Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΞΔ΄-ΞΕ΄: Η κάθοδος των αδελφών του Ιωσήφ και η μετοικεσία του Ιακώβ στην Αίγυπτο

Τα έτη της πείνας, οι δοκιμασίες των αδελφών από τον Ιωσήφ, η συγκινητική αποκάλυψη της ταυτότητάς του και η τελική εγκατάσταση του Ιακώβ και της οικογένειάς του στη γη Γεσέμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 16 από 17

ΟΜΙΛΙΑ ΞΔʹ. Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης. αʹ. Βούλεσθε καὶ σήμερον τὴν κατὰ τὸν Ἰωσὴφ ἱστορίαν ἐπεξέλθωμεν, καὶ ἴδωμεν πῶς τὴν ἀρχὴν τῆς Αἰγύπτου πάσης δεξάμενος ὁ θαυμάσιος οὗτος, διὰ τῆς προσούσης αὐτῷ συνέσεως ἅπαντας παρεμυθήσατο;

Ἐξῆλθε γὰρ, φησὶν, ἀπὸ προσώπου Φαραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης. Παραλαβὼν παρὰ τοῦ βασιλέως τὴν ἐξουσίαν ἅπασαν, συνήγαγε, φησὶ, τὰ γεννήματα, καὶ ἐν ταῖς πόλεσιν ἀπετίθετο, προπαρασκευάζων ἱκανὴν παραμυθίαν τῇ μελλούσῃ γίνεσθαι ἐνδείᾳ. Εἶδες οἵας ἀμοιβὰς τῆς καρτερίας καὶ τῆς ὑπομονῆς καὶ τῆς ἄλλης ἀρετῆς καὶ ἐνταῦθα ἐδέξατο ὁ δίκαιος, ἀπὸ δεσμωτηρίου εἰς τὰ βασίλεια ἀνελθών; Ἐγένοντο δὲ αὐτῷ, φησὶ, δύο υἱοὶ, πρὶν ἢ παραγενέσθαι τὰ ἔτη τῆς ἐνδείας· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ πρώτου, Μανασσῆ· ὅτι ἐπιλαθέσθαι με, φησὶν, ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ τῶν τοῦ πατρός μου. Σκόπει τοῦ ἀνδρὸς τὸ φιλόθεον, ὅπως τῇ προσηγορίᾳ τοῦ παιδὸς ἐναποτίθεται τὴν μνήμην ἁπάντων, ὥστε διηνεκῆ αὐτὸν ποιεῖσθαι τὴν εὐχαριστίαν, ἵνα καὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς διὰ τῆς οἰκείας προσηγορίας εἰδέναι ἔχῃ τοὺς πειρασμοὺς καὶ τὴν ὑπομονὴν, ἣν ἐπιδειξάμενος ὁ δίκαιος εἰς τοσαύτην ἀνῆλθε περιφάνειαν. Ὅτι ἐπιλαθέσθαι με ἐποίησε πάντων τῶν πόνων μου, καὶ τῶν τοῦ πατρός μου.

Τί ἐστι, Πάντων τῶν πόνων μου; Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τήν τε προτέραν δουλείαν καὶ τὴν δευτέραν, καὶ τὴν ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίαν. Καὶ πάντων τῶν τοῦ πατρός μου· τὸν χωρισμὸν, ὃν ὑπέμεινεν ἔξω τῶν ἀγκαλῶν γενόμενος τῶν πατρικῶν, ὅτι ἐν ἀώρῳ ἡλικίᾳ μετὰ τοσαύτης ἀνατραφεὶς ἐπιμελείας, δουλείαν ἀντὶ τῆς ἐλευθερίας ἠλλάξατο.

Καὶ τὸ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραῒμ, Ὅτι ηὔξησέ με, φησὶν, ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου Ὅρα καὶ τὴν τούτου προσηγορίαν εὐχαριστίας πεπληρωμένην. Οὐ μόνον γὰρ, φησὶ, τῶν λυπηρῶν λήθην ἐποιησάμην, ἀλλὰ καὶ ηὐξήθην ἐν τῇ γῇ, ἐν ᾗ τοσαύτην ὑπέμεινα τὴν ταπείνωσιν, ὡς ἐν τοῖς ἐσχάτοις γενέσθαι, καὶ τὸν περὶ τοῦ ζῇν ἐπικρεμασθῆναί μοι κίνδυνον. Ἀλλὰ λοιπὸν ἄξιον ἀκοῦσαι τῶν ἑπομένων.

Μετὰ γὰρ τὴν εὐθηνίαν τῶν ἑπτὰ ἐτῶν, ἔφθασε καὶ τὰ ἔτη τοῦ λιμοῦ κατὰ τὴν προαγόρευσιν τοῦ Ἰωσήφ. Ἡ γὰρ τῶν πραγμάτων ἔκβασις λοιπὸν ἅπαντας ἐπαίδευσε τὴν προσοῦσαν τῷ ἀνδρὶ σοφίαν, καὶ πάντας ὑποκύπτειν αὐτῷ παρεσκεύαζε. Καὶ λιμοῦ σφοδροῦ γενομένου, τέως ἐν προοιμίοις οὐδεμίαν αὐτοὺς αἴσθησιν λαβεῖν τῆς ἐνδείας παρεχώρησεν. Ἐν πάσῃ γὰρ, φησὶ, τῇ Αἰγύπτῳ ἦσαν ἄρτοι. Ἀλλὰ τῆς στενοχωρίας ἐπιταθείσης ἔκραξεν ὁ λαὸς πρὸς Φαραὼ, οὐ φέροντες τὴν ἔνδειαν τὴν πολλήν· ὑπὸ τοῦ λιμοῦ καταναγκαζόμενοι ἐπὶ τὸν βασιλέα ἔτρεχον.

Ἀλλ᾽ ὅρα τούτου τὴν εὐγνωμοσύνην. Εἶπε δὲ Φαραὼ τοῖς Αἰγυπτίοις· Πορεύεσθε πρὸς τὸν Ἰωσήφ· καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε· μονονουχὶ λέγων· Τί πρὸς ἐμὲ κεχήνατε; Οὐχ ὁρᾶτε ὅτι ἐγὼ μὲν ἁπλῶς τὸ σχῆμα περίκειμαι, ἐκεῖνος δέ ἐστιν ὁ τῆς σωτηρίας ἅπασιν ἡμῖν αἴτιος γενόμενος; Μὴ τοίνυν ἐκεῖνον καταλιμπάνοντες ἐπ᾽ ἐμὲ τρέχετε, ἀλλ᾽ ἄπιτε πρὸς ἐκεῖνον· Καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιεῖτε. Ἀνέῳξε δὲ Ἰωσὴφ τοὺς σιτοβολῶνας, καὶ ἐπώλει τοῖς Αἰγυπτίοις.

Καὶ ἐπειδὴ πάντας ἐπενέμετο τοῦ λιμοῦ ἡ ἀνάγκη, Πᾶσαι, φησὶν, αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν σῖτον· ἐπεκράτει γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ. Ὅρα μοι κατὰ μικρὸν ἀρχὴν λαμβάνουσαν τῶν ὀνειράτων τοῦ Ἰωσὴφ τὴν ἔκβασιν. Ἐπικρατήσαντος γὰρ τοῦ λιμοῦ, καὶ καταλαβόντος καὶ τὴν Χαναὰν, ἔνθα κατῴκει ὁ Ἰακὼβ ὁ τούτου πατὴρ, Μαθὼν ὅτι ἔστι πρᾶσις σίτου ἐν Αἰγύπτῳ, εἶπε, φησὶ, τοῖς παισὶν αὐτοῦ· Ἵνα τί ῥᾳθυμεῖτε; Ἰδοὺ ἀκήκοα ὅτι ἔστι σῖτος ἐν Αἰγύπτῳ. Κατάβητε πρίασθαι ἡμῖν μικρὰ βρώματα, ἵνα ζῶμεν, καὶ μὴ ἀποθάνωμεν. Τί, φησὶν, ἐνταῦθα κάθησθε; Ἄπιτε εἰς τὴν Αἴγυπτον, καὶ τὰ πρὸς διατροφὴν ἡμῖν κομίζετε.

Ταῦτα δὲ ἅπαντα ἐγίνετο, ἵνα τῇ ὄψει παραβάλλωσιν ἅπαντα οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ, καὶ τὴν σύγκρισιν τοῦ ἐνυπνίου, ἣν αὐτοὶ[ς] συνέκριναν, ἡνίκα ἤκουσαν τοῦ Ἰωσὴφ τὸ ὅραμα διηγουμένου, εἰς ἔργον ἀγάγωσι. Κατέβησαν γὰρ, φησὶν, οἱ δέκα ἀδελφοὶ, καὶ τὸν Βενιαμὶν οὐκ ἔλαβον, ὃς ἦν ἀδελφὸς τοῦ Ἰωσὴφ ὁμομήτριος. Εἶπε γὰρ ὁ πατὴρ αὐτοῦ· Μή ποτε συμβῇ αὐτῷ μαλακία· διὰ τὸ ἄωρον τῆς ἡλικίας ἐφείσατο τοῦ παιδός. Ἐλθόντες δὲ, καθάπερ ἄρχοντα τῆς Αἰγύπτου προσεκύνησαν τὸν Ἰωσὴφ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Καὶ νῦν μὲν τέως ἀγνοοῦντες ἅπαντα ταῦτα ποιοῦσιν. Ἐπειδὴ γὰρ οὐκ ὀλίγος γέγονεν ὁ μεταξὺ χρόνος, οὐκέτι τὸν χαρακτῆρα τοῦ ἀδελφοῦ ἐπεγίνωσκον. Εἰκὸς γὰρ ἐν ἡλικίᾳ αὐτὸν γενόμενον ἐναλλαγήν τινα τοῦ χαρακτῆρος ἐργάσασθαι. Τὸ δὲ ὅλον οἶμαι καὶ οἰκονομίας εἶναι τοῦ τῶν ἁπάντων Θεοῦ, ὥστε μὴ δυνηθῆναι αὐτοὺς μήτε ἐκ τῆς διαλέξεως, μήτε ἐκ τῆς θέας ἐπιγνῶναι τὸν ἀδελφόν. Πόθεν γὰρ ἄν ποτε καὶ εἰς νοῦν τοῦτο ἐβά[λ]λοντο; Καὶ γὰρ ἐνόμιζον αὐτὸν παρὰ τοῖς Ἰσμαηλίταις οἰκέτην γενόμενον λοιπὸν τὴν παρὰ τοῖς βαρβάροις δουλείαν ὑπομένειν. Καὶ αὐτοὶ μὲν οὐδὲν τοιοῦτον οὐδὲ εἰς διάνοιαν λαβεῖν δυνηθέντες οὐκ ἐπεγίνωσκον τὸν Ἰωσήφ. Αὐτὸς δὲ παραχρῆμα θεασάμενος αὐτοὺς ἐπέγνω, καὶ λανθάνειν ἐσπούδαζε, καὶ ὡς ἀλλοτρίοις αὐτοῖς προσφέρεσθαι ἐβούλετο.

