Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΞΑ΄-ΞΓ΄: Ο Ιωσήφ, ο φθόνος των αδελφών και η ανάδειξη στην Αίγυπτο

Η εχθρότητα των αδελφών, η πώληση του Ιωσήφ στην Αίγυπτο, η σωφροσύνη του στον οίκο του Πετεφρή, η φυλάκιση και η ερμηνεία των ονείρων του Φαραώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 15 από 17

ΟΜΙΛΙΑ ΞΑʹ. Αὕται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα. αʹ. Πάλιν ἐπὶ τὴν συνήθη τράπεζαν ὑμᾶς ἀγαγεῖν βούλομαι, καὶ τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημένων λαβόμενος, ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων τὴν ἑστίασιν ὑμῖν παραθεῖναι ταύτην τὴν πνευματικήν.

Ἱκανὰ γὰρ τὰ σήμερον ἀναγνωσθέντα διδάξαι πάντας ἡμᾶς, ὅση τῆς βασκανίας ἐστὶν ἡ λύμη, καὶ ὅπως τὸ ὀλέθριον τοῦτο πάθος τὸ τοῦ φθόνου καὶ μέχρι τῆς συγγενείας αὐτῆς ἐκταθὲν τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο. Ἀλλ᾽ ἵνα δόξῃ κατὰ ἀκολουθίαν ὁ λόγος προϊέναι, ἀναγκαῖον αὐτῆς ἅψασθαι τῆς ἀρχῆς τοῦ ἀναγνώσματος. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Ἰακώβ.

Ὅρα τὸν θαυμαστὸν τοῦτον προφήτην, ὅπως ἐπαγγειλάμενος ἡμῖν διηγεῖσθαι τοῦ Ἰακὼβ τὴν γενεαλογίαν, εὐθέως ἐπὶ τὴν ἱστορίαν τοῦ παιδὸς ἀνέδραμε· καὶ εἰπὼν, Αὗται αἱ γενέσεις Ἰακὼβ, καὶ καταλιπὼν διηγεῖσθαι ἡμῖν ἀκολούθως τούς τε ἐξ αὐτοῦ τεχθέντας, τούς τε ἐξ ἐκείνων πάλιν γεννωμένους (καθάπερ καὶ ἐπὶ τοῦ Ἡσαῦ τοῦτο πεποίηκεν), ἐπὶ τὸν Ἰωσὴφ εὐθέως ἔσπευσε, τὸν νέον, τὸν πάντων τῶν ἀδελφῶν, ὡς εἰπεῖν, ἔσχατον, καί φησιν· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα. Τίνος ἕνεκεν καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν σημαίνει; Ἵνα μάθῃς ὡς οὐδὲν ἡ νεότης κώλυμα γίνεται πρὸς ἀρετὴν, καὶ ἵνα ἐκ περιουσίας γνῷς καὶ τοῦ νέου τὴν πρὸς τὸν πατέρα ὑπακοὴν, καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ὁμόνοιαν, κἀκείνων τὸ ἀνήμερον· καὶ πῶς οὐδὲ πρὸς τὸν οὕτω περὶ αὐτοὺς διακείμενον, καὶ ἀπὸ τῆς ἡλικίας αὐτῆς εἰς συμπάθειαν αὐτοὺς ἐφελκύσασθαι δυνάμενον παραφυλάξασθαι τὴν ἀγάπην ἠβουλήθησαν, ἀλλ᾽ ἐξ αὐτῶν τῶν προοιμίων ὁρῶντες καὶ τοῦ παιδὸς τὸ πρὸς τὴν ἀρετὴν ἐπιῤῥεπὲς, καὶ τοῦ πατρὸς τὴν περὶ αὐτὸν εὔνοιαν, εἰς τὴν κατ᾽ αὐτοῦ βασκανίαν διηγείροντο.

Κατήνεγκαν γὰρ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν. Ὅρα κακίας ὑπερβολήν· καὶ τὴν τοῦ πατρὸς ἀγάπην διασαλεῦσαι ἐπεχείρουν, καὶ τὰ μὴ ὄντα πλάττονται κατὰ τοῦ ἀδελφοῦ, τοσοῦτο μόνον ἀνύοντες, ὅσον τὸν οἰκεῖον φθόνον κατάδηλον ποιῆσαι. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο μόνον ἐκέρδαινον, τὸ φανερὰν ἑαυτῶν ποιῆσαι τὴν λανθάνουσαν γνώμην, ὅρα τὸν πατέρα καὶ μετὰ τὴν παρ᾽ αὐτῶν διαβολὴν ἐξεχόμενον τοῦ παιδὸς, καὶ πάντων αὐτὸν προκρίνοντα. Ἰακὼβ δὲ, φησὶν, ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Τί ἐστιν, Ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ; Ἐπειδὴ πρὸς τῷ τέλει, φησὶ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ ἦν τεχθεὶς, διὰ τοῦτο μᾶλλον ἁπάντων αὐτὸν ἠγάπα. Καὶ γὰρ ποθεινά πως εἶναι δοκεῖ τὰ παιδία τὰ πρὸς αὐτῷ τῷ γήρᾳ τικτόμενα, καὶ μᾶλλον ἐπισπάσασθαι δύνανται τὴν πατρικὴν εὔνοιαν. Ἀλλ᾽ ἵνα μάθωμεν ὅτι οὐ τοῦτο μόνον ἦν τὸ τὸν πατέρα ἐπισπώμενον προτιμᾷν τε αὐτὸν τῶν ἀδελφῶν παρασκευάζον, διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ, ὅτι καὶ μετὰ τοῦτον ἕτερος ἐτέχθη· καὶ εἰ κατὰ τὴν φυσικὴν ἀκολουθίαν τὰ τῆς ἀγάπης ἐγίνετο, ἐκεῖνος ἂν μᾶλλον ἠγαπήθη, ἅτε δὴ ἀληθῶς υἱὸς γήρως ὢν, καὶ τότε τεχθεὶς, ἡνίκα πρὸς ἔσχατον γῆρας ἤλασεν ὁ δίκαιος. Τί οὖν ἔστιν εἰπεῖν;

Ὅτι χάρις τις ἦν ἄνωθεν ἡ τὸν νέον ἐπέραστον ποιοῦσα, καὶ διὰ τὴν τῆς ψυχῆς ἀρετὴν πάντων αὐτὸν προτιμότερον ἐργαζομένη· ταύτην δὲ προσκεῖσθαι τὴν αἰτίαν ἐν τῇ Γραφῇ, ὅτι ἐπειδὴ υἱὸς γήρως ἦν αὐτῷ, διὰ τοῦτο αὐτὸν ἠγάπα πλέον, ἵνα μὴ φανερῶς αὐξήσῃ τῶν ἀδελφῶν τὸν φθόνον.

Δεινὸν γὰρ τουτὶ τὸ πάθος, καὶ ἐπειδὰν ἐπιλάβηται ψυχῆς, οὐ πρότερον αὐτὴν ἀνίησι, μέχρις ἂν εἰς ἐσχάτην αὐτὴν ἀτοπίαν ἀγάγῃ, καὶ λυμαινόμενον τὴν τεκοῦσαν αὐτὸ ψυχὴν, τὸ ἐναντίον ἢ βούλεται τὸν φθονούμενον διατίθησι, λαμπρότερον, ἐνδοξότερον, περιφανέστερον, ὅπερ πάλιν ἑτέρα πληγὴ βαρυτέρα τῷ βασκάνῳ γίνεται. Σκόπει γοῦν ἐνταῦθα, πῶς ὁ μὲν θαυμάσιος οὗτος οὐδὲν τῶν γινομένων εἰδὼς, ἅτε δὴ καθάπερ ἀδελφοῖς καὶ τὰς αὐτὰς ὠδῖνας αὐτῷ λύσασιν οὕτω προσφέρεται, θαῤῥῶν ἅπαντα καὶ διαλεγόμενος μετὰ πολλῆς τῆς ἁπλότητος· ἐκεῖνοι δὲ ὑπὸ τοῦ τῆς βασκανίας πάθους ἁλόντες, μισεῖν αὐτὸν παρεσκευάζοντο.

Ἰδόντες γὰρ, φησὶν, οἱ ἀδελφοὶ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. Ὅρα πῶς τὸν οὐδὲν ἠδικηκότα μισεῖν ἐπεχείρουν. Καὶ οὐδὲν, φησὶν, ἠδύναντο λαλεῖν αὐτῷ εἰρηνικόν. Τί ἐστιν, Οὐδὲν ἠδύναντο λαλεῖν αὐτῷ εἰρηνικόν; Ἐπειδὴ γὰρ ἐκυρίευσεν αὐτῶν τὸ πάθος, καὶ τὸ μῖσος ηὔξετο καθ᾽ ἑκάστην ἡμέραν, καθάπερ αἰχμάλωτοι γενόμενοι καὶ τυραννούμενοι ὑπὸ τοῦ πάθους, μετὰ δόλου προσεφέροντο, οὐδὲν εἰρηνικὸν αὐτῷ λαλεῖν δυνάμενοι. Καὶ σκόπει πῶς τὴν αἰτίαν ταύτην ἐσήμανε τοῦ μίσους, ὅτι ἀπὸ τοῦ φθόνου τὴν ἀρχὴν ἐλάμβανεν. Ἰδόντες γὰρ οἱ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὅτι ὁ πατὴρ αὐτὸν φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ. Τὸ φίλτρον τοῦ πατρὸς τὸν φθόνον αὐτῷ ἔτεκεν, ἀλλὰ τὴν τοῦ πατρὸς εὔνοιαν ἡ ἀρετὴ τοῦ παιδὸς ἐπεσπάσατο. Δέον τοίνυν ἐκείνους μιμήσασθαι τὸν ἀδελφὸν καὶ ζηλῶσαι τὸν τρόπον, ἵν᾽ οὕτω καὶ αὐτοὶ τὸν πατέρα ἐπισπάσωνται, τοῦτο μὲν οὐδὲ εἰς ἔννοιαν λαμβάνουσιν, ἀλλὰ κοινὸν μῖσος περὶ τὸν ὑπὸ τοῦ πατρὸς ἀγαπώμενον ἐπεδείκνυντο.

Καὶ ἐκεῖνοι μὲν, καθάπερ ἐκπολεμούμενοι, οὕτω λανθάνουσαν ἔσωθεν τὴν πονηρίαν τίκτοντες, οὐδὲν εἰρηνικὸν αὐτῷ διελέγοντο, ἀλλὰ μετὰ δόλου προσεφέροντο· ὁ δὲ θαυμάσιος οὗτος τὴν ἀδελφικὴν εὔνοιαν πρὸς αὐτοὺς ἀποσώζων, καὶ οὐδὲν ὑπιδόμενος, ἅτε δὴ ὡς ἀδελφοῖς ἐθάῤῥει, καὶ τὰ καθ᾽ ἑαυτὸν ἅπαντα ἀνετίθετο.

βʹ. Τοῦτο τὸ πάθος καὶ ἐξ ἀρχῆς τὸν Κάϊν εἰς τὸν κατὰ τοῦ ἀδελφοῦ φόνον ὁρμῆσαι παρεσκεύασε. Καὶ καθάπερ οὗτοι διὰ τὴν εὔνοιαν τοῦ πατρὸς, ἣν περὶ τὸν παῖδα ἐπεδείκνυτο, μισεῖν αὐτὸν παρεσκευάζοντο, καὶ πολεμεῖν ἐπεχείρουν, καὶ καθ᾽ ἑκάστην ἡμέραν ὤδινον τὴν κατ᾽ αὐτοῦ σφαγήν· τὸν αὐτὸν δὴ τρόπον κἀκεῖνος θεασάμενος ὅτι τὰ παρὰ τοῦ ἀδελφοῦ δῶρα μᾶλλον δεκτὰ γέγονεν, εἰς τὸν κατὰ τοῦ ἀδελφοῦ φόνον ἐκινήθη, καί φησιν, Ἐξέλθωμεν εἰς τὸ πεδίον.

Ὁρᾷς καὶ τοῦτον μηδὲν ὑφορώμενον, ἀλλ᾽ οἷα δὴ ἀδελφῷ πειθόμενον, κατεξιόντα καὶ πάρεργον γινόμενον τῆς μιαρᾶς ἐκείνης δεξιᾶς; Οὕτω δὴ καὶ ὁ θαυμάσιος Ἰωσὴφ, οὐκ εἰδὼς τὴν κακὴν τῶν ἀδελφῶν ὁμόνοιαν, ὡς ἀδελφοῖς προσεφέρετο, καὶ τὰ ἐνύπνια, ἅπερ αὐτῷ ὁ Θεὸς ἀπεκάλυπτε, προμηνύων αὐτῷ τὴν περιφάνειαν ἐν ᾗ γίνεσθαι ἔμελλε, καὶ τῶν ἀδελφῶν τὴν ὑποταγὴν εἰς μέσον προετίθει. Ἐνυπνιασθεὶς γὰρ, φησὶν, ἐνύπνιον ἀπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Ἀκούσατέ μου τοῦ ἐνυπνίου τούτου. ᾬμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ἀνωρθώθη, περιστραφέντα δὲ τὰ ὑμέτερα δράγματα προσεκύνησαν τὸ ἐμὸν δράγμα.

Εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοί· Μὴ βασιλεύων βασιλεύσεις ἐφ᾽ ἡμᾶς, ἢ κυριεύων κυριεύσεις ἡμῶν; Καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ τῶν ῥημάτων αὐτοῦ. Διὰ τοῦτο καὶ προέλαβε καὶ ἐδίδασκεν ἡμᾶς, ὅτι ἄνωθεν τὸ μῖσος τὸ πρὸς αὐτὸν ἐπεδείκνυντο, ἵνα μὴ νομίσωμεν ἐντεῦθεν ἀρχὴν αὐτοὺς εἰληφέναι τοῦ κατ᾽ αὐτὸν πολέμου. Προσέθεντο γὰρ ἔτι μισεῖν αὐτὸν, ἀντὶ τοῦ, Πολλῷ πλέον ηὔξανον τὸ μῖσος καὶ τὴν ἔχθραν τὴν κατ᾽ αὐτοῦ. Καὶ ὅρα τῆς πηρώσεως τὴν ὑπερβολήν· αὐτοὶ τὸ ὄναρ διακρίνουσιν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι δι᾽ ἄγνοιαν τῶν μελλόντων ἔσεσθαι ἐφθόνουν κατ᾽ αὐτοῦ· ἀλλὰ μαθόντες ἐκ τῶν ὀνειράτων τὰ ἐσόμενα, προσθήκην τοῦ μίσους εἰργάζοντο. Ὢ ἀνοίας ὑπερβολή. Δέον τοῦτο γνόντας μᾶλλον εὔνοιαν περὶ αὐτὸν ἐπιδείξασθαι, καὶ ἐκποδὼν ποιῆσαι τοῦ μίσους τὴν αἰτίαν, καὶ τῆς βασκανίας τὸ πάθος ἐξορίσαι, σκοτωθέντες τὸν λογισμὸν, καὶ οὐ συνορῶντες ὅτι καθ᾽ ἑαυτῶν ἅπαντα διαπράττονται, ἐπὶ πλέον ηὔξανον τὸ κατ᾽ αὐτοῦ μῖσος. Τίνος ἕνεκεν, ὦ ἄθλιοι καὶ ταλαίπωροι, τοσαύτην ἐπιδείκνυσθε τὴν βασκανίαν, οὐκ ἀγνοοῦντες οὔτε τὴν ἀδελφικὴν σχέσιν, οὔτε ὅτι ἡ τῶν ἐνυπνίων ἀποκάλυψις φανερὰν δείκνυσι τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν; Μὴ γὰρ δὴ νομίσητε λοιπὸν τὰ παρὰ τοῦ Θεοῦ μηνυθέντα αὐτῷ δυνατὸν εἶναι ἀνατραπῆναι.

