὰ τὴν διαδεξομένην ἡμᾶς λῆξιν ἐννοῶμεν, καὶ ταύτην ἀεὶ ἀναλογιζόμενοι τῆς ἐπιθυμίας τῆς πονηρᾶς χαλινώσωμεν τὴν λύτταν, περιγινώμεθα τῶν τῆς σαρκὸς σκιρτημάτων, καὶ τῇ τῶν ἀμοιβῶν ἀντιδόσει τὴν δυσχέρειαν τῶν πόνων ὑποτεμνώμεθα. Ἱκανὴ γὰρ ἡ τῶν χρηστῶν ἐλπὶς καὶ κινδύνων παρασκευάσαι κατατολμᾷν, μήτι γε δὴ τῆς ἀρετῆς τοὺς πόνους γενναίως ἐνεγκεῖν.

Ὅταν γὰρ ἐννοήσῃς, ὅτι πρὸς βραχὺν ἀγωνισάμενος χρόνον, καὶ τῆς παρθενίας τὴν λαμπάδα φαιδρὰν διατηρήσας, ἐκείνης ἀξιωθήσῃ τῆς μακαρίας διαγωγῆς, καὶ τῷ νυμφίῳ συνεισελθεῖν δυνήσῃ, εἰ τὰς λαμπάδας ἔχοις ἀνημμένας, καὶ ἀρκοῦν ἐχούσας ἔλαιον, τοῦτ᾽ ἔστι, τὴν ἀπὸ τῶν ἀγαθῶν πράξεων ἐργασίαν, πῶς οὐχὶ μετὰ πάσης εὐκολίας ἅπαντα τὰ δυσχερῆ διαδραμεῖν δυνήσῃ, ἐννοῶν ἐκεῖνο τὸ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένον· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον; Εἶδες πῶς τῇ ἁγιωσύνῃ τὴν εἰρήνην συνέζευξεν; Ἵνα γὰρ μάθωμεν ὅτι οὐ μόνον ἁγνείαν σώματος ἐπιζητεῖ, ἀλλὰ καὶ εἰρήνην, εὐκαίρως ἐμνημόνευσεν, ἑκατέρωθεν ἀσφαλίζεσθαι βουλόμενος ἕκαστον, καὶ ἐν καταστάσει εἶναι τῶν λογισμῶν, ὥστε μηδεμίαν εἶναι ταραχὴν ἢ θόρυβον ἐν ἡμῖν, ἀλλ᾽ ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διάγειν, καὶ μετὰ πάντων εἰρηνικῶς διακεῖσθαι, καὶ ἡμέρους εἶναι καὶ πράους καὶ ἐπιεικεῖς, ὥστε πάντα τῆς ἀρετῆς τὰ χρώματα ἐπανθεῖν ἡμῶν τῷ προσώπῳ. Οὕτω γὰρ λοιπὸν καὶ τῆς δόξης τοῦ παρόντος βίου ὑπερορᾷν δυνησόμεθα τὴν ἀληθῆ δόξαν προτιμῶντες, καὶ τῆς ταπεινοφροσύνης πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελᾷν, ἵνα τῆς ἀληθοῦς καὶ βεβαίας εὐημερίας ἀπολαύσωμεν, καὶ τὸν Χριστὸν ἰδεῖν καταξιωθῶμεν.

Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαρίσωμεν τοίνυν ἡμῶν τὸ συνειδὸς, καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἵνα τὴν παροῦσαν ζωὴν μετὰ πάσης ἀρετῆς ὁδεύσαντες, τῶν ἐνταῦθα πόνων τὰς ἀμοιβὰς λαβεῖν καταξιωθῶμεν ἐν τῷ μέλλοντι αἰῶνι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΖʹ. Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν. αʹ. Μεγάλη τῆς θείας Γραφῆς ἡ δύναμις, καὶ πολὺς ὁ τοῖς ῥήμασιν ἐγκεκρυμμένος πλοῦτος τῶν νοημάτων. Δι᾽ ὃ προσήκει μετὰ ἀκριβείας ἡμᾶς προσέχοντας πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, ἵνα δαψιλῆ τὴν ὠφέλειαν ἐντεῦθεν καρπωσώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παρήγγειλε λέγων, Ἐρευνᾶτε τὰς Γραφάς· ἵνα μὴ ἁπλῶς ψιλῇ προσέχωμεν τῇ ἀναγνώσει, ἀλλὰ τὸ βάθος ἀνιχνεύοντες τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν καταλαβεῖν δυνηθῶμεν. Τοιοῦτον γὰρ τῆς Γραφῆς τὸ ἔθος· ἐν βραχέσι ῥήμασίν ἐστι πολλάκις εὑρεῖν πολὺ πλῆθος νοημάτων. Θεῖα γάρ ἐστι τὰ διδάγματα, καὶ οὐκ ἀνθρώπινα, καὶ διὰ τοῦτο ἀπεναντίας τῇ σοφίᾳ τῇ ἀνθρωπίνῃ πᾶσαν αὐτήν ἐστιν ἰδεῖν συγκειμένην. Καὶ πῶς, ἐγὼ λέγω. Ἐκεῖ μὲν γὰρ, ἐπὶ τῆς ἀνθρωπίνης σοφίας λέγω, πᾶσα αὐτοῖς ἡ σπουδὴ περὶ τὴν τῶν λέξεων συνθήκην ἐπινενόηται· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν. Οὐδεὶς τῇ Γραφῇ λόγος περὶ κάλλους ῥημάτων ἢ συνθήκης· ἔχει γὰρ οἴκοθεν τὴν θείαν χάριν ἐπανθοῦσαν καὶ τὸ κάλλος τὰ λεγόμενα. Κἀκεῖ μὲν μετὰ πολλὴν καὶ ἄφατον φλυαρίαν τότε τῶν νοημάτων ἐστὶ περιδράξασθαι· ἐνταῦθα δὲ, ὡς ἴστε, καὶ βραχεῖα λέξις πολλάκις ἤρκεσεν ἡμῖν πᾶσαν ὑφᾶναι τὴν διδασκαλίαν.

Διά τοι τοῦτο καὶ χθὲς προθέντες ὑμῖν τὰ ἀνεγνωσμένα, καὶ τῶν προοιμίων ἁψάμενοι, ἐπειδὴ πολὺν εὕρομεν τῶν νοημάτων τὸν πλοῦτον, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν· ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, καὶ λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσι. Διὸ τῆς αὐτῆς ἀκολουθίας ἅψασθαι βούλομαι, καὶ συνάψαι τοῖς χθὲς εἰρημένοις καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, ἵν᾽ οὕτω πᾶσαν τοῦ ἀναγνώσματος ποιησάμενοι τὴν ἐξήγησιν, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψωμεν. Ἀλλὰ προσέχετε, παρακαλῶ, ἀκριβῶς τοῖς λεγομένοις. Εἰ γὰρ καὶ ὁ πόνος ἡμέτερος, ἀλλὰ τὸ κέρδος ὑμέτερον, μᾶλλον δὲ κοινόν.

Τί δὲ λέγω ὁ πόνος ἡμέτερος; Οὐχί· ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτός ἐστιν ἡ δωρεά. Μετὰ προσοχῆς τοίνυν ὑποδεχώμεθα καὶ ἡμεῖς τὰ παρὰ τοῦ Θεοῦ δωρούμενα, ἵνα κερδάναντές τι εἰς τὴν κατὰ ψυχὴν σωτηρίαν, οὕτως ἐντεῦθεν ἀπίωμεν. Διὰ γὰρ τοῦτο καθ᾽ ἑκάστην τὴν πνευματικὴν ταύτην παρατίθεμεν ὑμῖν τράπεζαν, ἵνα τῇ συνεχείᾳ τῆς παραινέσεως καὶ τῇ πολλῇ τῶν θείων Γραφῶν μελέτῃ πᾶσαν ἀποτειχίσωμεν τῷ πονηρῷ δαίμονι τὴν ἐπιβουλήν.

Ὅταν γὰρ ἴδῃ πολλὴν ἡμᾶς περὶ τὰ πνευματικὰ τὴν σπουδὴν τιθεμένους, οὐ μόνον οὐκ ἐπιθήσεται, ἀλλ᾽ οὐδὲ ἀντιβλέψαι τολμήσει, εἰδὼς ὅτι ἀνόνητα ἐπιχειρήσει, καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὴν τόλμαν ἐπιδείξεται. Φέρε οὖν τῶν χθὲς εἰρημένων τὴν ἀκολουθίαν ἀναλαβόντες, τῶν λειπομένων τὴν ἐξήγησιν ποιησώμεθα. Τί δὲ ἦν ἡμῖν χθὲς τὸ λεγόμενον; Τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἄβραμ περιεγράφομεν, ἔνθα προσέταττεν αὐτῷ ἀναβλέψαι εἰς τὸν οὐρανὸν, καὶ τὸ πλῆθος τῶν ἀστέρων ἰδεῖν. Ἀρίθμησον γὰρ, φησὶ, τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου.

Εἶτα δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον, καὶ ὅτι πρὸς τὸν ἐπαγγειλάμενον ὁρῶν, καὶ τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοῶν, ἐπίστευε τοῖς εἰρημένοις, φησί· Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Μέχρι τούτου χθὲς εἰπόντες, οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, δι᾽ ὃ ἀναγκαῖον τὰ ἑξῆς ἐπαγαγεῖν. Τί γάρ φησιν;

Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ τῆς χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Ὅρα Θεοῦ συγκατάβασιν, πῶς αὐτοῦ βούλεται τὴν πίστιν βεβαιῶσαι, καὶ πεῖσαι, πολλὴν ἔχειν τὴν πληροφορίαν περὶ τῶν ἐπηγγελμένων, μονονουχὶ λέγων· μνήσθητι ὅτι ἐγώ σε οἴκοθεν ἀνέστησα. Ἰδοὺ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα κατὰ τὸν πατριάρχην σύμφωνα δείκνυται τοῖς παρὰ τοῦ μακαρίου Στεφάνου εἰρημένοις, ὅτι καὶ οἴκοθεν, καὶ ἐξ αὐτῆς τῆς Χαλδαίας τοῦ Δεσπότου τὸ πρόσταγμα αὐτὸν ἀναστῆναι παρεσκεύασε. Καὶ τῇ τούτου γνώμῃ ἑπόμενος ὁ πατὴρ, καθάπερ καὶ φθάσαντες εἴπομεν, εἰ καὶ ἄπιστος ἦν, ἀλλ᾽ οὖν μεγάλην ὑπόθεσιν δεσμοῦ τὸ φίλτρον ἔχων τὸ περὶ αὐτὸν, ἠκολούθει καὶ ἐξῄει. Ὑπομιμνήσκει τοίνυν αὐτὸν ἐπὶ τοῦ παρόντος, ὅσην ἐκ προοιμίων ἐποιήσατο περὶ αὐτὸν τὴν πρόνοιαν, δηλῶν αὐτῷ, ὅτι μεγάλα τινὰ περὶ αὐτοῦ βουλευόμενος, καὶ ταύτας θέλων τὰς ὑποσχέσεις πρὸς αὐτὸν ποιήσασθαι καὶ εἰς ἔργον ἀγαγεῖν, τοσαύτην ὁδὸν διανύσαι ἐποίησεν. Ἐγώ εἰμι ὁ ἐξαγαγών σε ἐκ τῆς χώρας τῶν Χαλδαίων, δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν.

Μὴ γὰρ ἁπλῶς σε ἐκεῖθεν ἀνέστησα; μὴ γὰρ εἰκῆ καὶ μάτην ἐντεῦθέν σε ἤγαγον; Διὰ τοῦτό σε καταλαβεῖν τὴν Παλαιστίνην ἐβουλόμην, καὶ ἀφεῖναι τὴν πατρῷαν οἰκίαν, καὶ ἐλθεῖν εἰς τὴν γῆν ταύτην, ἵνα κληρονομήσῃς αὐτήν. Λογιζόμενος τοίνυν ὅσης ἀπήλαυσας παρ᾽ ἐμοῦ προνοίας, ἐξ ὅτου τὴν Χαλδαίαν κατέλιπες μέχρι τοῦ παρόντος, καὶ ὅπως περιφανὴς γέγονας καθ᾽ ἑκάστην λαμπρότερος δεικνύμενος ἐκ τῆς ἐμῆς συμμαχίας, καὶ τῆς περὶ σὲ κηδεμονίας, θάρσησον καὶ τοῖς παρ᾽ ἐμοῦ λεγομένοις. Εἶδες φιλανθρωπίας ὑπερβολήν; εἶδες συγκαταβάσεως μέγεθος; πῶς αὐτοῦ στηρίξαι βούλεται τὴν ψυχὴν, καὶ βεβαιοτέραν αὐτοῦ τὴν πίστιν ἐργάσασθαι, ἵνα μὴ ἔχῃ λοιπὸν ὁρᾷν πρὸς τὰ τῆς φύσεως κωλύματα, ἀλλὰ τὴν δύναμιν ἐννοῶν τοῦ ἐπαγγειλαμένου, ὡς ἤδη τῶν ὑποσχέσεων εἰς ἔργον ἐκβεβηκυιῶν, οὕτω θαῤῥεῖν ἔχῃ;

βʹ. Ἀλλ᾽ ὅρα πάλιν τὸν πατριάρχην, ἐπειδὴ παῤῥησίαν ἔλαβεν ἐκ τῶν εἰρημένων, πῶς πλείονα πληροφορίαν ἐπιζητεῖ. Φησὶ, γὰρ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν; Εἰ καὶ προλαβοῦσα ἡ θεία Γραφὴ ἐμαρτύρησεν αὐτῷ, ὅτι ἐπίστευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, δι᾽ ὃ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ᾽ ὅμως ἐπειδὴ ἤκουσεν, ὅτι διὰ τοῦτο Ἐξήγαγόν σε ἐκ γῆς Χαλδαίας, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτὴν, φησί· τοῖς μὲν παρὰ σοῦ λεγομένοις οὐχ οἷόν τέ με διαπιστῆσαι· ἀλλ᾽ ὅμως ἐβουλόμην καὶ τὸν τρόπον μαθεῖν, πῶς αὐτὴν μέλλω κληρονομεῖν. Ὁρῶ γὰρ καὶ ἐμαυτὸν λοιπὸν πρὸς γῆρας ἐληλακότα, καὶ μέχρι τοῦ παρόντος ὡς ἀλήτην ἐνταῦθα περιιόντα καὶ οὐ δύναμαι ἀνθρωπίνῳ λογισμῷ καταλαβεῖν τὸ ἐσόμενον· εἰ καὶ ὅτι προλαβὼν, φησὶν, ἐπίστευσα τοῖς εἰρημένοις. ἅτε δὴ ὡς παρὰ σοῦ λεχθεῖσι τοῦ δυναμένου καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, καὶ πάντα ποιοῦντος καὶ μετασκευάζοντος. Οὐ τοίνυν ἀπιστῶν τοῦτο ἐρωτῶ· ἀλλ᾽ ἐπειδὴ πάλιν τῆς κληρονομίας ὑπέμνησας, ἤθελον καὶ παχύτερόν τι σημεῖον καὶ ἐναργὲς δέξασθαι, τὸ δυνάμενόν μου τῶν λογισμῶν τὴν ἀσθένειαν ἐπιῤῥῶσαι. Τί οὖν ὁ ἀγαθὸς Δεσπότης;

Συγκαταβαίνων τῷ οἰκείῳ θεράποντι, καὶ βουλόμενος αὐτοῦ νευρῶσαι τὴν ψυχὴν, ἐπειδὴ εἶδεν ὁμολογοῦντα τὴν οἰκείαν ἀσθένειαν, καὶ πιστεύοντα μὲν τῇ ὑποσχέσει, βουλόμενον δὲ πληροφορίαν τινὰ δέξασθαι, φησὶ πρὸς αὐτόν· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν, καὶ τρυγόνα, καὶ περιστεράν.

Ὅρα πῶς ἀνθρωπίνως ποιεῖται πρὸς αὐτὸν τὰς συνθήκας. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τινὶ ὑποσχώμεθα, βουλόμενοι πεῖσαι τὸν τὴν ὑπόσχεσιν δεχόμενον, ὥστε μὴ ἀμφιβάλλειν περὶ τῶν ἐπαγγελθέντων, σημεῖόν τι παρέχομεν καὶ ἐνέχυρον, ἵνα πρὸς ἐκεῖνο ὁρῶν εἰδέναι ἔχῃ, ὡς πάντως εἰς ἔργον ἐκβήσεται τὰ ἐπηγγελμένα· οὕτω καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ εἶπε, Κατὰ τί γνώσομαι; φησὶ, Ἰδοὺ καὶ τοῦτό σοι παρέχω· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν, καὶ τρυγόνα, καὶ περιστεράν. Θέα μοι εἰς πόσην παχύτητα κατελθεῖν καταδέχεται ὁ ἀγαθὸς Δεσπότης διὰ τὴν πληροφορίαν τοῦ πατριάρχου.

Ἐπειδὴ γὰρ τὸ παλαιὸν οὕτως ἦν αὐτοῖς ἔθος συνθήκας ποιεῖσθαι, καὶ διὰ τούτων αὐτὰς βεβαιοῦν, ταύτην καὶ αὐτὸς ἔρχεται τὴν ὁδόν. Καὶ ἔλαβε, φησὶ, καὶ διεῖλεν αὐτὰ μέσα. Παρατηρητέον πῶς οὐ μάτην οὐδὲ εἰκῆ καὶ τὸν χρόνον ἐπεσημήνατο. Τριετίζοντα γὰρ λαβεῖν προσέταξε, τοῦτ᾽ ἔστι, τέλεια, ἀπηρτισμένα.

Καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὴ ὄρνεα οὐ διεῖλε. Καὶ καθεζόμενος ἐπετήρει, ὥστε μὴ λυμήνασθαι τοῖς διχοτομήμασι τὰ ἐφιπτάμενα ὄρνεα, καὶ διὰ πάσης ἡμέρας τοῦτο ποιῶν διετέλει. Κατέβη δὲ ἕτερα ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομηθέντα, καὶ συνεκάθισεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Ἄβραμ, καὶ ἰδοὺ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ. Τίνος ἕνεκεν περὶ ἡλίου δυσμὰς, ὅτε λοιπὸν πρὸς ἑσπέραν ἡ ἡμέρα;

Διὰ πάντων προσεκτικώτερον αὐτὸν βούλεται ἐργάσασθαι· διὰ τοῦτο καὶ ἔκστασις καὶ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ, ἵνα διὰ τῶν γινομένων εἰς αἴσθησιν ἔλθῃ τῆς τοῦ Θεοῦ ὀπτασίας· οὕτω γὰρ ἑκάστοτε τῷ Θεῷ ποιεῖν ἔθος. Καὶ γὰρ ἡνίκα μετὰ ταῦτα τῷ Μωϋσῇ ἐν τῷ Σιναίῳ ὄρει ἔμελλε διδόναι τὸν νόμον καὶ τὰς ἐντολὰς, Σκότος, φησὶ, καὶ θύελλα ἦν, καὶ τὸ ὄρος καπνίζον. Διὰ τοῦτο καὶ ἡ Γραφή φησιν, Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.

Ἐπειδὴ γὰρ τῶν ἀσωμάτων τι ἰδεῖν οὐχ οἷόν τε διὰ τῶν αἰσθητῶν τούτων ὀφθαλμῶν, τὴν οἰκείαν ἡμῖν ἐνέργειαν σημᾶναι βούλεται. Ἐπειδὴ τοίνυν κατεπλάγη ὁ δίκαιος ἐκεῖνος, καὶ κατέσεισεν αὐτοῦ τὴν διάνοιαν ὁ φόβος, καὶ ἡ γεγενημένη ἔκστασις, ἐῤῥέθη, φησὶ, πρὸς αὐτόν· Εἶπες, φησὶ, Κατὰ τί γνώσομαι; καὶ σημεῖον ἐβουλήθης λαβεῖν, πῶς μέλλεις κληρονομεῖν τὴν γῆν. Ἰδοὺ δίδωμί σοι σημεῖον· πολλῆς γὰρ δεῖ σε τῆς πίστεως, ἵνα μάθῃς, ὅτι καὶ ἐξ ἀπεγνωσμένων δύναμαι τὰ πράγματα εἰς χρηστὰς ἐλπίδας ἀγαγεῖν.

Καὶ ἐῤῥέθη πρὸς Ἄβραμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Μεγάλα τὰ εἰρημένα, καὶ ψυχῆς νεανικῆς δεόμενα, καὶ ὑπεραναβαινούσης καὶ ἀφιείσης κάτω πάντα τὰ ἀνθρώπινα.

Εἰ μὴ γὰρ γενναίαν τινὰ καὶ ἀνδρείαν, καὶ φιλόσοφον εἶχε ψυχὴν ὁ πατριάρχης, ταῦτα καὶ θορυβῆσαι αὐτὸν ἱκανὰ ἦν. Γινώσκων γὰρ, φησὶ, γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσι, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.