Ἠλλοτριοῦτο γὰρ, φησὶν, ἀπ᾽ αὐτῶν, καὶ ἐλάλησεν αὐτοῖς σκληρά· καὶ εἶπε· Πόθεν ἥκατε; Προσποιεῖται παντελῆ ἄγνοιαν, ἵνα πάντα μετὰ ἀκριβείας παρ᾽ αὐτῶν μαθεῖν δυνηθῇ. Ἐπεθύμει γὰρ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ κατὰ τὸν ἀδελφόν.

βʹ. Καὶ τέως μὲν πυνθάνεται ἐκ ποίας χώρας τυγχάνουσι, καί φασιν ἐκ τῆς Χαναὰν ἐλθεῖν ἀγοράσαι βρώματα. Ἡ τοῦ λιμοῦ, φασὶν, ἀνάγκη τῆς ὁδοιπορίας ἡμᾶς ταύτης ἀνασχέσθαι πεποίηκε, καὶ διὰ τοῦτο καταλιπόντες τὰ οἰκεῖα ἐνταῦθα παραγεγόναμεν. Καὶ ἐμνήσθη, φησὶν, Ἰωσὴφ τῶν ἐνυπνίων, ὧν εἶδεν αὐτός. Εἰς ἔννοιαν ἐλθὼν τῶν ὀνειράτων, καὶ εὑρὼν τὴν ἔκβασιν εἰς ἔργον ἐληλυθυῖαν, ἐβούλετο μετὰ ἀκριβείας ἅπαντα μαθεῖν. Διὸ καὶ μετὰ πολλῆς αὐτοῖς τῆς σφοδρότητος εὐθέως ἀποκρίνεται, καί φησι· Κατάσκοποί ἐστε, καὶ κατανοῆσαι τὰ ἴχνη τῆς γῆς ἥκατε. Οὐχ ὑγιεῖ, φησὶ, γνώμῃ παραγεγόνατε.

Ἐοίκατε τέχνῃ τινὶ καὶ κακουργίᾳ τὴν ἐνταῦθα ἄφιξιν πεποιηκέναι. Οἱ δὲ ἐναγώνιοι γενόμενοι, φασίν· Οὐχὶ, κύριε. Καὶ ὅπερ μαθεῖν ἐσπούδαζεν ὁ Ἰωσὴφ, τοῦτο οἴκοθεν αὐτὸν διδάσκουσι, καί φασιν· Οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα. Πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι. Ἔτι περὶ ἑαυτῶν μόνον ἀπολογούμενοι, καὶ ὑπὸ τοῦ φόβου κατασεισθέντες τὴν διάνοιαν, οὐδέπω τὰ τῷ Ἰωσὴφ σπουδαζόμενα εἰρήκασι.

Διὸ ἐπέμενε λέγων· Οὐχὶ, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν. Περιττῶς, φησὶ, ταῦτά μοι λέγετε· καὶ γὰρ αὐτὸ τὸ σχῆμα τῆς παρουσίας ὑμῶν δείκνυσιν, ὅτι κακουργίᾳ τινὶ χρώμενοι ἐνταῦθα παραγεγόνατε. Οἱ δὲ ὑπὸ τῆς ἀνάγκης αὐτῆς συνελαυνόμενοι, καὶ βουλόμενοι εἰς οἶκτον αὐτὸν ἐπικάμψαι, φασί· Δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοί. Ὢ τῆς τῶν ῥημάτων ἀπάτης! Καὶ τὸν τοῖς ἐμπόροις παρ᾽ αὐτῶν διαπραθέντα τῷ ἀριθμῷ συνῆψαν· καὶ οὐ λέγουσι, Δώδεκα ἦμεν, ἀλλὰ, Δώδεκά ἐσμεν ἀδελφοί· καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν. Τοῦτο γὰρ ἦν αὐτῷ τὸ σπουδαζόμενον γνῶναι, εἰ μὴ καὶ τὸν ἀδελφὸν τὰ αὐτὰ διατεθείκασιν. Ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν· ὁ δὲ ἕτερος οὐχ ὑπάρχει.

Καὶ οὐ λέγουσι τὴν αἰτίαν σαφῶς, ἀλλ᾽ ἁπλῶς, Οὐχ ὑπάρχει. Ἐκ τούτου εἰς ὑποψίαν ἐλθὼν, μήποτε καὶ εἰς τὸν Βενιαμὶν τὰ ὅμοια εἰργάσαντο, φησί· Τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν, ὅτι κατάσκοποί ἐστε. Οὐ γὰρ μὴ ἐξέλθητε ἐντεῦθεν, ἕως οὗ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε. Ἐκεῖνον ἰδεῖν βούλομαι· ἐπιθυμῶ θεάσασθαι τὸν τὰς αὐτάς μοι λύσαντα ὠδῖνας· ὑφορῶμαι γὰρ ὑμῶν ἐκ τῶν κατ᾽ ἐμὲ γενομένων τὴν μισάδελφον γνώμην. Εἰ τοίνυν βούλεσθε, Ἀποστείλατε ἕνα ἐξ ὑμῶν, καὶ ἀγάγετε αὐτόν· ὑμεῖς δὲ οἰκεῖτε τὸ δεσμωτήριον, ἕως ἂν ἐκεῖνος παραγένηται. Ἐκεῖνος γὰρ παραγεγονὼς διδάξει, εἰ ἀληθῆ τὰ παρ᾽ ὑμῶν λεγόμενα, καὶ ἐλευθερώσει ὑμᾶς πάσης ὑποψίας. Εἰ γὰρ μὴ τοῦτο γένοιτο, δῆλον ἔσται ὅτι κατάσκοποί ἐστε, καὶ διὰ τοῦτο ἐνταῦθα παραγεγόνατε. Καὶ ταῦτα εἰρηκὼς, Ἔθετο αὐτοὺς ἐν τῇ φυλακῇ. Ὅρα πῶς αὐτῶν βασανίζει τὰς γνώμας, καὶ δι᾽ ὧν εἰς τούτους ἐπιδείκνυται, τὴν φιλοστοργίαν δείκνυσι τὴν πρὸς τὸν ἀδελφόν. Μετὰ δὲ τρεῖς ἡμέρας καλέσας αὐτοὺς εἶπε· Τοῦτο ποιήσατε, καὶ ζήσεσθε· τὸν γὰρ Θεὸν ἐγὼ φοβοῦμαι. Εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν εἷς κατασχεθήτω ἐν τῇ φυλακῇ· αὐτοὶ δὲ βαδίσατε καὶ ἀπ[αγ]άγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν, καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσεται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μὴ, ἀποθανεῖσθε.

Σκόπει σύνεσιν· Βουλόμενος καὶ τὴν περὶ τούτους εὔνοιαν ἐπιδείξασθαι, καὶ τοῦ πατρὸς τὴν ἔνδειαν παραμυθήσασθαι, καὶ περὶ τοῦ ἀδελφοῦ μαθεῖν τὸ ἀληθὲς, ἕνα κατασχεθῆναι προστάξας, τοὺς ἄλλους ἀπελθεῖν ἐκέλευσεν. Ἀλλ᾽ ὅρα μοι λοιπὸν ἐνταῦθα τὸν ἀδέκαστον δικαστὴν, τὸ συνειδὸς αὐτῶν κατεξανιστάμενον, καὶ οὐδενὸς ἐλέγχοντος, οὐδὲ εἰς μέσον ἄγοντος, αὐτοὺς ἑαυτῶν κατηγόρους γινομένους· Εἶπε γὰρ, φησὶν, ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· ἕνεκεν οὖν τούτου ἐπῆλθεν ἡμῖν πᾶσα ἡ θλίψις αὕτη. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· ἐπειδὰν τελεσθῇ καὶ εἰς ἔργον ἔλθῃ, τότε τῆς οἰκείας ἀτοπίας δείκνυσι τὴν ὑπερβολήν. Καὶ καθάπερ ὁ μεθύων, ὅταν μὲν πολὺν τὸν ἄκρατον ἐγχέῃ, οὐδεμίαν αἴσθησιν λαμβάνει τῆς ἐκ τοῦ οἴνου γινομένης λύμης, μετὰ δὲ ταῦτα διὰ τῆς πείρας αὐτῆς μανθάνει τῆς βλάβης τὸ μέγεθος· οὕτω καὶ ἡ ἁμαρτία· μέχρι μὲν ἂν τελεσθῇ, σκοτοῖ τὸν λογισμὸν, καὶ καθάπερ νεφέλη πυκνὴ, οὕτω πηροῖ τὴν διάνοιαν· ὕστερον δὲ τὸ συνειδὸς κατεξανιστάμενον παντὸς κατηγόρου σφοδρότερον καταξαίνει τὴν διάνοιαν, καὶ δείκνυσι τῶν γεγενημένων τὴν ἀτοπίαν.