Καθάπερ γὰρ τοῦ ὀνείρου τὴν διάκρισιν ἐποιήσασθε, οὕτως ἔσται μετ᾽ οὐ πολὺ, κἂν μυρία ἐπινοῆσαι βουληθῆτε. Εὐμήχανος γὰρ ὢν καὶ σοφὸς ὁ τῶν ἁπάντων Δεσπότης, καὶ τῆς οἰκείας δυνάμεως δεικνὺς τὴν περιουσίαν, πολλὰ πολλάκις ἀφίησιν ἐν τῷ μεταξὺ κωλύματα γενέσθαι, ἵν᾽ οὕτω τὰ πάλαι αὐτῷ δόξαντα εἰς ἔργον ἀγαγὼν, μεγίστην ἀποφήνῃ τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. Ἀλλὰ τοιοῦτον ἡ βασκανίας οὐδὲν τούτων λογίζεσθαι δύναται, ἀλλ᾽ ὅλως, ὡς εἰπεῖν, αἰχμάλωτος γεγονὼς κατὰ τῆς οἰκείας σωτηρίας ἅπαντα διαπράττεται. Καὶ οὗτοι μὲν προσθήκην μίσους εἰργάζοντο διὰ τὴν ἐνυπνίου διήγησιν· ὁ δὲ θαυμάσιος Ἰωσὴφ καὶ ἕτερον ἐνύπνιον θεασάμενος οὐκ αὐτοῖς μόνον, ἀλλὰ καὶ τῷ πατρὶ διηγεῖται, καί φησιν· Ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. Καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζήλωσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ διετήρησε τὸ ῥῆμα. Εἰδὼς τὸν τικτόμενον αὐτῷ φθόνον παρὰ τῶν ἀδελφῶν ὁ πατὴρ, διὰ τοῦτο ἐπετίμησε τῷ παιδὶ, καὶ διακρίνει καὶ αὐτὸς τὸ ὄναρ, καὶ στοχαζόμενος παρὰ τοῦ Θεοῦ τὴν ἀποκάλυψιν αὐτῷ γεγενῆσθαι, διετήρει τὸ ῥῆμα. Ἀλλ᾽ οὐχ οἱ ἀδελφοὶ οὕτως. Ἀλλὰ τί; Πάλιν πολλῷ πλέον ἐζήλωσαν. Τί μεμήνατε;

τί ἐξεστηκότων πράγματα διαπράττεσθε; Οὐχ ὁρᾶτε ὅτι ἡ τῶν ἐνυπνίων δευτέρωσις οὐχ ἁπλῶς οὐδὲ εἰκῆ γεγένηται, ἀλλ᾽ ἵνα μαθόντες ὅτι πάντως ἔσται τὰ προμηνυθέντα, παύσησθε τῆς φονικῆς ὁρμῆς, ἐννοήσαντες ὅτι ἀδυνάτοις ἐπιχειρεῖτε; Ἐχρῆν μὲν οὖν τὴν ἀδελφικὴν σχέσιν καὶ διάνοιαν ἀναλαβόντας, καὶ οἰκείαν κρίνειν εὐδοκίμησιν τὴν τοῦ ἀδελφοῦ μέλλουσαν ἔσεσθαι περιφάνειαν. Ἐπειδὴ δὲ ταύτης ὑμῖν οὐδεὶς λόγος, κἂν ἐκεῖνο λογίσασθαι ἦν ἀκόλουθον, ὅτι οὐ πρὸς αὐτὸν ὑμῖν ὁ πόλεμος, ἀλλὰ πρὸς τὸν ἁπάντων Δεσπότην τὸν ταῦτα αὐτῷ ἤδη ἐκκαλύψαντα. Ἀλλ᾽ οὗτοι μὲν, καθάπερ ἔφθην εἰπὼν, οὐδὲ τὴν φύσιν αὐτὴν αἰδούμενοι, οὔτε τὴν ἄνωθεν γινομένην περὶ αὐτὸν εὔνοιαν ἐν νῷ λαβόντες, τὸ μῖσος καθ᾽ ἑκάστην ἡμέραν ἐπέτεινον, καὶ λανθανόντως τὴν πυρὰν παρ᾽ ἑαυτοῖς ἀνῆπτον, οὐδὲν οὔτε τοῦ πατρὸς, οὔτε τοῦ νέου τοιοῦτόν τι ὑποπτεύοντος, οὐδ᾽ ὅτι πρὸς τοσαύτην μανίαν ἐλαύνειν ἔμελλον. Διὸ καὶ πορευθέντων τῶν ἀδελφῶν εἰς τὰ ποίμνια, Εἶπεν ὁ πατὴρ τῷ Ἰωσήφ· Οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν εἰς Συχέμ; Δεῦρο, ἀποστείλω σε πρὸς αὐτούς.

Εἶπε δὲ αὐτῷ, Ἰδοὺ ἐγώ. Εἶδες πατρὸς πρὸς παῖδας φιλοστοργίαν; εἶδες παιδὸς ὑπακοήν; Εἶπε δὲ αὐτῷ· Πορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου, καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. γʹ. Ταῦτα δὲ πάντα ἐγίνετο, ἵνα καὶ τοῦ Ἰωσὴφ δειχθῇ ἡ περὶ τοὺς ἀδελφοὺς εὔνοια, κἀκείνων κατάδηλος γένηται ἡ φονικὴ γνώμη. Ἐγίνετο δὲ καὶ τύπος τῶν ἔσεσθαι μελλόντων, καὶ ἐν τῇ σκιᾷ προδιεγράφετο τὰ τῆς ἀληθείας πράγματα. Καὶ ὥσπερ ὁ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς ἀπῄει ἐπισκεψόμενος αὐτοὺς, κἀκεῖνοι οὐκ αἰδεσθέντες οὔτε τὴν ἀδελφότητα, οὔτε τὴν αἰτίαν τῆς παρουσίας, πρότερον μὲν ἀνελεῖν ἐβουλεύοντο, ἔπειτα δὲ καὶ ἐπίπρασκον τοῖς βαρβάροις· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, παραγέγονεν ἐπισκεψόμενος τὸ τῶν ἀνθρώπων γένος, καὶ τὴν ὁμογενῆ ἡμῖν σάρκα ἀναλαβὼν, καὶ ἀδελφὸς ἡμῶν γενέσθαι καταξιώσας οὕτω παραγέγονε.

Καὶ βοᾷ Παῦλος λέγων· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἀλλ᾽ οἱ ἀγνώμονες Ἰουδαῖοι τὸν τῶν σωμάτων καὶ τὸν τῶν ψυχῶν ἰατρὸν, τὸν μυρία θαύματα καθ᾽ ἑκάστην ἡμέραν ἐργαζόμενον ἀνελεῖν ἐπεχείρουν, καὶ εἰς ἔργον ἤγαγον τὴν φονικὴν αὐτῶν γνώμην, καὶ ἐσταύρωσαν τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν καταδεξάμενον. Ἀλλ᾽ οὗτοι μὲν καὶ ἐπεχείρησαν, καὶ σταυρῷ παραδόντες ἀνεῖλον· ἐκεῖνοι δὲ ἐβουλεύσαντο μὲν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ βουλευθέντα. Ἔδει δὲ τὸν τύπον ἔλαττον ἔχειν τῆς ἀληθείας, ἐπεὶ οὐκ ἂν εἴη ἐκεῖνα τύπος τῶν μετὰ ταῦτα ἐσομένων. Διὰ τοῦτο ἐκεῖ μὲν ὥσπερ ἐν σκιᾷ προεγράφη. Καὶ ἐννόησον τὸ θαῦμα. Οὐκ ἀνεῖλον, ἀλλὰ πεπράκασι, καὶ τὸν χιτῶνα τῷ αἵματι τοῦ ἐρίφου μολύναντες ἤγαγον τῷ πατρὶ, πεῖσαι βουλόμενοι ὅτι ἀνῃρέθη ὁ παῖς. Ὁρᾷς ὅτι ἅπαντα ταῦτα ἐγίνετο, ἵνα καθάπερ ἐν σκιᾷ, οὕτως ἡ εἰκὼν μόνη τῶν πραγμάτων γένηται, καὶ ἡ ἀλήθεια φυλάττηται; Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου τὸ λοιπὸν ἐπανέλθωμεν.

Ἀπέστειλεν αὐτὸν, φησὶν, ὁ πατὴρ αὐτοῦ, καὶ ἦλθεν εἰς Συχέμ. Καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ. Ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος, λέγων· Τί ζητεῖς; Ὁ δὲ εἶπε· Τοὺς ἀδελφούς μου ζητῶ. Ἀνάγγειλόν μοι, ποῦ βόσκουσι.

Σκόπει πῶς οὗτος μὲν μετὰ σπουδῆς ποιεῖται τῶν ἀδελφῶν τὴν ἐπιζήτησιν, καὶ περιεργάζεται καὶ πολυπραγμονεῖ, καὶ πάντα ποιεῖ ὥστε αὐτοὺς ἰδεῖν. Εἶπε δὲ αὐτῷ, φησὶν, Ἤκουσα αὐτῶν λεγόντων· Πορευθῶμεν εἰς Δωθαείμ. Καὶ ἐπορεύθη Ἰωσὴφ, καὶ εὗρεν αὐτούς. Προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν, καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. Ἐννόει μοι ἐνταῦθα τοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, ὅπως οὗτοι μὲν εἰς τὸν κατ᾽ αὐτοῦ φόνον εἶχον τὴν ὁρμήν· ὁ δὲ τὰ πάντα ποιῶν καὶ μετασκευάζων συγχωρεῖ τὰ ἐν μέσῳ πάντα κωλύματα γενέσθαι, ἵνα τὸν οἰκεῖον ἀθλητὴν λαμπρότερον ἀποδείξας, ὕστερον ἐπαγάγῃ τῶν ὀνειράτων τὴν ἔκβασιν. Προεῖδον, φησὶν, αὐτὸν, καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. Εἶπε δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν, Θηρίον πονηρὸν κατέφαγεν αὐτὸν, καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ.

Εἶδες ὅτι τῶν ἐνυπνίων τὴν ἔκβασιν προσδοκῶντες, ἀνελεῖν αὐτὸν ἐπεχείρουν; Ἀλλ᾽ ἵνα μάθωσιν ὅτι οὐχ οἷόν τε τὰ παρὰ τοῦ Θεοῦ προαγορευθέντα μὴ εἰς ἔργον ἐλθεῖν, καὶ βουλεύονται καὶ ἐπιχειροῦσι καὶ τὰ τῆς οἰκείας πονηρίας ἐπιδείκνυνται· καὶ ὁ σοφὸς καὶ εὐμήχανος Θεὸς αὐτοὺς ἐπιβουλεύοντας ὑπηρετήσασθαι καὶ ἄκοντας παρασκευάζει πρὸς τὴν οἰκονομίαν τῶν μελλόντων ἔσεσθαι. Ἐπειδὴ γὰρ συνεφώνησαν πρὸς τὸν κατ᾽ αὐτοῦ φόνον, καὶ τῇ γνώμῃ τὴν σφαγὴν ἤδη ἐπεδείξαντο, Ἀκούσας, φησὶ, Ῥουβὴν ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ εἶπεν· Οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν· μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον τὸν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. Ὅρα καὶ τοῦτον πῶς οὐ τολμᾷ φανερῶς ἐξελέσθαι τὸν ἀδελφὸν, ἀλλὰ τέως τὴν φονικὴν αὐτῶν ὁρμὴν ἀναχαιτίσαι βουλόμενός φησι, Μὴ ἐκχέητε αἷμα, ἀλλ᾽ ἐμβάλλετε αὐτὸν εἰς τὸν λάκκον, Καὶ διδάξαι ἡμᾶς βουλομένη ἡ θεία Γραφὴ τὸν σκοπὸν τοῦ Ῥουβὴν, φησί· Ταῦτα δὲ ἐποίει, Ὅπως ἐξέληται αὐτὸν, καὶ ἀποδῷ πατρὶ αὐτοῦ. Καὶ τούτων ταῦτα βουλευομένων οὐδέπω ὁ Ἰωσὴφ ἦν παραγεγονὼς, ἀλλὰ μετὰ τὸ πληρωθῆναι ταύτην αὐτῶν τὴν διάλεξιν, Ἦλθε, φησὶν, Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ.

Δέον τοίνυν ἐκείνους προσδραμεῖν τῷ ἀδελφῷ, καὶ περιπτύξασθαι, καὶ μαθεῖν τὰ παρὰ τοῦ πατρὸς αὐτοῖς δηλωθέντα, οἱ δὲ καθάπερ τινὲς ἄγριοι θῆρες ἀρνίον θεασάμενοι ἐπιπηδῶσι, καὶ Ἐξέδυσαν, φησὶ, τὸν Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον, καὶ λαβόντες αὐτὸν ἔῤῥιψαν εἰς τὸν λάκκον. Ὁ δὲ λάκκος ἦν κενὸς, ὕδωρ οὐκ ἔχων. Καθάπερ συνεβούλευσεν ὁ Ῥουβὴν, οὕτως ἐποίησαν· καὶ ῥίψαντες αὐτὸν, Ἐκάθισαν τοῦ φαγεῖν ἄρτον. Ὢ τῆς ὠμότητος, ὢ τῆς ἀπανθρωπίας.

Ἐκεῖνος μὲν τοσαύτην ὁδὸν διήνυσε, καὶ μετὰ τοσαύτης σπουδῆς τὴν ἐπιζήτησιν αὐτῶν ἐποιήσατο, ὥστε καὶ ἰδεῖν καὶ ἀπαγγεῖλαι τῷ πατρὶ τὰ κατ᾽ αὐτούς· ἐκεῖνοι δὲ καθάπερ βάρβαροί τινες καὶ ἀνήμεροι, ἐπειδὴ συνεβουλεύθησαν ὑπὸ τοῦ Ῥουβὴν μὴ ἐκχέειν τοῦ ἀδελφοῦ τὸ αἷμα, τὸν διὰ τοῦ λιμοῦ θάνατον αὐτῷ κατεσκεύαζον. Ἀλλ᾽ ὁ φιλάνθρωπος Θεὸς ταχέως αὐτὸν ἐῤῥύσατο τῆς τῶν ἀδελφῶν μανίας. Καθίσαντες γὰρ, φησὶ, φαγεῖν ἄρτον, εἶδον ὁδοιπόρους Ἰσμαηλίτας ἐρχομένους, καὶ ἐπὶ τὴν Αἴγυπτον τὴν ὁρμὴν ἔχοντας. Καὶ εἶπεν Ἰούδας· Τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν, καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ; Δεῦτε, ἀποδώμεθα αὐτὸν τοῖς Ἰσμαηλίταις τούτοις· αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ᾽ αὐτὸν, ὅτι ὁ ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν.

δʹ. Ὅρα πῶς καὶ πρότερον ὁ Ῥουβὴν ἐλάττονι κακῷ τὸ μεῖζον ἐκώλυσε· καὶ νῦν πάλιν ὁ Ἰούδας πραθῆναι συμβουλεύει τὸν ἀδελφὸν, ὥστε τῆς σφαγῆς αὐτὸν ἐξαρπάσαι. Τοῦτο δὲ ὅλον ἐγένετο, ἵνα πληρωθῇ καὶ ἀκόντων αὐτῶν τὰ παρὰ τοῦ Θεοῦ προῤῥηθέντα, καὶ ὑπηρετοῦνται τῇ οἰκονομίᾳ. Καὶ δεξάμενοι, φησὶ, τὴν συμβουλὴν τοῦ Ἰούδα, ἀναβιβάσαντες αὐτὸν ἀπὸ τοῦ λάκκου, ἀπέδοντο αὐτὸν τοῖς Ἰσμαηλίταις εἴκοσι χρυσῶν. Ὢ συναλλάγματος παρανόμου, ὢ κέρδους ὀλεθρίου, ὢ πράσεως ἀδικωτάτης. Τὸν τὰς αὐτὰς ὑμῖν ὠδῖνας λύσαντα, τὸν οὕτω τῷ πατρὶ περιπόθητον, τὸν εἰς ἐπίσκεψιν ὑμετέραν παραγενόμενον, τὸν οὐ μικρὸν, οὐ μέγα ποτὲ ὑμᾶς ἀδικήσαντα πιπράσκειν ἐπιχειρεῖτε, καὶ πιπράσκειν βαρβάροις ἀνθρώποις καὶ εἰς τὴν Αἴγυπτον κατιοῦσι; Τίς ἡ τοσαύτη μανία; τίς ὁ φθόνος; τίς ἡ βασκανία; Εἰ μὲν γὰρ τὰ ὀνείρατα δεδοικότες τοῦτο ποιεῖτε, ὡς πεπεισμένοι ὅτι δὴ πάντως ἔσται, τίνος ἕνεκεν ἀδυνάτοις ἐπιχειρεῖτε, καὶ διὰ τῶν παρ᾽ ὑμῶν γινομένων τὸν πρὸς τὸν Θεὸν πόλεμον ἐπιδείκνυσθε, τὸν ταῦτα αὐτῷ προαγορεύσαντα;

Εἰ δὲ οὐδὲν ἡγεῖσθε τὰ ὀνείρατα, ἀλλὰ λῆρον αὐτὰ εἶναι νομίζετε, διὰ τί ταῦτα διαπράττεσθε, ἃ διηνεκῆ ὑμῖν τὴν κηλῖδα προξενήσει, καὶ πένθος ἀδιάλειπτον ἀπεργάσεται τῷ πατρί; Ἀλλ᾽ ὢ τῆς ὑπερβολῆς τοῦ πάθους, μᾶλλον δὲ τῆς μιαιφόνου γνώμης. Ὅταν γάρ τις ἐκδῷ ἑαυτὸν κατά τινα ἄτοπον πρᾶξιν, καὶ ὑποβρύχιος γένηται ὑπὸ τῆς τῶν λογισμῶν ἀτοπίας, οὐ τὸν ἀκοίμητον λαμβάνει πρὸ ὀφθαλμῶν ὀφθαλμὸν, οὐ τὴν φύσιν αὐτὴν αἰδεῖται, οὐχ ἕτερόν τι τῶν δυναμένων αὐτὸν εἰς συμπάθειαν ἀγαγεῖν, ὅπερ καὶ οὗτοι πεπόνθασιν· οὐχ ὅτι ἀδελφὸς ἦν, οὐχ ὅτι νέος, οὐχ ὅτι περιπόθητος τῷ πατρὶ, οὐχ ὅτι ἄπειρος ὢν τῆς ἐν ξένῃ διαγωγῆς, καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς, τοσαύτην μέλλει χώραν διαβαίνειν, καὶ βαρβάροις συνοικεῖν· ἀλλὰ πάντα σώφρονα λογισμὸν ἀπωσάμενοι, ἑνὸς μόνου ἐγίνοντο, τοῦ τὸν οἰκεῖον φθόνον, ὡς ἐνόμιζον, τέως εἰς ἔργον ἀγαγεῖν. Καὶ ἐκεῖνοι μὲν τῇ γνώμῃ ἀδελφοκτόνοι γεγόνασιν· ὁ δὲ ταῦτα παθὼν ὑπ᾽ αὐτῶν ἅπαντα γενναίως ὑπέμενεν.

Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν αὐτὸν ἡ φρουροῦσα, καὶ πάντα τὰ δυσχερῆ ῥᾴδια καὶ εὔκολα ἐργαζομένη. Ὅταν γὰρ τῆς ἄνωθεν εὐνοίας ἀπολαύωμεν, κἂν ἐν μέσῳ βαρβάρων ὦμεν, κἂν ἐπ᾽ ἀλλοτρίας, τῶν οἴκοι διατριβόντων καὶ πάσης ἀπολαυόντων θεραπείας ἄμεινον διάγειν δυνάμεθα· ὥσπερ κἂν ἐπὶ τῆς οἰκίας διατρίβωμεν, κἂν πάσης ἀνέσεως ἀπολαύειν δοκῶμεν, ἔρημοι δὲ ὦμεν τῆς ἄνωθεν βοηθείας, πάντων ἐσμὲν ἐλεεινότεροι. Πολλὴ γὰρ καὶ τῆς ἀρετῆς ἡ ἰσχὺς, καὶ τῆς κακίας ἡ ἀσθένεια· καὶ τοῦτο μάλιστα δείκνυσιν ἡμῖν αὕτη ἡ ἐν χερσὶν ἱστορία. Τίνας γὰρ, εἰπέ μοι, ἐλεεινοὺς καὶ μυρίων δακρύων ἀξίους κρίνεις, τοὺς τοσαῦτα κακὰ ἐργασαμένους τὸν ἀδελφὸν, ἢ τὸν ὑπὸ τῇ δουλείᾳ τῶν βαρβάρων γεγενημένον; Δηλονότι τούτους. Ἐννόει γάρ μοι λοιπὸν τὸν θαυμάσιον ἐκεῖνον, τὸν μετὰ τοσαύτης δορυφορίας ἀνατραφέντα, καὶ ὑπὸ ταῖς ἀγκάλαις ταῖς πατρικαῖς διηνεκῶς γεγενημένον, ἀθρόον ἀναγκαζόμενον δουλείαν χαλεπὴν ὑφίστασθαι, καὶ δουλείαν παρὰ βαρβάροις ἀνδράσι, καὶ θηρίων οὐδὲν ἄμεινον διακειμένοις. Ἀλλ᾽ ὁ τῶν ἁπάντων Δεσπότης ἦν ὁ καὶ ἐκείνους ἡμέρους ἐργαζόμενος, κἀκείνῳ πολλὴν διδοὺς τὴν ὑπομονήν. Καὶ ἀποδόμενοι τὸν ἀδελφὸν, ὡς εἰς τέλος ἀγαγόντες τὸν οἰκεῖον σκοπὸν, οὕτω λοιπὸν διέκειντο, ἐκποδὼν ποιησάμενοι τὸν ὑπ᾽ αὐτῶν φθονούμενον.

Ἀνέστρεψε δὲ, φησὶ, Ῥουβὴν ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσήφ· καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀνέστρεψε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι;

Ἐπειδὴ γὰρ ἐδίδαξεν ἀνωτέρω ἡ θεία Γραφὴ, ὅτι διὰ τοῦτο συνεβούλευσε Ῥουβὴν εἰς τὸν λάκκον τὸν αὐτοῦ ἀδελφὸν ἐμβληθῆναι, ὥστε καὶ τῶν χειρῶν αὐτὸν ἐξελέσθαι τῶν φονικῶν, καὶ ἀποδοῦναι τῷ πατρί· νῦν, φησὶν, ἰδὼν, ὅτι διήμαρτε τοῦ σκοποῦ, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Ποίαν, φησὶν, ἕξομεν ἀπολογίαν, καὶ μάλιστα ὁ δοκῶν ὑμῶν πρωτεύειν ἐγώ; Ἐνόμιζε γὰρ αὐτὸν ἀνῃρῆσθαι. Ἀλλ᾽ ἐπειδὴ τὸ σπουδαζόμενον αὐτοῖς ἐγεγόνει, καὶ τὸν μισούμενον εἰς τὴν ἀλλοτρίαν ἐξέπεμψαν γῆν, καὶ τὸν φθόνον τὸν οἰκεῖον οὕτως ἠδυνήθησαν παραμυθήσασθαι, λοιπὸν πᾶσαν μηχανὴν ἐπιδείκνυνται, ὥστε παρακρούσασθαι τὸν πατέρα, καὶ μὴ κατάδηλον αὐτῷ γενέσθαι τὴν κακὴν συμφωνίαν. Καὶ σφάξαντες, φησὶν, ἔριφον αἰγῶν, καὶ μολύναντες τὸν χιτῶνα τῷ αἵματι, εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, καὶ εἶπον. Ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν, ἢ οὔ. Τί ἀπατᾶτε ἑαυτοὺς, ὦ ἀνόητοι; Κἂν γὰρ τὸν πατέρα δυνηθῆτε παρακρούσασθαι, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ λήσεσθε, ὃν μάλιστα πάντων δεδοικέναι ἐχρῆν.

Ἀλλὰ τοιοῦτον ἡ ἀνθρωπίνη φύσις, μᾶλλον δὲ τοιοῦτον ἡ ῥᾳθυμία τῶν πολλῶν· τὸν παρὰ τῶν ἀνθρώπων φόβον καὶ τὴν τούτων αἰσχύνην τὴν πρὸς τὸ παρὸν μόνον περὶ πολλοῦ ποιούμενοι, οὐ λαμβάνουσιν ἔννοιαν τοῦ δικαστηρίου ἐκείνου τοῦ φοβεροῦ, καὶ τῆς κολάσεως τῆς ἀφορήτου, ἀλλ᾽ ἑνὸς μόνου γίνονται, πῶς τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν διαφυγεῖν δυνηθῶσιν· ὃ δὴ καὶ οὗτοι πεπόνθασι, καὶ τὸν πατέρα ἀπατᾷν ἐπιχειροῦσιν. Ἐπέγνω γὰρ, φησὶ, τὸν χιτῶνα ὁ πατὴρ, καὶ εἶπε· Χιτὼν τοῦ υἱοῦ μού ἐστι· θηρίον πονηρὸν κατέφαγεν αὐτὸν, θηρίον ἥρπασε τὸν Ἰωσήφ. Καὶ γὰρ ἀληθῶς, καθάπερ θηρίοις περιπεσὼν, οὕτως ἀνηλεῶς ἅπαντα ὑπέμεινε. Διέῤῥηξε δὲ τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. Πόσων ἂν εἶεν οὗτοι δακρύων ἄξιοι, οὐχ ὅτι τὸν ἀδελφὸν τοῖς βαρβάροις πεπράκασι μόνον, ἀλλ᾽ ὅτι καὶ τὸν πατέρα ἐν ἐσχάτῳ γήρᾳ λοιπὸν ὄντα τοσούτῳ πένθει περιέβαλον; Συνήχθησαν δὲ, φησὶν, υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες παρακαλέσαι αὐτὸν, καὶ οὐκ ἤθελε, λέγων ὅτι· Καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου.

εʹ. Οἶμαι καὶ τοῦτο πληγὴν ἑτέραν ἐκείνοις γεγενῆσθαι. Ἑώρων γὰρ ὅτι καὶ πρὸς τὸν μὴ παρόντα, μᾶλλον δὲ καὶ νομιζόμενον ὑπὸ θηρίων ἀνῃρῆσθαι, οὕτως ἀκμάζοντα τὸν πόθον ἐπιδείκνυται, καὶ πλέον ὑπὸ τοῦ φθόνου κατετήκοντο. Ἀλλ᾽ οὗτοι μὲν καὶ πρὸς τὸν ἀδελφὸν καὶ πρὸς τὸν πατέρα ὠμοὶ γεγονότες οὐδεμιᾶς ἂν εἶεν συγγνώμης ἄξιοι· οἱ δὲ Μαδιηναῖοι καὶ αὐτοὶ πάλιν ὑπηρετοῦσι τῇ τοῦ Θεοῦ οἰκονομίᾳ, καὶ πάλιν ἀποδίδονται τὸν Ἰωσὴφ Πετεφρῇ τῷ ἀρχιμαγείρῳ τοῦ Φαραώ. Εἶδες πῶς ὁδῷ κατὰ μικρὸν πρόεισι, καὶ διὰ πάντων τὴν οἰκείαν ἀρετὴν καὶ τὴν ὑπομονὴν ἐπιδείκνυται, ἵν᾽ οὕτω καθάπερ ἀθλητὴς γενναίως ἀγωνισάμενος, ἀναδήσηται τῆς βασιλείας τὸν στέφανον, καὶ τῶν ὀνειράτων ἡ ἔκβασις εἰς ἔργον ἐξελθοῦσα, δι᾽ αὐτῆς τῆς πείρας διδάξῃ τοὺς πεπρακότας, ὡς οὐδὲν αὐτοῖς ὄφελος γέγονε τῆς τοσαύτης μηχανῆς; Τοσαύτην γὰρ ἡ ἀρετὴ ἔχει τὴν ἰσχὺν, ὡς καὶ πολεμουμένην αὐτὴν συμβαίνειν ἐπὶ πλέον περιφανεστέραν γίνεσθαι. Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν αὐτῆς δυνατώτερον· οὐκ ἐπειδὴ αὐτὴ καθ᾽ ἑαυτὴν τοσαύτην ἔχει τὴν ἰσχὺν, ἀλλ᾽ ἐπειδὴ ὁ ταύτην κεκτημένος καὶ τῆς ἄνωθεν ἀπολαύει ῥοπῆς· τῆς δὲ ἄνωθεν ἀπολαύων ῥοπῆς, καὶ τῆς ἐκεῖθεν ἀξιούμενος συμμαχίας, πάντων ἂν εἴη δυνατώτερος, καὶ ἀχείρωτος, καὶ ἀνάλωτος οὐκ ἀνθρώπων μόνον ἐπιβουλαῖς, ἀλλὰ καὶ ταῖς τῶν δαιμόνων μηχαναῖς.

Ὅπερ εἰδότες μὴ φεύγωμεν τὸ κακῶς πάσχειν, ἀλλὰ τὸ κακῶς ποιεῖν· τοῦτο γάρ ἐστι τὸ κακῶς πάσχειν. Ὁ γὰρ τὸν πλησίον κακῶς διαθεῖναι ἐπιχειρῶν, ἐκεῖνον μὲν οὐδὲ ὅλως κατέβλαψεν· εἰ γὰρ καὶ πρὸς ὀλίγον κατέβλαψεν, ἐν τῷ παρόντι αἰῶνι τοῦτο πεποίηκεν· ἑαυτῷ δὲ τὰς ἀθανάτους κολάσεις ταμιεύεται, καὶ τὰς τιμωρίας τὰς ἀφορήτους, ἃς οὐκ ἂν ἑτέρως διαφυγεῖν δυνηθείημεν, εἰ μὴ παρασκευάσαιμεν ἑαυτοὺς ἑτοίμους πρὸς τὸ πάσχειν κακῶς, καὶ, κατὰ τὴν διδαχὴν τοῦ Δεσπότου, εὐχώμεθα ὑπὲρ τῶν ταῦτα ἡμῖν διατιθέντων. Τοῦτο γὰρ ἡμῖν πολὺν προξενήσει τὸν μισθὸν, καὶ παρασκευάσει τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν,

ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ εἶδεν Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾖ ὄνομα Σαύα, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἤρ. αʹ. Ἱκανῶς ἡμᾶς πρώην ἡ κατὰ τὸν Ἰωσὴφ ἱστορία ἐδίδαξε τοῦ φθόνου τὴν λύμην, καὶ ὅπως τὸ ὀλέθριον τοῦτο πάθος τὴν τίκτουσαν αὐτὸ ψυχὴν πρότερον διαφθείρει. Καὶ εἴδετε ὅπως ὑπὸ τούτου τοῦ πάθους συσχεθέντες οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ καὶ τῆς συγγενείας ἐπελάθοντο, καὶ θηρίων ἀγρίων ὠμότητα πρὸς τὸν οὐδὲν ἠδικηκότα ἐπεδείξαντο, τὴν μὲν ἑαυτῶν κακίαν ἔκδηλον πεποιηκότες, τὸν δὲ ἀδελφὸν οὐδὲν τοσοῦτον καταβλάψαντες, ὅσον ἑαυτοὺς αἰσχύνῃ περιέβαλλον.

Εἰ γὰρ καὶ βαρβάροις αὐτὸν πεπράκασι, κἀκεῖνοι πάλιν ἀπέδοντο τῷ τοῦ Φαραὼ ἀρχιμαγείρῳ, ἀλλ᾽ ὅμως ἐπειδὴ εἶχε τὴν ἄνωθεν αὐτῷ ῥοπὴν ἐν ἅπασιν ἐπαρκοῦσαν, πάντα κοῦφα καὶ ῥᾴδια αὐτῷ ἐφαίνετο. Καὶ ἐβουλόμην μὲν καὶ σήμερον τῆς αὐτῆς ἱστορίας ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν ὑφᾶναι τὴν διδασκαλίαν· ἀλλ᾽ ἐν μέσῳ ἑτέρα τις διήγησις παρέγκειται, ἣν οὐκ ἄξιον παραδραμεῖν, ἀλλὰ καὶ αὐτὴν, ὡς οἷόν τε, διερευνησαμένους, τότε πάλιν ἐπὶ τὴν κατὰ τὸν Ἰωσὴφ ὑπόθεσιν ἐλθεῖν. Τί οὖν ἐστιν ἡ ἐν μέσῳ κειμένη διήγησις; Ἡ κατὰ τὸν Ἰούδαν. Οὗτος γὰρ θυγατέρα Χαναναίου λαβὼν γυναῖκα τὴν Σαύαν, καὶ ἐσχηκὼς ἐξ αὐτῆς τρεῖς παῖδας, ἔλαβε, φησὶ, τῷ πρωτοτόκῳ Ἢρ τὴν Θάμαρ γυναῖκα. Ἐπειδὴ δὲ πονηρὸς ἐφάνη ἐναντίον Κυρίου, ἀπέκτεινεν αὐτὸν ὁ Θεός. Καὶ ἐπέτρεψε τῷ Αὐνὰν λαβόντι τὴν τοῦ ἀδελφοῦ γυναῖκα ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ. Τοῦτο γὰρ ὁ νόμος ἐκέλευεν, ἀτέκνου ἀποθανόντος ἀδελφοῦ τὸν ἀδελφὸν λαβόντα τὴν γυναῖκα, ἀνιστᾷν τῷ ἀδελφῷ σπέρμα.

Ἀλλὰ καὶ τοῦτον πονηρὸν φανέντα ἐθανάτωσεν ὁ Θεός. Τοῦτο τὸν Ἰούδαν εἰς φόβον κατέστησε, τῶν δύο παίδων τὴν ἀναίρεσιν οὕτω ταχεῖαν θεασάμενον· καὶ βουλόμενος τὴν Θάμαρ παραμυθήσασθαι, ὑπέσχετο καὶ τὸν ἕτερον υἱὸν δώσειν αὐτῇ, καὶ οὐκ ἐπλήρου τὰ ἐπαγγελθέντα, δεδιὼς μὴ καὶ αὐτὸς ὁμοίως τοῖς ἀδελφοῖς τὴν τιμωρίαν δέξηται. Ταύταις οὖν ταῖς ὑποσχέσεσι τρεφομένη ἡ Θάμαρ ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς, φησὶν, ἐκαθέζετο, ἀναμένουσα εἰς ἔργον ἐλθεῖν τοῦ πενθεροῦ τὴν ὑπόσχεσιν· καὶ ὁρῶσα τὸν Ἰούδαν οὐ βουλόμενον τὰ ἐπαγγελθέντα πληροῦν, τέως πράως ἔφερεν, οὐκ ἀνεχομένη τὴν πρὸς ἕτερον συνουσίαν, ἀλλὰ στέργουσα τὴν χηρείαν, καὶ καιρὸν ἐπιτήδειον ἀναμένουσα· ἔσπευδε γὰρ ἐκ τοῦ πενθεροῦ τεκνοποιῆσαι. Καὶ ἐπειδὴ εἶδε τὴν πενθερὰν τελευτήσασαν, καὶ τὸν Ἰούδαν εἰς Θάμνα παραγινόμενον, ὥστε κεῖραι τὰ ποίμνια, κλέψαι βουλομένη τὴν συνουσίαν τοῦ πενθεροῦ, καὶ ἐξ ἐκείνου ἐπιθυμοῦσα τεκνοποιῆσαι, οὐ δι᾽ ἀσέλγειαν, μὴ γένοιτο, ἀλλὰ διὰ τὸ μὴ δόξαι ἀνώνυμός τις εἶναι· ἄλλως δὲ καὶ οἰκονομία ἦν τὸ γινόμενον, ὅθεν καὶ εἰς ἔργον ἐξελθεῖν τὰ βουλευθέντα αὐτῇ ἐγένετο. Περιελομένη γὰρ, φησὶ, τὰ ἱματία χηρεύσεως αὐτῆς, καὶ περιβαλλομένη θέριστρον, καὶ καλλωπισαμένη, ἐκάθισε πρὸς ταῖς πύλαις.

Εἶτα ὥσπερ ἀπολογουμένη ὑπὲρ αὐτῆς ἡ θεία Γραφή φησιν, Εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ· αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα· καὶ διὰ τοῦτο ἐπὶ ταύτην ὥρμησε τὴν ἀπάτην. Ὁ μέντοι Ἰούδας νομίσας αὐτὴν πόρνην εἶναι (κατεκαλύψατο γὰρ ἐκείνη τὸ πρόσωπον, ὥστε μὴ κατάδηλος γενέσθαι), Ἐξέκλινε πρὸς αὐτήν. Ἡ δὲ εἶπε· Τί μοι δώσεις;

Ὁ δὲ ὑπέσχετο ἔριφον αἰγῶν ἀποστέλλειν. Ἡ δὲ εἶπεν· Ἐὰν δῷς ἀῤῥαβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. Καὶ ἔδωκε τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ.

Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων καταγινωσκέτω τῆς Θάμαρ· ὡς γὰρ ἔφθην εἰπὼν, καὶ οἰκονομίᾳ ὑπηρετεῖτο, καὶ διὰ τοῦτο οὔτε αὕτη μέμψιν τινὰ ὑπέμεινεν, οὔτε ὁ Ἰούδας ἐγκλήμασιν ὑπεύθυνος γέγονε. Καὶ γὰρ ἐντεῦθεν ὁδῷ προβαίνων εὑρήσεις ἐκ τῶν παίδων τῶν τούτῳ τεχθέντων τὸν Χριστὸν κατάγοντα τὸ γένος· ἄλλως δὲ καὶ τὰ δύο παιδία κατ᾽ αὐτὸν τικτόμενα τῶν δύο λαῶν ἦν τύπος, καὶ προαναφώνησις τῆς πολιτείας τῆς Ἰουδαϊκῆς καὶ τῆς πνευματικῆς. Ἀλλὰ τέως ἴδωμεν μετὰ τὴν ἀναχώρησιν τοῦ Ἰούδα, ὅπως χρόνου μικροῦ παραδραμόντος, καὶ τοῦ πράγματος εἰς φανερὸν ἐλθόντος, ὁ Ἰούδας ἑαυτῷ δικάζει, ἐκείνην ἀπαλλάττων ἐγκλημάτων.

Ἐπειδὴ τοίνυν ἐπλήρωσεν ὅπερ ἐβούλετο ἡ Θάμαρ, πάλιν ἀμείψασα τὸ σχῆμα, φησὶν, ἐκεῖθεν μὲν ἀνεχώρησεν, ἀπῆλθε δὲ εἰς τὸν οἶκον αὐτῆς. Ὁ μέντοι Ἰούδας τούτων οὐδὲν ἐπιστάμενος, τὴν ὑπόσχεσιν ἐπλήρου, καὶ τὸν ἔριφον ἀπέστειλεν, ἵνα τὸν ἀῤῥαβῶνα τὸν παρ᾽ αὐτοῦ δοθέντα ἀναλάβῃ· ἀλλ᾽ οὐδαμοῦ τῆς γυναικὸς εὑρεθείσης, ἐπανῆλθεν ὁ παῖς μηνύων τῷ Ἰούδᾳ, ὡς οὐδαμοῦ ἐπιστῆναι τῇ γυναικὶ δεδύνηται. Ταῦτα μαθὼν ὁ Ἰούδας εἶπε, φησὶ, Μή ποτε καταγνωσθῶμεν, ὡς ἀγνώμονες νομισθέντες· οὐδὲ γὰρ ᾔδει τὸ γεγενημένον. Ἀλλὰ τριῶν μηνῶν διελθόντων, καὶ τοῦ ὄγκου τῆς γαστρὸς μηνύοντος τὸν τόκον, καὶ οὐδενὸς ἑτέρου ἐπισταμένου τὴν κλοπὴν τῆς συνουσίας, Ἀπηγγέλη, φησὶ, τῷ Ἰούδᾳ, ὅτι ἐν γαστρὶ ἔχει ἐκ πορνείας. Καὶ μαθὼν εἶπεν· Ἐξαγάγετε αὐτὴν καὶ κατακαυθήτω. Μεγάλη ἡ ἀγανάκτησις, ἀφόρητος ἡ τιμωρία, ἐπειδὴ καὶ τὸ ἁμάρτημα μέγα εἶναι ἐδόκει. Τί οὖν ἡ Θάμαρ; Ἐξαποστείλασα ἅπερ ἀῤῥαβῶνος ἕνεκεν εἰλήφει, φησίν· Οὗτινος ταῦτά ἐστι, παρ᾽ ἐκείνου τῆς γαστρὸς τὸν ὄγκον ἐδεξάμην.

βʹ. Σκόπει πῶς σιγῶσα ἀξιοπίστους μάρτυρας ἐπάγεται φωνὴν ἀφιέντας, καὶ ἱκανοὺς ἀθῷον ταύτην ἀποδεῖξαι τοῦ ἐγκλήματος. Ἐπειδὴ γὰρ τριῶν ἔδει μαρτύρων περὶ τῆς τοιαύτης ὑποθέσεως ἐγκαλουμένῃ, διὰ τοῦτο καὶ αὕτη ὡσανεὶ λαμπρὰν φωνὴν ἀφιέντα οὕτω διαπέμπεται τὰ τρία εἴδη τοῦ ἀῤῥαβῶνος, τὸν δακτύλιον, τὸν ὁρμίσκον, τὴν ῥάβδον, καὶ οἴκοι καθημένη καὶ σιγῶσα τὴν νίκην ἤρατο. Ἐπιγνοὺς γὰρ ὁ Ἰούδας εἶπε· Δεδικαίωται αὕτη, ἢ ἐγὼ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Τί ἐστι, Δεδικαίωται αὕτη, ἢ ἐγώ; Τοῦτ᾽ ἔστιν· Ἐκείνη μὲν ἀνεύθυνος, ἐγὼ δὲ ἑαυτὸν καταδικάζω, καὶ μηδενὸς ἐλέγχοντος ἐμαυτὸν ἐκκαλύπτω· μᾶλλον δὲ ἀρκοῦντα ἔλεγχον ἔχω, τὸν ἀῤῥαβῶνα τὸν παρ᾽ ἐμοῦ δοθέντα. Εἶτα ἀπολογίαν πάλιν ὑπὲρ τῆς αὐτῆς Θάμαρ συντιθείς φησιν· Οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Τάχα δὲ τοῦτο γέγονε καὶ δι᾽ ἢν μέλλω ἐρεῖν αἰτίαν.

Ἐπειδὴ γὰρ ἐνόμιζεν ὁ Ἰούδας παρὰ τὴν ἐκείνης αἰτίαν τὸν θάνατον ἐπενηνέχθαι τῷ Ἢρ καὶ τῷ Αὐνὰν, καὶ τοῦτο δεδοικὼς, τὸν Σηλὼμ αὐτῇ οὐ δέδωκε, καὶ ταῦτα ὑποσχόμενος, ἵνα γνῷ δι᾽ αὐτῶν τῶν πραγμάτων ὡς οὐκ ἐκείνη αἰτία τοῦ θανάτου ἐκείνοις γεγένηται, ἀλλὰ διὰ τὴν οἰκείαν πονηρίαν τὰς τιμωρίας ἐδέχοντο (Ἀπέκτεινε γὰρ αὐτὸν, φησὶν, ὁ Θεός· καὶ πάλιν, Ἐθανάτωσεν αὐτὸν, περὶ τοῦ δευτέρου), διὰ τοῦτο αὐτὸς μίγνυται ἀγνοῶν τῇ οἰκείᾳ νύμφῃ, καὶ μανθάνει διὰ τῶν ἔργων ὅτι οὐχ ἡ ταύτης αἰτία, ἀλλ᾽ ἡ ἐκείνων κακία ὑπευθύνους αὐτοὺς τῇ τιμωρίᾳ γενέσθαι πεποίηκε, καὶ ἐξομολογησάμενος τὸ οἰκεῖον ἁμάρτημα κἀκείνην τῆς τιμωρίας ἀπαλλάξας, Οὐ προσέθετο, φησὶν, ἔτι τοῦ γνῶναι αὐτήν· δεικνὺς ὅτι οὐδ᾽ ἂν τὸ πρότερον αὐτῇ συνεγένετο, εἰ μὴ ἀγνοίᾳ τὴν μίξιν εἰργάσατο.

Εἶτα ἐπειδὴ διηγήσατο ἡμῖν ἡ θεία Γραφὴ μετὰ ἀκριβείας τὴν γεγενημένην ἀπάτην ὑπὸ τῆς Θάμαρ, λοιπὸν διδάσκει ἡμᾶς, καὶ τίνα ἐστὶ τὰ παρ᾽ αὐτῆς τικτόμενα παιδία. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα· Αὐτὸς ἐξελεύσεται πρῶτος. Ὅρα μοι ἐνταῦθα μυστήριον καὶ προαναφώνησιν τῶν μελλόντων ἔσεσθαι. Μετὰ γὰρ τὸ δῆσαι τὴν μαῖαν εἰς τὴν χεῖρα τὸ κόκκινον, ὥστε κατάδηλον αὐτὸν γενέσθαι, τότε Ἐπισυνήγαγε τὴν χεῖρα, καὶ ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. Παρεχώρησε, φησὶ, τῷ ἀδελφῷ τὴν πρόοδον, καὶ ὁ τελευταῖος νομιζόμενος πρῶτος ἐξῄει, καὶ ὁ πρῶτος νομιζόμενος μετ᾽ ἐκεῖνον προῄει. Καὶ εἶπεν ἡ μαῖα· Τί διεκόπη διὰ σὲ φραγμός; Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές. Διακοπὴ γὰρ ἑρμηνεύεται τὸ ὄνομα, καὶ μερισμὸς, ὡς ἂν εἴποι τις. Καὶ μετὰ τοῦτον ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ τὸ σημεῖον ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς δεξάμενος, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρᾶ, ὃ ἑρμηνεύεται ἀνατολή.

Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα γεγένηται, ἀλλὰ τύπος ἦν τῶν μελλόντων ἔσεσθαι, αὐτὰ δηλοῖ τὰ πράγματα. Οὐδὲ γὰρ κατὰ φύσεως ἀκολουθίαν ἦν τὸ γεγονός. Πῶς γὰρ ἦν δυνατὸν, μετὰ τὸ δεθῆναι τὴν χεῖρα τῷ κοκκίνῳ, πάλιν συσταλῆναι, καὶ δοῦναι πάροδον τῷ μετὰ ταῦτα, εἰ μὴ θεία τις ἦν δύναμις ἡ ταῦτα προοικονομοῦσα, καὶ καθάπερ ἐν σκιᾷ τινι προδιετυποῦτο, ὅτι ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ὁ Ζαρᾶ, ὅπερ ἐστὶν ἀνατολὴ (οὗτος γὰρ ὁ τύπος τῆς Ἐκκλησίας), ἤρξατο προκύπτειν, καὶ μικρὸν προελθόντος αὐτοῦ καὶ ὑποχωρήσαντος, ἡ νομικὴ παρατήρησις ἡ διὰ τοῦ Φαρὲς μηνυομένη ἐπεισῆλθε. καὶ χρόνῳ πολλῷ κρατοῦσα, πάλιν τοῦ πρότερον ὑποχωρήσαντος, τοῦ Ζαρᾶ λέγω, προελθόντος, παρεχώρησε πάλιν τῇ Ἐκκλησίᾳ πᾶσα ἡ Ἰουδαϊκὴ πολιτεία; Ἀλλὰ τάχα νῦν ἀναγκαῖον συντομώτερον πάλιν αὐτὸ καὶ σαφέστερον εἰπεῖν. Ἤρξαντο, καθάπερ ὁ Ζαρᾶ τὴν χεῖρα προεξήνεγκεν, ὁ Νῶε καὶ ὁ Ἀβραὰμ, μᾶλλον δὲ πρὸ τοῦ Νῶε ὁ Ἄβελ καὶ ὁ Ἐνὼχ τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως πολὺν ποιεῖσθαι λόγον. Εἶτα ἐπειδὴ εἰς πλῆθος ἐκταθέντες πολλὰ φορτία ἁμαρτημάτων συνελέξαντο, ἔδει δὲ μικρᾶς τινος αὐτοὺς παραμυθίας ἀπολαύειν, ὡς σκιά τις ὁ νόμος ἐδόθη, οὐχ ὅτι ἁμαρτήματα ἀναιρῶν, ἀλλὰ ταῦτα ἀποδεικνὺς καὶ φανερὰ αὐτοῖς ἐργαζόμενος, ἵνα καθάπερ τὰ ἀτελῆ παιδία γάλακτι τρεφόμενα εἰς ἀκμὴν ἡλικίας ἐλθεῖν δυνηθῶσιν.

Ἀλλ᾽ ἐπειδὴ οὐδὲ οὕτως ἀπώναντό τι, ἀλλὰ, καίτοι ὑποδεικνύοντος τοῦ νόμου τῶν ἁμαρτημάτων τὸ μέγεθος, οὗτοι πάλιν τούτοις ἀνεφύροντο, παραγενόμενος ὁ κοινὸς Δεσπότης τὴν πνευματικὴν ταύτην καὶ ἐνάρετον πολιτείαν τῷ τῶν ἀνθρώπων ἐχαρίσατο γένει, ἧς τύπον ὁ Ζαρᾶ ἐπλήρου. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς μέμνηται καὶ τῆς Θάμαρ καὶ τῶν ἐξ αὐτῆς τεχθέντων, καί φησιν· Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρᾶ ἐκ τῆς Θάμαρ.

γʹ. Μὴ τοίνυν ἁπλῶς παρατρέχωμεν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα, μηδὲ ἐξεπιπολῆς τοῖς λεγομένοις προσέχωμεν, ἀλλ᾽ εἰς τὸ βάθος ἑαυτοὺς καθέντες, καὶ τὸν ἐναποκείμενον πλοῦτον καταμαθόντες, δοξάζωμεν τὸν ἡμέτερον Δεσπότην, τὸν μετὰ τοσαύτης σοφίας ἅπαντα οἰκονομοῦντα. Εἰ γὰρ μὴ τὸν σκοπὸν καὶ τὴν αἰτίαν ἑκάστου τῶν γινομένων ἐξετάζειν βουλοίμεθα, οὐ μόνον ταύτης κατηγορήσομεν, ὡς τῷ πενθερῷ αὐτῆς μιγείσης, ἀλλὰ καὶ τὸν Ἀβραὰμ αἰτιασόμεθα, ὡς παιδοκτόνον τῇ γνώμῃ γεγενημένον, καὶ τὸν Φινεὲς, ὡς κατ᾽ αὐτὸν δύο φόνους ἐργασάμενον.

Ἐὰν δὲ ἑκάστου τὴν αἰτίαν ἀκριβῶς καταμάθωμεν, κἀκείνους μέμψεως ἀπαλλάξομεν, καὶ αὐτοὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπωσόμεθα. Ἀλλὰ τὰ μὲν κατὰ τὴν ἱστορίαν ταύτην, ὡς ἡμῖν οἷόν τε ἦν, διεξεληλύθαμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης.

Εἰ δὲ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, καὶ τῶν ἑξῆς ἐφαψόμεθα, καὶ πάλιν ἐπὶ τὴν κατὰ τὸν θαυμαστὸν Ἰωσὴφ διήγησιν ἥξομεν, ἵνα μάθητε καὶ ἐκ τῶν σήμερον λεγομένων, ὅσα ὁ γενναῖος οὗτος ἀθλητὴς μετὰ τὰ ὀνείρατα ἐκεῖνα, τὰ τὴν βασιλείαν αὐτῷ μηνύοντα καὶ τὴν κατὰ τῶν ἀδελφῶν ἀρχὴν, ὑπέμεινε, καὶ ὅπως ἀπὸ ἀγώνων ἀγῶνες αὐτὸν διεδέχοντο, καὶ πειρασμοῖς πειρασμοὶ συνήπτοντο, καὶ ἐπάλληλα ἦν τὰ ναυάγια, καὶ ὁ κυβερνήτης οὐ κατεποντίζετο, καὶ σφοδροτέρου τοῦ χειμῶνος ἐπανισταμένου, καθάπερ ἐπὶ τῶν οἰάκων καθήμενος, οὕτω τὴν ναῦν ἴθυνεν. Ἄξιον δὲ ἀκοῦσαι καὶ αὐτῶν τῶν ῥημάτων, ἵνα πάντα μετὰ ἀκριβείας μαθεῖν δυνηθῶμεν. Ἰωσὴφ δὲ, φησὶ, κατήχθη εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν ὁ ἀρχιμάγειρος Φαραὼ ἐκ χειρὸς Ἰσμαηλιτῶν. Εἶτα ἐπειδὴ καὶ οἱ παρὰ τῶν ἀδελφῶν αὐτὸν ὠνησάμενοι βάρβαροί τινες καὶ ἀλλόκοτοι ἦσαν τὸ ἦθος, καὶ πάλιν αὐτοὶ τῷ Αἰγυπτίῳ τῷ ἀρχιμαγείρῳ τοῦ Φαραὼ αὐτὸν ἀπέδοντο, καὶ διαφόρους ἤμειβε δεσπότας ὁ ἐν ταῖς ἀγκάλαις τοῦ πατρὸς ἀνατραφείς· ἵνα μὴ ξενιζώμεθα πῶς ἤνεγκε τὴν μοχθηρὰν ἐκείνην δουλείαν νέος ὢν, καὶ πάσης τοιαύτης σκληραγωγίας ἄπειρος, καὶ ἐν οἰκίᾳ μετὰ πολλῆς τῆς πατρικῆς φιλοστοργίας ἀνατραφεὶς, ἐπήγαγεν ἡ Γραφὴ λέγουσα· Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων.