γʹ. Μὴ θαυμάσῃς, φησὶ, πρὸς ἑαυτὸν ὁρῶν, καὶ τὸ γῆρας τὸ σὸν, καὶ τὴν τῆς Σάρας στείρωσιν, καὶ τὴν τῆς μήτρας νέκρωσιν, καὶ νομίσῃς με μέγα τι εἰρηκέναι, ὅτι εἶπον· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Οὐ μόνον γὰρ τοῦτό σοι προλέγω, ἀλλ᾽ ὅτι καὶ αὐτὸ τὸ σπέρμα σου εἰς ἀλλοτρίαν γῆν ἀπενεχθήσεται.

Καὶ οὐκ εἶπεν, εἰς Αἴγυπτον, οὐδὲ ὠνόμασε τῆς γῆς τὴν προσηγορίαν, ἀλλά φησιν, Ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλείαν ὑπομενοῦσι καὶ ταλαιπωρίαν, καὶ ὀδυνήσονται οὐ πρὸς βραχὺν χρόνον, οὐδὲ πρὸς ὀλίγων ἐτῶν ἀριθμὸν, ἀλλὰ μέχρι τετρακοσίων ἐτῶν.

Τὴν μέντοι ἐκδικίαν αὐτῶν ἐγὼ ποιήσομαι, καὶ τὸ ἔθνος ἐκεῖνο τὸ καταδουλωσόμενον ἐγὼ κρινῶ, καὶ οὕτως αὐτοὺς μετὰ πολλῆς ἀποσκευῆς ἐπανελθεῖν ἐνταῦθα ποιήσω· ὁμοῦ καὶ προλέγων αὐτῷ τὰ μετὰ ταῦτα ἐσόμενα μετὰ ἀκριβείας, καὶ τὴν δουλείαν δηλῶν, καὶ τὴν εἰς Αἴγυπτον κάθοδον, καὶ τὴν ἀγανάκτησιν ἣν δι᾽ αὐτοὺς μέλλουσι πειρᾶσθαι οἱ Αἰγύπτιοι, καὶ τὴν μετὰ περιφανείας αὐτῶν ἐπάνοδον. Καὶ δείκνυσιν αὐτῷ, ὅτι οὐκ ἐπ᾽ αὐτῷ μόνον τὰ ὑπὲρ φύσιν ἔσται, καὶ μετὰ τοσαῦτα κωλύματα τὰ ὑπὸ τοῦ Θεοῦ ἐπαγγελθέντα εἰς πέρας ἀχθήσεται, ἀλλὰ καὶ ἐπὶ παντὸς τοῦ σπέρματος αὐτοῦ τοῦτο συμβήσεται.

Ταῦτα δὲ, φησὶν, ἤδη σοι εἶπον, ἵνα πρὶν ἢ τὸν βίον καταλύσῃς, εἰδέναι ἔχῃς τὰ καὶ τοὺς σοὺς ἐκγόνους διαδεξόμενα. Σὺ δὲ, φησὶν, ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρᾳ καλῷ. Οὐκ εἶπεν, ἀποθανῇ, ἀλλ᾽ Ἀπελεύσῃ, ὡς ἀποδημεῖν αὐτοῦ μέλλοντος καὶ μεθίστασθαι ἀπὸ πατρίδος εἰς πατρίδα.

Ἀπελεύσῃ, φησὶ, πρὸς τοὺς πατέρας σου, οὐ τοὺς κατὰ σάρκα λέγων. Πῶς γὰρ, ἐπεὶ ἄπιστος ἦν αὐτοῦ ὁ πατὴρ, καὶ οὐχ οἷόν τε ἦν τὸν πιστὸν πατριάρχην εἰς τὸν αὐτὸν ἐκείνῳ χῶρον ἀπελθεῖν; Χάσμα γὰρ μέγα ἐστὶ, φησὶ, μεταξὺ ἡμῶν τε καὶ ὑμῶν. Τίνος οὖν ἕνεκεν εἴρηκε, Πρὸς τοὺς πατέρας σου; Τοὺς δικαίους αἰνιττόμενος, τοὺς περὶ τὸν Ἄβελ, τοὺς περὶ τὸν Νῶε, τοὺς περὶ τὸν Ἐνώχ. Τραφεὶς ἐν γήρει καλῷ. Ἴσως ἂν εἴποι τις· καὶ ποῖον ἂν εἴη τούτου καλὸν γῆρας, τὸ τοσούτων θλίψεων ἅπαντα τὸν βίον παρελθεῖν; Ἀλλὰ μὴ τοῦτο ἴδῃς, ἄνθρωπε· ἀλλὰ ἀναλογίζου καὶ τὴν καθ᾽ ἕκαστον καιρὸν περιφάνειν, καὶ ὅπως ἐπίδοξος γέγονεν ὁ ξένος, ὁ ἄπολις, ὁ ἀνέστιος, καὶ ὅσης διὰ παντὸς τοῦ χρόνου ἀπήλαυσε τῆς τοῦ Θεοῦ ἀντιλήψεως.

Μὴ τοίνυν κατὰ τὴν νῦν ὑπόληψιν κρῖνε τὰ πράγματα, μηδὲ νόμιζε ἐκεῖνο εἶναι γῆρας καλὸν, τὸ ἐν τρυφῇ καὶ ἀδδηφαγίᾳ διάγειν, καὶ πλοῦτον κεκτῆσθαι, καὶ οἰκετῶν πλῆθος, καὶ ἀνδραπόδων ἀγέλας. Ταῦτα γὰρ οὐκ ἂν ποιήσειε γῆρας καλὸν, ἀλλὰ καὶ πολλὴν κατάγνωσιν ἂν ἐνέγκοι τῷ μηδὲ ἐν γήρᾳ σωφρονιζομένῳ, μηδὲ πρὸς αὐτὰς τὰς ἐσχάτας ἀναπνοάς τι τῶν δεόντων βουλευομένῳ, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν γαστριζομένῳ, καὶ συμπόσια καὶ μέθας μεταδιώκοντι, καὶ μετ᾽ οὐ πολὺ τούτων ἁπάντων εὐθύνας ἀπαιτεῖσθαι μέλλοντι. Ὁ μέντοι μετὰ τοσαύτης ἀρετῆς ὁδεύσας τὸν βίον, οὗτος ἀληθῶς τραφεὶς ἐν γήρᾳ καλῷ καταλύει τὴν ζωὴν, καὶ τῶν ἐνταῦθα πόνων εὑρίσκει λοιπὸν τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις. Διὰ τοῦτό φησι· τοὺς μὲν ἐκγόνους ταῦτα διαδέξεται, σὺ δὲ ἀπελεύσῃ τραφεὶς ἐν γήρᾳ καλῷ. Σκόπει πάλιν ἐνταῦθα, εἰ μὴ πολλὴ τοῦ δικαίου ἦν ἡ ἀνδρεία, καὶ τῆς φιλοσοφίας ἡ ὑπερβολὴ, πῶς καὶ αὐτὰ ταῦτα ἱκανὰ ἦν αὐτοῦ διαταράξαι τὸν λογισμόν. Εἶπε γὰρ ἂν, εἰ τῶν πολλῶν τις ἦν· τίνος ἕνεκεν ἐπαγγέλλῃ μοι τοσοῦτον ἐξ ἐμοῦ σπέρμα ποιήσειν ἐκταθῆναι, εἰ μέλλοιεν τοσούτοις περιβάλλεσθαι κακοῖς, καὶ ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν δουλείαν ὑπομένειν; τί μοι τὸ ὄφελος; Ἀλλ᾽ οὐδὲν τούτων ὁ δίκαιος ἐλογίσατο, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης τὰ παρὰ τοῦ Θεοῦ ἅπαντα ἔστεργε, καὶ τὰ αὐτῷ δοκοῦντα τῶν ἑαυτοῦ λογισμῶν προετίμα.

Εἶτα καὶ τὸν καιρὸν αὐτῷ μηνύει τῆς ἐπανόδου τῆς ἀπὸ τῆς δουλείας. Εἰπὼν γὰρ τῶν ἐτῶν ἀριθμὸν, φησὶν, ἔτη τετρακόσια· Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. Ἀλλ᾽ ἐνταῦθα ἄν τις διαπορήσειε πῶς τετρακόσια ἔτη ἔφη δουλεύειν αὐτοὺς, καίτοι οὐδὲ τὰ ἡμίση τούτων πεποιηκότων αὐτῶν εἰς τὴν Αἴγυπτον. Διὰ τοῦτο οὐκ εἶπεν, ὅτι εἰς τὴν Αἴγυπτον ποιήσουσιν ἔτη τετρακόσια, ἀλλ᾽, Ἐν γῇ οὐκ ἰδίᾳ, ὥστε δυνηθῆναι τοῖς ἔτεσιν, οἷς κατὰ τὴν Αἴγυπτον ἐποίησαν, συναριθμεῖσθαι καὶ τὸν χρόνον τοῦ πατριάρχου, καθ᾽ ὃν ἐκ τῆς Χαῤῥὰν ἐξελθεῖν προσετάχθη. Ἐξ ἐκείνου γὰρ ἡμῖν καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν αὐτοῦ κατάδηλον ἐποίησεν ἡ Γραφὴ εἰποῦσα, ὅτι ἑβδομηκονταπέντε ἐτῶν ἦν, ἡνίκα ἐξῆλθεν ἐκ Χαῤῥάν. Ἐξ ἐκείνου τοίνυν μέχρι τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου, εἰ βουληθείη τις ἀριθμῆσαι, εὑρήσει σωζόμενον τὸν ἀριθμόν. Καὶ ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι φιλάνθρωπος ὢν ὁ Δεσπότης καὶ συμμετρῶν ἀεὶ τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ καὶ τὰς τιμωρίας, ἐπειδὴ εἶδεν αὐτοὺς πεπονηκότας, καὶ τοὺς Αἰγυπτίους πολλὴν περὶ αὐτοὺς τὴν ὠμότητα ἐπιδεικνυμένους, πρὸ τοῦ ὡρισμένου καιροῦ τὴν ἐκδικίαν ἐποιήσατο, καὶ πρὸς τὴν ἐλευθερίαν αὐτοὺς ἐπανήγαγεν.

Ἔθος γὰρ αὐτῷ τοιοῦτον, ἐπειδὴ διὰ πάντων τὴν ἡμετέραν σωτηρίαν πραγματεύεται, κἂν ἀπειλήσῃ τιμωρεῖσθαι, βουληθῶμεν δὲ ἡμεῖς πολλὴν ἐπιδείξασθαι τὴν ἐπιστροφὴν, ἀνακαλεῖσθαι αὐτοῦ τὰς ἀποφάσεις· καὶ τοὐναντίον πάλιν κἂν ὑπόσχηταί τι χρηστὸν ἡμῖν παρέξειν, ἡμεῖς δὲ μὴ τὰ παρ᾽ ἑαυτῶν εἰσενέγκωμεν, οὐδὲ αὐτὸς εἰς πέρας ἄγει τὰ ἐπαγγελθέντα, ὥστε μὴ χείρους ἡμᾶς καὶ ταύτῃ γενέσθαι.

Καὶ ταῦτα ἅπαντα, ὅσοι φιλότεχνοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, εὑρεῖν δυνήσεσθε. Τετάρτῃ δὲ, φησὶ, γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Τότε, φησὶ, καιρὸς ἔσται τοῦ καὶ ἐκείνους πρὸς τὴν ἐλευθερίαν ἐπαναχθῆναι, καὶ τούτους δίκην δοῦναι ὑπὲρ τοῦ πλήθους τῶν ἡμαρτημένων, καὶ τῆς γῆς ἐξεωσθῆναι. Ἀμφότερα τοίνυν κατὰ τὸν δέοντα καιρὸν γενήσεται, κἀκείνων ἡ ἀποκατάστασις, καὶ τούτων ἡ ἐκβολή. Οὔπω γὰρ αὐτῶν, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι· ὡς ἂν εἴποι τις· οὐδέπω τοσοῦτον εἰργάσαντο πλῆθος πλημμελημάτων, ὡς τοιαύτην ὑποσχεῖν δίκην. Φιλάνθρωπος γὰρ ὢν οὐ μόνον τῶν ἐπταισμένων μείζους οὐκ ἐπάγει τὰς τιμωρίας, ἀλλὰ καὶ σφόδρα ἐλάττους. Διὰ τοῦτο καὶ περὶ τούτους πολλὴν ἐπιδείκνυται τὴν μακροθυμίαν, ἵνα καθ᾽ ἑαυτῶν ἐπισπασάμενοι τὴν τιμωρίαν, μηδεμίαν ἔχωσι λοιπὸν ἀπολογίαν.

δʹ. Εἴδετε πῶς ἅπαντα μετὰ ἀκριβείας ἐγνώρισε τῷ πατριάρχῃ, ἵνα πανταχόθεν αὐτοῦ νευρώσῃ τὴν πίστιν, καὶ ἐκ τῶν πρὸς αὐτὸν εἰρημένων ἔχῃ θαῤῥεῖν, ὅτι καὶ τὰ εἰς τοὺς ἐκγόνους πάντως ἐκβήσεται· καὶ ἐκ τῶν προειρημένων πάλιν βεβαίαν κτήσηται τὴν πίστιν, ὥστε καὶ τὰ κατ᾽ αὐτὸν ἤδη εἰς ἔργον ἐλθεῖν ἀνάγκη.

Εἶτα, ἐπειδὴ ἐπλήρωσε τὴν πρόῤῥησιν, καὶ ἐδέξατο σημεῖον ἱκανὸν τῶν πρὸς αὐτὸν γεγενημένων. Ἐπειδὴ ἐγένετο ὁ ἥλιος πρὸς δυσμὰς, φησὶ, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμπάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων.

Καὶ ἡ φλὸξ καὶ ὁ κλίβανος καὶ αἱ λαμπάδες ἐγίνοντο πρὸς τὸ γνωρίσαι τῷ δικαίῳ τῶν συνθηκῶν τὸ βέβαιον, καὶ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐπληρώθη ἅπαντα καὶ ἀπηρτίσθη, τοῦ πυρὸς ἀναλώσαντος τὰ προκείμενα, Διέθετο, φησὶ, Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Ἄβραμ διαθήκην λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου, τοὺς Κιναίους, καὶ τοὺς Κενεζαίους, καὶ τοὺς Κεδμωναίους, παὶ τοὺς Χετταίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς Ῥαφαεὶμ, καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γεργεσαίους, καὶ τοὺς Ἰεβουσαίους. Ὅρα πῶς πάλιν τῇ συνεχείᾳ βεβαιοῖ τὴν εἰς αὐτὸν ἐπαγγελίαν. Διέθετο γὰρ, φησὶ, διαθήκην, λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Εἶτα, ἵνα ἐκ τοῦ πλάτους τῆς γῆς, καὶ ἐκ τοῦ μεγέθους τῶν ὁρίων εἰδέναι ἔχῃ ὁ δίκαιος, ὅσον ἐκταθήσεται αὐτοῦ τὸ σπέρμα, φησίν· Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου τοσοῦτον ἔσται, φησὶ, τὸ σπέρμα σου. Σκόπει πῶς διὰ πάντων τοῦ πλήθους αὐτῷ τὴν ὑπερβολὴν ἐμφᾶναι βούλεται.

Ἀνωτέρω γὰρ εἰπὼν, κατὰ τὸ τῶν ἄστρων πλῆθος οὕτως ἀναρίθμητον αὐτὸ ποιήσειν, ἐνταῦθα καὶ τὸ μῆκος τῶν ὁρίων δῆλον ἐποίησεν, ἵνα καὶ ἐντεῦθεν μάθῃ τοῦ μέλλοντος ἔσεσθαι πλήθους τὴν ἔκτασιν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατ᾽ εἶδος τῶν ἐθνῶν μνημονεύει, ὧν ἔμελλε τὴν κατάσχεσιν παρέξειν αὐτοῦ τῷ σπέρματι, ἵνα πολλὴν διὰ πάντων πληροφορίαν παράσχῃ τῷ δικαίῳ. Καὶ τοσούτων ἐπαγγελιῶν γεγενημένων, ἔτι ἔμενεν ἄγονος ἡ Σάρα, καὶ τὸ γῆρας αὐτοῖς ἐπετείνετο, ἵνα τῆς πίστεως αὐτῶν μέγιστον τεκμήριον ἐξενέγκαντες, τότε καὶ τῆς ἀνθρωπίνης φύσεως ἴδωσι τὴν ἀσθένειαν, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὸ μέγεθος.

Ἀλλ᾽ ἵνα μὴ πάλιν εἰς πολὺ μῆκος τὴν διδασκαλίαν ἐκτείνωμεν, μέχρι τούτου τὰ τῆς ὑποθέσεως στήσαντες καταπαύσωμεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς ζηλωτὰς γενέσθαι τοῦ πατριάρχου. Ἐννόησον γὰρ, ἀγαπητὲ, διὰ τὰ ῥήματα ἐκεῖνα, ἃ πρὸς τὸν βασιλέα Σοδόμων ἐποιήσατο, μᾶλλον δὲ καὶ διὰ τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἢν διὰ πάσης ἐπεδείκνυτο τῆς ζωῆς, πόσης ἠξιώθη τῆς ἀμοιβῆς, καὶ πόσην περὶ αὐτὸν τὴν συγκατάβασιν ὁ Δεσπότης ἐπεδείξατο, δεικνὺς διὰ τῶν εἰς τὸν πατριάρχην γεγενημένων ἅπασιν ἡμῖν τῆς φιλοτιμίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι, κἂν βραχύ τι προλαβόντες ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲ τὸ τυχὸν ὑπερθέμενος, μεγάλαις ἡμᾶς ἀμείβεται ταῖς δωρεαῖς, μόνον ἐὰν εἰλικρινῆ τὴν πίστιν ἐπιδειξώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ μηδέποτε σαλευώμεθα τὸν λογισμὸν, ἀλλ᾽ ἐρηρεισμένην ἔχωμεν τὴν γνώμην Ἐντεῦθεν γὰρ καὶ οὗτος εὐδοκίμησεν.

Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου ἀνακηρύττοντος αὐτοῦ τὴν πίστιν, ἣν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπεδείξατο· φησὶ γὰρ, Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται· ἐκεῖνο ἡμῖν αἰνιττόμενος τὸ παρὰ τοῦ Θεοῦ εἰρημένον· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἶδες πίστιν βεβαίαν; εἶδες γνώμην εἰλικρινῆ;

Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα καὶ ἐξέλθωμεν τῇ γνώμῃ καὶ τῇ προθυμίᾳ ἐκ τῶν τοῦ παρόντος βίου πραγμάτων, καὶ ὁδεύσωμεν εἰς τὸν οὐρανόν. Δυνατὸν γὰρ, ἐὰν ἐθέλωμεν, καὶ ἐνταῦθα διάγοντες τῆς ἐκεῖ ὁδοῦ ἔχεσθαι, ὅταν ἄξια τῶν οὐρανῶν διαπραττώμεθα, ὅταν μὴ περὶ τὰ τοῦ κόσμου ὦμεν ἐπτοημένοι, ὅταν μὴ τὴν δόξαν τὴν κενὴν τοῦ βίου τούτου ἐπιζητῶμεν, ἀλλὰ ταύτης ὑπερορῶντες, ἐκείνης ἐφίεσθαι σπουδάζωμεν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης· ὅταν μὴ περὶ τὴν τῆς ἐσθῆτος πολυτέλειαν ἀπασχολώμεθα, μηδὲ τὸ σῶμα καλλωπίζειν σπουδάζωμεν, ἀλλὰ πάντα τοῦτον τὸν ἔξωθεν κόσμον μετάγωμεν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καὶ μὴ ἀνεχώμεθα γυμνὴν αὐτὴν καὶ ἔρημον ταύτης τῆς ἀρετῆς τῶν ἐνδυμάτων περιορᾷν· ὅταν καταγελῶμεν τρυφῆς, ὅταν γαστριμαργίαν φεύγωμεν, ὅταν μὴ τὰ συμπόσια καὶ τὰ δεῖπνα μεταδιώκωμεν, ἀλλὰ τῆς αὐταρκείας ἐχώμεθα, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα.

Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν περιττῶν, καὶ τοῦ τὴν γαστέρα διαῤῥήγνυσθαι ὑπὸ τῆς πολλῆς ἀδδηφαγίας, ἢ τοῦ λογισμοῦ τὸ κριτήριον ἡμῖν διαφθείρεσθαι ἀπὸ τῆς ἀμέτρου οἰνοποσίας; ἢ οὐχὶ ἐντεῦθεν καὶ τῷ σώματι καὶ τῇ ψυχῇ πάντα τίκτεται τὰ κακά; Πόθεν γὰρ αἱ νόσοι αἱ παντοδαπαὶ, καὶ τῶν μελῶν αἱ διαστροφαί; Οὐχὶ ἐντεῦθεν ἀπὸ τοῦ τὴν χρείαν ὑμᾶς ὑπερβαίνοντας βαρὺ φορτίον ἐπιτιθέναι τῇ γαστρί; Πόθεν δὲ αἱ μοιχεῖαι, αἱ πορνεῖαι, αἱ ἁρπαγαὶ, αἱ πλεονεξίαι, οἱ φόνοι, αἱ λῃστεῖαι, καὶ πᾶσα τῆς ψυχῆς ἡ διαφθορά; Οὐ διὰ τὸ τοῦ πλείονος ἐφίεσθαι τῆς συμμετρίας; Ὥσπερ γὰρ ῥίζαν τῶν κακῶν ἁπάντων τὴν φιλαργυρίαν ὁ Παῦλος ἐκάλεσεν, οὕτως οὐκ ἄν τις ἁμάρτοι πηγὴν τῶν κακῶν ἁπάντων προσκαλῶν τὴν ἀμετρίαν, καὶ τὸ τὴν χρείαν ἐφ᾽ ἑκάστου βούλεσθαι ἡμᾶς ὑπερβαίνειν. Εἰ γὰρ ἐβουλόμεθα καὶ ἐν τῇ τροφῇ, καὶ ἐν τοῖς ἐνδύμασι, καὶ ἐν τοῖς οἰκήμασι, καὶ ἐν ταῖς χρείαις ταῖς ἄλλαις ταῖς σωματικαῖς μὴ αὐτῶν ἐφίεσθαι, ἀλλὰ τὰ ἀναγκαῖα μόνον ἐπιζητεῖν, πολλῆς ἂν λύμης ἀπήλλακτο τὸ τῶν ἀνθρώπων γένος.