Ὅρα γὰρ καὶ τούτους νῦν εἰς αἴσθησιν ἐρχομένους, καὶ ὅτε περὶ τοῦ παντὸς εἶδον ἑαυτοῖς ἐπικρεμάμενον τὸν κίνδυνον, τότε ἐξομολογουμένους τὰ ὑπ᾽ αὐτῶν γεγενημένα, καὶ λέγοντας· Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ μάτην, φησὶ, ταῦτα ὑπομένομεν, ἀλλὰ δικαίως, καὶ σφόδρα δικαίως· δίκας γὰρ δίδομεν τῆς ἀπανθρωπίας καὶ τῆς ὠμότητος, ἧς περὶ τὸν ἀδελφὸν ἐπεδειξάμεθα· Ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ. Ἐπειδὴ, φησὶν, ἀσυμπαθεῖς γεγόναμεν, καὶ πολλὴν ἐπεδειξάμεθα τὴν ὠμότητα, διὰ τοῦτο καὶ ἡμεῖς νῦν τῶν αὐτῶν πειρώμεθα· Ἕνεκεν γὰρ τούτου ἐπῆλθεν ἐφ᾽ ἡμᾶς ἡ θλίψις αὕτη.

γʹ. Καὶ ταῦτα μὲν πρὸς ἀλλήλους διελέγοντο, νομίζοντες μηδενὸς τούτων ἐπακούειν τὸν Ἰωσήφ. Ὡς γὰρ ἀγνοῶν καὶ οὐκ εἰδὼς αὐτῶν τὴν γλῶτταν, παρεσκεύασεν ἑρμηνέα μεταξὺ ἀμφοτέρων ἑστάναι, καὶ τὰ παρ᾽ αὐτοῦ διασαφεῖν ἐκείνοις, καὶ τὰ παρ᾽ ἐκείνων αὐτῷ ἑρμηνεύειν. Ταῦτα δὲ ἀκούων ὁ Ῥουβὴν εἶπε πρὸς αὐτούς· Οὐκ ἐλάλησα ὑμῖν, λέγων, Μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; Καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Οὐ συνεβούλευσα, φησὶ, τότε, οὐ παρεκάλεσα, ὥστε μηδεμίαν ἀδικίαν περὶ αὐτὸν ἐπιδείξασθαι; Διὰ τοῦτο νῦν Τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Τῇ γὰρ γνώμῃ αὐτὸν ἀνείλετε· εἰ γὰρ καὶ μὴ διὰ τοῦ λαιμοῦ τὸ ξίφος ὤσατε, ἀλλὰ βαρβάροις ἀνδράσιν αὐτὸν πεπράκατε, καὶ χαλεπωτέραν θανάτου δουλείαν αὐτῷ ἐπενοήσατε· διὰ τοῦτο, Τὸ αἷμα αὐτοῦ ἐκζητεῖται νῦν. Ἐννόησον ὅσον ἐστὶν ὑπὸ τοῦ συνειδότος κατηγορεῖσθαι, καὶ τοῦτον τὸν κατήγορον διηνεκῶς ἔχειν ἐπικείμενον, καταβοῶντα καὶ τὴν παρανομίαν ὑπομιμνήσκοντα.

Καὶ ταῦτα ἤκουε μὲν Ἰωσήφ· αὐτοὶ δὲ οὐκ ᾔδεισαν, διὰ τὸ τὸν ἑρμηνέα μεταξὺ ἑστάναι· ἀλλ᾽ οὐκ ἔτι λοιπὸν φέρειν ἠδύνατο, τῆς φύσεως τῆς ἀδελφικῆς καὶ τῆς συμπαθείας αὐτὸν ἐλεγχούσης. Καὶ ἀποστραφεὶς, φησὶν, ἀπ᾽ αὐτῶν, ἔκλαυσεν, ὥστε μὴ κατάδηλος αὐτοῖς γενέσθαι. Καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς, καὶ εἶπεν αὐτοῖς. Καὶ ἔλαβε τὸν Συμεῶνα, καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν.

Ὅρα πῶς πάντα ποιεῖ, ὥστε εἰς φόβον αὐτοὺς ἐμβαλεῖν, ἵνα ὁρῶντες τὰ δεσμὰ τοῦ Συμεὼν, δήλους ἑαυτοὺς ποιήσωσιν, εἴ τινα περὶ τὸν ἀδελφὸν συμπάθειαν ἐπιδείκνυνται. Πάντα γὰρ ταῦτα ποιεῖ βασανίζων αὐτῶν τὴν γνώμην, καὶ γνῶναι βουλόμενος, εἰ μὴ καὶ πρὸς τὸν Βενιαμὶν τοιοῦτοι γεγόνασι. Διὰ τοῦτο καὶ τὸν Συμεῶνα ἐναντίον αὐτῶν δεσμεῖσθαι κελεύει, ἵνα βασανίσῃ αὐτοὺς μετὰ ἀκριβείας, καὶ ἴδῃ εἴ τινα φιλοστοργίαν περὶ αὐτὸν ἐνδείκνυνται. Ἡ γὰρ περὶ τοῦτον φειδὼ παρεσκεύαζεν ἐπιταχῦναι τὴν τοῦ Βενιαμὶν παρουσίαν, ὅπερ ἐβούλετο γενέσθαι, ὥστε πληροφορίαν λαβεῖν ἐκ τῆς τοῦ ἀδελφοῦ παρουσίας.

Καὶ ἐνετείλατο, φησὶν, ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου, καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ, καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. Καὶ ἐπιθέντες τοῖς ὄνοις αὐτῶν ἀπῆλθον. Ὅρα πόσην φιλοτιμίαν ἐπιδείκνυται· καὶ ἄκοντας αὐτοὺς εὐεργετεῖ, οὐ τὸν σῖτον μόνον δεδωκὼς, ἀλλὰ καὶ τὰ ἀργύρια. Λύσας δὲ εἷς ἐξ αὐτῶν τὸν μάρσιππον αὐτοῦ, ὥστε δοῦναι χορτάσματα τοῖς ὄνοις, ὁρᾷ τὸ ἀργύριον, καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ. Ἐπὶ τούτῳ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν εἰς ἀλλήλους λέγοντες· Τί τοῦτο ἐποίησεν ἡμῖν ὁ Θεός; Ἐναγώνιοι πάλιν γεγόνασιν, ὑφορώμενοι μὴ καὶ τοῦτο προσθήκη ἐγκλημάτων αὐτοῖς γένηται, καὶ τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες κατηγορίαν, πάντα ἐπέγραφον τῇ ἁμαρτίᾳ τῇ εἰς τὸν Ἰωσὴφ ὑπ᾽ αὐτῶν γεγενημένῃ.

Παραγενόμενοι δὲ πρὸς τὸν πατέρα, καὶ ἅπαντα μετὰ ἀκριβείας αὐτῷ ἀπαγγείλαντες, διηγήσαντο τὴν ἀγανάκτησιν τὴν κατ᾽ αὐτῶν γεγενημένην παρὰ τοῦ ἄρχοντος τῆς Αἰγύπτου, καὶ ὅτι ἔθετο αὐτοὺς ἐν φυλακῇ, ὡς κατασκόπους. Εἴπαμεν δὲ αὐτῷ, φασὶν, ὅτι εἰρηνικοί ἐσμεν, καὶ ὅτι δώδεκά ἐσμεν ἀδελφοί· καὶ ὁ μὲν εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν. Εἶπε δὲ ἡμῖν· Ἐν τούτῳ φανεῖσθε, ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε, καὶ ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐκ ἐστὲ κατάσκοποι.

Ταῦτα πάλιν ἀνέξαινε τοῦ δικαίου τὰς ἀθυμίας. Μετὰ γὰρ τῆς διηγήσεως ταύτης τῆς λυπηρᾶς καὶ τοὺς ἑαυτῶν μαρσίππους κενώσαντες, ηὕρισκεν ἕκαστος τὸ ἀργύριον, καὶ ἐφοβήθησαν αὐτοί τε καὶ ὁ πατὴρ αὐτῶν. Ἀλλ᾽ ὅρα μοι πάλιν ἐνταῦθα τὸν πρεσβύτην ἀποδυρόμενον. Τί γάρ φησι πρὸς αὐτούς; Ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; Ἐπ᾽ ἐμὲ ἐγένοντο ταῦτα πάντα. Οὐκ ἤρκει μοι, φησὶ, τὸ πένθος τοῦ Ἰωσὴφ, ἀλλὰ προσεθήκατε τούτῳ καὶ τὸν Συμεών· καὶ οὐδὲ μέχρι τούτου ἵσταταί μοι τὰ δεινὰ, ἀλλὰ καὶ τὸν Βενιαμὶν λαβεῖν βούλεσθε. Ἐπ᾽ ἐμὲ ἐγένοντο ταῦτα πάντα. Ἱκανὰ τὰ ῥήματα δεῖξαι τοῦ πατρὸς διακοπτόμενα τὰ σπλάγχνα. Καὶ γὰρ ὥσπερ τὰ κατὰ τὸν Ἰωσὴφ αὐτῷ ἀπηγόρευτο (ἐνόμιζε γὰρ θηρῶν κατάβρωμα γεγενῆσθαι), οὕτω καὶ τὰ κατὰ τὸν Συμεῶνα ἀπηγόρευσε· λοιπὸν δὲ καὶ περὶ τοῦ Βενιαμὶν ἐδεδοίκει. Ἀλλ᾽ ὅμως ἀντεῖχεν ἔτι, καὶ οὐκ ἐδίδου τὸν παῖδα. Εἶπε δὲ αὐτῷ Ῥουβὴν ὁ πρωτότοκος αὐτοῦ· Τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ. Δὸς αὐτὸν εἰς τὰς χεῖράς μου, κἀγὼ ἄξω αὐτὸν πρὸς σέ. Ἐμοὶ αὐτὸν, φησὶ, πίστευσον, ἐμοὶ παράδος· ἐγώ σοι αὐτὸν ἐπανάξω.

