Φθάνομεν γὰρ ὑπὸ τοῦ λιμοῦ καταναλωθῆναι, εἰ μὴ βουληθῇς ἀπολύσας αὐτὸν ἐκπέμψαι ἡμᾶς. Βλέπε λοιπὸν ἐνταῦθα, ἀγαπητὲ, πῶς ἡ τοῦ λιμοῦ ἀνάγκη ἐνίκησε τὴν φιλοστοργίαν τοῦ πατρός. Ὁρῶν γὰρ οὐδεμίαν αὐτοὺς εὑρίσκοντας παραμυθίαν ἑτέραν, καὶ τὸν λιμὸν ἐπιτεινόμενον, φησίν· Εἰ οὕτως ἐστὶ, καὶ τοῦτο δεῖ πάντως γενέσθαι, καὶ οὐχ οἷόν τε ὑμᾶς κατελθεῖν, εἰ μὴ καὶ τοῦτον λάβοιτε, ὀφείλετε καὶ δῶρα ἀποκομίσαι τῷ ἀνδρί. Καὶ τὸ ἀργύριον δὲ, ὅπερ ἐν τοῖς μαρσίπποις ὑμῶν εὑρήκατε, ἀπαγάγετε, καὶ ἕτερον ἀργύριον, ὥστε πρίασθαι. Καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε, καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. Ὁ δὲ Θεός μου δῴ[η] ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν. Ἐγὼ γὰρ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι. Ὅρα πῶς τὴν ἄφατον αὐτοῦ φιλοστοργίαν ἐπιδείκνυται, ἣν περὶ τὸν Ἰωσὴφ ἐκέκτητο. Ἵνα γὰρ μή τις νομίσῃ περὶ τοῦ Βενιαμὶν, ἢ περὶ τοῦ Συμεὼν εἰρῆσθαι τὸ, Ἐγὼ γὰρ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι, διὰ τοῦτο προλαβών φησιν· Ὁ δὲ Θεός μου δῷ ὑμῖν χάριν, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν. Εἰ καὶ ὅτι, φησὶ, κἂν οὗτοι διασωθῶσιν, ἀλλ᾽ Ἐγὼ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι. Ἐννόει πῶς ὅλως τῇ εὐνοίᾳ τῷ Ἰωσὴφ ἦν προσκείμενος Ὁρῶν γὰρ τοσούτων χορὸν παίδων αὐτοῦ περιεστῶτα, ἄτεκνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ἐπειδὴ ἐκείνου ἀπεστερεῖτο.