εʹ. Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἕκαστος ἡμῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ τῆς πλεονεξίας νόσημα δεξάμενος, φιλονεικεῖ μηδέποτε εἴσω τῶν τῆς χρείας ὅρων γίνεσθαι, ἀλλ᾽ ἀπεναντίας τῇ ἀποστολικῇ παραινέσει τῇ λεγούσῃ, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, οὕτως ἡμεῖς ἅπαντα πράττομεν, οὐκ εἰδότες ὡς πάντων τῶν ὑπὲρ τὴν χρείαν τὴν ἀναγκαίαν εὐθύνας καὶ λόγον ὑφέξομεν, ὡς οὐ δεόντως κεχρημένοι τοῖς παρὰ τοῦ Δεσπότου ἡμῖν παρασχεθεῖσιν. Οὐ γὰρ ἵνα εἰς ἀπόλαυσιν ἡμετέραν μόνον ἀποχρησώμεθα, ταῦτα ἡμῖν παρέσχετο, ἀλλ᾽ ἵνα καὶ τῶν ὁμογενῶν τὴν ἔνδειαν παραμυθησώμεθα.

Ποίας ἂν οὖν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ἐν ἐσθήμασι πολλὴν τὴν βλακείαν ἐπιδεικνύμενοι, καὶ τὰ τῶν σκωλήκων νήματα περιβάλλεσθαι σπουδάζοντες, τὸ δὲ χαλεπώτατον, καὶ ἐπὶ τούτοις μέγα φρονοῦντες, δέον ἐγκαλύπτεσθαι καὶ δεδοικέναι καὶ τρέμειν, ὅτι αὐτὸς μὲν εἰς οὐδὲν δέον οὐδὲ χρείας ἕνεκεν, ἀλλὰ βλακείας καὶ κενοδοξίας χάριν, καὶ ὥστε ὑπὸ τῶν ἀγοραίων θαυμασθῆναι, τοιαῦτα περίκεισαι· ὁ δὲ τῆς αὐτῆς σοὶ φύσεως τυγχάνων γυμνὸς περίεισιν, οὐδὲ ἁδρὸν ἱμάτιον περιβαλέσθαι ἔχων· καὶ οὔτε ἡ φύσις αὐτὴ εἰς συμπάθειάν σε ἕλκει, οὐδὲ τὸ συνειδὸς διεγείρει πρὸς τὴν ἀντίληψιν τοῦ ὁμογενοῦς, οὔτε ἡ ἔννοια τῆς φοβερᾶς ἡμέρας ἐκείνης, οὔτε τῆς γεέννης ὁ φόβος, οὔτε τῶν ἐπαγγελιῶν τὸ μέγεθος, οὔτε τὸ αὐτὸν τὸν κοινὸν ἡμῶν Δεσπότην ἁπάντων οἰκειοῦσθαι τὰ εἰς τοὺς ὁμογενεῖς γινόμενα· ἀλλὰ καθάπερ λιθίνην καρδίαν ἔχοντες, καὶ ἔξω τῆς φύσεως ὄντες, οὕτω νομίζουσι λοιπὸν διὰ τὴν τῶν ἱματίων περιβολὴν καὶ ἀνώτεροι τῆς ἀνθρωπίνης φύσεως εἶναι, οὐκ ἐννοοῦντες ὅσων ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, κακῶς οἰκονομοῦντες τὰ παρὰ τοῦ Δεσπότου αὐτοῖς ἐμπιστευθέντα, καὶ οὐ βουλόμενοι τοῖς συνδούλοις διδόναι τι μέρος, ἀλλ᾽ ἡδέως ἀφέντες ὑπὸ τῶν σητῶν αὐτὰ καταναλίσκεσθαι, δαψιλέστερον αὐτοῖς τὸ τῆς γεέννης πῦρ ἤδη προευτρεπίζουσιν;

Εἰ γὰρ καὶ πάντα τὰ ἔνδον ἀποκείμενα διένειμαν τοῖς δεομένοις οἱ πλουτοῦντες, καὶ οὕτως οὐκ ἂν τὴν κόλασιν διέφυγον ὑπὲρ ὧν τρυφῶντες καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ταῖς ἑστιάσεσι διετέλουν. Πόσης γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι οἱ πάντα τρόπον σπουδάζοντες τὰ μὲν σηρικὰ περιβεβλῆσθαι πολλάκις ἱμάτια, καὶ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς, καὶ τὰ μὲν χρυσίῳ καθυφασμένα περικεῖσθαι, τὰ δὲ καὶ ἄλλως πως πεποικίλθαι, τὸν δὲ Χριστὸν περιορᾷν γυμνὸν, καὶ μηδὲ τῆς ἀναγκαίας εὐπορεῖν τροφῆς; Μάλιστα γάρ μοι πρὸς τὰς γυναῖκας οὗτος ἂν ὁ λόγος ἁρμόσειε. Πλείονα γὰρ παρ᾽ αὐταῖς ἔστιν εὑρεῖν τὴν φιλοκοσμίαν καὶ τὴν ἀσωτίαν, καὶ τὸ μετὰ τῶν διαχρύσων ἱματίων καὶ τὰ χρυσία αὐτὰ περικεῖσθαι ἐπί τε τῆς κεφαλῆς, ἐπί τε τοῦ τραχήλου καὶ τοῦ λοιποῦ σώματος, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις. Πόσων, εἰπέ μοι, πενήτων γαστέρας ἠδύναντο παραμυθήσασθαι, καὶ πόσα σώματα γυμνητευόντων σκεπάσαι τὰ ἐπὶ τῶν ὤτων μόνον ἐκκρεμάμενα μάτην καὶ εἰκῆ, καὶ ἐπ᾽ οὐδενὶ κέρδει, ἀλλ᾽ ἢ μόνον ἐπὶ βλάβῃ καὶ λύμῃ ψυχῆς; Διὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰπὼν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, μετήγαγε πάλιν ἐπὶ τὰς γυναῖκας τὸν λόγον, καί φησι, Μὴ ἐν πλέγμασιν ἢ χρυσῷ, ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτάς.

Ὅρα πῶς οὐ βούλεται τούτοις κοσμεῖσθαι, οὐδὲ χρυσία περικεῖσθαι, οὐδὲ μαργαρίτας καὶ ἱμάτια πολυτελῆ· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐπὶ τὴν ψυχὴν μετάγειν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως τὸ κάλλος τῆς ψυχῆς φαιδρύνειν, καὶ μὴ περὶ ταῦτα ἐπτοημένην περιορᾷν ἐκείνην ῥυπῶσαν, αὐχμῶσαν, ῥάκια περιβεβλημένην, λιμῷ τηκομένην, ὑπὸ τοῦ κρυμοῦ πηγνυμένην. Ἡ γὰρ σπουδὴ αὕτη καὶ ὁ περὶ τὸ σῶμα καλλωπισμὸς, ἐκείνης δείκνυσι τὴν ἀμορφίαν, καὶ ἡ τούτου τρυφὴ ἐκείνης τὸν λιμὸν φανερὸν καθίστησι, καὶ ἡ περὶ τὴν ἐσθῆτα πολυτέλεια ἐκείνης τὴν γυμνότητα ἐκφαίνει. Οὐδὲ γὰρ οἷόν τέ τινα ψυχῆς ἐπιμελούμενον, καὶ τὴν εὐμορφίαν ἐκείνης καὶ τὸ κάλλος περὶ πολλοῦ ποιούμενον, πρὸς τὸν ἔξω κόσμον ἐπτοῆσθαι· ὥσπερ πάλιν ἀδύνατόν τινα πρὸς τὴν φαντασίαν τὴν ἔξωθεν ἐσχολακότα, καὶ τῆς ἐσθῆτος τὸν καλλωπισμὸν, καὶ τὸν ἀπὸ τῶν χρυσίων κόσμον, ἐκείνης ἡντιναοῦν ποιεῖσθαι φροντίδα. Πότε γὰρ ἀνέξεται ἡ τοιαύτη ψυχὴ τῶν δεόντων τι συνιδεῖν, ἢ εἰς ἔννοιαν πνευματικῶν πραγμάτων εἰσελθεῖν, ἅπαξ περὶ τὰ γήϊνα ἑαυτὴν ἐκδεδωκυῖα, καὶ χαμαὶ, ὡς εἰπεῖν, συρομένη, καὶ οὐδέποτε ἀναπνεῦσαι δυναμένη, ἀλλὰ συγκεκυφυῖα, καὶ μυρίοις φορτίοις ἁμαρτημάτων ἑαυτὴν βαρύνουσα;

Ὅσαι γὰρ ἐντεῦθεν αἱ ἀηδίαι τίκτονται, οὐ δυνατὸν νῦν παραστῆσαι τῷ λόγῳ· ἀλλ᾽ ἀρκεῖ τῷ συνειδότι καταλιπεῖν τῶν περὶ ταῦτα ἐσχολακότων, ὅσας καθ᾽ ἑκάστην ἡμέραν ἐντεῦθεν δέχονται τὰς ἀθυμίας. Ἢ γὰρ διέπεσέ τι τῶν χρυσίων, καὶ πολὺς ὁ χειμὼν καὶ ὁ θόρυβος κατέλαβεν ἅπασαν τὴν οἰκίαν· ἢ οἰκέτης ὑφείλετο, καὶ πᾶσι μάστιγες καὶ πληγαὶ καὶ δεσμωτήρια· ἢ βάσκανοί τινες ἐπεβούλευσαν, καὶ ἐξαίφνης ἐγύμνωσαν τῶν ὄντων, καὶ πολλὴ καὶ ἀφόρητος ἡ ἀθυμία· ἢ πραγμάτων περίστασις ἐμπεσοῦσα εἰς ἐσχάτην πενίαν κατήνεγκε, καὶ βαρυτέραν θανάτου τὴν ζωὴν αὐτοῖς κατέστησεν· ἢ ἕτερόν τι πάλιν παρεμπεσὸν πολλὴν τὴν ἀηδίαν προεξένησε.

Καὶ ἁπλῶς οὐκ ἔστι ποτὲ ταραχῆς ἐκτὸς εὑρεῖν τὴν ἐν τούτοις ἐσχολακυῖαν ψυχὴν, ἀλλ᾽ ὥσπερ τὰ τῆς θαλάττης κύματα οὐχ οἷόν τε ἐπιλιπεῖν, οὐδὲ ἀριθμῷ ὑποβληθῆναι διὰ τὴν πολλὴν συνέχειαν· τὸν αὐτὸν δὴ τρόπον καὶ τὰς ἐντεῦθεν τικτομένας ταραχὰς οὐχ οἷόν τε πάσας ἐξαριθμήσασθαι.

Διὸ παρακαλῶ, φεύγωμεν ἐν ἅπασι τοῖς πράγμασι τὴν πλεονεξίαν, καὶ τὸ τὴν χρείαν ὑπερβαίνειν. Ὁ γὰρ ἀληθὴς πλοῦτος, ἡ ἀνάλωτος περιουσία αὕτη τυγχάνει, τὸ τῆς χρείας ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν χρείαν δεόντως διατιθέναι. Ὁ γὰρ τοιοῦτος οὔτε πενίαν δεῖσαί ποτε δυνήσεται, οὔτε ἐπήρειαν ὑπομενεῖ, οὔτε ταραχῆς πειραθήσεται· ἀλλὰ καὶ συκοφαντίας ἐκτὸς ἔσται, καὶ τῶν ἐπιβουλευόντων ἐλευθερωθήσεται, καὶ ἁπλῶς εἰπεῖν, ἐν διηνεκεῖ ἔσται γαλήνῃ, ἡσυχίας καὶ ἀπραγμοσύνης ἀπολαύων· καὶ τὸ δὴ μεῖζον ἁπάντων καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, ὁ τοιοῦτος καὶ τὸν Θεὸν ἵλεων ἕξει, καὶ πολλῆς ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, ἅτε δὴ οἰκονόμος πιστὸς τῶν τοῦ Δεσπότου χρημάτων. Μακάριος γὰρ, φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα, οὕτω διανέμοντα τοῖς συνδούλοις, καὶ μὴ θύραις καὶ μοχλοῖς ἐναποκλείοντα, καὶ τοῖς σκώληξι τροφὴν συγχωροῦντα γίνεσθαι, ἀλλὰ τῶν πενήτων τὴν ἔνδειαν παραμυθούμενον, καὶ καλὸν καὶ πιστὸν οἰκονόμον γινόμενον τῶν παρὰ τοῦ Δεσπότου χορηγηθέντων, ἵνα καὶ τῆς καλῆς ταύτης διανομῆς μέγαν τὸν μισθὸν κομίσηται, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν καταξιωθῇ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΗʹ. Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. αʹ. Πάλιν τὰ σήμερον ἀναγνωσθέντα ἐπὶ τὴν ὑπόθεσιν τὴν κατὰ τὸν πατριάρχην τὴν ἡμετέραν καλεῖ γλῶτταν· καὶ μὴ θαυμάσητε εἰ ἐπὶ τοσαύταις ἡμέραις τὴν κατ᾽ αὐτὸν ἱστορίαν εἰς μέσον παραγαγόντες, οὐδέπω καὶ τήμερον αὐτὴν ἀπαρτίσαι δεδυνήμεθα. Πολλὴ γὰρ ἡ περιουσία τῆς τοῦ δικαίου ἀρετῆς, καὶ τῶν τούτου κατορθωμάτων τὸ μέγεθος ἅπασαν ἀνθρωπίνην νικᾷ γλῶτταν.

Ὃν γὰρ ὁ Θεὸς ἄνωθεν ἐστεφάνωσε καὶ ἀνεκήρυξε, τίς ἀνθρώπων κατ᾽ ἀξίαν ἐπαινέσαι δυνήσεται; Ἀλλ᾽ ὅμως, εἰ καὶ τῆς ἀξίας πολλῷ τῷ μέτρῳ ἀπολειπόμεθα, ἀλλ᾽ οὖν γε εἰς δύναμιν ἡμετέραν τὰ κατ᾽ αὐτὸν εἰς μέσον προθέντες, εἰς ζῆλον ὑμᾶς καὶ μίμησιν τῆς τούτου ἀρετῆς ἐναγαγεῖν βουλόμεθα. Ἱκανὴ γὰρ τοῦ ἀνδρὸς ἡ φιλοσοφία πᾶσαν τῶν ἀνθρώπων παιδεῦσαι τὴν φύσιν, καὶ τοὺς προσέχειν βουλομένους πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν ἐφελκύσασθαι. Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις, ἵνα καὶ ἐκ τῶν προσφάτως ἀνεγνωσμένων καταμάθωμεν τοῦ δικαίου τὴν φιλοσοφίαν. Ἱκανὸν γὰρ τοῦτο τὸ χωρίον παιδεῦσαι καὶ ἄνδρας καὶ γυναῖκας, ὥστε πολλὴν περὶ ἀλλήλους ἐπιδείκνυσθαι τὴν ὁμόνοιαν, καὶ τῆς συζυγίας τὸν σύνδεσμον ἀῤῥαγῆ διαφυλάττειν· καὶ μήτε τὸν ἄνδρα τῆς γυναικὸς κατεξανίστασθαι, ἀλλ᾽ ὡς ἀσθενεστέρῳ σκεύει πολλὴν ἀπονέμειν τὴν συγγνώμην· μήτε τὴν γυναῖκα πρὸς τὸν ἄνδρα διχοστατεῖν, ἀλλ᾽ ἀλλήλων τὰ βάρη βαστάζειν ἑκατέροις διαμιλλᾶσθαι, καὶ τὴν οἰκείαν εἰρήνην πάντων ἡγεῖσθαι προτιμοτέραν. Ἀναγκαῖον δὲ καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων, ἵνα σαφεστέρα ὑμῖν γένηται ἡ διδασκαλία.

Σάρα δὲ, φησὶν, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ. Σκόπει μοι ἐντεῦθεν, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πίστιν καὶ τὴν εὐγνωμοσύνην, ἣν περὶ τὰς ἐπαγγελίας ἐπεδείκνυτο τὰς εἰς αὐτὸν γεγενημένας. Τοσαυτάκις γὰρ ὑποσχομένου τοῦ Θεοῦ, ὅτι τῷ σπέρματι αὐτοῦ δώσει τὴν γῆν, καὶ ὅτι εἰς τοσοῦτον πλῆθος ἐκταθήσεται, ὡς τῷ τῶν ἄστρων πλήθει παρισωθῆναι, ὁρῶν οὐδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἐκβαῖνον, ἀλλ᾽ ἔτι μέχρι λόγων τὰ τῶν ὑποσχέσεων τυγχάνοντα, οὐκ ἐταράττετο τὸν λογισμὸν, οὐκ ἐσαλεύετο τὴν γνώμην, ἀλλ᾽ ἔμενεν ἀκλινὴς, πιστεύων τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου.

Διὰ γὰρ τοῦτο καὶ νῦν ἐπεσημήνατο ἡ θεία Γραφὴ λέγουσα· Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· μονονουχὶ τοῦτο ἡμῖν ἐμφαίνουσα, ὅτι μετὰ ταῦτα ἅπαντα, μετὰ τὰς συνθήκας τὰς πρὸς αὐτὸν γεγενημένας, μετὰ τὸ ὑποσχέσθαι ἀναρίθμητον ἐξ αὐτοῦ γενήσεσθαι πλῆθος, οὐκ ἤσχαλλεν, οὐκ ἐνεδοίαζεν, ὁρῶν οὐδὲν τῶν εἰρημένων εἰς ἔργον ἐκβαῖνον, ἀλλὰ πάντα τὰ ἐναντία. Διὰ τοῦτό φησι μετ᾽ ἐκεῖνα ἅπαντα· Σάρα δὲ, ἡ γυνὴ αὐτοῦ, οὐκ ἔτικτεν αὐτῷ· ἵνα μάθῃς ὅτι οὐδὲν αὐτῷ πλέον γέγονε μετὰ τὰς τοσαύτας ὑποσχέσεις, καίτοι καὶ ἡ στείρωσις τῆς Σάρας, καὶ τῆς μήτρας ἡ νέκρωσις πολλὴν τὴν ἀπορίαν ἐμποιῆσαι ἦν ἱκανὴ τῷ δικαίῳ. Ἀλλ᾽ ὁ πατριάρχης οὐ πρὸς τὰ ἀπὸ τῆς φύσεως κωλύματα ἑώρα λοιπὸν, ἀλλ᾽ εἰδὼς τὸ εὐμήχανον τοῦ Δεσπότου, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρους εὑρεῖν δύναται, καθάπερ εὐγνώμων οἰκέτης, οὐ περιειργάζετο τὸν τρόπον τῶν γινομένων, ἀλλὰ παραχωρεῖ τῇ ἀκαταλήπτῳ αὐτοῦ προνοίᾳ, καὶ ἐπίστευσε τοῖς εἰρημένοις. Διὰ τοῦτό φησι, Σάρα δὲ, μετὰ τὰς τοσαύτας ὑποσχέσεις, οὐκ ἔτικτεν αὐτῷ. Ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ. Οὐχ ἁπλῶς ἡμῖν οὐδὲ ἐνταῦθα τῆς παιδίσκης τὴν μνήμην ἐποιήσατο ἡ θεία Γραφὴ, ἀλλ᾽ ἵνα μάθωμεν πόθεν αὐτὴν ἔσχε.