δʹ. Τοῦτο δὲ ἐποίει Ῥουβὴν, ἐννοῶν ὡς οὐχ οἷόν τε, μὴ τοῦ παιδὸς συγκατιόντος αὐτοῖς, πάλιν εἰς τὴν Αἴγυπτον ἀπελθεῖν, καὶ τὰ πρὸς διατροφὴν ὠνήσασθαι. Ἀλλ᾽ οὐκ ἐνδίδωσιν ὁ πατὴρ, ἀλλά φησιν· Οὐ καταβήσεται ὁ υἱός μου μεθ᾽ ὑμῶν. Εἶτα καὶ τὴν αἰτίαν λέγει, ὥσπερ ἀπολογούμενος τοῖς παισίν. Ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος καταλέλειπται.

Καὶ συμβήσεται ὡς νέον κομιδῆ μαλακισθῆναι ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Δέδοικα, φησὶ, τὸ νέον αὐτοῦ τῆς ἡλικίας, καὶ ὑφορῶμαι μὴ καὶ τῆς τούτου παραμυθίας ἀποστερηθεὶς μετ᾽ ὀδύνης τὸν βίον καταλύσω.

Μέχρι γὰρ ὅτε οὗτος σύνεστί μοι, δοκῶ μικράν τινα ἔχειν παραμυθίαν, καὶ ἡ τούτου συνουσία ὑποτέμνεται τὴν ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ ἀθυμίαν. Ἀλλ᾽ ὁ μὲν πόθος ὁ περὶ τὸν Βενιαμὶν οὐ συνεχώρει τῷ πατρὶ τοῦτον προέσθαι· Ὁ δὲ λιμὸς σφοδρότερος ἐγίνετο, καὶ ἐπέλιπεν αὐτοῖς τὰ βρώματα. Καί φησιν ὁ πατήρ· Ἀπελθόντες πάλιν κομίσατε μικρὰ βρώματα.

Εἶπε δὲ αὐτῷ Ἰούδας· Διαμαρτυρίᾳ διεμαρτύρατο ἡμᾶς ὁ ἄνθρωπος, λέγων· Οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ νεώτερος ὑμῶν ἀδελφὸς μεθ᾽ ὑμῶν ᾖ. Εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώματα· εἰ δὲ μὴ ἀποστέλλεις, οὐ πορευσόμεθα, Ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, ὅτι Οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ᾖ μεθ᾽ ὑμῶν. Μὴ νομίσῃς, φησὶν, ἡμᾶς δύνασθαι ἄνευ τοῦ ἀδελφοῦ ἐκεῖ καταβῆναι. Εἰ γὰρ βούλει καὶ ἄπρακτον ἡμῶν γενέσθαι τὴν κάθοδον, καὶ πάντας ἡμᾶς κινδύνῳ περιβληθῆναι, ἀπίωμεν. Ἴσθι δὲ ὅτι διεμαρτύρατο ἡμᾶς, ὡς οὐκ ὀψόμεθα αὐτοῦ τὸ πρόσωπον, εἰ μὴ ὁ ἀδελφὸς ἡμῶν μεθ᾽ ἡμῶν παραγένηται.

Στενὰ πάντοθεν ἦν τῷ Ἰακώβ· διὸ καὶ ἀποδυρόμενος, φησὶ πρὸς αὐτούς· Τί ἐκακοποιήσατέ με, ἀπαγγείλαντες τῷ ἀνθρώπῳ, ὅτι ἔστιν ὑμῖν ἀδελφός; — Τί ἐκακοποιήσατέ με; Διὰ τί, φησὶν, ἐμοὶ τούτων τῶν κακῶν αἴτιοι γεγένησθε; Εἰ γὰρ μὴ τοῦτο ἐγνωρίσατε, οὐκ ἂν τοῦ Συμεὼν ἀπεστερήθην, οὐκ ἂν τοῦτον ἐπεζήτησεν. Οἱ δὲ εἶπαν· Ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος· Εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ, καὶ εἰ ἔστιν ὑμῖν ἀδελφὸς, καὶ ἀπηγγείλαμεν αὐτῷ. Μὴ ᾔδειμεν, ὅτι ἐρεῖ ἡμῖν, Ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν;

Μὴ νομίσῃς, φησὶν, ἡμᾶς ἑκόντας ὡμολογηκέναι τῷ ἀνδρὶ τὰ καθ᾽ ἡμᾶς. Ἐπειδὴ γὰρ ὡς κατασκόπους ἡμᾶς ὑποπτεύσας κατεῖχεν, ἐπηρώτα δὲ μετὰ ἀκριβείας τὰ καθ᾽ ἡμᾶς, διὰ τοῦτο βουλόμενοι μετὰ ἀληθείας πάντα αὐτὸν διδάξαι, ταῦτα εἰρήκαμεν.

Εἶπε δὲ πάλιν Ἰούδας πρὸς τὸν πατέρα αὐτοῦ Ἀπόστειλον τὸ παιδάριον μετ᾽ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν, καὶ μὴ ἀποθάνωμεν. Ἐμοὶ, φησὶν, αὐτὸν ἐμπίστευσον, ἵνα ἤδη ἁψώμεθα τῆς ὁδοῦ. Οὐδὲ γὰρ ἔτι ἔσται ἡμῖν σωτηρίας ἐλπὶς, τῶν βρωμάτων ἀναλωθέντων, καὶ οὐδαμόθεν ἑτέρωθεν εὑρισκόντων παραμυθίαν. Ἐγὼ δὲ δέχομαι αὐτὸν παρὰ σοῦ· ἐὰν μὴ ἀγάγω αὐτὸν, καὶ στήσω ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας. Εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. Ἡ περὶ τὸν παῖδα, φησὶ, συμπάθεια πᾶσιν ἡμῖν τὸν ὄλεθρον μέλλει προξενεῖν.

Φθάνομεν γὰρ ὑπὸ τοῦ λιμοῦ καταναλωθῆναι, εἰ μὴ βουληθῇς ἀπολύσας αὐτὸν ἐκπέμψαι ἡμᾶς. Βλέπε λοιπὸν ἐνταῦθα, ἀγαπητὲ, πῶς ἡ τοῦ λιμοῦ ἀνάγκη ἐνίκησε τὴν φιλοστοργίαν τοῦ πατρός. Ὁρῶν γὰρ οὐδεμίαν αὐτοὺς εὑρίσκοντας παραμυθίαν ἑτέραν, καὶ τὸν λιμὸν ἐπιτεινόμενον, φησίν· Εἰ οὕτως ἐστὶ, καὶ τοῦτο δεῖ πάντως γενέσθαι, καὶ οὐχ οἷόν τε ὑμᾶς κατελθεῖν, εἰ μὴ καὶ τοῦτον λάβοιτε, ὀφείλετε καὶ δῶρα ἀποκομίσαι τῷ ἀνδρί. Καὶ τὸ ἀργύριον δὲ, ὅπερ ἐν τοῖς μαρσίπποις ὑμῶν εὑρήκατε, ἀπαγάγετε, καὶ ἕτερον ἀργύριον, ὥστε πρίασθαι. Καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε, καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. Ὁ δὲ Θεός μου δῴ[η] ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν. Ἐγὼ γὰρ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι. Ὅρα πῶς τὴν ἄφατον αὐτοῦ φιλοστοργίαν ἐπιδείκνυται, ἣν περὶ τὸν Ἰωσὴφ ἐκέκτητο. Ἵνα γὰρ μή τις νομίσῃ περὶ τοῦ Βενιαμὶν, ἢ περὶ τοῦ Συμεὼν εἰρῆσθαι τὸ, Ἐγὼ γὰρ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι, διὰ τοῦτο προλαβών φησιν· Ὁ δὲ Θεός μου δῷ ὑμῖν χάριν, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν. Εἰ καὶ ὅτι, φησὶ, κἂν οὗτοι διασωθῶσιν, ἀλλ᾽ Ἐγὼ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι. Ἐννόει πῶς ὅλως τῇ εὐνοίᾳ τῷ Ἰωσὴφ ἦν προσκείμενος Ὁρῶν γὰρ τοσούτων χορὸν παίδων αὐτοῦ περιεστῶτα, ἄτεκνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ἐπειδὴ ἐκείνου ἀπεστερεῖτο.

Λαβόντες δὲ, φησὶν, οἱ ἄνδρες τὰ δῶρα, καὶ τὸ ἀργύριον διπλοῦν, καὶ τὸν Βενιαμὶν, κατέβησαν εἰς Αἴγυπτον, καὶ ἔστησαν ἐναντίον Ἰωσήφ. Εἶδε δὲ αὐτοὺς ὁ Ἰωσὴφ, καὶ τὸν Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ. Ὅπερ ἐπεθύμει, ἐθεάσατο τὸν αὐτῷ περιπόθητον. Εἶδεν εἰς ἔργον ἐξελθοῦσαν αὐτῷ τὴν σπουδήν. Καὶ εἶπε, φησὶ, τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· Εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν, καὶ σφάξον θύματα· μετ᾽ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι. Ἰδόντες δὲ ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον τοῦ Ἰωσὴφ, εἶπαν· Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν, ἡμεῖς εἰσαγόμεθα, τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας, ἡμᾶς τε καὶ τοὺς ὄνους ἡμῶν. Ὁ μὲν Ἰωσὴφ τὴν περὶ αὐτοὺς φιλοφροσύνην ἐπιδεικνύμενος ἅπαντα διετάττετο· ἐκεῖνοι δὲ καὶ οὕτως ἐναγώνιοι γίνονται, ὑφορώμενοι μὴ τῶν ἀργυρίων ἕνεκα δίκας εἰσπραχθῶσιν, ὡς καὶ ἐν τούτῳ κακουργήσαντες.