Τί ἐστι, Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ; Συμπαρῆν αὐτῷ, φησὶν, ἡ ἄνωθεν χάρις, καὶ αὐτὴ αὐτῷ πάντα τὰ δυσχερῆ ἐξευμάριζεν. Αὕτη πάντα τὰ κατ᾽ αὐτὸν ᾠκονόμει· αὕτη καὶ τοὺς ἐμπόρους ἐκείνους ἡμερωτέρους αὐτῷ κατέστησε, καὶ ἀποδόσθαι τῷ ἀρχιμαγείρῳ κατηνάγκασεν, ἵνα ὁδῷ προβαίνων οὕτω κατὰ μικρὸν, καὶ διὰ τῶν πειρασμῶν τούτων ὁδεύων ἐπὶ τὸν τῆς βασιλείας θρόνον ἀνελθεῖν δυνηθῇ. Ἀλλὰ σὺ, ἀγαπητὲ, ἀκούων ὅτι ὑπέμεινε τὴν δουλείαν τὴν παρὰ τοῖς ἐμπόροις, εἶτα διεδέξατο ἡ δουλεία τοῦ ἀρχιμαγείρου, λογίζου, πῶς οὐκ ἐταράττετο, οὐδὲ διελογίζετο καθ᾽ ἑαυτὸν καὶ ἠπόρει καὶ ἔλεγε· Τίς ἡ τῶν ὀνειράτων ἐκείνων ἀπάτη ἡ τοσαύτην τὴν περιφάνειάν μοι μηνύουσα; Ἰδοὺ γὰρ μετὰ τὰ ὀνείρατα ἐκεῖνα δουλεία, καὶ δουλεία χαλεπὴ, καὶ δεσπότας ἀμείβω, ἀπὸ τούτου πρὸς ἐκεῖνον, καὶ ἀπ᾽ ἐκείνου πρὸς τοῦτον, καὶ ἀναγκάζομαι ἔθεσιν ἀλλοκότοις συναναμίγνυσθαι. Ἆρα μὴ ἐγκατελείφθημεν; ἆρα μὴ παρώφθημεν παρὰ τῆς ἄνωθεν ῥοπῆς; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ᾽ ἔφερε πάντα πράως καὶ γενναίως. Ἦν γὰρ Κύριος μετὰ Ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων Τί ἐστιν, Ἐπιτυγχάνων.

Πάντα αὐτῷ κατευώδου, πανταχοῦ προωδοποίει αὐτῷ ἡ ἄνωθεν χάρις, καὶ οὕτω φανερὰ ἦν ἡ ἐπανθοῦσα αὐτῷ χάρις, ὡς καὶ τῷ δεσπότῃ αὐτοῦ τῷ ἀρχιμαγείρῳ κατάδηλον τοῦτο γενέσθαι. ᾜδει γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ, ὅτι Κύριος ἦν μετ᾽ αὐτοῦ, καὶ πάντα ὅσα ἂν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ. Εὗρε δὲ Ἰωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ ἔδωκε διὰ χειρὸς Ἰωσήφ. Εἶδες ὅσον ἐστὶν ὑπὸ τῆς ἄνωθεν βοηθεῖσθαι δεξιᾶς; Ἰδοὺ γὰρ καὶ νέος καὶ ξένος καὶ αἰχμάλωτος καὶ δοῦλος, καὶ πᾶσαν ἐγχειρίζεται παρὰ τοῦ δεσπότου τὴν οἰκίαν. Καὶ πάντα διὰ χειρὸς αὐτοῦ δέδωκε, φησί. Διὰ τί; Ἐπειδὴ μετὰ τῆς ἄνωθεν συνεργίας καὶ τὸν οἰκεῖον τρόπον εἰσήνεγκεν. Εὐηρέστει γὰρ αὐτῷ, φησὶν, ἀντὶ τοῦ, Μετὰ πολλῆς εὐνοίας ἅπαντα διεπράττετο. Εἶτα βουλόμενος αὐτὸν ὁ φιλάνθρωπος Θεὸς ἐν πλείονι καταστῆσαι ἀδείᾳ, οὐκ ἀπήλλαξε τῆς δουλείας, οὐδὲ ἐν ἐλευθερίᾳ παρεσκεύασεν εἶναι. Τοῦτο γὰρ αὐτῷ ἔθος ἀεὶ, τοὺς ἐναρέτους ἄνδρας οὐκ ἀπαλλάττειν τῶν κινδύνων, οὐδὲ ἐλευθεροῦν τῶν πειρασμῶν, ἀλλ᾽ ἐν αὐτοῖς τοῖς πειρασμοῖς τοσαύτην ἐπιδείκνυσθαι τὴν οἰκείαν ῥοπὴν, ὡς αὐτοὺς τοὺς πειρασμοὺς ὑπόθεσιν αὐτοῖς ἑορτῆς γίνεσθαι. Διὰ τοῦτο καὶ ὁ μακάριος Δαυῒδ ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς με.

Οὐχὶ τὴν θλίψιν ἀπήλασας, φησὶν, οὐδὲ ταύτης ἀπαλλάξας ἐν ἀνέσει με εἶναι πεποίηκας, ἀλλ᾽ ὅπερ ἐστὶ θαυμαστὸν καὶ παράδοξον, ἐν μέσῳ τῶν θλίψεων τυγχάνοντα ἐν ἀδείᾳ εἶναι παρεσκεύασας. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ φιλάνθρωπος Δεσπότης. Εὐλόγησε γὰρ τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ τὸν Ἰωσήφ. Καὶ ἐμάνθανε λοιπὸν καὶ ὁ βάρβαρος, ὅτι τῶν ᾠκειωμένων ἐστὶ τῷ Θεῷ ὁ νομιζόμενος οἰκέτης, Καὶ ἐπέτρεψε, φησὶν, ἅπαντα ὅσα ἦν αὐτῷ διὰ χειρὸς Ἰωσήφ· καὶ οὐκ ᾔδει οὐδὲν, πλὴν τοῦ ἄρτου οὗ ἤσθιε. Μονονουχὶ δεσπότην αὐτὸν κατέστησε πάσης τῆς ἑαυτοῦ οἰκίας. Καὶ ἦν ὁ δοῦλος, ὁ αἰχμάλωτος ὑπὸ τὴν ἑαυτοῦ χεῖρα ἔχων πάντα τὰ τοῦ δεσπότου.

Τοσοῦτόν ἐστιν ἀρετή· ὅπου γὰρ ἐὰν αὕτη φανῇ, πάντων περιγίνεται καὶ κρατεῖ. Ὥσπερ γὰρ τοῦ φωτὸς ἀνατείλαντος ἀπελαύνεται τὸ σκότος, οὕτω καὶ νῦν τῆς ἀρετῆς φανείσης ἐκποδὼν πᾶσα κακία γίνεται. δʹ. Ἀλλὰ τὸ πονηρὸν θηρίον ὁ διάβολος, θεασάμενος τοῦ δικαίου τὴν εὐδοκίμησιν, καὶ ὅτι δι᾽ αὐτῶν τῶν νομιζομένων λυπηρῶν περιφανέστερος ἐγίνετο, τρίζων τοὺς ὀδόντας καὶ μεμηνὼς, καὶ οὐδὲ φέρων ὁρᾷν τὸν δίκαιον οὕτω καθ᾽ ἑκάστην ἡμέραν λαμπρότερον γινόμενον, βόθρον αὐτῷ ἀνορύττει βαθὺν, καὶ κρημνὸν, ὡς ἐνόμιζε, μέγιστον αὐτῷ τίκτοντα τὸν ὄλεθρον, καὶ χειμῶνα κατασκευάζει, σφοδρὸν αὐτῷ τὸ ναυάγιον ἐργάσασθαι δυνάμενον· ἀλλ᾽ ἐμάνθανεν οὐκ εἰς μακρὰν, ὅτι πρὸς κέντρα λακτίζει, καὶ κατὰ τῆς οἰκείας κεφαλῆς ἅπαντα διαπράττεται. Καὶ ἦν Ἰωσὴφ, φησὶ, καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει.

Τίνος ἕνεκεν ἡμῖν τὴν εὐμορφίαν τοῦ σώματος διηγεῖται; Ἵνα μάθωμεν ὅτι οὐ μόνον τῇ κατὰ ψυχὴν εὐμορφίᾳ ἦν καλὸς, ἀλλὰ καὶ τῷ σώματι. Ἐν αὐτῷ γὰρ τῷ ἄνθει τῆς ἡλικίας νέος ἦν, καὶ Καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει. Ταῦτα δὲ προλαβοῦσα διηγεῖται περὶ αὐτοῦ ἡ θεία Γραφὴ, ἵνα διδάξῃ ἡμᾶς ὡς ἁλοῦσα τῷ κάλλει τοῦ νεανίσκου ἡ Αἰγυπτία πρὸς τὴν παράνομον ἐκείνην μίξιν αὐτὸν ἐκάλει. Καὶ ἐγένετο, φησὶ, μετὰ ταῦτα. Τί ἐστι, Μετὰ ταῦτα;

Μετὰ τὸ πάσης τῆς οἰκίας τὴν ἐξουσίαν αὐτὸν ἐμπιστευθῆναι, καὶ μετὰ τὸ ἐν τοσαύτῃ εἶναι τιμῇ ἀξιωθῆναι παρὰ τοῦ δεσπότου, Ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ τὸν Ἰωσήφ. Ὅρα τὴν ἀναίδειαν τῆς ἀκολάστου γυναικός.

Οὐχ ὅτι δέσποινα εἶναι ἐνομίζετο ἐν διανοίᾳ ἔλαβεν, οὐχ ὅτι οἰκέτης ἦν ἐκεῖνος, ἀλλ᾽ ὑπὸ τῆς εὐμορφίας ἁλοῦσα, καὶ τὸν ἐμπρησμὸν τὸν σατανικὸν δεξαμένη, ἐπιπηδᾷν ἐπεχείρει λοιπὸν τῷ νεανίσκῳ, καὶ τὸν πονηρὸν τοῦτον λογισμὸν ἐν τῇ διανοίᾳ συνέχουσα, καιρὸν ἐπεζήτει καὶ ἐρημίαν τὴν δυναμένην αὐτῇ συμπρᾶξαι πρὸς τὴν παράνομον ταύτην ἐπιχείρησιν.

Ὁ δὲ, φησὶν, οὐκ ἤθελεν· οὐκ ἐπείθετο, οὐδὲ κατεδέχετο τὰ παρ᾽ ἐκείνης ῥήματα. ᾜδει γὰρ πολὺν αὐτῷ φέροντα τὸν ὄλεθρον· καὶ οὐ μόνον τὰ καθ᾽ ἑαυτὸν ἐσκόπει, ἀλλὰ σπουδὴν ἐποιεῖτο κἀκείνην, καθ᾽ ὅσον οἷόν τε ἦν, ἀπαλλάξαι τῆς μανίας καὶ τῆς ἀτόπου ταύτης ἐπιθυμίας. Καὶ συμβουλὴν αὐτῇ εἰσάγει ἱκανὴν αὐτὴν καταιδέσαι, καὶ ποιῆσαι τὸ συμφέρον ἐπιγνῶναι.

Εἶπε γὰρ, φησὶ, τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ (ἡ δέσποινα παρὰ τοῦ δούλου συμβουλὴν δέχεται)· Εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾽ ἐμὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ἀλλὰ πάντα ὅσα ἐστὶν αὐτῷ, δέδωκεν εἰς τὰς χεῖράς μου. Ὢ εὐγνωμοσύνης ἀνδρός. Ὅρα πῶς ἀπαριθμεῖται τοῦ δεσπότου τὰς εὐεργεσίας, ἵνα δείξῃ ὅσῃ τῇ ἀγνωμοσύνῃ ἐκείνη κέχρηται πρὸς τὸν ὁμόζυγον. Εἰ γὰρ ἐγὼ, φησὶν, ὁ οἰκέτης, ὁ ξένος, ὁ αἰχμάλωτος, τοσαύτης ἀπήλαυσα παρ᾽ αὐτοῦ ἀδείας, ὡς ἅπαντα ὑπὸ τὴν χεῖρα εἶναι τὴν ἐμὴν, καὶ οὐδέν ἐστιν ὃ ὑπεξαιρεῖται τῆς χειρός μου, πλὴν σοῦ, ἀλλὰ πᾶσι μὲν αὐτὸς ἐπίκειμαι, μόνῃ δὲ σοὶ ὑποτέταγμαι, καὶ ἔξω τυγχάνεις τῆς ἐμῆς ἐξουσίας. Εἶτα ἵνα καιρίαν δῷ τὴν πληγὴν, καὶ ὑπομνήσῃ τῆς εὐνοίας τοῦ ἀνδρὸς, καὶ πείσῃ αὐτὴν μὴ ἀγνώμονα περὶ τὸν σύνοικον γενέσθαι, φησί· Καὶ σὺ διὰ τοῦτο ἔξω τῆς ἐξουσίας τῆς ἐμῆς τυγχάνεις, Διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι. Εἰ τοίνυν γυνὴ αὐτοῦ τυγχάνεις, πῶς οὖν ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ ἐκείνη τὴν ἐρημίαν ἐζήτει, καὶ καιρὸν ἀνέμενε, λαθεῖν σπουδάζουσα τὸν ἄνδρα, καὶ τοὺς οἰκέτας τοὺς ἐπὶ τῆς οἰκίας ἅπαντας, φησὶν οὗτος· Πῶς δυνήσομαι ποιῆσαι τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Τί γὰρ νομίζεις;

Κἂν πάντας λαθεῖν δυνηθῶμεν, τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ δυνάμεθα λαθεῖν. Ἐκεῖνον μόνον δεδοικέναι δεῖ, καὶ ἀγωνιᾷν καὶ τρέμειν, ὥστε μὴ ὑπὸ τοῖς ἐκείνου ὀφθαλμοῖς παράνομόν τι διαπράξασθαι. Καὶ ἵνα μάθωμεν τὴν ὑπερβάλλουσαν τοῦ δικαίου ἀρετὴν, καὶ ὅτι οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις τὸν ἀγῶνα τοῦτον ὑπέμεινε, καὶ τῆς λέξεως ταύτης ἠνέσχετο, καὶ συμβουλεύων οὐκ ἐπαύσατο, φησὶν ἡ Γραφή· Ἡνίκα δὲ ἐλάλει ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουσεν αὐτῆς· ἐπιτηρήσασα τὰ ἐπὶ τῆς οἰκίας διαπραττόμενα, ἐπιπηδᾷ τῷ νεανίσκῳ, καθάπερ θηρίον θῆγον τοὺς ὀδόντας, καὶ ἐπισπασαμένη τῶν ἱματίων κατεῖχε. Μὴ ἁπλῶς τοῦτο παραδράμωμεν, ἀλλ᾽ ἐννοήσωμεν ὅσον ὑπέμεινε τὸν ἀγῶνα ὁ δίκαιος ἐκεῖνος. Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν, ὡς ἔμοιγε δοκεῖ, ἐν μέσῃ τῇ Βαβυλωνίᾳ καμίνῳ τοὺς τρεῖς παῖδας ὄντας ἀβλαβεῖς διαμεῖναι, καὶ μηδὲν ὑπὸ τοῦ πυρὸς παθεῖν, ὡς θαυμαστὸν ἐγένετο καὶ παράδοξον τὸν θαυμαστὸν τοῦτον νεανίσκον κατασχεθέντα τῶν ἱματίων ὑπὸ τῆς μιαρᾶς ταύτης καὶ ἀκολάστου μὴ ἐνδοῦναι, ἀλλὰ καὶ τὰ ἱμάτια ἀφέντα ἐν ταῖς ἐκείνης χερσὶν οὕτως ἀποπηδῆσαι.

Ὥσπερ γὰρ οἱ τρεῖς παῖδες ἐκεῖνοι διὰ τὴν οἰκείαν ἀρετὴν τῆς ἄνωθεν ἀπολαύσαντες ῥοπῆς, τοῦ πυρὸς κρείττους ὤφθησαν· οὕτω καὶ οὗτος, ἐπειδὴ τὰ παρ᾽ ἑαυτοῦ εἰσέφερε, καὶ τῆς σωφροσύνης τοὺς ἀγῶνας μετὰ πολλοῦ τοῦ τόνου ἐπεδείκνυτο, πολλῆς καὶ τῆς ἄνωθεν συμμαχίας ἀπήλαυσε, τῆς τοῦ Θεοῦ δεξιᾶς συμπραττούσης αὐτῷ τοσοῦτον ἆθλον νικῆσαι, καὶ ἔξω τῶν δικτύων τῆς ἀσελγοῦς ἐκείνης καταστῆναι. Καὶ ἦν ἰδεῖν λοιπὸν τότε τὸν θαυμάσιον τοῦτον γυμνὸν μὲν ἐξιόντα ἱματίων, ἐνδεδυμένον δὲ τῆς σωφροσύνης τὸ ἔνδυμα, καὶ καθάπερ ἀπό τινος πυρᾶς καὶ καμίνου ἀβλαβῆ διαφυγεῖν, καὶ οὐ μόνον οὐ κατακαυθέντα, ἀλλὰ καὶ λαμπρότερον καὶ φαιδρότερον γεγενημένον.

εʹ. Ἀλλ᾽ ὅρα μετὰ τοσαύτην νίκην, μετὰ τοσαύτην ἀνδρείαν, ὑπὲρ ὧν ἐχρῆν αὐτὸν στεφανωθῆναι, ὑπὲρ ὧν ἐχρῆν αὐτὸν ἀνακηρυχθῆναι, πάλιν ὡσανεὶ ὑπεύθυνον τὰ μυρία ὑπομένοντα δεινά. Ἡ γὰρ Αἰγυπτία ἐκείνη οὐ φέρουσα λοιπὸν τὴν αἰσχύνην καὶ τὸ ὄνειδος, ᾗ περιέβαλλεν ἑαυτὴν ἀδυνάτοις ἐπιχειρήσασα, πρότερον μὲν τοὺς ἐπὶ τῆς οἰκίας συγκαλεσαμένη κατηγορεῖ τοῦ νεανίσκου, καὶ τὰ παρ᾽ αὐτῆς μανικῶς προταθέντα, ὡς παρ᾽ ἐκείνου εἰρημένα φήσασα, οὕτως ἀπατᾷν ἅπαντας ἐπεχείρει. Τοιοῦτον γὰρ ἔθος τῇ κακίᾳ, ἀεὶ πρὸς τὴν ἀρετὴν ἀγωνιζομένην τὰ ἑαυτῆς ἐλαττώματα ἐκείνῃ ἐπιχειρεῖν προστρίβεσθαι· ὃ δὴ καὶ αὕτη τότε ἐποίει, τὸν νεανίσκον ὡς ἀκόλαστον διαβάλλουσα καὶ ἑαυτῇ προσωπεῖον σωφροσύνης περιθεῖσα, καὶ λέγουσα διὰ τοῦτο κἀκεῖνον τὰ ἱμάτια καταλελοιπέναι, καὶ ταύτην ταῦτα κατεσχηκέναι. Καὶ ὁ φιλάνθρωπος Θεὸς ἐμακροθύμει καὶ ἠνείχετο, ἵνα διὰ πάντων τὸν ἑαυτοῦ οἰκέτην λαμπρότερον ἀποφήνῃ. Ταῦτα γὰρ ἅπαντα ἐλθόντι τῷ ἀνδρὶ μετὰ πολλῆς τῆς κακουργίας εἰποῦσα καὶ κατηγορήσασα τοῦ νεανίσκου ἔλεγεν· Εἰσῆλθε πρός με ὁ παῖς ὁ Ἑβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι. Ἀθλία καὶ ταλαίπωρε. Οὐκ αὐτὸς εἰσήγαγεν ὥστε ἐμπαῖξαί σοι, ἀλλ᾽ ὁ διάβολός σε εἰσήγαγεν, ὥστε μὴ μόνον μοιχαλίδα γενέσθαι, ἀλλὰ, τὸ ἧκον εἰς σὲ, καὶ φόνον ἐργάσασθαι.