Διὰ γὰρ τοῦτο προσέθηκεν, ὅτι Αἰγυπτία, ἵνα ἐπὶ τὴν ἱστορίαν ἀναδράμωμεν ἐκείνην· καὶ ὅτι ἐκ τῶν παρὰ τοῦ Φαραὼ παρασχεθέντων αὕτη ἦν, ἡνίκα τοσαύτης ἀπήλαυσεν ἐκδικίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ ταύτην λαβοῦσα ἐπανῆλθεν, ἐπίτηδες ἡμῖν αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸ ἔθνος ἐγνώρισεν ἡ θεία Γραφή. Ἀλλ᾽ ὅρα λοιπὸν ἐνταῦθα τῆς Σάρας τὴν φιλόσοφον γνώμην, καὶ τῆς σωφροσύνης τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὴν ἄφατον πειθὼ καὶ τὴν ὑπακοήν. Εἶπε δὲ Σάρα, φησὶ, πρὸς Ἄβραμ ἐν γῇ Χαναάν· Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Σκόπει τὴν εὐγνωμοσύνην γυναικός. Οὐδὲν τοιοῦτον εἶπεν, οἷον μετὰ ταῦτα ἡ Ῥαχήλ φησι πρὸς τὸν Ἰακώβ· Δός μοι τέκνα· εἰ δὲ μὴ, ἀποθνήσκω ἐγώ. Ἀλλὰ τί φησιν;

Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν. Ἐπειδὴ, φησὶν, ἄγονόν με κατέστησεν ὁ τῆς φύσεως δημιουργὸς, καὶ ἀπεστέρησε τῆς τῶν παίδων γονῆς, ἵνα μὴ οὖν διὰ τὴν ἐμὴν στείρωσιν αὐτὸς εἰς βαθὺ γῆρας ἐλάσας λοιπὸν ἄπαις διαμείνῃς, Εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Πολλὴ καὶ ἄφατος ἡ φιλοσοφία τῆς γυναικός. Τίς γὰρ ἂν ἕλοιτο πώποτε γυνὴ τοῦτο ποιῆσαι, ἢ συμβουλεῦσαι τῷ ἀνδρὶ τοῦτο, ἣ τῇ παιδίσκῃ τῆς εὐνῆς παραχωρῆσαι;

βʹ. Εἶδες πῶς παντὸς πάθους ἐκτὸς ἦσαν; Καὶ εἷς ἦν αὐτοῖς μόνον σκοπὸς, τοῦ μὴ ἄπαιδας τελευτῆσαι· ἀλλ᾽ ἐσκόπουν ὅπως καὶ τὴν ἐντεῦθεν παραμυθίαν κτήσωνται, καὶ τῆς εἰρήνης τὸν σύνδεσμον ἀῤῥαγῆ διατηρήσωσιν.

Ἐννόει γάρ μοι τοῦ πατριάρχου ἐνταῦθα τὴν πολλὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐπιείκειαν. Οὔτε γὰρ, καθάπερ τινὲς τῶν ἀνοήτων, ἐδυσχέρανε πρὸς τὴν γαμετὴν διὰ τὴν ἀπαιδίαν, οὔτε τὸν περὶ αὐτὴν πόθον ἠλάττωσεν. Ἴστε γὰρ, ἴστε πῶς τοῖς πλείοσι τῶν ἀνθρώπων τοῦτο μάλιστα αἴτιον γίνεται τῆς κατὰ τῶν γυναικῶν ὑπεροψίας· ὥσπερ αὖ πάλιν καὶ φίλτρου πλείονος ὑπόθεσιν τὸ ἐναντίον ποιοῦνται, σφόδρα κούφως καὶ ἀνοήτως ταῖς γυναιξὶ λογιζόμενοι καὶ τὴν ἀπαιδίαν καὶ τὴν εὐπαιδίαν, οὐκ εἰδότες ὅτι τοῦ τῆς φύσεώς ἐστι δημιουργοῦ τὸ πᾶν, καὶ οὔτε ἡ συνουσία, οὔτε ἕτερόν τί ἐστι τὸ δυνάμενον συντελέσαι πρὸς τὴν τῶν παίδων διαδοχὴν, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν φύσιν διεγειρούσης πρὸς τὸν τόκον. Ἅπερ ἀκριβῶς ὁ δίκαιος οὗτος ἐπιστάμενος, οὔτε τῇ γυναικὶ ἐλογίζετο τὴν ἀπαιδίαν, καὶ τὴν προσήκουσαν αὐτῇ τιμὴν διὰ πάντων ἀπένειμε.

Διά τοι τοῦτο καὶ αὐτὴ φιλοτιμουμένη, καὶ βουλομένη δεῖξαι ὅσην ποιεῖται περὶ τὸν δίκαιον φιλοστοργίαν, οὐ τὸ ἑαυτῆς σκοποῦσα, ἀλλ᾽ ὅπως ἂν ἐκείνῳ παραμυθίαν τινὰ τῆς ἀπαιδίας ἐπινοήσειε, μονονουχὶ ταῖς οἰκείαις χερσὶ λαβοῦσα τὴν παιδίσκην τὴν Αἰγυπτίαν ἐπὶ τὴν ἰδίαν εὐνὴν ἀνήγαγεν· ἀλλὰ καὶ διὰ τῶν ῥημάτων δεικνύουσα τὸν σκοπὸν, δι᾽ ὃν τοῦτο ποιῆσαι κατεδέξατο, φησίν· Ἐπειδὴ ἐγὼ ἄχρηστος ὤφθην καὶ ἀνεπιτήδειος πρὸς γονήν· Συνέκλεισε γάρ με ὁ Κύριος τοῦ μὴ τεκεῖν. Ὅρα ψυχῆς εὐγνωμοσύνην, πῶς οὐδὲν δυσχερὲς φθέγγεται, οὐδὲ ἀποδύρεται διὰ τὴν στείρωσιν, ἀλλὰ μόνον τοῦτο ἡμῖν ἐμφῆναι βούλεται, ὅτι τῷ δημιουργῷ τῆς φύσεως τοῦτο λογιζομένη πράως καὶ γενναίως ἔφερε, προτιμῶσα τὸ τῷ Θεῷ δοκοῦν τῆς οἰκείας ἐπιθυμίας, καὶ ἐσκόπει ὅπως τὸν ἄνδρα παραμυθήσηται.

Ἐπειδὴ οὖν, φησὶν, Ἐμὲ συνέκλεισεν ὁ Κύριος τοῦ μὴ τεκεῖν. Πόση καὶ αὐτοῦ τοῦ ῥήματος ἡ ἔμφασις! πῶς δείκνυσι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν ἄφατον δύναμιν! Καθάπερ γὰρ ἡμεῖς, φησὶν, ἐπὶ τῆς οἰκίας κλείομεν καὶ ἀνοίγομεν, οὕτω καὶ ὁ Δεσπότης ἐπὶ τῆς φύσεως ἐργάζεται, καὶ τῷ οἰκείῳ προστάγματι καὶ τὰς κλεῖς ἐπάγει, καὶ πάλιν ἡνίκα ἂν βουληθῇ ἀνοίγει, καὶ κελεύει τὴν φύσιν τὸ ἑαυτῆς ἐργάζεσθαι. Ἐπεὶ οὖν Συνέκλεισέ με, φησὶν, ὁ Κύριος τοῦ μὴ τεκεῖν, εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Οἶδα ὅτι ἐγώ εἰμι ἡ αἰτία τῆς ἀπαιδίας· διὰ τοῦτο οὐ βούλομαί σε ἀποστερῆσαι τῆς ἐντεῦθεν παραμυθίας.

Ἴσως δὲ καὶ ὑπώπτευεν ἡ Σάρα μὴ παρ᾽ αὐτὴν μόνην εἶναι τὰ τῆς ἀπαιδίας, ἀλλὰ καὶ παρὰ τὸν πατριάρχην· διὰ τοῦτο βουλομένη δι᾽ αὐτῶν τῶν ἔργων πληροφορηθῆναι, παραχωρεῖ τῇ παιδίσκῃ, καὶ εἰς τὴν εὐνὴν αὐτὴν ἄγει, ἵνα μάθῃ δι᾽ αὐτῶν τῶν πραγμάτων, ὡς ἑαυτῇ τὸ πᾶν ὀφείλει λογίζεσθαι. Ὑπήκουσε δὲ, φησὶν, Ἄβραμ τῆς φωνῆς Σάρας. Πολλὴ τοῦ δικαίου ἡ φιλοσοφία.

Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι οὔτε πρότερον τοῦτο ἐβουλεύσατο, καίτοι ἐν ἐσχάτῳ γήρᾳ λοιπὸν ὢν, καὶ νῦν τὴν προτροπὴν παρὰ τῆς Σάρας δεξάμενος ἑτοίμως ὑπήκουσε, δεικνὺς ὅτι οὐκ ἐπιθυμίας ἕνεκεν ἁπλῶς, οὐδὲ πάθει κατακολουθῶν τῆς συνουσίας ἠνέσχετο, ἀλλ᾽ ὥστε σπέρματος διαδοχὴν καταλιπεῖν.

Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν τῇ Χαναναίᾳ, ἔδωκεν Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτὴν γυναῖκα. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν· ἵνα γὰρ μάθωμεν ὅτι οὐδὲ μετὰ τὰ ῥήματα ταῦτα, ἅπερ ἡ Σάρα πρὸς αὐτὸν ἐποιήσατο, ἐπεπήδησε τῷ πράγματι, διὰ τοῦτό φησι· Καὶ ἔλαβε Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην· μονονουχὶ δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ, ὅτι τὴν γαμετὴν παραμυθούμενος, καὶ ὑπακοῦσαι ταύτῃ βουλόμενος τὸ πρᾶγμα κατεδέξατο. Ἵνα γὰρ μάθῃς μετὰ ἀκριβείας τοῦ πατριάρχου τὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐγκράτειαν, φησί· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν. Οὐχ ἁπλῶς οὐδὲ τὸν χρόνον ἐπεσημήνατο, ἀλλ᾽ ἵνα εἰδέναι ἔχωμεν, ἐν πόσοις ἔτεσιν ὁ δίκαιος ἐκαρτέρησε, καὶ γενναίως τὴν ἀπαιδίαν ἤνεγκε, καὶ ἀνώτερος παντὸς πάθους τυγχάνων, πολλὴν τὴν σωφροσύνην ἐπεδείξατο· καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ἵνα καὶ ἕτερόν τι ἐκ τούτου μάθωμεν. Διὰ γὰρ τοῦτο προσέθηκε· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν· οὐ γὰρ πάντα τὸν χρόνον τοῦ συνοικεσίου νῦν ἡμῖν ἐγνώρισεν, ἀλλὰ τὸν ἐν τῇ Χαναὰν χρόνον αὐτοῖς ἀναλωθέντα. Τίνος ἕνεκεν καὶ διὰ τί;

Ἐπειδὴ γὰρ εὐθέως ἐπιστάντι τῇ Χαναναίᾳ ἐπηγγείλατο ὁ φιλάνθρωπος Δεσπότης λέγων· Τῷ σπέρματί σου τὴν γῆν ταύτην δώσω· καὶ πάλιν μετὰ ταῦτα καὶ ἅπαξ καὶ δεύτερον τὰς ὑποσχέσεις πρὸς αὐτὸν ἐποιήσατο, ἵνα γνῷς, ἀγαπητὲ, ἐν πόσοις ἔτεσι διαναβαλλομένου τοῦ Δεσπότου, καὶ μηδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἄγοντος, ὁ δίκαιος οὗτος οὐκ ἐταράττετο τὴν γνώμην, ἀλλὰ τῶν οἰκείων λογισμῶν προετίμα τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα.

Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναάν. Εἶδες ψυχῆς ἀνδρείαν, εἶδες γυμνάσιον φιλοσοφίας, πῶς περιφανέστερον αὐτὸν ποιῆσαι βουλόμενος ὁ Δεσπότης μέλλει καὶ ἀναβάλλεται; Ἐπειδὴ γὰρ κήδεται τῶν αὑτοῦ θεραπόντων, οὐχ ἁπλῶς εἰς αὐτοὺς τὰς εὐεργεσίας βούλεται κατατίθεσθαι, ἀλλὰ καὶ περιφανεῖς αὐτοὺς δεικνύναι, καὶ τὴν πίστιν αὐτῶν ἅπασι κατάδηλον ποιεῖν γίνεσθαι. Εἰ γὰρ εὐθέως ἐπαγγειλάμενος τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν, διήνοιξε τῆς Σάρας τὴν μήτραν, καὶ τὴν τῶν παίδων διαδοχὴν αὐτῷ ἐχαρίσατο, οὔτε τὸ θαῦμα οὕτως ἐδείκνυτο μέγα, οὔτε ἡ τοῦ δικαίου πίστις πᾶσι περιφανὴς καθίστατο.

Ἡ μὲν γὰρ τοῦ Θεοῦ δύναμις καὶ τότε δήλη ἂν ἦν· νεκρωθὲν γὰρ τὸ ἐργαστήριον τῆς φύσεως, καὶ ἄχρηστον γεγονὸς πρὸς παιδοποιίαν, πάντως αὐτὸς τῷ οἰκείῳ προστάγματι πάλιν ἐζωογόνει· ἀλλ᾽ οὐκ ἂν οὕτω τὸν στέφανον ἀνεδήσατο ὁ πατριάρχης, ὥσπερ νῦν ἐν τοσούτῳ μήκει χρόνου τῆς ἀρετῆς αὐτοῦ βασανιζομένης, καὶ καθ᾽ ἑκάστην ἡμέραν λαμπροτέρας γινομένης.

γʹ. Καὶ ἵνα μάθῃς ὅτι οὐ μόνον εὐεργετεῖν βούλεται, καὶ τὰς παρ᾽ ἑαυτοῦ δωρεὰς παρέχειν, ἀλλ᾽ ἔθος αὐτῷ τοῦτο καὶ τοὺς ταύτας δεχομένους περιφανεστέρους ἐθέλειν ποιεῖν, ὅρα αὐτὸν καὶ ἐπὶ τῆς Χαναναίας τοῦτο διαπραξάμενον, καὶ διὰ τοῦτο μέλλοντα καὶ ὑπερτιθέμενον, ἵνα μὴ μόνον τὴν αἴτησιν ἐκείνῃ παράσχῃ, ἀλλὰ καὶ αὐτὴν εἰς πᾶσαν τὴν οἰκουμένην κατάδηλον ἐργάζηται. Ἐπειδὴ γὰρ προσῆλθεν ἱκετεύουσα καὶ λέγουσα· Ἐλέησόν με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· οὔτε ἀποκρίσεως αὐτὴν ἀξιοῖ ὁ εὔσπλαγχνος καὶ φιλάνθρωπος, καὶ ἀεὶ τὰς αἰτήσεις ἡμῶν προφθάνων. Καὶ οἱ μὲν μαθηταὶ οὐκ εἰδότες τὸ μέλλον ἔσεσθαι, καὶ ὅτι κηδόμενος τῆς γυναικὸς, καὶ οὐ βουλόμενος αὐτῆς τὸν θησαυρὸν κεκρύφθαι, διὰ τοῦτο οὐκ ἀποκρίνεται, ὡς δῆθεν συμπαθέστεροι, προσελθόντες παρεκάλουν αὐτὸν λέγοντες, Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν, μονονουχὶ δεικνύντες, ὅτι οὐκ ἔτι φέρουσιν αὐτῆς τὴν ἐπάχθειαν. Ἀπόλυσον γὰρ αὐτὴν, φασὶν, οὐκ ἐπειδὴ κατώδυνός ἐστιν, οὐδὲ ἐπειδὴ ἡ αἴτησις αὐτῆς εὔλογος, ἀλλ᾽ Ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Δεσπότης;

Βουλόμενος κἀκείνης τὸν θησαυρὸν κατὰ μικρὸν ἐκκαλύψαι, καὶ τούτους διδάξαι, ὅσον λείπονται τῆς αὐτοῦ φιλανθρωπίας, ἀπόκρισιν ποιεῖται ἱκανὴν οὖσαν κἀκείνης πηρῶσαι τὸν λογισμὸν, εἰ μὴ συντεταμένην εἶχε τὴν διάνοιαν, καὶ ζέοντα τὸν πόθον, καὶ τὴν προθυμίαν ἀκμάζουσαν, κἀκείνους ἀποστῆσαι τῆς ὑπὲρ αὐτῆς ἱκετηρίας. Οὐκ ἀπεστάλην γὰρ, φησὶν, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τοῦτο ἐκείνους μὲν ἀπέστησε τοῦ παρακαλεῖν ὑπὲρ τῆς γυναικὸς, ἐκείνην δὲ ὀκνηροτέραν οὐκ εἰργάσατο, ἀλλὰ καὶ μᾶλλον ἐπικεῖσθαι παρεσκεύασε. Τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχὴ, καὶ μετὰ θερμῆς τῆς διαθέσεως προσιοῦσα· πρὸς οὐδὲν ἐπιστρέφεται τῶν λεγομένων, ἀλλ᾽ ἓν μόνον σκοπεῖ, ὅπως ἐπιτύχῃ τῶν σπουδαζομένων· ὅπερ καὶ αὕτη πεποίηκεν. Ἀκούσασα γὰρ ταῦτα, πάλιν φησὶν, Προσεκύνησεν αὐτὸν λέγουσα· Ἐλέησόν με, Κύριε. ᾜδει τοῦ Δεσπότου τὴν εὐσπλαγχνίαν, καὶ διὰ τοῦτο πολλῇ κέχρηται τῇ προσεδρίᾳ. Ἀλλ᾽ ὅρα πάλιν τὸν σοφὸν καὶ εὐμήχανον· οὐδὲ οὕτως ἐπινεύει, ἀλλὰ καὶ σφοδροτέραν καὶ τραχυτέραν ποιεῖται ἀπόκρισιν. ᾜδει γὰρ τὴν ἀνδρείαν τῆς γυναικὸς, καὶ ἐβούλετο μὴ λανθάνουσαν αὐτὴν δέξασθαι τὴν εὐεργεσίαν, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐκ τῆς ἐκβάσεως μαθεῖν τῆς μακροθυμίας αὐτοῦ τὴν αἰτίαν, καὶ τοὺς ἄλλους ἅπαντας παιδευθῆναι, ὅση τῆς προσεδρίας ἡ ἰσχὺς, καὶ τῆς γυναικὸς ἡ ἀρετή.

Φησὶ γάρ· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἐνταῦθά μοι σκόπει τῆς γυναικὸς τὸν τόνον, πῶς τῷ θερμῷ τῆς προθυμίας πεπυρωμένη, καὶ τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἐπτερωμένη, καὶ τὰ σπλάγχνα αὐτὰ, ὡς εἰπεῖν, διακοπτομένη, καὶ πολλὴν περὶ τὴν θυγατέρα τὴν συμπάθειαν ἔχουσα, οὐδὲ ἀποστρέφεται τοῦ ῥήματος τὴν ὕβριν, ἀλλὰ κυνάριον ἀκούσασα καταδέχεται, ὁμολογεῖ κυνάριον εἶναι, ἵνα ἀπαλλαγῇ τῆς τῶν κυνῶν ἀλογίας, καὶ εἰς τὴν τῶν υἱῶν τάξιν ἀθρόον ἐναρίθμιος γένηται. Ἄκουσον λοιπὸν τὰ παρὰ τῆς γυναικὸς, ἵνα μάθῃς ὅσον τῆς τοῦ Θεοῦ μακροθυμίας τὸ κέρδος γέγονεν. Οὐ μόνον γὰρ οὐκ ἀπέστησε τὸ γύναιον ἡ τῶν εἰρημένων πρὸς αὐτὴν σφοδρότης, ἀλλὰ καὶ πρὸς πλείονα προθυμίαν διήγειρεν· ἐπειδὴ γὰρ ἤκουσε ταυτὶ τὰ ῥήματα, φησί· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν.

Εἶδες τίνος ἕνεκεν μέχρι τοῦ παρόντος τὴν μακροθυμίαν ἐπεδείξατο; Ἵνα διὰ τῶν ῥημάτων τῆς γυναικὸς μάθωμεν αὐτῆς τῆς πίστεως τὴν ὑπερβολήν. Ὅρα γὰρ πῶς εὐθέως αὐτὴν ἀνεκήρυξεν ὁ Δεσπότης καὶ ἐστεφάνωσε, λέγων· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Μετὰ θαυμασμοῦ καὶ ἐγκωμίων ἀπέπεμψε τὴν οὐδὲ ἀποκρίσεως παρ᾽ αὐτοῦ ἐν προοιμίοις ἀξιωθεῖσαν. Μεγάλη σου, φησὶν, ἡ πίστις. Καὶ γὰρ ἦν ὄντως μεγάλη, διὰ τὸ καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὁρῶσαν ἀνανεύοντα πρὸς τὴν αἴτησιν, μὴ ναρκῆσαι, μηδὲ ἀποπηδῆσαι, ἀλλὰ τῷ τόνῳ τῆς προσεδρίας ἐκκαλέσασθαι καὶ παρασκευάσαι εἰς πέρας ἀγαγεῖν τὰ αἰτηθέντα. Γενηθήτω γάρ σοι, φησὶν, ὡς θέλεις. Εἶδες, ὁ πρότερον μηδὲ ἀποκρίσεως αὐτὴν ἀξιῶν, πῶς νῦν φιλοτιμεῖται ταῖς δωρεαῖς; Οὐδὲ γὰρ ἁπλῶς αὐτῇ παρέσχε τὴν αἴτησιν, ἀλλὰ ἀνεκήρυξε καὶ ἐστεφάνωσε· καὶ τῷ εἰπεῖν, Ὦ γύναι, ἔδειξεν ὅπως αὐτῆς τὴν πίστιν ἐξεπλάγη· καὶ τῷ εἰπεῖν, Μεγάλη σου ἡ πίστις, κατάδηλον ἡμῖν ἐποίησε τῆς γυναικὸς τὸν πλοῦτον. Εἶτά φησι, Γενηθήτω σοι ὡς θέλεις. Ὅσον βούλει, ὅσον θέλεις, τοσοῦτον παρέχω. Ἡ γὰρ τοσαύτη προσεδρία ἀξίαν σε ἀποφαίνει τῆς αἰτήσεως. Εἴδετε τῆς γυναικὸς τὴν εὐτονίαν, εἴδετε τῆς τοῦ Θεοῦ μακροθυμίας τὴν αἰτίαν, καὶ ὅτι περιφανεστέραν αὐτὴν ἐργάσασθαι βουλόμενος, διὰ τοῦτο ἀνεβάλλετο;

Ἐπανέλθωμεν δὲ, εἰ δοκεῖ, ἐπὶ τὴν προκειμένην ἱστορίαν, ἵνα μάθωμεν ὅτι δι᾽ οὐδὲν ἕτερον ἐν τοσούτοις ἔτεσι τὰς ἐπαγγελίας τὰς κατὰ τὸν πατριάρχην γεγενημένας εἰς ἔργον οὐκ ἤγαγεν, ἀλλ᾽ ἵνα μετὰ πολλῆς τῆς περιφανείας ταύτας αὐτῷ παράσχῃ, καὶ πᾶσι τοῦ δικαίου τὴν πίστιν κατάδηλον ἐργάσηται. Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναὰν, ἵνα μάθῃς ὅσος παρῆλθε χρόνος ἐξ οὗ τὰ τῆς ἐπαγγελίας ἐδέξατο. Εὐθὺς γὰρ ἐπιστὰς τῇ Χαναναίᾳ, ἤκουσεν, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, καὶ ἐν τοσούτῳ μήκει χρόνου καὶ αὐτὸς ἄπαις διέμεινε, καὶ τῆς Σάρας ἡ στείρωσις ἐπετείνετο. Καὶ ἔδωκε τὴν Ἅγαρ, φησὶν, Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς εἰς γυναῖκα.