Καὶ διὰ τοῦτο προσελθόντες τὴν αἰτίαν τοῦ ἀγῶνος κατάδηλον ποιοῦσι τῷ ἐπὶ τῆς οἰκίας, καὶ διηγοῦνται ὅπως τὰ ἀργύρια ἐν τοῖς μαρσίπποις εὗρον, καί φασιν, ὅτι Διὰ τοῦτο διπλοῦν νῦν ἐκομίσαμεν μεθ᾽ ἑαυτῶν τὸ ἀργύριον, ὡς καὶ τὰ πρότερα ἀποδοῦναι, καὶ πρίασθαι βρώματα.

εʹ. Ὅρα πῶς αἱ συμφοραὶ κατελέαναν αὐτῶν τὸν λογισμὸν, καὶ ἐποίησαν αὐτοὺς ἐπιεικεστέρους. Εἶπε δὲ αὐτοῖς· Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ Θεὸς ὑμῶν, καὶ ὁ Θεὸς τοῦ πατρὸς ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν· τὸ γὰρ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. Μὴ δειλιᾶτε, φησὶ, μηδὲ τούτου ἕνεκεν ἀγωνιᾶτε. Οὐδεὶς ὑμῖν ταύτης ἕνεκεν τῆς αἰτίας ἔγκλημα περιάψει· καὶ γὰρ τὸ ἀργύριον πεπληρώμεθα· τοῦ δὲ Θεοῦ ἡγεῖσθε καὶ τοῦτο γεγενῆσθαι, καὶ θησαυροὺς ὑμῖν δεῖξαι ἐν τοῖς μαρσίπποις ὑμῶν. Καὶ ταῦτα εἰρηκὼς ἐξήγαγε τὸν Συμεῶνα, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν, καὶ χορτάσματα ἔδωκε τοῖς ὄνοις αὐτῶν.

Ὅρα πῶς ἡ εὐχὴ τοῦ πατρὸς πάντα αὐτοῖς κατευώδου· καὶ καθάπερ ἐκεῖνος αὐτοῖς ἐπηύξατο εἰπὼν, Ὁ Θεὸς τοῦ πατρός μου χάριν ὑμῖν δῷ, οὕτως ἅπαντα ἐγίνετο· καὶ πᾶσαν φιλοφροσύνην περὶ αὐτοὺς ἐπεδείκνυτο καὶ πρὸ τῆς παρουσίας τοῦ Ἰωσὴφ ὁ τὴν οἰκίαν πεπιστευμένος. Ἡτοίμασαν δὲ τὰ δῶρα Ἰωσήφ. Καὶ εἰσελθόντι αὐτῷ προσήνεγκαν, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.

Καὶ πάλιν πυνθάνεται αὐτῶν· Εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν, ὁ πρεσβύτης, ὃν εἴπατε; ἔτι ζῇ; Οἱ δὲ εἶπον· Ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν. Καὶ εἶπεν· Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. Καὶ κύψαντες προσεκύνησαν. Εἶδε δὲ τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν· Οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; Καὶ εἶπεν· Ὁ Θεὸς ἐλεήσαι σε, τέκνον.

Σκόπει πόσην καρτερίαν ἐπιδείκνυται, καὶ ἔτι ἄγνοιαν προσποιεῖται, ἵνα διὰ τῶν ἑξῆς γενομένων δοκιμὴν αὐτῶν τῆς γνώμης λαβεῖν δυνηθῇ, ὅπως πρὸς τὸν Βενιαμὶν διάκεινται. Καὶ ἐπειδὴ ὑπὸ τῆς φύσεως αὐτῆς ἐνικᾶτο, Συνεστρέφετο αὐτοῦ, φησὶ, τὰ σπλάγχνα, καὶ ἐζήτει κλαῦσαι. Εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον, ἔκλαυσεν ἐκεῖ. Καὶ νιψάμενος τὸ πρόσωπον ἐξῆλθε· καὶ λοιπὸν τὴν παρ᾽ ἑαυτοῦ ἐπιδείκνυται φιλοφροσύνην, καί φησι· Παράθετε ἄρτους. Καὶ παρέθηκαν αὐτῷ μόνῳ, ἅτε δὴ ὡς βασιλεῖ καὶ ἄρχοντι πάσης Αἰγύπτου, Κἀκείνοις καθ᾽ ἑαυτοὺς, καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ᾽ αὐτοῦ καθ᾽ ἑαυτούς. Οὐδὲ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Ἑβραίων· βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις. Ἐκάθισε δὲ ἐναντίον αὐτοῦ ὁ πρῶτος κατὰ τὰ πρεσβεῖα αὐτοῦ, καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ. Τοῦτο ἐκείνους εἰς ἔκπληξιν ἦγε, καὶ ἐν ἀπορίᾳ καθίσταντο, πόθεν αὐτῷ ἡ γνῶσις ἐγένετο τῆς διαφορᾶς τῶν ἡλικιῶν. Καὶ πᾶσι δοὺς μερίδας, τῷ Βενιαμὶν πενταπλάσιον δίδωσι. Καὶ οὐδὲ οὕτως αἰσθάνονται τῶν γινομένων, ἀλλ᾽ ἐνόμισαν ἁπλῶς συντυχίᾳ τινὶ γίνεσθαι ταῦτα παρ᾽ αὐτοῦ, ὡς ἅτε δὴ πρὸς νέον.

Καὶ τέλος λαβούσης τῆς ἑστιάσεως, Καλέσας, φησὶν, ὁ Ἰωσὴφ τὸν ἐπὶ τῆς οἰκίας αὐτοῦ, ἐνετείλατο αὐτῷ, λέγων· Πλῆσον τοὺς μαρσίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἂν δύνανται ἆραι, καὶ τὸ ἀργύριον ὡσαύτως ἑκάστου εἰς τὸν μάρσιππον αὐτοῦ, καὶ τὸ κόνδυ τὸ ἀργυροῦν ἔμβαλε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου. Ὅρα πάλιν οἵαν μηχανὴν ἐξευρίσκει, ὥστε δοκιμὴν ἀκριβεστάτην λαβεῖν τῆς τῶν ἀδελφῶν γνώμης, ἣν περὶ τὸν Βενιαμὶν ἐπεδείκνυντο. Καὶ τούτων γενομένων, ἀπέλυσεν αὐτούς.

Καὶ ἐπειδὴ ἥψαντο τῆς ὁδοῦ, Εἶπε, φησὶ, τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· Ἀναστὰς ἐπιδίωξον ὀπίσω αὐτῶν, καὶ ἐρεῖς· Τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; Ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυροῦν; Οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου, Αὐτὸς δὲ οἰωνίζεται ἐν αὐτῷ. Πονηρὰ συντετέλεσται, ἃ πεποιήκατε. Εὑρὼν δὲ αὐτοὺς, φησὶν, εἶπεν αὐτοῖς· Τί τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψασθε; διὰ τί τὴν οἰκείαν πονηρίαν καὶ μέχρι τοῦ τοσαύτην περὶ ὑμᾶς τὴν φιλοφροσύνην ἐπιδειξαμένου ἐξετείνατε; διὰ τί οὐκ ᾐδέσθητε τοῦ ἀνδρὸς τὴν περὶ ὑμᾶς μεγαλοψυχίαν;

Τίς ἡ τοσαύτη κακουργία; τίς ἡ μανία, ἣν ἐμάνητε; Οὐκ ἴστε ὅτι τοῦτό ἐστι τὸ σκεῦος, ἐν ᾧ ὁ κύριός μου οἰωνίζεται; Πονηρὰ ὑμῶν ἡ πρᾶξις, ὀλεθρία ἡ γνώμη, ἀσύγγνωστος ἡ ἐπιχείρησις, μεγάλη ἡ τόλμα, πᾶσαν πονηρίαν ὑπερακοντίζουσα. Οἱ δὲ εἶπαν αὐτῷ· Ἵνα τί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα ταῦτα; Τίνος ἕνεκεν, φησὶν, ἐπιφέρεις ἡμῖν ἔγκλημα, οὗ πάντη ἐσμὲν ἀνεύθυνοι; Μὴ γένοιτο τοῖς παισί σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο· μὴ ἡμῖν ποτε τοῦτο γένοιτο διαπράξασθαι. Οἱ γὰρ τὸ ἀργύριον διπλοῦν ἀπενεγκάμενοι, πῶς ἂν ὑφειλόμεθα ἀργύριον, ἢ χρυσίον;

Εἰ δὲ τοῦτο νομίζεις, Παρ᾽ ᾧ ἂν εὑρεθῇ τὸ σκεῦος, ὅπερ ἐπιζητεῖς, αὐτὸς μὲν ἀποθνησκέτω, ὡς τοσοῦτον δράσας τολμηρόν· ἡμεῖς δὲ δοῦλοι ἐσόμεθα. Ἡ γὰρ ἀπὸ τοῦ συνειδότος παῤῥησία παρεσκεύαζεν αὐτοὺς μετὰ τοῦ θαῤῥεῖν ταῦτα διαλέγεσθαι. Ὁ δὲ, φησὶν, εἶπε· Καὶ νῦν, ὡς λέγετε, οὕτως ἔσται. Παρ᾽ ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, οὗτος ἔσται μου παῖς μόνος· ὑμεῖς δὲ ἀπολυθήσεσθε. Καὶ ταῦτα εἰπόντες ἐπέτρεπον αὐτῷ τὴν ἔρευναν ποιήσασθαι. Καὶ ἠρεύνα ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν εἰς τὸν Βενιαμίν. Καὶ τὸν ἐκείνου μάρσιππον ἀνοίξας εὑρίσκει τὸ κόνδυ. Τοῦτο ἐσκότωσεν αὐτῶν τὸν λογισμόν.

Καὶ διέῤῥηξαν, φησὶ, τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν πάλιν τοὺς μαρσίππους αὐτῶν, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν. Καὶ εἰσελθὼν ὁ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς τὸν Ἰωσὴφ, ἔπεσον ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν. Ὅρα ποσάκις τὴν προσκύνησιν ποιοῦνται. Εἶπε δὲ αὐτοῖς Ἰωσήφ· Τί τοῦτο πεποιήκατε; Οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνίζομαι ἐν αὐτῷ; Εἶπε δὲ, φησὶν, Ἰούδας· Τί ἀντεροῦμεν, ἢ τί λαλήσομεν τῷ κυρίῳ, ἢ τί δικαιωθῶμεν; Ὁ δὲ Θεὸς εὗρε τὴν ἀδικίαν τῶν παίδων σου. Πάλιν ἑαυτοὺς ἀναμιμνήσκουσι τῶν ἤδη εἰς αὐτὸν ὑπ᾽ αὐτῶν γεγενημένων.

Ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν καὶ ἡμεῖς, καὶ παρ᾽ ᾧ εὑρέθη τὸ κόνδυ. Τέως πολλὴν ἐπιδείκνυνται τὴν εὐγνωμοσύνην, καὶ ἑαυτοὺς ἅμα τῷ ἀδελφῷ τῇ δουλείᾳ ὑποτάττουσιν. Εἶπε δὲ, φησὶν, Ἰωσήφ· Μή μοι γένοιτο ποιῆσαι τοῦτο. Ὁ ἄνθρωπος, παρ᾽ ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς· ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν.

ϛʹ. Ὅρα πῶς, ὅπερ ἐδεδοίκει ὁ πατὴρ, τοῦτο αὐτοῖς συμβέβηκε· καὶ θόρυβον ὑπομένουσι καὶ ταραχὴν, οὐκ εἰδότες ὅ τι καὶ πράξωσιν. Ἐγγίσας δὲ, φησὶν, Ἰούδας εἶπεν. Ἐπειδὴ γὰρ καὶ αὐτὸς ἦν ὁ παρὰ τοῦ πατρὸς αὐτὸν δεξάμενος καὶ εἰπών· Ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, ἔσομαι ἡμαρτηκὼς ἐναντίον σου πάσας τὰς ἡμέρας· διὰ τοῦτο πλησίον γεγονὼς διηγεῖται ἅπαντα μετὰ ἀκριβείας αὐτῷ, ἵνα εἰς συμπάθειαν αὐτὸν ἐφελκυσάμενος παρασκευάσῃ ἀφεῖναι τὸν παῖδα. Ἐγγίσας γὰρ αὐτῷ Ἰούδας εἶπε· Δέομαι, κύριε, λαλησάτω ὁ παῖς σου. Σκόπει πῶς δι᾽ ὅλου ὡς δεσπότῃ δοῦλος διαλέγεται· καὶ μνημόνευέ μοι τῶν ὀνειράτων τῶν δραγμάτων, ἐξ ὧν καὶ μείζονα τὸν κατ᾽ αὐτοῦ φθόνον ἠκόνησαν, καὶ ἐκπλήττου τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν, ὅπως τοσούτων κωλυμάτων ἐν μέσῳ γενομένων εἰς ἔργον ἅπαντα ἐξῄει. Λαλησάτω, φησὶν, ὁ παῖς σου ἐναντίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, κύριε. Σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων· Εἰ ἔχετε πατέρα, ἢ ἀδελφόν; Καὶ εἴπαμεν τῷ κυρίῳ· Ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν. Ἐννόει μοι ἐνταῦθα, τίς ἦν ταῦτα ἀκούων ὁ Ἰωσήφ. Αὐτὸς δὲ μόνος ὑπολέλειπται τῇ μητρὶ αὐτοῦ· ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησε. Τίνος ἕνεκεν καὶ ἐνταῦθα ψεύδεται οὕτω λέγων, ὅτι Ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καίτοι τοῖς ἐμπόροις αὐτὸν ἀπέδοντο;

Ἀλλ᾽ ἐπειδὴ οὕτω τὸν πατέρα διέθηκαν, ὡς ἀναιρεθέντος αὐτοῦ καὶ ὑπὸ θηρίων βρωθέντος, ἄλλως δὲ καὶ ἐνόμισαν οὐ φέροντα τὴν δουλείαν τὴν παρὰ τοῖς βαρβάροις ἤδη τεθνηκέναι· διὰ τοῦτό φησι· Καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν.

Εἶπας δὲ τοῖς παισί σου· Καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ. Καὶ εἶπας· Ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν μεθ᾽ ὑμῶν, οὐ προσθήσεσθε ἰδεῖν τὸ πρόσωπόν μου. Ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου, πατέρα δὲ ἡμῶν, ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου. Εἶπε δὲ ὁ πατὴρ ἡμῶν ἡμῖν· Βαδίσατε πάλιν, ἀγοράσατε ἡμῖν μικρὰ βρώματα. Ἡμεῖς δὲ εἴπαμεν αὐτῷ· Οὐ δυνησόμεθα καταβῆναι, ἐὰν μὴ ὁ ἀδελφὸς ἡμῶν καταβῇ μεθ᾽ ἡμῶν. Εἶπε δὲ ὁ παῖς σου ὁ πατὴρ ἡμῶν· Ὑμεῖς γινώσκετε, ὅτι δύο ἔτεκέ μοι ἡ γυνὴ, καὶ ἐξῆλθεν ὁ εἷς ἀπ᾽ ἐμοῦ, καὶ εἴπατε ὅτι θηριόβρωτος γέγονε. Σκόπει πῶς διὰ τῆς ἀπολογίας τοῦ Ἰούδα πάντα μετὰ ἀκριβείας μανθάνει ὁ Ἰωσὴφ τὰ μετὰ τὴν αὐτοῦ πρᾶσιν ἐν τῇ οἰκίᾳ γεγονότα, καὶ ὅπως τὸν πατέρα διέθηκαν, καὶ τίνα περὶ αὐτοῦ εἰρήκασι.

Νῦν οὖν, ἐὰν καὶ τοῦτον λάβητε, καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Οὕτω τοίνυν τοῦ πατρὸς ἡμῶν διακειμένου πρὸς τὸ παιδάριον, πῶς δυνησόμεθα ἰδεῖν αὐτοῦ τὸ πρόσωπον, τοῦ παιδαρίου μὴ ὄντος μεθ᾽ ἡμῶν;

Ἐκκρέμαται γὰρ αὐτοῦ ἡ ψυχὴ ἐκ τῆς τούτου ψυχῆς. Καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς ἡμῶν μετὰ λύπης εἰς ᾅδου. Ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδάριον παρὰ τοῦ πατρὸς, λέγων· Ἐὰν μὴ ἀγάγω αὐτὸ πρὸς σὲ, ἡμαρτηκὼς ἔσομαι ἐναντίον σου πάσας τὰς ἡμέρας.

Ταύτας τὰς ὑποσχέσεις ἐποιησάμην πρὸς τὸν πατέρα ὑπὲρ τοῦ καὶ τὸν παῖδα δυνηθῆναι ἀγαγεῖν, καὶ πληρῶσαι τά σοι δόξαντα, καὶ δεῖξαι ὡς ἀληθῶς εἰρήκαμεν, καὶ οὐδὲν ψεῦδος τῶν παρ᾽ ἡμῶν λεχθέντων. Νῦν οὖν παραμενῶ παῖς ἀντὶ τοῦ παιδὸς, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδάριον, ἀναβήτω μετὰ τῶν ἀδελφῶν. Πῶς γὰρ ἀναβήσομεν πρὸς τὸν πατέρα, τοῦ παιδαρίου μὴ ὄντος μεθ᾽ ἡμῶν; Ἵνα μὴ ἴδω τὰ κακὰ, ἃ εὑρήσει τὸν πατέρα μου. Συνέχεε ταῦτα τὸν Ἰωσὴφ, καὶ ἱκανὴν αὐτῷ παρέσχεν ἀπόδειξιν καὶ τῆς εἰς τὸν πατέρα τιμῆς, καὶ τῆς περὶ τὸν ἀδελφὸν φιλοστοργίας.

Καὶ οὐκέτι ἠδύνατο φέρειν, οὐδὲ ἀνέχεσθαι τῶν παρεστηκότων αὐτῷ, ἀλλὰ πάντας ἀπωσάμενος, καὶ μόνος μεταξὺ αὐτῶν ἀπολειφθεὶς, ἀφεὶς φωνὴν μετὰ κλαυθμοῦ ἀναγνωρίζεται τοῖς ἀδελφοῖς. Καὶ τοῦτο γνωστὸν ἐγένετο ἐν πάσῃ τῇ βασιλείᾳ, καὶ εἰς τὸν οἶκον Φαραώ. Καί φησι πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγώ εἰμι Ἰωσήφ. Ἔτι ὁ πατήρ μου ζῇ; Θαυμάσαι μοι ἔπεισιν ἐνταῦθα καὶ τοῦ μακαρίου τούτου τὴν τοσαύτην εὐτονίαν, καὶ ὅτι ἤνεγκε μέχρι τούτου σχηματίσασθαι, καὶ μὴ γνωρίσαι τὰ καθ᾽ ἑαυτὸν, κἀκείνους μάλιστα ἐκπλαγῆναι, ὅπως ἠδυνήθησαν στῆναι καὶ διᾶραι λοιπὸν τὸ στόμα, πῶς οὐκ ἀπέπτη ἀπ᾽ αὐτῶν ἡ ψυχὴ, πῶς οὐκ ἐξέστη αὐτῶν ἡ διάνοια, πῶς οὐ κατέδυσαν εἰς τὴν γῆν. Οὐκ ἠδύναντο, φησὶν, οἱ ἀδελφοὶ αὐτοῦ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. Εἰκότως· ἐννοοῦντες τίνα μὲν αὐτὸν αὐτοὶ διέθηκαν, οἷος δὲ αὐτὸς περὶ αὐτοὺς γέγονε, καὶ λογιζόμενοι τὴν περιφάνειαν ἐν ᾗ καθειστήκει, περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς σωτηρίας ἠγωνίων.

Διὰ τοῦτο βουλόμενος αὐτοὺς παραθαῤῥῦναι, φησίν· Ἐγγίσατε πρός με. Μὴ μακρύνητε ἑαυτούς· μὴ νομίζετε, φησὶν, οἰκείᾳ γνώμῃ τὰ κατ᾽ ἐμὲ ὑμᾶς πεπρᾶχθαι. Οὐ τοσοῦτον τῆς ὑμετέρας ἐγένετο περὶ ἐμὲ πονηρίας, ὅσον τῆς τοῦ Θεοῦ σοφίας, καὶ τῆς ἀφάτου φιλανθρωπίας, ἵνα ἐνταῦθα παραγενόμενος, νῦν ἐν καιρῷ καὶ ὑμῖν τὰ πρὸς διατροφὴν χορηγῆσαι δυνηθῶ, καὶ πάσῃ τῇ χώρᾳ. Καὶ εἶπε, φησὶν, Ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον. Νῦν οὖν μὴ λυπεῖσθε. Μὴ ὑμᾶς, φησὶ, τοῦτο ταραττέτω, μηδὲ σκληρὸν ὑμῖν λογισθῇ τὸ γεγενημένον. Θεοῦ γὰρ οἰκονομία τὰ γινόμενα. Εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὸν πέντε ἔτη, ἐν οἷς οὐκ ἔσται ἀροτρίασις, οὐδὲ ἀμητός. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς. Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ᾽ ὁ Θεός.

ζʹ. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον παραμυθεῖται αὐτοὺς, λέγων μὴ αὐτοῖς αὐτὸν ἐπιγράφειν τὴν αἰτίαν, καὶ τὴν εἰς Αἴγυπτον αὐτοῦ κάθοδον, ἀλλὰ τὸν Θεὸν τοῦτο πεποιηκέναι, ὥστε εἰς ταύτην αὐτὸν ἐλθεῖν τὴν περιφάνειαν. Ὁ Θεὸς, φησὶν, ἀπέστειλέ με, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς Αἰγύπτου. Ἐκείνη, φησὶν, ἡ δουλεία ταύτην μοι τὴν ἀρχὴν προεξένησεν, ἐκείνη ἡ πρᾶσις εἰς ταύτην με τὴν περιφάνειαν ἤγαγεν, ἐκείνη ἡ θλίψις ταύτης μοι τῆς εὐδοκιμήσεως ὑπόθεσις γέγονεν, ἐκεῖνος ὁ φθόνος ταύτην μοι τὴν δόξαν ἔτεκε. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀλλὰ καὶ μιμώμεθα, καὶ οὕτω τοὺς κακῶς ἡμᾶς διατιθέντας παραμυθώμεθα, ἀλλοτριοῦντες ἀπ᾽ αὐτῶν τὰ καθ᾽ ἡμῶν γινόμενα, καὶ μετὰ πολλῆς εὐγνωμοσύνης ἅπαντα φέροντες, καθάπερ ὁ θαυμάσιος οὗτος. Ἐπεὶ οὖν, φησὶν, ἐπείσθητε παρ᾽ ἐμοῦ, ὅτι οὐχ ὑμῖν ἐπιγράφω τὰ εἰς ἐμὲ παρ᾽ ὑμῶν γεγενημένα, ἀλλ᾽ ὑμᾶς μὲν ἀπαλλάττω τῶν ἐγκλημάτων, τῷ δὲ Θεῷ τὸ πᾶν λογίζομαι, τῷ ἐκεῖνα πάντα οἰκονομήσαντι, ἵνα μοι τὸ τῆς παρούσης δόξης προσγένηται· Σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ· Τάδε λέγει ὁ υἱός σου Ἰωσήφ· Ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου.

Κατάβηθι οὖν πρός με, καὶ μὴ ἀναμείνῃς· καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ, καὶ ἔσῃ ἐγγύς μου σὺ, καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, καὶ τὰ πρόβατα, καὶ οἱ βόες, καὶ ὅσα σοί ἐστι, καὶ ἐκθρέψω σε (ἔτι γὰρ πέντε ἔτη λιμὸς), ἵνα μὴ ἐκτριβῇς σὺ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς.

Ἀπαγγείλατε τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα εἴδετε, καὶ ταχύναντες καταγάγετε αὐτόν. Ταῦτα ἅπαντα διαλεχθεὶς, καὶ ἀρκούντως αὐτοὺς παραμυθησάμενος, καὶ ἐντειλάμενος εἰπεῖν τὰ παρ᾽ αὐτοῦ τῷ πατρὶ, καὶ ταχέως αὐτὸν ἐπαναγαγεῖν, Ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον τοῦ Βενιαμὶν ἔκλαυσεν (ἐκεῖνος γὰρ ἦν αὐτῷ ὁμομήτριος), κἀκεῖνος πάλιν ἔκλαυσεν ἐπ᾽ αὐτῷ· καὶ κατεφίλησε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔκλαυσεν ἐπ᾽ αὐτοῖς. Καὶ τότε μετὰ τὴν τοσαύτην διάλεξιν καὶ τὰ δάκρυα καὶ τὴν συμβουλὴν, ἣν πρὸς αὐτοὺς ἐποιήσατο, μόλις ἠδυνήθησαν λαλῆσαι πρὸς αὐτόν. Μετὰ ταῦτα γὰρ, φησὶν, ἐλάλησαν πρὸς αὐτόν. Ταῦτα δὲ διεβοήθη εἰς τὸν οἶκον Φαραὼ, καὶ ἐχάρη, καὶ πάντες οἱ ἐν τῷ οἴκῳ. Ἐχαροποίησε, φησὶ, πάντας ὁ ἀναγνωρισμὸς τῶν ἀδελφῶν τοῦ Ἰωσήφ. Καὶ εἶπε, φησὶν, ὁ βασιλεὺς τῷ Ἰωσήφ· Εἰπὸν τοῖς ἀδελφοῖς σου· Τοῦτο ποιήσατε· γεμίσατε τὰ φορεῖα ὑμῶν σίτου, καὶ ἀπέλθετε. Καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν ἥκατε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου· σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοὺς ἀμάξας τοῖς παιδίοις καὶ ταῖς γυναιξίν. Ὅρα καὶ τὸν βασιλέα, πῶς ἤδη φροντίζει περὶ τῆς τοῦ Ἰακὼβ ἐπανόδου. Καὶ ἀναλαβόντες, φησὶ, τὸν πατέρα ὑμῶν παραγίνεσθε, καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν. Πάντα γὰρ τὰ ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται. Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ.

Ἔδωκε δὲ Ἰωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰς ἐντολὰς τοῦ βασιλέως· καὶ πᾶσι μὲν ἔδωκε δισσὰς στολὰς, τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοῦς, καὶ πέντε ἐξαλλασσούσας στολὰς, καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν ὁμοίως, καὶ δέκα ὄνους αἴροντας ἀπὸ τῶν ἀγαθῶν Αἰγύπτου, καὶ δέκα ἡμιόνους αἴροντας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς τὴν ὁδόν. Καὶ ταῦτα ἅπαντα δοὺς ἐξαπέστειλε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς· Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ. Ὅρα γνώμην φιλόσοφον. Οὐ μόνον αὐτὸς πᾶσαν αὐτοῖς ἀφῆκε τὴν ὀργὴν, καὶ τῶν ἐγκλημάτων αὐτοὺς ἀπήλλαξεν, ἀλλὰ καὶ αὐτοῖς παραινεῖ, μὴ ὀργίζεσθαι κατὰ τὴν ὁδὸν, μηδὲ ὑπὲρ τῶν γεγενημένων ἀλλήλοις ἐγκαλεῖν. Εἰ γὰρ ἡνίκα εἱστήκεισαν πρώην ἐπὶ τοῦ Ἰωσὴφ, ἔλεγον πρὸς ἑαυτούς· Ναὶ, ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ Ἰωσὴφ, τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν αὐτοῦ τὴν θλίψιν· καὶ ἐπιστὰς ὁ Ῥουβὴν ἔλεγεν· Οὐκ εἶπον ὑμῖν· Μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; πολλῷ μᾶλλον εἰκὸς ἦν αὐτὸν κατεξανίστασθαι αὐτῶν. Καὶ διὰ τοῦτο καταστέλλων αὐτῶν τὸν θυμὸν, καὶ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, φησί· Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ· ἀλλ᾽ ἐννοήσαντες ὅτι οὐδεμίαν ὑμῖν αἰτίαν ἐπήγαγον ὑπὲρ τῶν εἰς ἐμὲ γεγενημένων, καὶ αὐτοὶ πρὸς ἀλλήλους εὐνοϊκῶς διατέθητε.

Τίς ἂν κατ᾽ ἀξίαν τὴν ἀρετὴν τοῦ δικαίου τούτου θαυμάσειεν, ὃς τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν μετὰ πολλῆς τῆς δαψιλείας ἀπεπλήρωσε· καὶ ὅπερ ὁ Χριστὸς παραινεῖ λέγων τοῖς ἀποστόλοις· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, τοῦτο οὗτος καὶ πολλῷ πλέον ἐποίησεν; Οὐδὲ γὰρ μόνον τοσαύτην ἀγάπην ἐπεδείξατο περὶ τοὺς ἀνελόντας αὐτὸν, τό γε εἰς αὐτοὺς ἧκον, ἀλλὰ πάντα ποιεῖ, ὥστε διδάξαι αὐτοὺς, ὅτι οὐδὲ ἥμαρτόν τι εἰς αὐτόν. Ὢ φιλοσοφίας ὑπερβολή! ὢ εὐγνωμοσύνης ἐπίτασις, καὶ τῆς πρὸς Θεὸν ἀγάπης δαψίλεια! Μὴ γὰρ ὑμεῖς, φησὶν, εἰς ἐμὲ ταῦτα διεπράξασθε; Ἡ τοῦ Θεοῦ περὶ ἐμὲ κηδεμονία ταῦτα γενέσθαι συνεχώρησεν, ἵνα καὶ ἐμοὶ τῶν ὀνειράτων τὴν ἔκβασιν παράσχηται, καὶ ὑμῖν ἀρκοῦσα σωτηρίας ὑπόθεσις γένωμαι. Τὸ ἐν θλίψεσιν οὖν, ἢ πειρασμοῖς γενέσθαι, πολλῆς τῆς περὶ ἡμᾶς τοῦ φιλανθρώπου Θεοῦ κηδεμονίας καὶ προνοίας ἐστὶ τεκμήριον.

Μὴ τοίνυν ἐκ παντὸς τρόπου τὴν ἄνεσιν καὶ τὴν ἄδειαν ἐπιζητῶμεν, ἀλλὰ καὶ ἐν ἀνέσει τυγχάνοντες, καὶ ἐν θλίψεσι γινόμενοι, ὁμοίως τὴν εὐχαριστίαν ἀναπέμπωμεν τῷ Δεσπότῃ, ἵνα τὴν εὐγνωμοσύνην θεασάμενος, δαψιλεστέραν τὴν περὶ ἡμᾶς ἐπιδείξηται κηδεμονίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΞΕʹ. Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς τὴν Χαναναίαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ὅτι Ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη Ἰακὼβ τῇ διανοίᾳ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς. αʹ. Εἴδετε ἐκ τῶν χθὲς ἡμῖν εἰρημένων τοῦ Ἰωσὴφ τὴν φιλοσοφίαν καὶ τὴν ἄφατον ἀνεξικακίαν ἣν περὶ τοὺς ἑαυτοῦ ἀδελφοὺς ἐπεδείξατο, οὐ μόνον οὐδεμίαν μνήμην τῶν εἰς αὐτὸν γεγενημένων ποιησάμενος, ἀλλὰ καὶ αὐτοῖς μέλλουσιν ἐπανιέναι πρὸς τὸν πατέρα, τοῦτο αὐτὸ παραινέσας καὶ συμβουλὴν εἰσαγαγὼν, ὥστε μὴ ἀλλήλους αἰτιᾶσθαι ὑπὲρ τῶν εἰς αὐτὸν αὐτοῖς εἰργασμένων, ἀλλὰ πᾶσαν ὀργὴν ἀπελάσαντας μετὰ ὁμονοίας τὴν ὁδοιπορίαν ποιεῖσθαι. Ἀναγκαῖον δὲ λοιπὸν σήμερον τὰ ἑξῆς ἀποπληρῶσαι, ἵνα ἴδωμεν καὶ τὴν τούτων ἐπάνοδον τὴν πρὸς τὸν πατέρα, καὶ τοῦ Ἰακὼβ τὴν εἰς Αἴγυπτον κάθοδον· καὶ ὅπως αὐτὸν ἀναθῆλαι πεποίηκε τὰ κατὰ τὸν Ἰωσὴφ γνωρισθέντα αὐτῷ, καὶ σχεδὸν εἰπεῖν, νέον ἐκ γέροντος αὐτὸν εἰργάσατο.

Τίς γὰρ ἂν δυνηθείη τῷ λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ἐν ᾗ τότε γέγονε, πυθόμενος ζῇν τὸν Ἰωσὴφ, καὶ ἐν τοσαύτῃ περιφανείᾳ τυγχάνειν; Ἴστε γὰρ μάλιστα, ὅτι τὰ ἀπροσδόκητα τῶν ἀγαθῶν πολλὴν ἐπίτασιν τῆς ἡδονῆς ἐνεργάζεσθαι πέφυκεν. Ὃν γὰρ ἐνόμιζε πρὸ τοσούτων ἐτῶν κατάβρωμα τῶν θηρίων γεγενῆσθαι, καὶ μαθὼν πάλιν τὴν ἀρχὴν τῆς Αἰγύπτου πᾶσαν κατέχειν αὐτὸν, πῶς οὐκ ἂν ὑπὸ τοῦ μεγέθους τῆς ἡδονῆς ἐξέστη τῇ διανοίᾳ; Ὅπερ γὰρ ὑπερβάλλουσα ἀθυμία ἐργάζεται, τοῦτο πολλάκις καὶ ἐπιτεταμένη χαρά. Καὶ ἔστιν ἰδεῖν πολλοὺς καὶ δάκρυα προχέοντας ἀπὸ χαρᾶς ὑπερβαλλούσης, ἑτέρους δὲ πολλάκις καὶ ἀποπλήκτους γινομένους, ὅταν ἃ μηδὲ προσεδόκησαν ἴδωσι γεγενημένα, καὶ οὓς τεθνηκέναι νενομίκασιν, ἐξαίφνης ζῶντας θεάσωνται.

Ἀλλ᾽ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, αὐτῶν ἐπακούσωμεν τῶν ἀναγνωσθέντων. Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, ὅτι Υἱός σου ὁ Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη τῇ διανοίᾳ Ἰακώβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς. Ὁρᾷς, ὅπερ ἔλεγον, ὅτι ἄπιστον αὐτῷ ἔδοξεν εἶναι τὸ περὶ τοῦ Ἰωσὴφ, ὡς καὶ τὴν διάνοιαν αὐτοῦ παρασαλευθῆναι, καὶ ἐνόμιζεν ἀπάτην εἶναι τὰ παρὰ τῶν ἀδελφῶν λεγόμενα;

Οἱ γὰρ τότε τὸν χιτῶνα εἰσαγαγόντες τῷ αἵματι τοῦ ἐρίφου μολυνθέντα, καὶ εἰς πίστιν ἀγαγόντες τὸν πατέρα, ὅτι κατάβρωμα θηρίων γέγονε, νῦν φασιν ὅτι ζῇ, καὶ ἄρχει πάσης τῆς Αἰγύπτου. Καὶ ταραττόμενος τὴν διάνοιαν ἐλογίζετο πρὸς ἑαυτὸν, πῶς ἂν ἔχοι τοῦτο λόγον· εἰ γὰρ τὸ πρότερον ἀληθὲς, τοῦτο οὐχ οἷόν τε εἶναι πιστόν· εἰ δὲ τοῦτο πιστὸν καὶ ἀληθὲς, ἐκεῖνο ψεῦδος ἂν εἴη. Ἐτάραττε δὲ αὐτὸν μάλιστα τὸ παρὰ τῶν υἱῶν τὰ πρότερα ἀκηκοέναι, καὶ ἕτερα νῦν παρὰ τῶν αὐτῶν μανθάνειν. Ὁρῶντες τοίνυν τοῦ πατρὸς τὴν ταραχὴν, καὶ βουλόμενοι αὐτὸν εἰς πίστιν ἀγαγεῖν καὶ πληροφορίαν, ὅτι ἀληθῆ τὰ παρ᾽ αὐτῶν λεγόμενα τυγχάνει, Ἐλάλησαν αὐτῷ πάντα τὰ ῥηθέντα παρὰ τοῦ Ἰωσὴφ, καὶ ὅσα εἶπεν αὐτοῖς. Καὶ μετὰ τῶν ῥημάτων καὶ τὰ ἀποσταλέντα προσενέγκαντες, τὰς ἁμάξας καὶ τὰ δῶρα τὰ παρὰ τοῦ Ἰωσὴφ πεμφθέντα, μόλις ἔδοξαν πείθειν τὸν πατέρα, ὅτι οὐκ ἔστι ψεῦδος τὰ παρ᾽ αὐτῶν λεγόμενα. Ὁρῶν γὰρ τὰς ἁμάξας τὰς ἀποσταλείσας, ὥστε καταβῆναι αὐτὸν εἰς Αἴγυπτον, Ἀνεζωπύρησε, φησίν. Ὁ γέρων, ὁ πρεσβύτης, ὁ συγκεκυφὼς, ἀθρόον ἐνέαζε τῇ προθυμίᾳ. Ἀνεζωπύρησε γὰρ, φησί. Τί ἐστιν, Ἀνεζωπύρησε;

Καθάπερ τὸ λυχνιαῖον πῦρ, ἐπειδὰν ἐπιλίπῃ ἡ τοῦ ἐλαίου τροφὴ, καὶ μέλλῃ σβέννυσθαι, εἰ μικρόν τις ἐπιστάξειεν αὐτῷ ἔλαιον, ἀθρόον τὸ σβέννυσθαι μέλλον λαμπρότερον δείκνυσι τὸ φῶς· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ πρεσβύτης οὗτος, μονονουχὶ σβέννυσθαι μέλλων ὑπὸ τῆς ἀθυμίας (Οὐκ ἠθέλησε γὰρ, φησὶ, παρακληθῆναι, λέγων, ὅτι Καταβήσομαι πενθῶν εἰς ᾅδου), μαθὼν πάλιν, ὅτι ζῇ καὶ ὅτι ἄρχει τῆς Αἰγύπτου, καὶ ὁρῶν τὰς ἁμάξας, Ἀνεζωπύρησε, φησὶ, νέος ἐκ γέροντος γέγονεν, ἀπέθετο τῆς ἀθυμίας τὸ νέφος, τὴν ζάλην τῶν λογισμῶν ἀποκρουσάμενος, ἐν γαλήνῃ λοιπὸν ἐτύγχανε, τοῦ Θεοῦ ταῦτα ἅπαντα οἰκονομοῦντος, ὥστε τῶν τοσούτων πόνων τὴν παραμυθίαν εὕρασθαι τὸν δίκαιον, καὶ κοινωνῆσαι τῷ παιδὶ τῆς εὐημερίας· ἄλλως δὲ, ἵνα καὶ τὸ ὄναρ πληρωθῇ, ὅπερ αὐτὸς διέκρινεν, εἰπών· Ἆρά γε ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου, καὶ οἱ ἀδελφοὶ, προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν;

Καὶ πιστεύσας τοῖς εἰρημένοις καὶ τοῖς ὁρωμένοις, Εἶπε, φησὶ, Μεγάλα μοι ