Ἐφοβήθη γὰρ, φησὶν, Ἰακὼβ, καὶ διηπορεῖτο. Ὁ φόβος αὐτοῦ τὴν διάνοιαν διετάρασσε, καὶ οὐκ ᾔδει τὸ τί πράξει, ἀλλ᾽ ἐν ἀπορίᾳ ἐγεγόνει· διὸ ὡς περὶ τοῦ παντὸς δεδοικὼς, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχων, Διαιρεῖ εἰς δύο παρεμβολὰς πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ. Εἶπε γὰρ, φησίν· Ἐὰν ἔλθῃ εἰς παρεμβολὴν μίαν καὶ κόψῃ αὐτὴν, ἡ δευτέρα ἔσται εἰς τὸ σώζεσθαι. Ταῦτα μὲν ὁ φόβος ὑπηγόρευσε καὶ ἡ πολλὴ δειλία. Ὁρῶν δὲ ἑαυτὸν ὡς ἐν δικτύοις ἀπειλημμένον, ἐπὶ τὸν ἄμαχον Δεσπότην καταφεύγει, καὶ τὰς ὑποσχέσεις τὰς εἰς αὐτὸν γεγενημένας ἀπαιτεῖ παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μονονουχὶ λέγων πρὸς αὐτόν· Νῦν ἥκει καιρὸς, ἐν ᾧ καὶ διὰ τὴν τῶν προγόνων ἀρετὴν, καὶ διὰ τὴν παρὰ σοῦ γεγενημένην ὑπόσχεσιν δίκαιος ἂν εἴην ἁπάσης ἀπολαῦσαι συμμαχίας. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, σὺ, φησὶν, ὁ Θεὸς, ὁ εἰπών μοι· Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου· ὁ ἀναστήσας με, φησὶν, ἀπὸ τῆς ξένης, καὶ προστάξας ἐπανελθεῖν πρὸς τὸν πατέρα τὸν ἴδιον καὶ εἰς τὴν γῆν τῆς γενέσεως· Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἀρκείσθω, φησὶ, πρὸς τὴν ἐπὶ τοῦ παρόντος καιροῦ συμμαχίαν.