δʹ. Ὅρα πόση τὸ παλαιὸν ἐπολιτεύετο παρ᾽ αὐτοῖς ἡ φιλοσοφία· πῶς καὶ οἱ ἄνδρες ἦσαν ἐγκρατεῖς, καὶ τῆς σωφροσύνης πολὺν ποιούμενοι λόγον, καὶ αἱ γυναῖκες ζηλοτυπίας ἐκτὸς ἐτύγχανον. Ἐπίτηδες γὰρ ἡ Γραφὴ συνεχῶς λέγει, Καὶ λαβοῦσα Σάρα Ἅγαρ τὴν παιδίσκην· καὶ πάλιν, Ἔδωκεν αὐτὴν εἰς γυναῖκα· ἵνα μάθῃς ὅπως ἀπαθῶς τὸ πρᾶγμα μετεχείριζε, καὶ πόση παρ᾽ αὐτοῖς ἦν ἡ φιλοσοφία. Καὶ εἰσῆλθε, φησὶ, πρὸς Ἅγαρ, καὶ συνέλαβεν. Ὅρα πῶς μανθάνει ἡ Σάρα, ὅτι οὐ παρὰ τὸν δίκαιον ἐν ἀπαιδίᾳ ἐτύγχανεν, ἀλλὰ παρὰ τὴν στείρωσιν τὴν ἑαυτῆς· εὐθέως γὰρ ἡ συνουσία τὴν σύλληψιν εἰργάσατο. Ἀλλ᾽ ὅρα πάλιν τῆς παιδίσκης τὴν ἀγνωμοσύνην, καὶ τῆς γυναικείας φύσεως τὴν ἀσθένειαν, ἵνα μάθῃς καὶ ἐντεῦθεν τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν. Καὶ εἶδε, φησὶν, ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἦθος· ἂν μικρᾶς εὐπραγίας ἐπιλάβωνται, οὐκ ἀνέχονται μένειν εἴσω τῶν οἰκείων ὅρων, ἀλλ᾽ εὐθέως ἐπιλανθάνονται τῆς οἰκείας τάξεως, καὶ πρὸς ἀγνωμοσύνην ἐπείγονται· ὅπερ καὶ αὐτὴ ἡ παιδίσκη πέπονθεν.

Ἐπειδὴ γὰρ εἶδε τῆς γαστρὸς τὸν ὄγκον, οὐκ ἐννοοῦσα οὐ τῆς δεσποίνης τὴν ἄφατον φιλοσοφίαν, οὐ τῆς οἰκείας ἀξίας τὴν εὐτέλειαν, ἀλλ᾽ ἐπαρθεῖσα καὶ μέγα φρονήσασα ὑπερορᾷ τῆς δεσποίνης τῆς τοσαύτην περὶ αὐτὴν ἐπιδειξαμένης τὴν κηδεμονίαν, ὡς καὶ ἐπὶ τὴν εὐνὴν αὐτὴν ἀγαγεῖν τοῦ ἀνδρός. Τί οὖν ἡ Σάρα; Εἶπε, φησὶ, πρὸς Ἄβραμ· Ἀδικοῦμαι ἐκ σοῦ. Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐνταῦθά μοι σκόπει τοῦ δικαίου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν αἰδὼ ἣν περὶ τὴν Σάραν ἐπιδείκνυται, συγγνώμην αὐτὴν αἰτῶν τῆς ἀλόγου ταύτης αἰτίας. Ἡ γὰρ ταῖς χερσὶ παραδοῦσα τὴν παιδίσκην τῷ ἀνδρὶ, ἡ εἰποῦσα, Εἴσελθε πρὸς τὴν παιδίσκην μου· ἡ οἴκοθεν καὶ ἀφ᾽ ἑαυτῆς πρὸς τὴν συνουσίαν αὐτὸν προτρεψαμένη, αὕτη νῦν μεταβαλλομένη φησὶν, Ἀδικοῦμαι ἐκ σοῦ. Μὴ γὰρ αὐτὸς ἐπέδραμεν, ὦ γύναι, τῇ τῆς παιδίσκης συνουσίᾳ; μὴ γὰρ ἐξ ἀσελγείας ὁρμηθεὶς τῷ πράγματι ἐπεπήδησε; Σοὶ πειθόμενος καὶ τῷ σῷ ἐπιτάγματι τοῦτο πεποίηκε. Τί οὖν ἠδίκησαι παρὰ τοῦ ἀνδρός; Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου. Εἰ τοίνυν ὁμολογεῖς ὅτι αὐτὴ δέδωκας, καὶ οὐκ ἀφ᾽ ἑαυτοῦ ταύτην ἔλαβε, τίνος ἕνεκεν ἀδικίαν ἐγκαλεῖς; Ναὶ, φησίν· εἰ γὰρ καὶ ἐγὼ δέδωκα, ἀλλ᾽ ὁρῶν αὐτῆς τὴν προπέτειαν ὤφειλες ἐπισχεῖν αὐτῆς τὴν ἀκόλαστον γνώμην.

Ἰδοῦσα γὰρ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Γυναικὸς ἀληθῶς ταῦτα τὰ ῥήματα καὶ τῆς ἀσθενείας ταύτης τῆς φύσεως· μονονουχὶ γὰρ ταῦτά φησι πρὸς αὐτόν· Ἐγὼ μὲν τὴν ἀπαιδίαν βουλομένη παραμυθήσασθαι τὴν σὴν, τοσαύτην ἐπεδειξάμην τὴν κηδεμονίαν, ὡς καὶ τὴν ἐμὴν παιδίσκην καὶ ταῖς ἐμαυτῆς σοι χερσὶ παραδοῦναι, καὶ πρὸς τὴν συνουσίαν προτρέψασθαι· ὁρῶν δὲ αὐτὸς ἐντεῦθεν αὐτὴν γενομένην προπετεστέραν διὰ τὸν τῆς γαστρὸς ὄγκον, καὶ φρονήματος ἐμπεπλησμένην, δέον ἀναστεῖλαι καὶ ἐκδικῆσαί σε τὰς ὕβρεις τὰς εἰς ἐμὲ γινομένας, οὐκ ἐποίησας· ἀλλ᾽ ὡσανεὶ πάντων τῶν προτέρων ἐπιλαθόμενος, περιορᾶσθαι ἐμὲ καταδέχῃ, τὴν ἐν τοσούτοις ἔτεσι συνοικήσασαν, ὑπὸ τῆς Αἰγυπτίας τῆς παιδίσκης τῆς ἐμῆς ἀτιμαζομένην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα. Καὶ εἰ μὴ φιλόσοφός τις ἦν ὁ πατριάρχης, καὶ πολλὴν τὴν αἰδὼ περὶ τὴν Σάραν ἐπεδείκνυτο, καὶ ἐδυσχέρανεν ἂν πρὸς τὰ ῥήματα, καὶ ἤλγησεν ἐπὶ τῇ βαρύτητι τῶν λεχθέντων. Ἀλλ᾽ ὁ θαυμάσιος οὗτος πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ἀφορῶν, πᾶσαν ἔδωκεν αὐτῇ συγγνώμην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.

Ἐννόησον, φησὶ, πόσον πρᾶγμα κατεδεξάμην διὰ τὴν σὴν παραμυθίαν, βουλομένη σε κἂν γοῦν ἐν γήρᾳ πατέρα κληθῆναι, καὶ τὴν παιδίσκην τὴν ἐμὴν εἰς τὴν ἀξίαν τὴν ἐμαυτῆς ἀνήγαγον· σὺ δὲ ὁρῶν ἀγνωμόνως αὐτὴν ἐντεῦθεν διατεθεῖσαν, οὐκ ἤμυνας, οὐκ ἠμείψω με τῆς γνώμης, ἣν περὶ σὲ ἐπεδειξάμην.

Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖνος, φησὶν, ὁ τὰ ἀπόῤῥητα ἑκάστου ἐπιστάμενος τῆς διανοίας, αὐτὸς ἔσται κριτὴς μεταξὺ ἡμῶν, καὶ πῶς ἐγὼ μὲν παντὸς πάθους ἀνωτέρα γενομένη προετίμησα ἐμαυτῆς τὴν παραμυθίαν τὴν σὴν, καὶ εἰς τὴν εὐνὴν τὴν ἐμὴν τὴν παιδίσκην ἀνήγαγον· αὐτὸς δὲ οὐδὲν τῶν παρ᾽ ἐμοῦ γενομένων ἐν διανοίᾳ λαβὼν, συγχωρεῖς ἐκείνην κατεξανίστασθαι τῆς ἐμῆς ἐπιεικείας, οὐκ ἀναστέλλεις τὴν τόλμαν, οὐδὲ σωφρονίζεις τὴν ἀγνώμονα. Τί οὖν ὁ ἀδάμας, ὁ γενναῖος ἀθλητὴς τοῦ Θεοῦ, ὁ πανταχόθεν ἑαυτῷ πλέκων τοὺς στεφάνους; Δεικνὺς καὶ διὰ τοῦτο τὴν οἰκείαν ἀρετὴν, ὅρα τί φησι πρὸς αὐτήν· Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία, πολλὴ τῆς μακροθυμίας ἡ ὑπερβολή. Οὐ μόνον γὰρ οὐκ ἐδυσχέρανε πρὸς τὰ παρὰ τῆς Σάρας εἰρημένα, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησιν· Ὑποπτεύεις με αἴτιον γεγενῆσθαι τῶν εἰς σὲ ὕβρεων, καὶ νομίζεις με ἥδεσθαι τοῖς παρὰ τῆς παιδίσκης γινομένοις, ἐπειδὴ ἅπαξ ἐκοινώνησέ μοι τῆς εὐνῆς· μάνθανε ὅτι καὶ πρότερον, εἰ μή σοι ὑπακοῦσαι βουλόμενος τοῦτο κατεδεξάμην, οὐκ ἄν ποτε ἠνεσχόμην τὴν παιδίσκην εἰς τὴν εὐνὴν ἀγαγεῖν τὴν σήν· καὶ νῦν ἵνα διὰ τῶν πραγμάτων πληροφορηθῇς, ἰδοὺ ὑπὸ τὰς χεῖράς σού ἐστι· Χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ.

Μὴ γὰρ ὑπετέμετό σού τις τὴν ἐξουσίαν; μὴ γὰρ ἀφῃρέθης αὐτῆς τὴν δεσποτείαν; Εἰ γὰρ καὶ τὴν πρὸς αὐτὴν συνουσίαν κατεδεξάμην, ἀλλ᾽ ἔχεις αὐτῆς τὴν ἐξουσίαν, καὶ ὑπὸ τὰς χεῖράς σού ἐστι· κόλαζε, σωφρόνιζε, ἐπιτίμα· ὃ βούλει καὶ ὡς ἀρέσκει σοι, οὕτω διαπράττου τὰ εἰς αὐτήν· μόνον μὴ δυσχέραινε, μόνον μὴ ἐμοὶ ἐπίγραφε τὰ παρ᾽ αὐτῆς προπετῶς γεγενημένα. Οὐδὲ γὰρ ἀπὸ πάθους οἰκείου κινούμενος τῆς πρὸς αὐτὴν ἠνεσχόμην συνουσίας, ἵνα καὶ προσπαθῶς ἐντεῦθεν κινούμενος ἄλογον αὐτῇ προστασίαν δῶ. Οἶδα τὴν ὀφειλομένην σοι τιμήν· οὐκ ἀγνοῶ τῶν οἰκετῶν τὴν ἀγνωμοσύνην. Οὐδείς μοι ταύτης λόγος, οὐδεμία φροντίς· ἕν ἐστί μοι μόνον τὸ σπουδαζόμενον, τὸ σὲ ἄλυπον, ἀτάραχον, ἐν τιμῇ πάσῃ καθεστάναι παντὸς ἀπηλλαγμένην λυπηροῦ.

εʹ. Τοῦτο ἀληθὲς συνοικέσιον, τοῦτο ἀνὴρ, ὅταν μὴ ἀκριβολογῆται πρὸς τὰ τῆς γυναικὸς ῥήματα, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς φύσεως πολλὴν νέμων τὴν συγγνώμην μίαν ποιεῖται σπουδὴν, ὥστε τὴν λύπην ἐκποδὼν ποιῆσαι, καὶ τὰ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας συσφίγγειν. Ἀκουέτωσαν ἄνδρες, καὶ μιμείσθωσαν τοῦ δικαίου τὴν ἐπιείκειαν, καὶ τοσαύτην αἰδὼ καὶ τιμὴν ταῖς γυναιξὶν ἀπονεμέτωσαν, καὶ ὡς ἀσθενεστέρῳ σκεύει φειδέσθωσαν, ἵνα ὁ τῆς ὁμονοίας σύνδεσμος ἐπιτείνηται. Τοῦτο γὰρ ὁ ἀληθὴς πλοῦτος, αὕτη ἡ μεγίστη περιουσία, ὅταν ἀνὴρ μετὰ γυναικὸς μὴ διχονοῇ, ἀλλὰ καθάπερ σῶμα ἓν οὕτως ὦσι συνημμένοι· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Οἱ τοιοῦτοι κἂν ἐν πενίᾳ ὦσι, κἂν ἐν εὐτελείᾳ, πάντων ἂν εἶεν μακαριστότεροι, ἀληθῆ ἡδονὴν καρπούμενοι, καὶ ἐν διηνεκεῖ γαλήνῃ καθεστῶτες· ὡς οἵ γε ταύτης μὴ ἀπολαύοντες, ἀλλὰ ζηλοτύπως διακείμενοι, καὶ τὸ τῆς εἰρήνης καλὸν διαφθείροντες, κἂν πολλῷ περιῤῥέωνται πλούτῳ, κἂν πολυτελεῖς ἔχωσι τὰς τραπέζας, κἂν ἐν περιφανείᾳ τύχωσιν ὄντες, πάντων ἐλεεινότερον ζῶσι βίον, κύματα καὶ ταραχὰς καθ᾽ ἑκάστην ἡμέραν ἑαυτοῖς ἐπινοοῦντες, καὶ ἀλλήλους ὑποπτεύοντες, καὶ οὐδεμίαν ἡδονὴν ἔχειν δυνάμενοι, τοῦ ἔνδοθεν πολέμου πάντα συγχέοντος, καὶ πολλὴν ἐν αὐτοῖς τὴν ἀηδίαν ἐργαζομένου.

Ἀλλ᾽ ἐνταῦθα οὐδὲν τοιοῦτον· ἀλλὰ διὰ τῆς οἰκείας ἐπιεικείας ὁ πατριάρχης τόν τε θυμὸν κατεμάλαξε τῆς δεσποίνης, καὶ δοὺς αὐτῇ τὴν ἐξουσίαν ἅπασαν τὴν κατὰ τῆς παιδίσκης, εἰρήνης πολλῆς ἐνέπλησεν ἑαυτοῦ τὴν οἰκίαν. Καὶ ἐκάκωσεν αὐτὴν, φησὶ, Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.

Ἐπειδὴ γὰρ ἴσως ἐκόλασεν αὐτῆς τὴν προπέτειαν, εἰς φυγὴν ἐτράπη ἡ παιδίσκη. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἔθος· ἐπειδὰν μὴ ἐξῇ αὐτοῖς τῷ οἰκείῳ τρόπῳ κεχρῆσθαι, ἀλλ᾽ ἐγκόπτηται αὐτῶν τὰ τῆς ἐπιχειρήσεως, εὐθέως ἀφηνιῶσι τῶν δεσποτῶν, καὶ πρὸς φυγὴν ὁρμῶσιν.

Ἀλλὰ ὅρα πάλιν ἐνταῦθα πόσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς καὶ ἡ παιδίσκη, διὰ τὴν εἰς τὸν δίκαιον τιμήν. Ἐπειδὴ γὰρ περιέφερε μεθ᾽ ἑαυτῆς τοῦ δικαίου τὸ σπέρμα, διὰ τοῦτο καὶ τῆς ὀπτασίας ἀξιοῦται τῆς παρὰ τοῦ ἀγγέλου. Εὗρε γὰρ αὐτὴν, φησὶν, ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐν τῇ ὁδῷ Σούρ. Σκόπει φιλανθρωπίαν Δεσπότου, πῶς οὐδένα περιορᾷ, ἀλλὰ κἂν οἰκέτης ᾖ, κἂν παιδίσκη, αὐτὸς ἐν πᾶσι τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν, οὐ πρὸς τὴν τῶν ἀξιωμάτων ὁρῶν διαφορὰν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς διάθεσιν. Ἐνταῦθα δὲ οὐ διὰ τὴν τῆς παιδίσκης ἀξίαν ὁ ἄγγελος ἐφίσταται, ἀλλὰ διὰ τὴν πρὸς τὸν δίκαιον τιμήν.

Καθάπερ γὰρ ἔφθην εἰπὼν, ἐχρῆν αὐτὴν πολλῆς ἀξιωθῆναι προνοίας, διὰ τὸ ἀξίαν γενέσθαι ὑποδέξασθαι τὸ τοῦ δικαίου σπέρμα. Καὶ εὑρὼν αὐτὴν, φησὶν, ὁ ἄγγελος εἶπεν αὐτῇ· Ἅγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ; Ὅρα πῶς καὶ τὰ παρὰ τοῦ ἀγγέλου εἰς ὑπόμνησιν αὐτὴν ἦγε τῆς οἰκείας ἀξίας.

Ἵνα γὰρ προσεκτικωτέραν αὐτὴν ποιήσῃ, εὐθέως τὴν προσηγορίαν αὐτῆς εἰς μέσον ἤγαγε, καί φησιν, Ἅγαρ. Εἰώθαμεν γάρ πως ἐκείνοις προσέχειν μᾶλλον τοῖς ἐξ ὀνόματος ἡμᾶς καλοῦσιν. Εἶτά φησι, Παιδίσκη Σάρας· ὑπομιμνήσκει αὐτὴν τῆς δεσποίνης, ἵνα εἰδέναι ἔχῃ, ὅτι κἂν μυριάκις τῆς δεσποτικῆς εὐνῆς ἐκοινώνησεν, ἀλλ᾽ ὅμως καὶ δεσπότιν ὀφείλει ἐπιγράφεσθαι τὴν Σάραν.

Ὅρα τοίνυν τὸν ἄγγελον πυνθανόμενον, ἵνα εἰς ἀνάγκην αὐτὴν ἀγάγῃ τῆς ἀποκρίσεως. Πόθεν, φησὶ, νῦν εἰς τὴν ἔρημον ταύτην παραγέγονας, καὶ ποῦ τὴν ὁρμὴν ἔχεις; Διὰ τοῦτο καὶ εἰς αὐτὴν τὴν ἔρημον αὐτῇ γενομένῃ φαίνεται ὁ ἄγγελος, ἵνα μὴ νομίσῃ ἁπλῶς τινα τῶν παριόντων εἶναι τὸν πυθόμενον· ἐρημία γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν· ἵνα οὖν εἰδέναι ἔχῃ, ὅτι οὐχ ἁπλῶς ἐστιν ὁ τυχὼν ὁ πρὸς αὐτὴν διαλεγόμενος, διὰ τοῦτο ἐν τῇ ἐρήμῳ φανεὶς πυνθάνεται αὐτῆς· Καί φησιν ἐκείνη· Ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὁρᾷς πῶς οὐκ ἀρνεῖται τὴν δεσποτείαν, ἀλλ᾽ ὁμολογεῖ μετὰ ἀληθείας ἅπαντα;

Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ὁ πυνθανόμενος, ἵνα δυνηθῶ παρακρούσασθαι. Προλαβὼν καὶ τὴν προσηγορίαν εἶπε τὴν ἐμὴν, καὶ τῆς δεσποίνης ἐμνήσθη· προσήκει τοίνυν κἀμὲ μετὰ ἀληθείας ἅπαντα εἰπεῖν. Ἀπὸ προσώπου, φησὶ, Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὅρα πῶς ἀνεπαχθῶς τὴν μνήμην ἐποιήσατο. Οὐ γὰρ εἶπεν, ὅτι Δεινά με διέθηκεν· οὐκ εἶπεν, ὅτι Ἐκάκωσέ με, καὶ διὰ τὸ μὴ φέρειν τὴν πολλὴν ἐπάχθειαν εἰς φυγὴν ἐτράπην· οὐδὲν δυσχερὲς ἐφθέγξατο, ἀλλὰ μόνον ἑαυτῆς κατηγόρησεν ὡς ἀποδρασάσης. Εἶδες αὐτῆς τὴν εὐγνωμοσύνην;

Ὅρα πάλιν τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα πρὸς αὐτήν· Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἀποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Πρὸς μὲν τὸ εἰπεῖν, Ἀπὸ προσώπου τῆς κυρίας μου ἀποδιδράσκω, φησὶν, Ἀποστράφηθι, ἐπάνελθε, μὴ ἀγνωμόνως διάκεισο περὶ τὴν τοσαῦτά σε εὐεργετήσασαν. Εἶτα, ἐπειδὴ ἐξ ἀλαζονείας καὶ φρονήματος ὑψηλοῦ πρὸς ὀργὴν διήγειρε τὴν ἑαυτῆς δέσποιναν, φησί· Καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, ὑποτάττου αὐτῇ· τοῦτο γάρ σοι λυσιτελεῖ. Ἐπιγίνωσκε τὴν δουλείαν, μὴ ἀγνόει τὴν δεσποτείαν, μηδὲν ὑψηλὸν φρόνει, μὴ τὰ ὑπὲρ σαυτὴν φαντάζου· Ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, πολλὴν ἐπίδειξαι τὴν ὑποταγήν. Ἱκανῶς αὐτῆς τὴν ψυχὴν κατεμάλαξε τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα, κατέστειλεν αὐτῆς τὸ φρόνημα, ἐχαλίνωσεν αὐτῆς τὸν θυμὸν, πολλὴν εἰργάσατο γαλήνην ἐν τοῖς λογισμοῖς.

ϛʹ. Εἶτα ἵνα μὴ νομίσῃ ἁπλῶς καὶ εἰκῆ τοσαύτης ἠξιῶσθαι προνοίας, ἀλλὰ μάθῃ ὅτι διὰ τὸ τοῦ δικαίου σπέρμα τοσαύτης ἀπολαύει τῆς κηδεμονίας, ὅρα πῶς αὐτὴν παραμυθεῖται, καὶ ἀνίστησιν αὐτῆς τὴν ψυχὴν, καὶ ἀρκοῦσαν αὐτῇ χαρίζεται τὴν παράκλησιν διὰ τῶν ἐπαγομένων.

Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. Καὶ τοῦτό σοι, φησὶ, προλέγω ὅτι τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς μηδὲ ἀριθμῷ ὑποβάλλεσθαι. Μὴ τοίνυν ἀθύμει, μηδὲ κατάπιπτε, μηδὲ ταράττου τοῖς λογισμοῖς, ἀλλὰ πᾶσαν ἐπίδειξαι τὴν ὑποταγήν.

Ἰδοὺ γὰρ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ. Διὰ γὰρ τοῦτό σοι, φησὶ, καὶ τὸν τόκον προλέγω, καὶ τὸ ὄνομα ἤδη ἐπιτίθημι τῷ παιδὶ τῷ τικτομένῳ, ἵνα πλείονα τὴν πληροφορίαν δεξαμένη, οὕτω ποιήσῃς τὴν ἐπάνοδον, καὶ τὰ ἤδη ἐπταισμένα διορθώσῃς· Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου.

Ἐντεῦθεν μανθάνωμεν ὅσον τῶν θλίψεων τὸ κέρδος, ὅση τῆς συμφορᾶς ἡ ὠφέλεια. Ἐπειδὴ γὰρ ἀνεχώρησε, καὶ τὰ τῆς ὀδύνης ηὐξήθη, καὶ πολλὴν ὑπέστη τῶν θλίψεων τὴν περίστασιν, ἐν μονώσει, ἐν ἐρημίᾳ, ἐν στενοχωρίᾳ διάγουσα, μετὰ τὴν τοσαύτην εὐημερίαν, καὶ τὸ εἰς τὸ αὐτῇ τῇ δεσποίνῃ πρέπον ἀξίωμα ἀνενεχθῆναι, διὰ τοῦτο ταχείας ἀπήλαυσε τῆς ἀντιλήψεως. Ταῦτα γάρ σοι ἔσται, φησὶν, ἅπερ ὑπεσχόμην, καὶ τέξῃ υἱὸν, καὶ τὸ σπέρμα σου ἀριθμοῦ κρεῖττον ἔσται, Ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀσχάλλωμεν, ἐπειδὰν ἀπό τινος περιστάσεως τῶν πραγμάτων ταπεινωθῶμεν. Οὐδὲν γὰρ ἡμῶν τῇ φύσει οὕτω συμβάλλεται, ὡς τὸ συστέλλεσθαι καὶ ταπεινοῦσθαι ἡμῶν τὸ φρόνημα, καὶ τὸ φύσημα τῆς ψυχῆς καταστέλλεσθαι.

Τότε γὰρ ἡμῶν μᾶλλον ὁ Δεσπότης ἐπακούει, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ συντετριμμένης τῆς καρδίας αὐτὸν καλῶμεν, πολλὴν τὴν προσεδρίαν περὶ τὰς ἱκετείας ποιούμενοι. Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου. Εἶτα προλέγει τοῦ μέλλοντος τίκτεσθαι παιδὸς τὸ ἐπιτήδευμα. Οὗτος ἔσται, φησὶν, ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾽ αὐτόν· καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. Προμηνύει αὐτῇ ὅτι ἀνδρεῖος ἔσται, ὅτι πολέμιος, ὅτι πρὸς τὴν τῆς γῆς ἐπιμέλειαν πολὺν τὸν πόνον ἐπιδείξεται. Εἶδες διὰ τῶν εἰς τὴν παιδίσκην γεγενημένων τὴν εἰς τὸν πατριάρχην τιμήν; Ἡ γὰρ περὶ ταύτην πρόνοια δείκνυσι τὴν εὔνοιαν τοῦ Δεσπότου, ἣν πρὸς τὸν δίκαιον ἐπιδείκνυται.

Ταῦτα συμβουλεύσας ὁ ἄγγελος, καὶ εὐαγγελισάμενος τῇ Ἅγαρ, ἀνεχώρησεν. Ἀλλ᾽ ὅρα πάλιν τῆς παιδίσκης τὴν εὐγνωμοσύνην. Καὶ ἐκάλεσε, φησὶ, τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· Σὺ ὁ Θεὸς, ὁ ἐπιδών με· ὅτι εἶπε· Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. Ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ, Φρέαρ οὗ ἐνώτιον εἶδον, ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράχ.

Σκόπει πῶς καὶ αὐτὴ βούλεται διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας. Ἐκάλεσε γὰρ, φησὶ, τὸν τόπον, Φρέαρ οὗ ἐνώπιον εἶδον. Εἶδες τὴν παιδίσκην κατὰ μικρὸν ἐκ τῆς περιεχούσης αὐτὴν θλίψεως φιλοσοφωτέραν γινομένην, καὶ πολλὴν εὐγνωμοσύνην περὶ τὴν γεγενημένην εἰς αὐτὴν εὐεργεσίαν ἐπιδεικνυμένην, καὶ οἷς ἐνόμισεν ἀμειβομένην τὴν τοσαύτης αὐτὴν ἀξιώσασαν κηδεμονίας; Καὶ ἔτεκε, φησὶν, Ἅγαρ τῷ Ἄβραμ υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἅγαρ, Ἰσμαήλ.

ζʹ. Ἐντεῦθεν μανθάνομεν ὅσον ἐστὶν ἀγαθὸν ἐπιείκεια, ὅσον ἐστὶ κέρδος καὶ ἀπὸ τῶν θλίψεων καρπώσασθαι. Καὶ τὴν μὲν ἐπιείκειαν, ἐξ ὧν ὁ πατριάρχης ἐπεδείξατο καταπραΰνας τῆς Σάρας τὴν ἀγανάκτησιν, καὶ τὴν ἐξουσίαν τῆς παιδίσκης αὐτῇ δεδωκὼς, καὶ διὰ τούτου εἰρήνης ἐμπλήσας τὴν οἰκίαν, τὸ δὲ κέρδος τῶν θλίψεων ἐκ τῶν κατὰ τὴν παιδίσκην ἔστιν ἰδεῖν. Ἐπειδὴ γὰρ κακωθεῖσα ὑπὸ τῆς δεσποίνης ἀπέδρα, καὶ πολλὴν ὑπέμεινε τὴν ταλαιπωρίαν, καὶ μετὰ ὀδυνωμένης ψυχῆς ἐκάλεσε τὸν Δεσπότην, εὐθέως τῆς ἄνωθεν ἐπισκοπῆς ἠξιώθη.

Ἵνα γὰρ μάθῃ, ὅτι διὰ τὸ ταπεινωθῆναι καὶ συσταλῆναι τῆς τοσαύτης ἀξιοῦται κηδεμονίας, φησὶν ὁ ἄγγελος πρὸς αὐτήν· Ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὅτι ἐὰν νήφωμεν, αἱ θλίψεις μᾶλλον ἡμᾶς οἰκειοῦσι τῷ Δεσπότῃ, καὶ τότε δυνησόμεθα τὴν παρ᾽ αὐτοῦ ῥοπὴν ἐπισπάσασθαι, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ θερμῶν δακρύων αὐτῷ προσίωμεν, μὴ ἀλγῶμεν ἐπὶ ταῖς θλίψεσιν, ἀλλὰ τὸ ἐκ τῶν θλίψεων κέρδος λογιζόμενοι πάντα πράως φέρωμεν τὰ συμπίπτοντα, καὶ παιδευώμεθα ἐπιεικεῖς εἶναι καὶ ἥμεροι πρὸς πάντας μὲν, μάλιστα δὲ περὶ τὰς ἑαυτῶν γυναῖκας, καὶ πολλὴν ποιεῖσθαι σπουδὴν, ὥστε, κἂν δικαίως, κἂν ἀδίκως μέμψωνται, μὴ ἀκριβολογεῖσθαι, ἀλλ᾽ ἑνὸς μόνου γίνεσθαι, τοῦ τὰ τῆς λύπης αἴτια ἐκποδὼν ποιεῖν, καὶ βαθεῖαν εἰρήνην κατασκευάζειν τῇ οἰκίᾳ, ἵνα καὶ ἐκείνη ἔχῃ πρὸς τὸν ἄνδρα τὴν ἐπιστροφὴν, καὶ ὁ ἀνὴρ ὡς εἰς λιμένα εἰς αὐτὴν ἔχῃ καταφεύγειν ἐκ τῶν ἔξωθεν ταραχῶν καὶ τῶν θορύβων, καὶ πᾶσαν ἐκεῖθεν εὑρίσκειν τὴν παραμυθίαν. Πρὸς βοήθειαν γὰρ ἡ γυνὴ ἐδόθη, ἵνα ἀρκούμενος τῇ ταύτης παρακλήσει ἀντέχειν ὁ ἀνὴρ δύνηται πρὸς τὰ ἐπιόντα αὐτῷ.

Ἐὰν γὰρ ᾖ κοσμία καὶ ἐπιεικὴς, οὐ μόνον τὴν ἀπὸ τῆς κοινωνίας παραμυθίαν παρέξει τῷ ἀνδρὶ, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλὴν τὴν ἑαυτῆς χρείαν ἐπιδείξεται, πάντα αὐτῷ κοῦφα καὶ ῥᾴδια κατασκευάζουσα, καὶ οὐκ ἀφιεῖσα πεῖραν λαβεῖν οὔτε τῶν ἔξωθεν, οὔτε μὴν τῶν κατὰ τὴν οἰκίαν τικτομένων καθ᾽ ἑκάστην ἡμέραν δυσχερῶν· ἀλλὰ, καθάπερ κυβερνήτης ἄριστος, οὕτως αὐτῷ τὸν χειμῶνα τῆς ψυχῆς διὰ τῆς οἰκείας σοφίας εἰς γαλήνην καταστήσει, καὶ τῇ παρ᾽ ἑαυτῆς συνέσει πολλὴν αὐτῷ παρέξει τὴν παραμυθίαν. Τοὺς γὰρ οὕτω συνδεδεμένους οὐδὲν λοιπὸν τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, οὐδὲ τὴν ἡδονὴν αὐτῶν λυμήνασθαι. Ὅταν γὰρ ὁμόνοια ᾖ καὶ εἰρήνη καὶ σύνδεσμος ἀγάπης μετὰ γυναικὸς καὶ ἀνδρὸς, ἐκεῖ πάντα συῤῥεῖ τὰ ἀγαθὰ, καὶ ἀνάλωτοι πάσης ἐπιβουλῆς γενήσονται, μεγάλῳ καὶ ἀχειρώτῳ τείχει τινὶ πεφραγμένοι, τοῦτ᾽ ἔστι, τῇ κατὰ Θεὸν ὁμονοίᾳ. Τοῦτο ἀδάμαντος αὐτοὺς ἰσχυροτέρους ἀπεργάσεται, τοῦτο σιδήρου στεῤῥοτέρους καταστήσει, τοῦτο παντὸς πλούτου καὶ περιουσίας αὐτοῖς συμβαλεῖται πλέον, τοῦτο εἰς τὴν ἀνωτάτω περιφάνειαν αὐτοὺς ἀνάξει, τοῦτο καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν αὐτοῖς προξενήσει μετὰ πολλῆς τῆς δαψιλείας. Μὴ τοίνυν, παρακαλῶ, τούτου προτιμότερόν τι ἡγώμεθα, ἀλλὰ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε γαλήνην καὶ εἰρήνην εἶναι μεταξὺ τῆς συνοικήσεως.

Τότε γὰρ οἱ τικτόμενοι παῖδες τῇ τῶν γεγεννηκότων ἀρετῇ κατακολουθήσουσι, καὶ οἱ οἰκέται τούτοις ἕψονται, καὶ πανταχόθεν τὰ τῆς οἰκίας πρὸς ἀρετὴν ἐπιδώσει, καὶ πολλὴ τῶν πραγμάτων ἔσται ἡ εὐημερία. Ὅταν γὰρ τὰ τοῦ Θεοῦ προτιμῶμεν, τὰ ἄλλα πάντα κατὰ ῥοῦν ἥξει ἡμῖν, καὶ οὐδενὸς αἴσθησιν ληψόμεθα λυπηροῦ, τῆς τοῦ Θεοῦ ἀγαθότητος μετὰ δαψιλείας ἡμῖν ἅπαντα χορηγούσης. Ἵνα οὖν καὶ αὐτοὶ ἀλύπως κατὰ τὸν παρόντα βίον διάγωμεν, καὶ τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν ἐπὶ πλέον ἐπισπασώμεθα, ἀντεχώμεθα τῆς ἀρετῆς, τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην εἰς τὴν οἰκίαν εἰσάγειν σπουδάζωμεν τὴν ἑαυτῶν, τῆς τῶν τέκνων εὐκοσμίας ἐπιμελώμεθα, φροντίζωμεν τοῦ τρόπου τῶν οἰκετῶν, ἵνα ὑπὲρ ἁπάντων δαψιλεῖς τὰς ἀμοιβὰς κομισάμενοι, καταξιωθῶμεν καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΛΘʹ. Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός. αʹ. Εἴδετε, ἀγαπητοὶ, πῶς οὐδὲν ἀργὸν τῶν παρὰ τῇ θείᾳ Γραφῇ κειμένων; εἴδετε χθὲς πῶς τὸ κατὰ τὴν Ἅγαρ εἰς μέσον παραγαγόντες, καὶ τὴν ταύτης ἀναχώρησιν, πολλὴν ὠφέλειαν ἐκεῖθεν ἐκαρπωσάμεθα; Ἐμάθομεν γὰρ τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν, τῆς σωφροσύνης τὴν ὑπερβολὴν, τὴν αἰδὼ, ἣν ἀπένειμε τῇ Σάρᾳ, τὴν πρὸς αὐτὴν ὁμόνοιαν πάντων ἡγούμενος προτιμοτέραν.

Εἴδομεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅπως διὰ τὴν εἰς τὸν δίκαιον τιμὴν οὐ μόνον ἐπανήγαγε τὴν Ἅγαρ κατὰ τὴν ἔρημον πλανωμένην, καὶ διὰ τὸν τῆς δεσποίνης φόβον ἀποδράσασαν, ἀλλὰ καὶ τοῦ Ἰσμαὴλ τὸν τόκον ἐχαρίσατο, πολλὴν ἐντεῦθεν τῷ δικαίῳ τὴν παραμυθίαν ἐπινοῶν, καὶ τῆς τοσαύτης ὑπομονῆς ἀποδιδοὺς αὐτῷ τὰς ἀμοιβάς. Καὶ ἐπειδὴ ἐτέχθη ὁ Ἰσμαὴλ, βουλομένη διδάξαι ἡμᾶς ἡ θεία Γραφὴ τὸν χρόνον τοῦ πατριάρχου, καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν ἐπεσημήνατο εἰποῦσα, ὅτι Ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν ὀγδοηκονταὲξ ἦν ὁ Ἄβραμ. Ἴδωμεν δὲ λοιπὸν τὰ ἐντεῦθεν, ἵνα καὶ ἐκ τῶν ἑξῆς μάθωμεν πάλιν καὶ τοῦ δικαίου τὴν πολλὴν ὑπομονὴν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον καὶ ὑπερβάλλουσαν φιλανθρωπίαν. Εἰσόμεθα δὲ μετὰ ἀκριβείας, ἐὰν πάλιν τοὺς χρόνους τῆς ζωῆς τοῦ δικαίου καταμαθεῖν δυνηθῶμεν, καὶ ὅπως ὁ ἀγαθὸς Θεὸς τὰ κατ᾽ αὐτὸν ᾠκονόμει, καθ᾽ ἕκαστον καιρὸν δοκιμὴν τοῦ ἰδίου θεράποντος λαμβάνων, καὶ τὸ θεοφιλὲς αὐτοῦ τῆς γνώμης ἐκκαλύπτων.

Αὐτὸς μὲν γὰρ προῄδει σαφῶς τοῦ ἰδίου οἰκέτου τὴν εὐγνωμοσύνην, καὶ τῆς ψυχῆς αὐτοῦ τὸ κάλλος ἠπίστατο, καὶ τὸν μαργαρίτην ἀκριβῶς ἐγίνωσκεν· ἀλλ᾽ ἐπειδὴ ἐβούλετο καὶ πᾶσι τοῖς τότε παροῦσι κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα καὶ εἰς τὰς μετὰ ταῦτα γενεὰς ἡ τοῦ δικαίου ἀρετὴ πρὸς ζῆλον καὶ μίμησιν ἐφέλκηται τοὺς βουλομένους, διὰ τοῦτο κατὰ μικρὸν ἐκκαλύπτει τὸν πλοῦτον τῆς τοῦ δικαίου γνώμης, ἵνα παιδευώμεθα καὶ ἡμεῖς μηδέποτε διαπιστεῖν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· μηδὲ δυσχεραίνειν πρὸς τὴν ἀναβολὴν, ἀλλὰ μᾶλλον τῶν ὁρωμένων καὶ τῶν ἐν χερσὶ τοῖς μὴ βλεπομένοις θαῤῥεῖν, ἐπειδὰν ὁ πάντων Δεσπότης ὑπόσχηται· καὶ εἰδέναι ὡς οὐχ οἷόν τέ ποτε διαπεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα· ἀλλὰ κἂν χρόνου πολλοῦ παραδραμόντος ἐναντία ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι γένηται, μηδὲ οὕτω σαλεύεσθαι τὸν λογισμὸν, ἀλλ᾽ εἰδέναι τοῦ ἐπαγγειλαμένου τὸ εὐμήχανον καὶ τὴν ἄμαχον δύναμιν, καὶ ὅτι ἐπειδὰν βουληθῇ εἰς ἔργον ἀγαγεῖν τὰ δεδογμένα, πάντα εἴκει καὶ παραχωρεῖ.

Ἐπειδὴ γὰρ Κύριός ἐστι τῆς φύσεως καὶ δημιουργὸς, δυνατὸν αὐτῷ καὶ τὰ ὑπὲρ τὴν φύσιν δωρήσασθαι. Μὴ τοίνυν πρὸς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶντες πολυπραγμονῶμεν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, μηδὲ πρὸς τὴν φυσικὴν ἀκολουθίαν ἀποβλέποντες σχίζωμεν τὸν λογισμὸν, ἀλλὰ καθάπερ εὐγνώμονες οἰκέται, εἰδότες τοῦ ἡμετέρου Δεσπότου τὴν ὑπερβάλλουσαν δύναμιν, πιστεύωμεν αὐτοῦ ταῖς ὑποσχέσεσιν, καὶ ἀνώτεροι γινώμεθα τῆς φυσικῆς ἀσθενείας, ἵνα καὶ τῶν ἐπαγγελθέντων ἐπιτευξώμεθα, καὶ τῆς παρ᾽ αὐτοῦ ἀπολαύσωμεν εὐνοίας, καὶ κατὰ δύναμιν ἡμετέραν τιμήσωμεν τὸν Θεόν. Μεγίστη γὰρ αὕτη τιμὴ παρ᾽ ἡμῶν εἰς αὐτὸν, τὸ θαῤῥεῖν αὐτοῦ τῇ δυνάμει, κἂν ἐναντία ᾖ τὰ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς ὁρώμενα. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ Θεοῦ μεγίστη ἐστὶ τιμὴ τὸ μὴ ἀμφιβάλλειν; Καὶ ἐπὶ τῶν ὁμογενῶν, ἐπειδὰν ἡμῖν ὑπόσχωνταί τι τῶν ἐπικήρων τούτων καὶ φθαρτῶν πραγμάτων, ἂν μὴ ἀμφιβάλλωμεν, ἀλλὰ θαῤῥήσωμεν τῷ ὑποσχομένῳ, πᾶς τις αὐτῶν μεγίστην ταύτην ἡγεῖται τετιμῆσθαι τιμὴν, τὸ μὴ ἐνδοιάσαι δηλονότι ἡμᾶς, ἀλλὰ θαῤῥῆσαι αὐτοῦ ταῖς ὑποσχέσεσιν. Εἰ τοίνυν καὶ ἐπ᾽ ἀνθρώπων τοῦτό ἐστι τῶν καὶ μεταβαλλομένων πολλάκις, ἢ δι᾽ ἀσθένειαν μὴ δυναμένων εἰς ἔργον ἀγαγεῖν τὰ δόξαντα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ ὀφείλομεν αὐτοῦ θαῤῥεῖν τῇ ἐπαγγελίᾳ, κἂν ἐν τῷ μέσῳ πολὺς γένηται χρόνος.

Ταῦτα δέ μοι νῦν οὐχ ἁπλῶς εἴρηται, ἀλλ᾽ ἵνα εἰδέναι ἔχωμεν, ὅταν ἔλθωμεν ἐπὶ τὴν ἀρχὴν τῶν σήμερον ἡμῖν προτεθέντων, ὅπως ὁ φιλάνθρωπος Θεὸς βουλόμενος ἅπασιν ἐπίσημον ποιῆσαι τὸν πατριάρχην, ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν τὴν οἰκείαν ἐπιδείκνυται μακροθυμίαν, καὶ ὁ δίκαιος οὐ δυσχεραίνει, οὐ ναρκᾷ πρὸς τὸ μῆκος, οὐκ ἀπαγορεύει, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος τὴν φιλόθεον αὑτοῦ γνώμην διὰ πάντων ἐπιδείκνυται. Εἰσόμεθα δὲ ἀκριβῶς ἅπασαν τοῦ πατριάρχου τὴν ἀρετὴν, ἐὰν μάθωμεν πόσος μεταξὺ διαγέγονε χρόνος. Πάντα γὰρ ἡμᾶς ταῦτα σαφῶς διδάξει ὁ μακάριος Μωϋσῆς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ἐνηχούμενος. Τί οὖν οὗτός φησιν; Ἡνίκα ὑπήκουσε τῷ προστάγματι τοῦ Θεοῦ, καὶ ἀναστὰς ἀπὸ τῆς Χαῤῥὰν ἐπὶ τὴν Χαναναίαν ὥρμησεν, ἐτῶν ἦν ἑβδομηκονταπέντε.

Καὶ εὐθὺς καταλαβόντι τὴν Χαναναίαν ὑπέσχετο αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν πᾶσαν τὴν γῆν, καὶ εἰς τοσοῦτον πλῆθος ποιῆσαι ἐπιδώσειν, ὡς ἀναρίθμητον εἶναι, καθάπερ τὴν ἄμμον καὶ τοὺς ἀστέρας. Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην πολλὰ ἐν τῷ μέσῳ συνέβη τῷ δικαίῳ, ἡ κάθοδος ἡ ἐν Αἰγύπτῳ διὰ τὸν λιμὸν, ἡ ἁρπαγὴ τῆς Σάρας, καὶ εὐθὺς ἡ παρὰ τοῦ Θεοῦ πρόνοια.

Καὶ πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον ἡ παρὰ τοῦ βασιλέως τῶν Γεράρων περὶ τὴν Σάραν ἐπήρεια, καὶ παραχρῆμα ἡ παρὰ τοῦ Θεοῦ ἀντίληψις. Καὶ ταῦτα ἅπαντα ὁρῶν ὁ δίκαιος μετὰ τὴν ὑπόσχεσιν ἐκείνην αὐτῷ συμβαίνοντα, οὐκ ἐσαλεύετο τὸν λογισμὸν, οὐδὲ περιειργάζετο, τίνος ἕνεκεν ὁ τοιαύτην ἐπαγγελίαν δεξάμενος τοσούτοις καὶ τοιούτοις πειρασμοῖς καθ᾽ ἑκάστην περιπίπτει, καὶ ἐν τοσούτῳ χρόνῳ ἐν ἀπαιδίᾳ διαμένει· ἀλλὰ φιλόθεος ὢν καὶ οὐκ ἀνεχόμενος τῇ ἀσθενείᾳ τῶν οἰκείων λογισμῶν ὑποβαλεῖν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ ἔστεργε, καὶ μεθ᾽ ἡδονῆς ἐδέχετο τὰ τῷ Θεῷ δοκοῦντα.

βʹ. Καὶ μετὰ δέκατον ἐνιαυτὸν λαμβάνει τὸν Ἰσμαὴλ, τὸν ἀπὸ τῆς παιδίσκης, καὶ εἰς τοῦτον ἐνόμιζεν αὐτῷ λοιπὸν τὰ τῆς ἐπαγγελίας πεπληρῶσθαι. Ἦν γὰρ ὁ πατριάρχης, φησὶν, ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν ὀγδοήκοντα ἕξ. Ἀλλὰ πάλιν ἑτέρων δεκατριῶν ἐτῶν ἀριθμὸν γυμνάσας ὁ φιλάνθρωπος Θεὸς τοῦ δικαίου τὴν ὑπομονὴν, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἄγει.

Ἐπειδὴ γὰρ εἶδε καλῶς καθάπερ ἐν χωνευτηρίῳ διὰ τοῦ μήκους τοῦ χρόνου τὸ χρυσίον ἐκκαθαρθὲν, καὶ λαμπροτέραν καὶ φαιδροτέραν τοῦ δικαίου τὴν ἀρετὴν ἀναφανεῖσαν, Ἡνίκα, φησὶν, ἐγένετο Ἄβραμ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ πάλιν ὁ Θεός. Καὶ τίνος ἕνεκεν τοσοῦτον χρόνον ἐμακροθύμησεν; Οὐχ ἵνα τοῦ δικαίου μόνον τὴν ὑπομονὴν, καὶ τὴν πολλὴν ἀρετὴν καταμάθωμεν, ἀλλ᾽ ἵνα καὶ τῆς αὐτοῦ δυνάμεως τὴν ὑπερβολὴν ἴδωμεν. Ἡνίκα γὰρ ἀπηγόρευσεν ἡ φύσις, καὶ πρὸς τὴν παιδοποιίαν λοιπὸν ἄχρηστος ἦν, καταμαρανθέντων αὐτοῦ τῶν μελῶν, καὶ κατεψυγμένων ὑπὸ τοῦ γήρως, τότε καὶ τοῦ δικαίου τὴν ἀρετὴν ἐκκαλύπτων, καὶ τὴν οἰκείαν δεικνὺς δύναμιν, τὰ τῆς ἐπαγγελίας εἰς ἔργον ἄγει. Ἀλλ᾽ ἀναγκαῖον ἀκοῦσαι καὶ αὐτῶν τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων. Γενομένῳ, φησὶν, αὐτῷ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ ὁ Θεὸς, καὶ εἶπεν αὐτῷ. Ὅταν δὲ ἀκούσῃς, Ὤφθη, μηδὲν ταπεινὸν ὑπόπτευε, μηδὲ νομίσῃς ὀφθαλμοῖς σαρκὸς ὁρᾶσθαι τὴν θείαν ἐκείνην καὶ ἄφθαρτον δύναμιν, ἀλλ᾽ εὐσεβῶς ἅπαντα νόει.

Ὤφθη οὖν αὐτῷ ὁ Θεὸς, ἀντὶ τοῦ, τῆς παρ᾽ αὐτοῦ δηλονότι ἐπισκέψεως αὐτὸν ἠξίωσε, καὶ ἄξιον αὐτὸν ἡγησάμενος τῆς παρ᾽ ἑαυτοῦ προνοίας, πολλῇ κεχρημένος τῇ συγκαταβάσει, καὶ διαλέγεται, καί φησιν· Ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐναντίον μου, καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου, καὶ πληθυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον αὐτοῦ. Πολλὴ τοῦ δικαίου ἡ εὐγνωμοσύνη, ὑπερβάλλουσα τοῦ ἀγαθοῦ Θεοῦ ἡ περὶ αὐτὸν φιλανθρωπία.

Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ Θεός σου· μονονουχὶ λέγων· Ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ διαφόρως οἰκονομήσας ἐγώ εἰμι, ὁ ἀναστήσας σε οἴκοθεν καὶ ἐνταῦθα ἀγαγὼν ἐγώ εἰμι, ὁ καθ᾽ ἕκαστον καιρὸν ὑπέρμαχός σοι γινόμενος, καὶ τῶν ἐπιβουλευόντων σε ἀνώτερον πεποιηκὼς ἐγώ εἰμι· καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ Θεὸς, ἀλλ᾽, Ἐγώ εἰμι ὁ Θεός σου. Ὅρα τὴν πολλὴν ἀγαθότητα, πῶς καὶ διὰ τῆς προσθήκης ταύτης τὸ φίλτρον τὸ περὶ τὸν δίκαιον ἐπιδείκνυται. Ὁ γὰρ τῆς οἰκουμένης ἁπάσης Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, ὁ οὐρανοῦ καὶ γῆς ποιητής φησιν, Ἐγώ εἰμι ὁ Θεός σου. Μέγας ὁ ὄγκος τῆς τιμῆς τῆς εἰς τὸν δίκαιον. Οὕτω καὶ τοῖς προφήταις ἔθος λαλεῖν. Ὥσπερ γὰρ αὐτὸς νῦν κοινὸς ὢν ἁπάντων Δεσπότης, ἀπὸ τοῦ δούλου καλεῖσθαι καταδέχεται, καὶ εὑρήσομεν αὐτὸν μετὰ ταῦτα λέγοντα, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οὕτω καὶ οἱ προφῆται εἰώθασι λέγειν, Ὁ Θεὸς ὁ Θεός μου, οὐ περικλείοντες αὐτοῦ εἰς ἑαυτοὺς τὴν δεσποτείαν, ἀλλὰ καὶ αὐτοὶ τὸν πόθον ἀκάθεκτον ἐνδεικνύμενοι. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν οὐδὲν θαυμαστόν· ὅταν δὲ αὐτὸς ἐπ᾽ ἀνθρώπων τοῦτο ποιῇ, τοῦτό ἐστι τὸ καινὸν καὶ παράδοξον.

Ἀλλὰ μὴ θαυμάζωμεν, ἀγαπητοὶ, ἀλλ᾽ ἀκούωμεν τοῦ προφήτου λέγοντος, Κρεῖσσον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι· καὶ πάλιν τοῦ μακαρίου Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτως ὁ μὲν προφήτης μυρίων παρανόμων τὸν ἕνα τὸν ποιοῦντα τὸ θέλημα Κυρίου κρείττονα ἀπέφηνεν· ὁ δὲ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, μνημονεύσας τῶν δικαίων ἁπάντων τῶν ἐν θλίψεσι, τῶν ἐν στενοχωρίᾳ διαγόντων, φησὶν, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Πάντα τὸν κόσμον εἰπὼν, τούτους τοὺς ἐλαυνομένους, τοὺς θλιβομένους ἀντέστησεν, ἵνα μάθῃς, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος. Διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δημιουργός φησι πρὸς τὸν πατριάρχην· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος.

Οὐδὲ γὰρ περιόψομαι τῆς τοσαύτης σου ἀρετῆς τοὺς ἱδρῶτας, ἀλλὰ Θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Οὐχ ἁπλῶς εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσω, ἀλλὰ καὶ Σφόδρα, τὴν πολλὴν ἐπίτασιν δηλῶν· καὶ ὅπερ ἀνωτέρω ἔλεγεν εἰπὼν, Ὡς τὴν ἄμμον καὶ τοὺς ἀστέρας, τοῦτο ἐνταῦθα διὰ τοῦ Σφόδρα ἐδήλωσεν. Ἀλλ᾽ ὁ εὐγνώμων καὶ φιλόθεος οἰκέτης ὁρῶν τοῦ Θεοῦ τὴν τοσαύτην συγκατάβασιν καὶ τὴν περὶ τὸν αὑτοῦ θεράποντα κηδεμονίαν, καταπλαγεὶς, καὶ εἰς ἔννοιαν ἐλθὼν τῆς τε οἰκείας φύσεως, τῆς τε τοῦ Θεοῦ ἀγαθότητος, καὶ τῆς ἀπείρου δυνάμεως, Ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ, δεικνὺς διὰ τοῦ σχήματος τὴν οἰκείαν εὐγνωμοσύνην. Οὐ μόνον γὰρ οὐκ ἀπενοήθη, οὐδὲ μέγα ἐφρόνησεν ἐπὶ τῇ εὐνοίᾳ τῇ εἰς αὐτὸν γεγενημένῃ, ἀλλὰ καὶ πολλῷ μᾶλλον συνεστάλη. Καὶ ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον. Τοιοῦτον γὰρ ἡ εὐγνώμων ψυχή· ἐπειδὰν πλείονος ἀπολαύσῃ τῆς παῤῥησίας, τότε μᾶλλον πολλὴν ἐπιδείκνυται τὴν περὶ τὸν Θεὸν εὐλάβειαν· Ἔπεσε γὰρ, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ. Καὶ ἐπειδὴ μετὰ τὴν τοσαύτην παῤῥησίαν εἰς ἑαυτὸν ὁρῶν ὁ δίκαιος καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὐδὲ ἀνανεῦσαι ἐτόλμα, ἀλλὰ κάτω κύπτων πολλὴν ἐπεδείκνυτο τὴν εὐλάβειαν· ὅρα πάλιν τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον φιλοτιμίαν.

Ἐλάλησε γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς λέγων· Ἰδοὺ ἐγὼ καὶ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ᾽ ἔσται τὸ ὄνομά σου Ἀβραάμ· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, καὶ αὐξανῶ σε· καὶ θήσω σε εἰς ἔθνος, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.

γʹ. Σκόπησον, ἀγαπητὲ, πῶς προλέγει τῷ δικαίῳ καὶ νῦν ἅπαντα σαφῶς, καὶ ἵνα πλείονα αὐτῷ τὴν πληροφορίαν ποιήσῃ, καὶ τοῦ στοιχείου τὴν προσθήκην τῇ προσηγορίᾳ αὐτοῦ ἐναποτίθεται, καί φησιν· Ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραὰμ, ἐπειδὴ πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Ὥσπερ γὰρ τὸ πρότερον ὄνομα τὴν ἀπὸ τοῦ πέραν ἐνταῦθα ἐπάνοδον ἐσήμαινεν (Ἄβραμ γὰρ περάτης ἑρμηνεύεται κατὰ τὴν Ἑβραίων γλῶτταν· καὶ τοῦτο ἴσασιν, ὅσοι τῆς γλώττης ἐκείνης εἰσὶν ἔμπειροι), ἐπεὶ οὖν ἔμελλεν ἀπὸ τοῦ πέραν εἰς τὴν Χαναναίαν ἔρχεσθαι, διὰ τοῦτο οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπιτιθέασιν. Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Καὶ εἰ ἄπιστοι ἐτύγχανον οἱ τοῦτον γεγεννηκότες, πόθεν αὐτοῖς ἡ πρόγνωσις αὕτη, ὥστε τῇ προσηγορίᾳ ἐναποθέσθαι τὸ μέλλον μετὰ πολὺν ἔσεσθαι χρόνον; Καὶ τοῦτο τῆς τοῦ Θεοῦ εὐμηχάνου σοφίας, τὸ καὶ διὰ τῶν ἀπίστων πολλάκις τοιαῦτα οἰκονομεῖν· καὶ πολλὰ τοιαῦτα εὑρήσομεν καὶ ἐφ᾽ ἑτέρων γεγενημένα.

Εὐθέως γὰρ ἐπεισέρχεται ἡμῖν καὶ ἡ τοῦ Νῶε προσηγορία. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε καὶ τούτῳ τὴν προσηγορίαν ἐπέθηκαν οἱ γονεῖς, ἀλλὰ προμηνύοντες τὸν μετὰ πεντακόσια ἔτη μέλλοντα γενήσεσθαι κατακλυσμόν.

Ὅτι γὰρ καὶ ὁ τούτου πατὴρ οὐ διὰ τὸ ἐνάρετος εἶναι ταύτην τὴν προσηγορίαν ἐπέθηκε τῷ παιδὶ, ἄκουε τῆς Γραφῆς σαφῶς λεγούσης, ὅτι Νῶε μόνος εὑρέθη δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. Οὐκ ἂν παρεσιώπησεν ἡ Γραφὴ, οὐδὲ εἶπε, Νῶε δίκαιος μόνος ἦν, εἰ καὶ Λάμεχ ὁ τούτου πατὴρ ζηλωτὴς ἦν τῆς τοῦ δικαίου ἀρετῆς. Μέλλων τοίνυν τὴν προσηγορίαν ἐπιτιθέναι τῷ παιδὶ, φησί· Καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Νῶε· οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Πόθεν, εἰπέ μοι, ἐκείνῳ ἡ γνῶσις τῶν μελλόντων γίνεσθαι μετὰ τοσαύτας γενεάς; Κληθήσεται γὰρ, φησὶ, Νῶε· οὗτος γὰρ διαναπαύσει ἡμᾶς. Τὸ, Νῶε, τῇ Ἑβραίων διαλέκτῳ ἀνάπαυσις λέγεται. Ἐπεὶ οὖν οὗτος ἔμελλε, τοῦ ναυαγίου ἐκείνου καταλαμβάνοντος τὴν οἰκουμένην, μόνος διασώζεσθαι, καὶ τῇ μετὰ ταῦτα γενεᾷ ἀρχήν τινα παρασχεῖν τῆς συστάσεως, διὰ τοῦτό φησιν, Οὗτος διαναπαύσει ἡμᾶς, ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Καθάπερ γὰρ κεκμηκυῖαν τὴν γῆν πᾶσαν ἐκ τῆς τῶν ἐνοικούντων πονηρίας, καὶ πολλὴν τὴν λύμην δεχομένην ἐλθὼν ὁ κατακλυσμὸς διὰ τῆς τῶν ὑδάτων φορᾶς, καὶ στήσας τῶν μοχθηρῶν ἀνδρῶν ἐκείνων τὴν πονηρίαν, τήν τε γῆν ἐξεκάθηρεν ἀκάθαρτον γεγενημένην διὰ τὴν τῶν ἐνοικούντων μοχθηρίαν, κἀκείνους διὰ τῆς τιμωρίας ἀνέπαυσε.

Θάνατος γὰρ, φησὶ, ἀνδρὶ ἀνάπαυσις. Εἶδες ὅπως καὶ διὰ ἀπίστων πολλάκις τὰ μέλλοντα προμηνύεσθαι παρασκευάζει; Τὸν αὐτὸν δὴ τρόπον καὶ τῷ πατριάρχῃ τὸ ὄνομα οἱ γονεῖς ἐτίθεσαν, ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων δηλοῦντες, ὅτι μετανάστης ἔσται, καὶ περάσας τὸν ποταμὸν ἐπὶ τὴν ἀλλοτρίαν ἥξει. Ἐπεὶ τοίνυν, φησὶ, τὸ μὲν παρὰ τῶν γονέων ἐπιτεθὲν ὄνομα ἐκεῖνό σοι προεμήνυε τὸ ἐκ τῶν ἐκεῖσε ἐνταῦθα διαπεράσαι, δέχου καὶ τὴν τοῦ στοιχείου προσθήκην, ἵνα μάθῃς ὅτι τοῦτό σοι μηνύει, ὅτι πολλῶν ἐθνῶν ἔσῃ πατήρ. Καὶ ὅρα τὴν ἀκρίβειαν τῶν ῥημάτων. Οὐκ εἶπε, Πάντων τῶν ἐθνῶν, ἀλλὰ, Πολλῶν ἐθνῶν. Ἐπειδὴ γὰρ ἦν ἔθνη καὶ ἕτερα, ἅπερ ἔμελλεν ἐκεῖθεν ἐξεῶσθαι, ἵνα τοῦ δικαίου τὸ σπέρμα δέξηται τὴν κληρονομίαν, διὰ τοῦτό φησι· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Εἰδώς σου τῆς ἀρετῆς τὸ μέγεθος, πολλῶν ἐθνῶν διδάσκαλόν σε ἀπεργάσομαι, καὶ αὐξανῶ σε καὶ πληθυνῶ σε σφόδρα, σφόδρα· καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.

Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα. Ἂν γὰρ ἐννοήσωμεν τοῦ πατριάρχου τὴν ἡλικίαν, καὶ ὅτι ἐν ἐσχάτῳ γήρᾳ ταῦτα ἤκουσεν, ἐκπλαγησόμεθα τήν τε τοῦ δικαίου πίστιν, καὶ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν δύναμιν, ὅτι ἐξ ἀνθρώπου λοιπὸν νεκρωθέντος, ὡς εἰπεῖν, καὶ τὰ μέλη διαλελυμένου, καὶ καθ᾽ ἑκάστην ἡμέραν τὴν τελευτὴν φανταζομένου, ἐπὶ τοσοῦτον αὐξάνεσθαι τὸ σπέρμα ἐσήμανεν, ὡς καὶ εἰς ἔθνη πολλὰ γενήσεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ βασιλεῖς, φησὶν, ἐκ σοῦ ἐξελεύσονται. Εἶδες ἐπίτασιν ἐπαγγελίας;

Αὐξανῶ σε, φησὶ, σφόδρα, σφόδρα. Οὐχ ἁπλῶς τὸν διπλασιασμὸν ἐπέθηκεν, ἀλλ᾽ ἵνα σημάνῃ τῷ δικαίῳ τοῦ πλήθους τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ στοιχείου προσθήκης, καθάπερ ἐν στήλῃ τινὶ, ἀνεξάλειπτον αὐτῷ τῆς ὑποσχέσεως τὴν ἐπαγγελίαν ἐπέγραψε, πάλιν φησί· Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεός. Οὐ μόνον περὶ σὲ, φησὶ, πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, ἀλλὰ καὶ εἰς τὸ σπέρμα τὸ σὸν, καὶ μετὰ τὴν σὴν ἔξοδον. Ὅρα πῶς ἀνακτᾶται τοῦ δικαίου τὴν ψυχὴν ὑπισχνούμενος αὐτῷ, ὅτι καὶ τῷ σπέρματι αὐτοῦ πολλὴν παρέξει τὴν πρόνοιαν. Καὶ τίς ἡ δύναμις τῆς διαθήκης; Ὥστε εἶναί σου Θεὸς, φησὶ, καὶ τοῦ σπέρματός σου μετὰ σέ. Τοῦτο γάρ σοι ἔσται τὸ κεφάλαιον τῶν ἀγαθῶν, σοί τε καὶ τῷ σπέρματί σου. Καὶ δώσω σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχεσιν αἰώνιον· καὶ Θεὸς ἔσομαι αὐτῶν. Διὰ τὴν σὴν ἀρετὴν καὶ οἱ ἔκγονοι οἱ σοὶ ἀπολαύσουσι τῆς ἐμῆς προνοίας, καὶ δώσω αὐτοῖς εἰς κατάσχεσιν αἰώνιον τὴν γῆν Χαναὰν, Καὶ ἔσομαι αὐτῶν Θεός. Τί ἐστι, Καὶ ἔσομαι αὐτῶν Θεός;

Ἀντὶ τοῦ, Πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, πολλὴν τὴν πρόνοιαν, ἐν ἅπασιν αὐτοῖς τὴν παρ᾽ ἐμοῦ συμμαχίαν παρέξομαι· μόνον Σὺ τὴν διαθήκην μου διατήρησον, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Οὐδὲν ἕτερον παρ᾽ ὑμῶν ἐπιζητῶ, ἢ τὴν ὑπακοὴν καὶ τὴν εὐγνωμοσύνην, κἀγὼ πάντα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω.

δʹ. Εἶτα λοιπὸν βουλόμενος ἰδιοποιήσασθαι τοὺς ἐξ αὐτοῦ τικτομένους, καὶ οἰκεῖον ἑαυτοῦ τὸν λαὸν ἀπεργάσασθαι, καὶ ἵνα λοιπὸν τὸ πλῆθος ἐκτεινόμενον μὴ συναναμιγνύηται τοῖς ἔθνεσιν ἐκείνοις, ὧν τὴν γῆν ἔμελλον κληρονομεῖν, ἄλλως δὲ καὶ ἐπειδὴ μετὰ ταῦτα ἔμελλον κατὰ τὴν αὐτοῦ πρόῤῥησιν ὑπομένειν τὴν ἐν Αἰγύπτῳ δουλείαν, ἵνα μὴ καὶ ἐν αὐτῇ γενόμενοι συναναφυρῶσι τοῖς ἔθνεσι τοῖς ἐν Αἰγύπτῳ, σημείου χάριν τὴν περιτομὴν τῷ δικαίῳ διατάττεται, καί φησιν· Αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. Περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν. Εἶτα ἵνα διδάξῃ κἀκείνους καὶ πάντας ἡμᾶς, τίνος ἕνεκεν τοῦτο ἐπέταξε, καὶ ὅτι οὐδενὸς ἑτέρου χάριν τοῦτο βούλεται γίνεσθαι, ἀλλ᾽ ἢ ὥστε ἐπίσημον εἶναι τὸν λαὸν τὸν αὐτῷ ἀνακείμενον, φησὶ, Καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ λοιπὸν καὶ τὸν καιρὸν διατάττεται, καθ᾽ ὃν προσήκει τοῦτο γίνεσθαι.

Παιδίον γὰρ, φησὶν, ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, καὶ ὁ οἰκογενὴς, καὶ ὁ ἀργυρώνητος, καὶ πάντες ἁπαξαπλῶς, ὡς εἰπεῖν, οἱ συνόντες ὑμῖν τὸ σημεῖον τοῦτο δέξονται. Καὶ ὅστις οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ διατεταγμένῃ, ἐξολοθρευθήσεται, ὅτι τὴν διαθήκην μου διεσκέδασεν· ὅτι παρέβη, φησὶ, τὸ προσταχθέν.

Ὅρα σοφίαν Δεσπότου, πῶς εἰδὼς τῶν μελλόντων ἔσεσθαι τὸ ἀτελὲς τῆς γνώμης, καθάπερ χαλινόν τινα ἐπιτιθεὶς, οὕτω τὸ σημεῖον τοῦτο τῆς περιτομῆς ἔδωκε, τὴν ὁρμὴν αὐτῶν τὴν ἀκάθεκτον ἐκκόπτων, ὥστε μὴ τοῖς ἔθνεσι συναναμίγνυσθαι. Ἐπειδὴ γὰρ ᾔδει αὐτῶν τὸ λάγνον, καὶ ὅτι οὐκ ἀνέξονται, κἂν ὦσι μυριάκις ἐνηχούμενοι, ἀποσχέσθαι τῆς ἀλόγου ὁρμῆς, διὰ τοῦτο διηνεκῆ ὑπόμνησιν αὐτοῖς διδοὺς, καθάπερ δεσμῷ τινι περιέβαλε τῷ σημείῳ τῆς περιτομῆς, ὅρους αὐτοῖς καὶ κανόνας διδοὺς μὴ περαιτέρω προβαίνειν, ἀλλὰ μέχρι τοῦ οἰκείου ἔθνους ἵστασθαι, καὶ μηδεμίαν ἐπιμιξίαν ποιεῖσθαι πρὸς τούτους, ἀλλὰ τοῦ πατριάρχου τὸ σπέρμα διασώζειν ἀμιγὲς, ἵν᾽ οὕτω καὶ τὰ τῆς ἐπαγγελίας εἰς αὐτοὺς ἐκβῆναι δυνηθῇ. Καὶ καθάπερ τις ἀνὴρ σώφρων καὶ ἐπιεικὴς παιδίσκην ἔχων ἀκόλαστον, ὅρους αὐτῇ καὶ κανόνας τίθησι, μηδέποτε ἔξω φαίνεσθαι τῶν προθύρων τῆς οἰκίας, μηδὲ τοῖς παριοῦσι φαίνεσθαι, ἀλλὰ πολλάκις καὶ τοῖς ποσὶ δεσμὰ περιτίθησιν, ἵν᾽ οὕτω περιγενέσθαι δυνηθῇ τῆς πολλῆς ἀκολασίας· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος Δεσπότης, καθάπερ δεσμὰ ποσὶν, οὕτω τὸ σημεῖον τῆς περιτομῆς τῇ σαρκὶ ἐναπέθετο, ἵνα οἴκοθεν ἔχοντες ὑπόμνησιν, μηκέτι μηδὲ τῆς παρ᾽ ἑτέρων δέωνται διδασκαλίας. Ἀλλ᾽ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι καὶ παρὰ καιρὸν νῦν τὴν περιτομὴν φυλάσσειν βούλονται, καὶ παιδικὴν ἐπιδείκνυνται γνώμην.

Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, νῦν περιτέμνεσθαι βούλονται;

Τότε μὲν γὰρ, ἵνα μὴ τοῖς παρανόμοις ἐκείνοις ἔθνεσι συναναφυρῶσι, τοῦτο ἐπετάγησαν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν πάντων πρὸς τὴν ἀλήθειαν τοῦ φωτὸς χειραγωγηθέντων, ποῖον τῆς περιτομῆς ὄφελος; Μὴ γὰρ πρὸς τὴν τῆς ψυχῆς ἐλευθερίαν τι συμβάλλεται ἡ τῆς σαρκὸς ἀπόθεσις; Οὐκ ἤκουσαν σαφῶς τοῦ Θεοῦ λέγοντος, Καὶ ἔσται ἐν σημείῳ διαθήκης, μονονουχὶ δεικνύντος, ὅτι διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην τοῦ σημείου ἐδεήθησαν; Οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πολλάκις γίνεται πραγμάτων. Ἐπειδὰν μὴ θαῤῥῶμέν τισι, σημεῖον ἐνεχύρου χάριν λαμβάνειν παρ᾽ αὐτῶν σπουδάζομεν· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς εἰδὼς αὐτῶν τῆς γνώμης τὴν εὐκολίαν, τὸ σημεῖον τοῦτο παρ᾽ αὐτῶν ἀπαιτῆσαι κατεδέξατο, οὐχ ἵνα διηνεκῶς μένῃ τὸ σημεῖον τοῦτο, ἀλλ᾽ ἵνα τῶν τότε τέλος λαμβανόντων καὶ ἡ τοῦ σημείου χρεία περιαιρεθῇ.

Ὥσπερ γὰρ ὅταν σημεῖόν τινες ἀπαιτῶσι, καὶ ἐνέχυρον βούλωνται λαμβάνειν, ἐπειδὰν τοῦ πράγματος ἡ ὑπόθεσις τέλος λάβῃ, καὶ τὸ σημεῖον λοιπὸν αἴρεται· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ διὰ τὸ καταφανῆ γίνεσθαι τὸν λαὸν τοῦ πατριάρχου τὸ σημεῖον τοῦτο παρ᾽ ὑμῶν εἰσηνέχθη, ἐχρῆν, τῶν ἐθνῶν ἐκείνων δι᾽ οὓς τὸ σημεῖον ἐδέξασθε, τῶν μὲν ἄρδην ἀφανισθέντων, τῶν δὲ μετ᾽ ἐκείνους τῷ τῆς ἀληθείας φωτὶ προσδραμόντων, μηκέτι τὸν ἔλεγχον τῆς οἰκείας ἀγνωμοσύνης περιφέρειν, ἀλλ᾽ ἀπαλλάττεσθαι, καὶ εἰς τὴν προτέραν εὐγένειαν ἀνατρέχειν. Ἐννόησον γάρ μοι, ὅτι ὁ θαυμάσιος ἐκεῖνος, ὁ πατριάρχης λέγω, πρὶν ἢ τῆς περιτομῆς δέξασθαι τὴν ἐντολὴν (ἐννενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, ἡνίκα τοῦτο ἐπετάττετο), καὶ εὐάρεστος τῷ Θεῷ γέγονε, καὶ μυριάκις ἀνεκηρύχθη παρὰ τοῦ Δεσπότου. Καὶ ἐπειδὴ λοιπὸν εἰς ἔργον ἔμελλεν ἐκβαίνειν τὰ τῆς ἐπαγγελίας, καὶ τίκτεσθαι ἔμελλεν ὁ Ἰσαὰκ, καὶ αὐξάνεσθαι τὸ γένος, καὶ ὁ πατριάρχης δὲ μεθίστασθαι τῆς ζωῆς, τότε δέχεται τὴν ἐντολὴν τῆς περιτομῆς, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ περιτέμνεται, ἵνα τοῖς ἑξῆς ἅπασι νόμος τις καὶ κανὼν γίνηται τὰ παρὰ τοῦ πατριάρχου γεγενημένα.

εʹ. Καὶ ἵνα μάθητε ἀκριβῶς, ἀγαπητοὶ, ὅτι οὐδὲν τοῦτο πρὸς τὴν τῆς ψυχῆς ἀρετὴν λυσιτελεῖ, ἐξ αὐτῶν τῶν γινομένων συνιδεῖν δυνατόν. Τί γάρ φησιν, Ὀκτὼ ἡμερῶν παιδίον περιτμηθήσεται; Τὸν δὲ χρόνον οἶμαι τοῦτον ὡρίσθαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ δύο τούτων ἕνεκεν· ἑνὸς μὲν, ἵνα ἐν τῇ ἀώρῳ ἡλικίᾳ κουφότερον ἐνεγκεῖν τὸν πόνον δυνηθῇ τῆς περιτομῆς τῆς σαρκός· δευτέρου δὲ, ἵνα δι᾽ αὐτῶν τῶν ἔργων παιδευθῶσιν ὡς οὐκ εἰς ψυχήν τι συντελεῖ τὸ γινόμενον, ἀλλὰ σημείου χάριν τοῦτο γίνεται. Τὸ γὰρ ἄωρον παιδίον, τὸ μὴ γινῶσκον τὰ γινόμενα, μηδὲ αἴσθησίν τινα ἔχον, ποίαν ὠφέλειαν εἰς τὴν ψυχὴν ἐκ τούτου δέξασθαι δυνήσεται;

Ἐκεῖνα γάρ ἐστι τῆς ψυχῆς ἰδικῶς κατορθώματα, τὰ ἐκ προαιρέσεως γινόμενα. Ψυχῆς γάρ ἐστι κατόρθωμα τὸ ἀρετὴν ἑλέσθαι, καὶ κακίαν φυγεῖν· ψυχῆς κατόρθωμα, τὸ μὴ τῶν πλειόνων μόνον μὴ ἐφίεσθαι, ἀλλὰ καὶ τὰ ὄντα προέσθαι τοῖς δεομένοις· ψυχῆς κατόρθωμα, τὸ μὴ τοῖς παροῦσι προστετηκέναι, ἀλλὰ τούτων μὲν ὑπερορᾷν τὰ μέλλοντα δὲ καθ᾽ ἑκάστην ἡμέραν φαντάζεσθαι.

Τὸ δὲ σημεῖον ἐπὶ τῆς σαρκὸς δέξασθαι, ποῖον ἂν εἴη κατόρθωμα; Ἀλλ᾽ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι, τῆς ἀληθείας φανείσης, ἔτι τῇ σκιᾷ παρακαθήμενοι, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς πανταχοῦ ἀφιέντος, ἔτι τῷ λυχνιαίῳ φωτὶ προσηλωμένοι, καὶ μετὰ τὸν καιρὸν τῆς στερεᾶς τροφῆς ἔτι τῷ γάλακτι τρεφόμενοι, οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούειν ἀνέχονται βοῶντος καὶ λέγοντος περὶ τοῦ πατριάρχου· Καὶ σημεῖον ἔλαβε περιτομὴν, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν ἀκροβυστίᾳ. Ὅρα πῶς ἀμφότερα ἡμᾶς ἐνταῦθα ἐδίδαξε, καὶ ὅτι σημείου χάριν τὴν περιτομὴν ἐδέξατο, καὶ ὅτι ἡνίκα ἀκρόβυστος ἦν, τὴν δικαιοσύνην τὴν ἐκ τῆς πίστεως ἐπεδείξατο. Ἵνα γὰρ μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος καὶ λέγῃ, ὅτι Οὐχὶ ἡ περιτομὴ τὴν δικαιοσύνην αὐτῷ προεξένησε; διὰ τοῦτο ὁ μακάριος οὗτος ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ μαθητευθεὶς, ὁ κατὰ ἀκρίβειαν τὸν νόμον παιδευθείς φησι· Μὴ νομίσητε, ὦ ἀναίσχυντοι Ἰουδαῖοι, ὅτι ἡ περιτομή τι εἰς δικαιοσύνην αὐτῷ συνετέλεσε· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἀκροβυστίας τὴν πίστιν ἐπιδειξάμενος, ἤκουσεν· Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.

Γενόμενος οὖν ἐν τῇ δικαιοσύνῃ διὰ τὴν εἰς τὸν Θεὸν πίστιν, τότε δέχεται σημείου χάριν τὴν περιτομήν· καὶ πρῶτον καὶ τῷ ὀνόματι αὐτοῦ τὸ στοιχεῖον ἐπιτίθησι, καὶ μετὰ ταῦτα τὴν περιτομὴν ἐπιτάττει, ἵνα δείξῃ ὅτι διὰ τὴν πολλὴν ἀρετὴν λοιπὸν τὸν δίκαιον ᾠκειώσατο, καὶ δι᾽ ἐκεῖνον καὶ τοὺς ἐξ αὐτοῦ ἐσομένους. Καὶ καθάπερ τις οἰκέτην κτησάμενος, πολλάκις καὶ τὸ ὄνομα αὐτοῦ μετατίθησι καὶ τὸ σχῆμα, καὶ πάντα ποιεῖ ὥστε κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα διὰ πάντων κηρύττῃ τὴν δεσποτείαν· οὕτω δὴ καὶ ὁ τῶν ὅλων Θεὸς, ὥσπερ αὐτὸν χωρίσαι λοιπὸν τῶν ἄλλων ἀνθρώπων βουλόμενος, διὰ μὲν τῆς προσθήκης τοῦ στοιχείου, ὅτι πολλῶν ἐθνῶν πατὴρ ἔσται ἐμήνυσε· διὰ δὲ τῆς περιτομῆς, ὅτι ἐξαίρετος ἔσται αὐτοῦ λαὸς, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρισμένον ἐξ αὐτοῦ μέλλον τίκτεσθαι σπέρμα. Ἀλλ᾽ εἰ καὶ ἐκεῖνοι διὰ τὴν οἰκείαν πώρωσιν ἔτι τὴν περιτομὴν τῆς σαρκὸς φυλάττειν βούλονται, οὐκ ἀκούοντες Παύλου λέγοντος· Ἐὰν γὰρ περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει (διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης, ἵνα ταῦτα πάντα ἀνέλῃ, καὶ διὰ τοῦτο πάντα τὸν νόμον ἐπλήρωσεν, ἵνα στήσῃ λοιπὸν τοῦ νόμου τὴν παρατήρησιν· διὰ τοῦτο ἐβόα ὁ μακάριος Παῦλος· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε)· ἀλλ᾽ ἡμεῖς πειθώμεθα τῷ μακαρίῳ Παύλῳ, καὶ τὴν ἀχειροποίητον περιτομὴν καταδεχώμεθα.

Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Εἶτα διδάσκων ἡμᾶς ἀκριβέστερον τί ἐστιν ἡ τοιαύτη περιτομὴ, ἐπήγαγε· Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι. Καθάπερ γὰρ ἐκείνους τὸ τῆς περιτομῆς σημεῖον ἐχώριζε τῶν λοιπῶν ἐθνῶν, καὶ ἐδείκνυ τὴν οἰκείωσιν αὐτῶν τὴν πρὸς τὸν Θεόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ᾽ ἡμῶν ἡ διὰ τοῦ βαπτίσματος περιτομὴ τὸν χωρισμὸν ἀκριβέστερον καθίστησι, καὶ τὴν διαίρεσιν τῶν πιστῶν καὶ τῶν οὐ τοιούτων.

Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκός. Ὅπερ γὰρ ἐκεῖ ἐργάζεται ἡ περιτομὴ εἰς τὴν τῆς σαρκὸς ἀπόθεσιν, τοῦτο ἐνταῦθα τὸ βάπτισμα εἰς τὴν τῶν ἁμαρτημάτων ἀπόθεσιν. Ἀπεκδυσάμενοι γὰρ ἅπαξ τὰς τῆς σαρκὸς ἁμαρτίας, καὶ καθαρὸν τὸ ἔνδυμα δεξάμενοι, μένωμεν, ἀγαπητοὶ, ἐπὶ τῆς καθαρότητος, καὶ τῶν παθῶν τῆς σαρκὸς ἀνώτεροι γενόμενοι, τῆς ἀρετῆς ἐπιλαβώμεθα.

Καὶ οἱ ἐν τῇ χάριτι τὸν ἐν τῷ νόμῳ, μᾶλλον δὲ καὶ πρὸ τοῦ νόμου, ζηλώσωμεν, ἵνα κατ᾽ ἴχνος ἐκείνου τὴν ἑαυτῶν ζωὴν οἰκονομήσαντες, καταξιωθῶμεν εἰς τοὺς ἐκείνου κόλπους καταντῆσαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.