Καὶ ἐδείκνυ λοιπὸν εἰς ἀπόδειξιν τῶν παρ᾽ αὐτῆς λεγομένων τὰ ἱμάτια τοῦ νεανίσκου.

Ἐννόει μοι ἐνταῦθα τοῦ κοινοῦ πάντων ἀνθρώπων Δεσπότου τὴν φιλανθρωπίαν. Ὥσπερ γὰρ τῶν ἀδελφῶν αὐτὸν ἐξείλετο βουλομένων αὐτὸν ἀνελεῖν, καὶ παρεσκεύασε πρότερον μὲν κατὰ τὴν συμβουλὴν τοῦ Ῥουβὴν εἰς τὸν λάκκον ἐμβληθῆναι, καὶ μετὰ ταῦτα πάλιν κατὰ τὴν συμβουλὴν τοῦ Ἰούδα τοῖς ἐμπόροις διαπραθῆναι, ἵνα τῶν ὀνειράτων ἡ ἔκβασις εἰς ἔργον ἐλθοῦσα πείσῃ τὸν δίκαιον, ὡς οὐ μάτην οὐδὲ εἰκῆ ἐκεῖνα αὐτῷ προεμηνύετο· οὕτω καὶ νῦν ἡ ἄνωθεν χεὶρ ἦν ἡ τὸν βάρβαρον ἐκεῖνον κατέχουσα, καὶ μὴ συγχωρήσασα εὐθέως ἐπὶ τὴν σφαγὴν ὁρμῆσαι τοῦ νεανίσκου. Τί γὰρ ἦν τὸ κωλύον, μαθόντα ὡς εἰς αὐτὴν τὴν εὐνὴν ἀδικῆσαι αὐτὸν ἐπεχείρησε, μὴ τοῦτο ποιῆσαι; Ἀλλ᾽ ὁ εὐμήχανος Θεὸς τοσαύτην παρεσκεύασεν αὐτὸν ἐπιδείξασθαι τὴν πραΰτητα, ἵνα ἐμβληθεὶς τῷ δεσμωτηρίῳ, καὶ πάλιν ἐκεῖ τὴν οἰκείαν ἐπιδειξάμενος ἀρετὴν, οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς βασιλείας παραγένηται. Ἐθυμώθη γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, ὅπου οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται. Εἰ μὲν γὰρ μὴ ἐπίστευσε, οὐκ ἐχρῆν αὐτὸν ἐμβαλεῖν ἐν τῷ δεσμωτηρίῳ· εἰ δὲ ἐπίστευσε πάλιν ἀληθὲς εἶναι τὸ παρὰ τῆς Αἰγυπτίας λεγόμενον, οὐδὲ οὕτω δεσμωτηρίου ἄξιος ἦν, ἀλλὰ ἀποτμηθῆναι καὶ δίκην δοῦναι τὴν ἐσχάτην. Ἀλλ᾽ ὅταν ἡ ἄνωθεν δεξιὰ τὴν ἑαυτῆς πρόνοιαν ἐπιδείκνυται, πάντα εὔκολα καὶ ῥᾴδια γίνεται, καὶ οἱ ἄγριοι ἡμερώτεροι καθίστανται.

Τότε δὲ καὶ ἡ ἄνωθεν ῥοπὴ μετὰ δαψιλείας ἡμῖν παραγίνεται, ὅταν πολλὴν καὶ ἡμεῖς τὴν ἀρετὴν ἐπιδειξώμεθα.

Ἐπειδὴ γὰρ μεγάλως οὗτος ἠγωνίσατο, διὰ τοῦτο καὶ μεγάλων ἀπολαύει τῶν ἀμοιβῶν. Καὶ μετὰ τὴν τοσαύτην ἀνδρείαν ἀπήγετο εἰς τὸ δεσμωτήριον, καὶ σιγῇ πάντα ὑπέμενεν. Ἴστε γὰρ ὅπως οἱ μηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, ἐπειδὰν ὡς ὑπεύθυνοι καταδικάζωνται, πόσῃ κέχρηνται πολλάκις τῇ παῤῥησίᾳ καὶ τῇ ἐλευθεροστομίᾳ, κατεξανιστάμενοι καὶ μεγαλοφρονοῦντες κατὰ τῶν τὴν δίκην αὐτοῖς ἀνευθύνοις οὖσιν ἐπαγόντων. Ἀλλ᾽ οὗτος οὐχ οὕτως, ἀλλὰ καὶ σιγᾷ, καὶ πάντα πράως δέχεται, καὶ ἀνέμενε μετὰ πολλῆς τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ ῥοπήν. Ὅρα γὰρ πῶς καὶ ἐν τῷ δεσμωτηρίῳ ὢν πάλιν τὴν ἀρχὴν ἅπασαν αὐτὸς ἐδέχετο παρὰ τοῦ δεσμοφύλακος· εἰκότως· Ἦν γὰρ, φησὶ, Κύριος μετὰ Ἰωσὴφ, καὶ κατέχεεν αὐτοῦ ἔλεος. Τί ἐστι τὸ, Κατέχεεν αὐτοῦ ἔλεος; Πρὸς οἶκτον ἐπέκαμψε τὸν ἀρχιδεσμοφύλακα, καὶ πολλὴν περὶ αὐτὸν τὴν εὔνοιαν ἐπιδείξασθαι παρεσκεύασεν· Ἔδωκε γὰρ αὐτῷ χάριν ἐναντίον αὐτοῦ.

Ἀληθῶς οὐδὲν μακαριστότερον τοῦ τῆς ἄνωθεν εὐνοίας ἀπολαύοντος. Ἔδωκε γὰρ, φησὶν, ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς τῷ Ἰωσήφ. Ὅρα πῶς ὑπεξίσταται ὁ δεσμοφύλαξ, καὶ παραχωρεῖ, καὶ αὐτῷ τὴν αὐθεντίαν ἐπιτρέπει, καὶ πάντας τοὺς ἐν τῷ δεσμωτηρίῳ ὑπὸ τὴν ἐκείνου ἐξουσίαν εἶναι ἐκέλευσε. Καὶ οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ γινώσκων οὐδέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσὴφ, διὰ τὸ τὸν Κύριον μετ᾽ αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ. Σκόπει πῶς συμπαρῆν αὐτῷ διηνεκῶς ἡ χάρις ἡ ἄνωθεν, καὶ πάντα ἅπερ ἔπραττε χάριτος ἦν πεπληρωμένα.

Τοῦτο τοίνυν καὶ ἡμεῖς σπουδάσωμεν, ἵνα μεθ᾽ ἑαυτῶν ἔχωμεν ἀεὶ τὸν Κύριον, καὶ ἵνα τὰ παρ᾽ ἡμῶν γινόμενα ὑπ᾽ ἐκείνου κατευοδῶται. Ὁ γὰρ ταύτης ἀξιωθεὶς τῆς ῥοπῆς, κἂν μέσοις τοῖς δεινοῖς ὢν τυγχάνῃ, καταγελάσεται πάντων, καὶ οὐδὲν αὐτὰ ἡγήσεται, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ πάντα ποιοῦντος καὶ μετασκευάζοντος, κατευοδοῦντος αὐτῷ ἅπαντα καὶ τὰ δυσχερῆ ῥᾴδια ἀπεργαζομένου. Πῶς δὲ δυνησόμεθα μεθ᾽ ἑαυτῶν ἔχειν τὸν Κύριον, καὶ ὑπ᾽ αὐτοῦ κατευοδοῦσθαι ἐν ἅπασιν; Ἐὰν νήφοντες ὦμεν καὶ ἐγρηγορότες, καὶ μιμησώμεθα τοῦ νέου τούτου τὴν σωφροσύνην, καὶ τὴν ἄλλην ἀρετὴν, καὶ τὸ φρόνημα τὸ γενναῖον, καὶ ἴδωμεν ὅτι οὕτω χρὴ μετὰ ἀκριβείας ἅπαντα διαπράττεσθαι, ὡς μηδέποτε ὑπὸ τοῦ Δεσπότου καταγνωσθῆναι, ἀλλ᾽ ὅτι οὐχ οἷόν τέ τινα λαθεῖν ἐκεῖνον τὸν ἀκοίμητον ὀφθαλμὸν εἰδέναι, ἀλλ᾽ ἀνάγκη πάντως τὸν ἁμαρτόντα ταῖς τιμωρίαις ὑπεύθυνον γενέσθαι. Καὶ μὴ προτιμότερον ἡγώμεθα τὸν τῶν ἀνθρώπων φόβον τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, ἀλλὰ μνημονεύωμεν διὰ παντὸς τῶν ῥημάτων τοῦ Ἰωσὴφ λέγοντος· Πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ;

Ὅταν τις οὖν λογισμὸς ἡμᾶς διαταράττῃ, τοῦτο ἐν τῇ διανοίᾳ στρέφωμεν τὸ ῥῆμα, καὶ παραχρῆμα φυγαδεύεται πᾶσα ἄτοπος ἐπιθυμία. Εἴτε οὖν σωμάτων ἐπιθυμίᾳ τις ἁλῷ, εἴτε χρημάτων ἔρωτι, εἴτε ἄλλῃ τινὶ ἀτόπῳ ἡδονῇ, εὐθέως τοῦτο λογιζέσθω, ὅτι ἐκεῖνος ἡμῖν ἐστιν ὁ δικάζων, ὃν οὐχ οἷόν τε λαθεῖν οὐδὲ τὰ ἐν τῇ διανοίᾳ βουλευόμενα· καὶ πάντως διαφευξόμεθα καὶ τὰς τοῦ διαβόλου μηχανὰς, καὶ ἀπολαύσομεν πολλῆς τῆς ἄνωθεν συμμαχίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΓʹ. Καὶ οὐκ ἦν γινώσκων οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ. αʹ. Τὰ λείψανα τῶν χθὲς ἡμῖν εἰρημένων βουλόμεθα σήμερον ἀποδοῦναι τῇ ὑμετέρᾳ ἀγάπῃ, καὶ τῆς κατὰ τὸν Ἰωσὴφ πάλιν ἱστορίας ἅψασθαι. Ἴστε γὰρ ὅτι χθὲς εἰς μῆκος ἡμῖν ἐκταθέντος τοῦ λόγου οὐκ ἰσχύσαμεν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρις ἐκείνου τὸν λόγον ἐστήσαμεν, ἡνίκα διὰ τὴν τῆς Αἰγυπτίας συκοφαντίαν ὑπὸ τοῦ ἀρχιμαγείρου εἰς τὸ δεσμωτήριον ἐνεβλήθη. Διὸ σήμερον ἀναγκαῖον διδάξαι τὴν ὑμετέραν ἀγάπην τὰ κατὰ τὸ δεσμωτήριον αὐτῷ συμβεβηκότα.

Ἐπειδὴ γὰρ ἐνεβλήθη εἰς τὸ ὀχύρωμα, καὶ παρεδόθη τῷ ἀρχιδεσμοφύλακι, κἀκεῖ τοσαύτη γέγονεν εἰς αὐτὸν ἡ παρὰ τοῦ Θεοῦ ῥοπὴ, ὡς πᾶσαν τὴν ἀρχὴν τοῦ δεσμωτηρίου αὐτὸν ἐμπιστευθῆναι παρὰ τοῦ ἀρχιδεσμοφύλακος.

Καὶ οὐκ ἦν γινώσκων, φησὶν, οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ. Εἶδες πῶς ἐν αὐταῖς ταῖς θλίψεσι γενόμενος οὐδεμίαν αἴσθησιν ἐλάμβανε τῶν λυπηρῶν, ἀλλ᾽ ἡ εὐμήχανος τοῦ Θεοῦ σοφία πάντα μετέβαλλε τὰ λυπηρά. Καὶ καθάπερ τὸν μαργαρίτην κἂν ἐν βορβόρῳ τις καταχώσειε, τὸ οἰκεῖον κάλλος ἐπιδείκνυται· οὕτω καὶ ἡ ἀρετὴ, ὅπου δ᾽ ἂν αὐτὴν ἐμβάλῃς, τὴν οἰκείαν δύναμιν ἐπιδείκνυται, κἂν ἐν δουλείᾳ, κἂν ἐν δεσμωτηρίῳ, κἂν ἐν θλίψει, κἂν ἐν ἀνέσει. Ἐπεὶ οὖν καὶ ἐν τῷ δεσμωτηρίῳ ἐμβληθεὶς εἷλε τὸν ἀρχιδεσμοφύλακα, καὶ πάντων τῶν αὐτόθι τὴν ἐξουσίαν ἐδέξατο παρ᾽ αὐτοῦ, ἴδωμεν ἐνταῦθα ὅπως τῆς προσούσης αὐτῷ χάριτος ἐκκαλύπτει τὴν ἰσχύν.

Ἐγένετο γὰρ, φησὶ, μετὰ τὰ ῥήματα ταῦτα. Ποῖα; Ἅπερ διηγήσατο μετὰ τὸ συκοφαντηθῆναι, μετὰ τὸ καταδικασθῆναι τὸ δεσμωτήριον οἰκεῖν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μετὰ τὸ γνωρίσαι ἡμῖν, ὅτι Κύριος ἦν μετ᾽ αὐτοῦ, καὶ ὅτι ὁ ἀρχιδεσμοφύλαξ διὰ χειρὸς αὐτοῦ πάντα τὰ αὐτόθι ἐπέτρεψεν οἰκονομεῖσθαι.

Ἐγένετο οὖν μετὰ τὰ ῥήματα ταῦτα, μετὰ τὸ βληθῆναι αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, ἁμαρτόντα τὸν ἀρχιοινοχόον καὶ τὸν ἀρχισιτοποιὸν καταδικασθῆναι ὑπὸ τοῦ βασιλέως τὸ δεσμωτήριον οἰκεῖν· καὶ δεξάμενος αὐτοὺς ὁ ἀρχιδεσμοφύλαξ συνέστησεν αὐτοὺς τῷ Ἰωσήφ. Οὐδὲ γὰρ ὡς δεσμώτῃ λοιπὸν αὐτῷ ἐκέχρητο, ἀλλ᾽ ὡς κοινωνῷ τῆς φροντίδος, μᾶλλον δὲ καὶ ὡς ἱκανῷ ἐπικουφίζειν τὰς συμφορὰς τοῖς αὐτόθι καθειργμένοις. Καὶ παρέστη αὐτοῖς, φησί.

Τί ἐστι τὸ, Παρέστη αὐτοῖς; Ἀντὶ τοῦ, παρεμυθεῖτο, ἐνεύρου αὐτῶν τὸν λογισμὸν, διήγειρεν αὐτῶν τὴν διάνοιαν, οὐ συνεχώρει καταποθῆναι ὑπὸ τῆς ἀθυμίας. Ἦσαν δὲ ἡμέρας πολλὰς ἐν τῇ φυλακῇ, καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτὶ ὅ τε ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός. Ἀλλ᾽ ὁ θαυμάσιος οὗτος ἔργον ποιούμενος τὴν τούτων παράκλησιν, ἰδὼν αὐτοὺς ὑπὸ τῆς ὄψεως τῶν ὀνειράτων τεταραγμένους καὶ συγκεχυμένους τὴν διάνοιαν, φησί· Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον; Ἐδείκνυ γὰρ ἡ τοῦ προσώπου κατάστασις τὴν ἔνδον ταραχήν.

Διὰ τοῦτο καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. Ἐπεὶ οὖν εἶδεν αὐτοὺς ἐν κατηφείᾳ τυγχάνοντας διὰ τὴν τῶν ὀνειράτων ὄψιν, ἐπυνθάνετο τὴν αἰτίαν μαθεῖν βουλόμενος. Ὅρα πῶς καὶ ἐν δεσμωτηρίῳ τυγχάνων τὴν οἰκείαν ἀρετὴν ἐπεδείκνυτο, καὶ τὰς ἀθυμίας ἑτέροις ἐπικουφίζειν ἐσπούδαζε. Τί οὖν ἐκεῖνοι; Ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό. Ἠγνόουν τοῦ πρὸς αὐτοὺς διαλεγομένου τὴν σοφίαν· ὡς ἑνὶ τῶν πολλῶν αὐτῷ προσεῖχον, διὰ τοῦτο οὐδὲ τὸ ἐνύπνιον λέγουσιν, ἀλλ᾽ ὅτι μόνον εἶδον, καί φασιν· Οὐδείς ἐστιν ὁ συγκρίνων αὐτό. Ἀλλ᾽ ὁ θαυμάσιος ἀνήρ φησι πρὸς αὐτούς· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; Διηγήσασθε οὖν μοι. Μὴ γὰρ οἴκοθεν ἐπαγγέλλομαί τι ὑμῖν ἐρεῖν; Θεός ἐστιν ὁ ἀποκαλύπτων. Διηγήσασθε οὖν μοι. Ὅρα σύνεσιν καὶ ταπεινοφροσύνης ὑπερβολήν.

Οὐκ εἶπεν, ὅτι Ἐγὼ ὑμῖν διακρίνω, ἐγὼ ὑμῖν λέγω τῶν ὀνειράτων τὴν ἔκβασιν, ἀλλὰ τί; Διηγήσασθε οὖν μοι. Θεὸς γάρ ἐστι μόνος ὁ τὰ τοιαῦτα ἀποκαλύπτων. Καὶ διηγήσατο ὁ ἀρχιοινοχόος. Καὶ ἀκούσας ὁ Ἰωσήφ φησι· Τοῦτο ἡ σύγκρισις αὐτοῦ.

Οἱ τρεῖς πυθμένες, τρεῖς ἡμέραι εἰσίν· ἔτι τρεῖς ἡμέραι, καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχιοινοχοΐας σου, καὶ ἀποκαταστήσει σε, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν.

Ἀλλὰ ἀναμνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐπ᾽ ἐμὲ ἔλεος, καὶ μνήσθητι περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, καὶ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. Ἐπειδὴ προεμήνυσεν αὐτῷ τὰ μέλλοντα αὐτῷ χρηστὰ συμβήσεσθαι, καὶ τὴν καταλλαγὴν τοῦ βασιλέως, φησὶ, Μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν ἀπολάβῃς σου τὴν εὐημερίαν· μνήμην ποίησαι τοῦ σοι ταῦτα προμηνύσαντος, καὶ ποιήσεις ἐπ᾽ ἐμὲ ἔλεος.

βʹ. Τοῦτο ἀκούων, ἀγαπητὲ, μὴ μικροψυχίαν καταγνῷς τοῦ δικαίου, ἀλλὰ ταύτῃ μάλιστα ἐκπλάγηθι, ὅτι τοσούτων δυσχερῶν ὄντων, τὴν αὐτόθι οἴκησιν γενναίως καὶ εὐχαρίστως ἔφερεν. Εἰ γὰρ καὶ πολλάκις τὴν παρὰ τοῦ ἀρχιδεσμοφύλακος ἐξουσίαν εἰλήφει, ἀλλ᾽ ὅμως ἐβαρύνετο τὸ κατακεκλεῖσθαι, καὶ μετὰ τῶν αὐχμώντων καὶ ῥυπώντων εἶναι. Ὅρα γὰρ αὐτοῦ καὶ ἐκ τούτου τὴν φιλόσοφον γνώμην· ὅπως μετὰ ἀνδρείας ἔφερεν ἅπαντα, διὰ πάντων πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενος. Καὶ ποιήσεις ἐπ᾽ ἐμὲ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου. Ἐννόει μοι ἐνταῦθα, πῶς οὐδὲν λέγει κατὰ τῆς μιαρᾶς ἐκείνης μοιχαλίδος, οὐδὲ αἰτιᾶται τὸν δεσπότην, οὐδὲ τὴν τῶν ἀδελφῶν περὶ αὐτὸν ἀπανθρωπίαν διηγεῖται, ἀλλὰ συγκαλύψας πάντα, φησί· Μνήσθητί μου, καὶ ποίησον ἐξενεχθῆναί με ἐκ τοῦ ὀχυρώματος τούτου· Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ᾽ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον.

Μὴ ἁπλῶς τοῦτο παραδράμωμεν, ἀλλ᾽ ἐννοήσωμεν τῆς ψυχῆς αὐτοῦ τὴν φιλοσοφίαν, καὶ ὅπως καιρὸν εὑρηκὼς τοιοῦτον, καὶ εἰδὼς ὅτι δυνήσεται ἅπαντα ὁ ἀρχιοινοχόος ἐν εὐημερίᾳ γεγονὼς γνωρίσαι τῷ βασιλεῖ τὰ κατ᾽ αὐτὸν, οὐ τὴν Αἰγυπτίαν διαβάλλει (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), οὐ τὸν δεσπότην ἄγει εἰς μέσον, οὐδὲ τοὺς ἀδελφούς· οὐ λέγει τὴν αἰτίαν, δι᾽ ἣν τὸ δεσμωτήριον οἰκεῖν κατεδικάσθη, οὐδὲ σπουδάζει δεῖξαι τὴν παρανομίαν τὴν εἰς αὐτὸν γεγενημένην· ἀλλ᾽ ἑνὸς μόνου γίνεται, οὐ τοῦ ἐκείνων δηλαδὴ κατηγορῆσαι, ἀλλὰ τοῦ ὑπὲρ ἑαυτοῦ μόνον εἰπεῖν. Καὶ τὰ μὲν παρὰ τῶν ἀδελφῶν συνεσκίασεν εἰπὼν, Ἐκλάπην ἐκ γῆς Ἑβραίων· τὰ δὲ παρὰ τῆς Αἰγυπτίας ἐκείνης τῆς ἀκολάστου οὐδὲ εἰς μέσον ἄγει, οὐδὲ τὴν παρὰ τοῦ δεσπότου ἄδικον κατ᾽ αὐτοῦ ἀγανάκτησιν. Ἀλλὰ τί φησιν; Ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ᾽ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. Ταῦτα ἀκούοντες παιδευώμεθα, ἐπειδάν τισι τοιούτοις περιπέσωμεν, μὴ ἐκείνους σπουδάζειν περιβάλλειν λοιδορίαις, καὶ τὴν γλῶσσαν ἀκονᾷν κατὰ τῆς ἑτέρων κατηγορίας, ἀλλὰ μόνον πράως καὶ ἡμέρως ἑαυτοὺς ἀνευθύνους δεικνύναι, καὶ μιμεῖσθαι τὸν θαυμάσιον τοῦτον, ὅτι οὐδὲ ἐν συμφορᾷ ὢν κατεδέξατο κἂν μέχρι ῥημάτων ἐκπομπεῦσαι τῆς Αἰγυπτίας τὴν ἀσέλγειαν.

Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις καὶ ὑπεύθυνοι ὄντες ἐγκλήμασι, πολλῇ τῇ ἀναισχυντίᾳ κεχρημένοι τὰ ἑαυτῶν πλημμελήματα ἑτέροις περιάπτειν ἐπιχειροῦσιν· οὗτος δὲ τοῦ ἡλίου φανότερος τυγχάνων, καὶ δυνάμενος ἅπαντα μετὰ ἀληθείας εἰπεῖν, κἀκείνης τὴν μανίαν κατάδηλον ποιῆσαι, καὶ ἑαυτὸν περιφανέστερον ἀποδεῖξαι, οὐδὲν ἐκείνων εἰς μέσον ἄγει. Οὐδὲ γὰρ τὴν παρὰ τῶν ἀνθρώπων ἐθηρᾶτο δόξαν, ἀλλ᾽ ἠρκεῖτο τῇ ἄνωθεν εὐνοίᾳ, καὶ τὸν ἀκοίμητον ἐκεῖνον μόνον ὀφθαλμὸν ἐβούλετο ἐπαινέτην ἔχειν τῶν γινομένων. Διὸ καὶ σιγῶντος αὐτοῦ, καὶ πάντα κρύπτειν ἐπιχειροῦντος, ὁ φιλάνθρωπος Δεσπότης εἰς τοσαύτην αὐτὸν περιφάνειαν ἤγαγεν, ὅτε καλῶς εἶδε τὸν ἀθλητὴν ἀγωνισάμενον.

Τέως δὲ μάθωμεν καὶ ἐκ τῶν μετὰ ταῦτα γινομένων τὴν ὑπομονὴν τοῦ ἀνδρὸς, καὶ ὅπως πρὸς τὴν μέλλησιν οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησεν· ἀλλὰ μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα φέρων ηὐχαρίστει τῷ ταῦτα συγχωροῦντι γίνεσθαι Δεσπότῃ.

Ταῦτα ἀκούσας ὁ ἀρχισιτοποιὸς, καὶ νομίσας καὶ τὸ αὐτοῦ ὄναρ χρηστόν τι αὐτῷ προμηνύειν, διηγεῖται αὐτῷ τὴν τοῦ ὀνείρου ὄψιν. Ἀλλ᾽ ἀκούσας ὁ Ἰωσὴφ, καὶ ἐκ τῆς ἄνωθεν ἀποκαλύψεως καὶ τὴν τούτου σύγκρισιν δεξάμενος, προμηνύει αὐτῷ τὸν μέλλοντα αὐτὸν καταλήψεσθαι ὄλεθρον, καί φησιν· Ἔτι τρεῖς ἡμέραι, καὶ ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ. Διὰ τοῦτο προλαβὼν εἶπον, φησὶν, ὅτι οὐκ ἀπ᾽ ἐμαυτοῦ ταῦτα ὑμῖν προμηνύω, ἀλλ᾽ ἅπερ ἂν ὁ Θεὸς ἀποκαλύψῃ, ἵνα κἂν χρηστόν τι ὑποφαίνῃ τῶν ὀνειράτων ἡ ὄψις, κἂν τὸ ἐναντίον, μὴ ἐμοὶ λογίσησθε. Οὐ γὰρ οἴκοθεν ταῦτα φθέγγομαι, ἀλλ᾽ ἐκεῖνα ὑμῖν διασαφῶ, ἅπερ ἂν ἡ ἄνωθεν χάρις κατάδηλα ποιήσῃ. Ἀλλὰ τῆς προθεσμίας ἐπιστάσης, εἰς ἔργον ἐξῄει τὰ παρὰ τοῦ Ἰωσὴφ εἰρημένα, καὶ καθὰ αὐτὸς συνέκρινεν, οὕτω γέγονεν ἀμφοτέροις, καὶ ὃς μὲν εἰς τὴν προτέραν ἐπανῆλθεν εὐημερίαν, ὃς δὲ τὴν τιμωρίαν ἐδέξατο.

Ἀλλ᾽ ὁ ἀρχιοινοχόος, ὁ τοσαῦτα παρακληθεὶς, οὐκ ἐμνήσθη, φησὶ, τοῦ Ἰωσὴφ, ἀλλ᾽ ἐπελάθετο αὐτοῦ. Ὅρα πάλιν τὸν δίκαιον καθάπερ ἐν γυμνασίᾳ τινὶ καὶ παλαίστρᾳ ἀγωνιζόμενον, καὶ τῆς οἰκείας ἀρετῆς ἀπόδειξιν παρεχόμενον, καὶ οὐδεμίαν ταραχὴν ὑπομένοντα, οὐδὲ θορυβούμενον καὶ δυσανασχετοῦντα.

Εἶπε γὰρ ἂν ἄλλος πρὸς ἑαυτὸν ἴσως, εἰ τῶν πολλῶν τις ἦν· Τί τοῦτο; ὁ μὲν ἀρχιοινοχόος, καθὰ συνέκρινα αὐτῷ τοῦ ὀνείρου τὴν ὄψιν, ἀπέλαβε μετὰ τοσαύτης ταχύτητος τὴν προτέραν εὐημερίαν, καὶ οὐδὲ μνήμην ἐποιήσατο ἐμοῦ τοῦ προμηνύσαντος.

Ἀλλ᾽ ἐκεῖνος μέν ἐστιν ἐν ἀνέσει τοσαύτῃ· ἐγὼ δὲ ὁ μηδὲν χαλεπὸν ἐργασάμενος, ἐνταῦθα κατακέκλεισμαι μετὰ ἀνδροφόνων, μετὰ τυμβωρύχων, μετὰ λῃστῶν, μετὰ τῶν μυρία ἐργασαμένων κακά. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ᾔδει γὰρ ὅτι καὶ τὰ σκάμματα αὐτῷ μακρότερα ἐγίνετο, ἵνα νομίμως ἀγωνισάμενος λαμπρὸν ἀναδήσηται τὸν στέφανον.

γʹ. Σκόπει γάρ μοι, μετὰ τὴν ἀποκατάστασιν ἐκείνου, φησὶ, δύο ἔτη παρῆλθον ἡμερῶν. Ἔδει γὰρ ἀναμεῖναι τὸν καιρὸν τὸν ἐπιτήδειον, ὥστε μετὰ περιφανείας αὐτῷ γενέσθαι τὴν ἐκεῖθεν ἔξοδον. Εἰ μὲν γὰρ πρὸ τῶν ὀνειράτων τοῦ Φαραὼ ὑπομνησθεὶς ὁ ἀρχιοινοχόος διὰ τῆς οἰκείας προστασίας αὐτὸν ἠλευθέρωσε τοῦ δεσμωτηρίου, ἴσως οὐδὲ κατάδηλος ἔμελλεν αὐτοῦ γίνεσθαι τοῖς πολλοῖς ἡ ἀρετή. Νυνὶ δὲ εἰδὼς ὁ εὐμήχανος καὶ σοφὸς Δεσπότης, καθάπερ τεχνίτης ἄριστος ὅσον προσήκει χρόνον τὸ χρυσίον ὁμιλῆσαι τῷ πυρὶ, καὶ πότε αὐτὸ χρὴ ἐκεῖθεν ἀνελέσθαι, συγχωρεῖ τὸν χρόνον τῶν δύο ἐτῶν λήθην ἐγγενέσθαι τῷ ἀρχιοινοχόῳ, ἵνα καὶ ὁ καιρὸς τῶν ὀνειράτων τοῦ Φαραὼ φθάσῃ, καὶ τῆς ἀνάγκης αὐτῆς συνελαυνούσης πάσῃ τῇ βασιλείᾳ τοῦ Φαραὼ γνώριμος γένηται ὁ δίκαιος.

Μετὰ γὰρ τὰ δύο ἔτη εἶδε, φησὶ, τὰ ὀνείρατα ὁ Φαραώ. Καὶ ἐγένετο πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς τῆς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. Ὅρα τὴν πολλὴν τοῦ Θεοῦ οἰκονομίαν. Πρότερον συγχωρεῖ πάντων τῶν αὐτόθι νομιζομένων σοφῶν πεῖραν αὐτὸν λαβεῖν, ἵνα ὅταν δειχθῇ ἡ ἐκείνων ἄγνοια, τότε οὗτος ὁ δεσμώτης, ὁ αἰχμάλωτος, ὁ δοῦλος, ὁ Ἑβραῖος εἰς μέσον ἀχθεὶς, καὶ τὰ τοὺς πολλοὺς λανθάνοντα γνώριμα καταστήσας, πρόδηλον ἅπασι κατασκευάσῃ γενέσθαι τὴν ἄνωθεν αὐτῷ ἐπανθοῦσαν χάριν. Ὅτε οὖν ἅπαντες οἱ σοφοὶ παραγενόμενοι οὐδὲν εἰπεῖν ἠδυνήθησαν, οὐδὲ διᾶραι τὸ στόμα ἴσχυσαν, τότε ὁ ἀρχιοινοχόος εἰς μνήμην ἐλθὼν ὑπομιμνήσκει τὸν Φαραὼ τῶν εἰς αὐτὸν συμβεβηκότων, καί φησι· Τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον. Καὶ διηγεῖται αὐτίκα ὅπως, ἡνίκα εἰς τὸ δεσμωτήριον ἐνεβλήθη αὐτὸς καὶ ὁ ἀρχισιτοποιὸς, καὶ ἐθεάσαντο τὰ ὀνείρατα, καὶ τὴν σύγκρισιν ἐδέξαντο παρὰ τοῦ Ἰωσὴφ, ὅτι κατὰ τὴν ἐκείνου προαγόρευσιν ἅπαντα αὐτοῖς εἰς ἔργον ἐξῆλθε. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, μετεπέμψατο τὸν Ἰωσὴφ, καὶ ἐξήγαγεν αὐτὸν ἐκ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν, καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ, καὶ εἰσῆλθε πρὸς Φαραώ.

Ὅρα εὐθέως καὶ ἐκ προοιμίων λοιπὸν πόση ἡ τιμή. Ἐπειδὴ ἐκαθαρίσθη καλῶς διὰ τῆς ὑπομονῆς, καὶ καθάπερ χρυσίον φαιδρυνόμενον ἐξῄει ἐκ τοῦ δεσμωτηρίου, καὶ ἤγετο πρὸς Φαραώ. Εἶδες πόσον ἐστὶ τὸ ὑπὸ τῆς ἄνωθεν βοηθεῖσθαι ῥοπῆς; Ὅρα πόσα ᾠκονομήθη, ἵνα τὰ κατὰ τὸν Ἰωσὴφ εἰς ἔργον ἐξέλθῃ.

Ἐπειδὴ γὰρ τὸν μέγιστον ἐκεῖνον ἆθλον ἠγωνίσατο τῆς μιαρᾶς ἐκείνης Αἰγυπτίας τὰ δίκτυα διαφυγὼν, καὶ εἰς τὸ δεσμωτήριον ἐνεβλήθη, συνεχωρήθη τὸν ἀρχιοινοχόον καὶ τὸν ἀρχισιτοποιὸν τοῦ Φαραὼ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἐκεῖ ἐμβληθῆναι, καὶ διὰ τῆς συγκρίσεως τῶν ὀνειράτων μαθεῖν τοῦ ἀνδρὸς τὴν σοφίαν, ἵνα νῦν ἐν καιρῷ μνήμην αὐτοῦ ποιησάμενος εἰς μέσον αὐτὸν ἀγάγῃ. Εἶπε δὲ, φησὶ, Φαραὼ πρὸς τὸν Ἰωσήφ· Ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια, συγκρίνειν αὐτά.

Ὅρα πῶς αἰσχυνόμενος ὁ Φαραὼ οὐ λέγει φανερῶς, ὅτι Οὐδεὶς τῶν παρ᾽ ἐμοὶ σοφῶν ἴσχυσε διακρῖναι τὰ ὀνείρατα· ἀλλὰ τί; Ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἀκήκοα δὲ περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια, συγκρίνειν αὐτά.

Σκόπει μοι καὶ ἐνταῦθα τοῦ Ἰωσὴφ τὴν σύνεσιν καὶ τὴν πολλὴν εὐλάβειαν, ὅπως ἀποκρίνεται τῷ Φαραώ. Μὴ ὑποπτεύσῃς, φησὶν, ἐμέ τι οἴκοθεν φθέγγεσθαι, ἢ ἀπὸ ἀνθρωπίνης σοφίας ταῦτα διακρίνειν. Οὐδὲ γὰρ οἷόν τε ἄνευ τῆς ἄνωθεν ἀποκαλύψεως τὴν γνῶσιν τούτων καταλαβεῖν. Ἴσθι τοίνυν, ὅτι ἄνευ τοῦ Θεοῦ οὐχ οἷόν τέ με ἀποκριθῆναί σοι. Ἄνευ γὰρ, φησὶ, τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον τοῦ Φαραώ.

Μαθὼν τοίνυν ὡς ὁ τῶν ἁπάντων Δεσπότης ἐστὶν ὁ ταῦτα ἀποκαλύπτων, μὴ παρὰ ἀνθρώπων ζήτει ταῦτα, ἃ μόνου, φησὶ, τοῦ Θεοῦ ἐστιν εἰς φανερὸν ἄγειν. Ὅρα πῶς διὰ τῆς ἀποκρίσεως παιδεύει τὸν Φαραὼ εἰδέναι καὶ τῶν παρ᾽ αὐτοῦ σοφῶν τὴν ἀσθένειαν, καὶ τοῦ Δεσπότου τὴν δύναμιν. Ἐπεὶ οὖν ἔγνως παρ᾽ ἐμοῦ, ὅτι οὐκ ἀπὸ σοφίας ἀνθρωπίνης ταῦτα φθέγγομαι, οὐδὲ ἐξ οἰκείων λογισμῶν, λέγε τὰ παρὰ τοῦ Θεοῦ σοι μηνυθέντα. Ταῦτα ἀκούσας ὁ Φαραὼ διηγεῖται τὰ ἐνύπνια, καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον, καί φησιν· Εἶπα τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι.

Οὐκ ἤκουσας, φησὶ, καὶ παρ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστι τὸ ταῦτα γνωρίζειν τῆς ἀνθρωπίνης σοφίας; Μὴ τοίνυν ἐκείνοις καταμέμφου· οὐδὲ γὰρ ἂν ἴσχυσάν ποτε ταῦτα καταλαβεῖν, ἃ τῆς ἄνωθεν δεῖται ἀποκαλύψεως. Καὶ εἶπε, φησὶν, Ἰωσήφ· Τὸ ἐνύπνιον Φαραὼ ἔν ἐστι. Ἵνα δὲ πιστεύσῃς ὅτι ἀληθὲς ἔσται τὸ παρὰ τοῦ Θεοῦ σοι μηνυθὲν, δεύτερον ἀνηνέχθη τὸ αὐτό σε θεάσασθαι, καὶ ὅτι ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό. Ἡ δευτέρωσις, φησὶ, βεβαίωσίς ἐστι τῶν φανέντων, καὶ πληροφορία ὅτι πάντως ταῦτα γενήσεται.

Καὶ ἐπειδὴ διέκρινε τὸν ἀριθμὸν τῶν ἑπτὰ βοῶν καὶ τῶν ἑπτὰ σταχύων, εἰπὼν εὐθηνίαν μεγάλην ἔσεσθαι, καὶ ταύτην λιμὸν διαδέξεσθαι χαλεπὸν, λοιπὸν καὶ συμβουλὴν εἰσάγει ἀρίστην, καί φησι· Κατάστησον ἄνδρα ἐπὶ τῆς Αἰγύπτου, ὃς δυνήσεται τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας τὰ γεννήματα συναγαγὼν οὕτως οἰκονομῆσαι, ὡς δυνηθῆναι ἐν τῷ καιρῷ τοῦ λιμοῦ παραμυθίαν εὑρέσθαι, καὶ μὴ παντελῆ γενέσθαι τὸν ἀφανισμόν. Ἤρεσε ταῦτα τῷ Φαραὼ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ. Καὶ λοιπὸν ὑπηρετεῖ ὁ Φαραὼ τῇ ἐκβάσει τῶν ὀνειράτων τοῦ Ἰωσὴφ, ὧν ἐθεάσατο ἡνίκα παρὰ τῷ πατρὶ διῆγε. Καὶ αὐτὸς μὲν τὰ ὀνείρατα τοῦ Φαραὼ διέκρινεν· ὁ δὲ Φαραὼ εἰς τέλος ἦγε τῶν ὀνειράτων τὴν ἔκβασιν ἀγνοῶν. Ἀκούσας γὰρ ταῦτα, φησὶν, Εἶπε τοῖς παισὶν αὐτοῦ· Μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν ἑαυτῷ;

δʹ. Εἶδες πῶς ἔγνω καὶ αὐτὸς ὅτι ἐκ τῆς ἄνωθεν ἀποκαλύψεως αὐτῷ ταῦτα κατάδηλα γέγονε; Τίνα γὰρ, φησὶν, εὑρήσομεν, ὃς τοιαύτης ἠξίωται χάριτος, ὡς πνεῦμα Θεοῦ ἔχειν ἐν ἑαυτῷ; Καὶ εἶπε τῷ Ἰωσήφ· Ἐπειδὴ ἔδειξέ σοι ὁ Θεὸς πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερός σου.

Σκόπει ἐνταῦθα πῶς, ὅταν βούληται ὁ εὐμήχανος Θεὸς εἰς ἔργον ἀγαγεῖν τὰ αὐτῷ δόξαντα, οὐδὲν τῶν ἐν τῷ μέσῳ συμβαινόντων κώλυμα γενέσθαι δύναται. Ἰδοὺ γὰρ, καὶ σφαγὴ σχεδὸν, ὡς εἰπεῖν, ὑπὸ τῶν ἀδελφῶν γέγονε, καὶ πρᾶσις, καὶ κατηγορία περὶ αὐτὸν ἔσχατον ἐπάγουσα κίνδυνον, καὶ δεσμωτήριον ἐπὶ τοσοῦτον χρόνον, καὶ μετὰ ταῦτα ἅπαντα εἰς αὐτὸν ἀνηνέχθη, σχεδὸν εἰπεῖν, τὸν θρόνον τὸν βασιλικόν.

Ἐπειδὴ ἔδειξέ σοι ὁ Θεὸς πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερός σου καὶ συνετώτερος. Σὺ οὖν ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ἐπακούσεται πᾶς ὁ λαὸς, πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ. Ὅρα πῶς ἀθρόον ὁ δεσμώτης βασιλεὺς καθίσταται πάσης τῆς Αἰγύπτου, καὶ ὁ ὑπὸ τοῦ ἀρχιμαγείρου εἰς τὸ δεσμωτήριον εἰσαχθεὶς, ὑπὸ τοῦ βασιλέως εἰς αὐτὴν ἀνάγεται τὴν ἀνωτάτω τιμήν· καὶ ὁ γενόμενος αὐτοῦ δεσπότης ἐξαίφνης ἑώρα, ὃν ὡς μοιχὸν εἰς τὸ δεσμωτήριον ἐμβεβλήκει, τὴν ἀρχὴν πάσης Αἰγύπτου δεξάμενον. Εἶδες πόσον ἐστὶ τὸ φέρειν εὐχαρίστως τοὺς πειρασμούς;

Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅρα οὖν· τὰς θλίψεις μεθ᾽ ὑπομονῆς ἤνεγκεν· ἡ ὑπομονὴ δόκιμον αὐτὸν ἀπειργάσατο· δόκιμος γενόμενος ἐλπίζων διετέλει· ἡ ἐλπὶς οὐ κατῄσχυνεν. Εἶπε δὲ πρὸς αὐτόν· Ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πᾶσαν γῆν Αἰγύπτου. Καὶ περιελόμενος Φαραὼ τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, περιέθηκεν αὐτὸν ἐπὶ τὴν χεῖρα Ἰωσὴφ, καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην, καὶ περιέθηκε κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κήρυξ, καὶ κατέστησεν αὐτὸν ἐφ᾽ ὅλης τῆς Αἰγύπτου. Ἐπειδὴ γὰρ τὸν Θεὸν εἶχε μεθ᾽ ἑαυτοῦ, οὗτος αὐτῷ ταῦτα πάντα προηυτρέπισε, καὶ εἰς τὴν περιφάνειαν αὐτὸν ταύτην ἀνήγαγεν. Εἶπε δὲ Φαραώ· Ἄνευ σοῦ οὐδεὶς ἐξάρῃ τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσῃ γῇ Αἰγύπτου. Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ, Ψομθομφανήχ· διὰ τῆς προσηγορίας τοῦ ὀνόματος διηνεκῆ τὴν μνήμην βουλόμενος ἐναποθέσθαι τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας. Τοῦτο γὰρ ἑρμηνεύει, Τῶν κρυπτῶν γνώστης· ἐπειδὴ γὰρ τὰ πᾶσιν ἄγνωστα εἰς φανερὸν ἤγαγε, σημαίνων τοῦτο αὐτὸ ὁ Φαραὼ τὴν προσηγορίαν αὐτῷ ἐπιτίθησι.

Καὶ ἐπιδαψιλευόμενος τῇ τιμῇ, δίδωσιν αὐτῷ καὶ τὴν θυγατέρα Πετεφρῆ εἰς γυναῖκα. Εἶτα ἐπειδὴ ὁμώνυμος ἦν οὗτος τῷ γενομένῳ αὐτοῦ δεσπότῃ, φησὶ, Τοῦ ἱερέως Ἡλιουπόλεως. Καὶ ἵνα μάθωμεν λοιπὸν οἵαν ἄγων τὴν ἡλικίαν ὁ θαυμάσιος οὗτος τοσαύτης ἠξιοῦτο τῆς ἀμοιβῆς καὶ τοσούτους ἐπεδείξατο τοὺς ἄθλους, φησίν· Ἰωσὴφ δὲ ἦν τριάκοντα ἐτῶν, ὅτε ἔστη ἐναντίον Φαραώ. Μὴ ἁπλῶς νομίσωμεν τῶν ἐτῶν τὸν χρόνον ἐγκεῖσθαι, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι οὐκ ἔστιν οὐδενὶ ἀμελοῦντι τῆς ἀρετῆς ἀπολογία, οὐδὲ ἔξεστί τινι προβαλέσθαι νεότητα, ἔνθα ἀρετὴν ἐπιδείξασθαι δεῖ. Ἰδοὺ γὰρ οὗτος οὐ μόνον νέος ἦν, ἀλλὰ καὶ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει. Ἔστι γὰρ καὶ νέον ὄντα μὴ κεκτῆσθαι τὴν τοῦ σώματος εὐμορφίαν. Οὗτος δὲ μετὰ τῆς νεότητος καὶ καλὸς ἦν τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει, καὶ σχεδὸν ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τυγχάνων, δοῦλος καὶ αἰχμάλωτος ἐγένετο. Δεκαεπτὰ ἐτῶν γὰρ ἦν, φησὶν, ἡνίκα κατήχθη εἰς Αἴγυπτον. Εἶτα ἐν αὐτῇ τῇ καμίνῳ τῆς νεότητος γεγενημένῳ ἐπιτίθεται ἡ ἀκόλαστος Αἰγυπτία, ἡ δέσποινα αὐτοῦ γεγενημένη, καὶ οὐδὲ οὕτω περιεγένετο τῆς ἀνδρείας τοῦ δικαίου· εἶτα τὸ δεσμωτήριον, καὶ ἡ ἐπὶ τοσοῦτον χρόνον ἐκεῖ ταλαιπωρία· καὶ ἔμενε καθάπερ ἀδάμας, οὐ μόνον οὐ γινόμενος ἀσθενέστερος, ἀλλὰ καὶ πλείονα ἰσχὺν προσλαμβάνων.

Εἶχε γὰρ νευροῦσαν αὐτὸν τὴν ἄνωθεν χάριν. Καὶ ἐπειδὴ προλαβὼν τὰ παρ᾽ ἑαυτοῦ πάντα ἐπεδείξατο, διὰ τοῦτο ἀπὸ τοῦ δεσμωτηρίου ἐπὶ τὴν ἀρχὴν πάσης ἐκαλεῖτο τῆς Αἰγύπτου. εʹ. Ταῦτα ἀκούοντες μηδέποτε ἐν ταῖς θλίψεσιν ἀπαγορεύωμεν, μηδὲ τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες δυσανασχετῶμεν· ἀλλὰ πολλὴν τὴν ὑπομονὴν ἐπιδεικνύμενοι τῇ ἐλπίδι τρεφώμεθα, εἰδότες τοῦ Δεσπότου ἡμῶν τὸ εὐμήχανον, καὶ ὅτι οὐ περιορῶν ἡμᾶς καταλιμπάνει πεῖραν λαβεῖν τῶν λυπηρῶν, ἀλλὰ βουλόμενος ἡμᾶς ἀγωνισαμένους λαμπρὸν ἀναδήσασθαι τὸν στέφανον. Οὕτω πάντες οἱ ἅγιοι εὐδοκίμησαν.

Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ἔλεγον· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ αὐτὸς ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις, ἀλλ᾽ ἀκούωμεν Παύλου λέγοντος, ὅτι Οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.

Καὶ μὴ ξενιζώμεθα, μηδὲ δυσχεραίνωμεν, ἀλλὰ μετὰ πάσης ἀνδρείας καὶ ὑπομονῆς τὰ ἐπαγόμενα φέρωμεν, μὴ πρὸς τὰς θλίψεις ἀφορῶντες, ἀλλὰ πρὸς τὸ κέρδος τὸ ἡμῖν ἐντεῦθεν συλλεγόμενον· ἐμπορία γάρ ἐστιν αὕτη πνευματική. Καὶ καθάπερ οἱ τὰ χρήματα συλλέγειν βουλόμενοι, καὶ τὴν ἐμπορίαν ταύτην τὴν βιωτικὴν μετιόντες, οὐκ ἂν ἑτέρως δυνηθεῖεν αὐξῆσαι τὴν οἰκείαν περιουσίαν, εἰ μὴ πολλοὺς κινδύνους ὑπομένοιεν κατὰ γῆν καὶ κατὰ θάλασσαν (καὶ γὰρ λῃστῶν ἐφόδους, καὶ πειρατῶν ἐπιβουλὰς ἀνάγκη ὑποστῆναι), καὶ ὅμως πάντα μετὰ πολλῆς τῆς προθυμίας καταδέχεσθαι ἑτοιμάζονται, τῇ προσδοκίᾳ τοῦ κέρδους οὐδεμίαν τῶν λυπηρῶν αἴσθησιν λαμβάνοντες· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς ἐννοοῦντας τὸν ἐντεῦθεν ἡμῖν συλλεγόμενον πλοῦτον καὶ τὴν πνευματικὴν ἐμπορίαν, προσήκει χαίρειν καὶ ἀγάλλεσθαι, καὶ μὴ σκοπεῖν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, καθάπερ ὁ Παῦλος παραινεῖ λέγων· Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα. Τοῦτο γὰρ πίστις, ὅταν μὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀρκώμεθα μόνον, ἀλλὰ τοῖς τῆς διανοίας ὄμμασι φανταζώμεθα τὰ μὴ ὁρώμενα.

Ἐκεῖνα γὰρ μάλιστα τῶν διὰ τῶν σωματικῶν ὀφθαλμῶν ὁρωμένων ἀξιοπιστότερα ἡμᾶς ἡγεῖσθαι δεῖ. Οὕτως ὁ πατριάρχης εὐδοκίμησε, πιστεύσας τῇ τοῦ Θεοῦ ὑποσχέσει, καὶ ἀνώτερος τῆς φύσεως γεγονὼς καὶ τῶν ἀνθρωπίνων λογισμῶν· διὸ Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἐννόησον ὅτι δικαιοσύνη ἐστὶ τὸ πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις.

Ὅταν γὰρ ἐκεῖνος ὑπόσχηταί τι, μή μοι κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἀπαίτει τὰ πράγματα, ἀλλ᾽ ἀνώτερος τῶν τοιούτων γινόμενος λογισμῶν θάρσει τῇ τοῦ ὑποσχομένου δυνάμει. Οὕτως ἕκαστος τῶν δικαίων εὐδοκίμησεν, οὕτω καὶ ὁ θαυμάσιος οὗτος Ἰωσὴφ, τοσούτων μετὰ τὰ ὀνείρατα ἐν μέσῳ κωλυμάτων γενομένων, οὐκ ἐταράχθη τὸν λογισμὸν, οὐκ ἐθορυβήθη, ἀλλ᾽ ἐῤῥωμένῳ τῷ φρονήματι πάντα γενναίως ἔφερεν, εἰδὼς ὡς οὐχ οἷόν τε διαπεσεῖν τὰ τῷ Θεῷ δόξαντα.

Διὸ καὶ μετὰ δουλείαν, καὶ μετὰ δεσμωτήριον καὶ συκοφαντίαν τοσαύτην, τὴν ἀρχὴν ἐδέχετο πάσης τῆς Αἰγύπτου. Ταῦτα δὴ πάντα λογιζόμενοι ἀντέχωμεν γενναίως πρὸς τὰ ἐπαγόμενα, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ φιλανθρώπῳ Θεῷ, καὶ τὴν παρ᾽ αὐτοῦ ἀναμένοντες ἀντίληψιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.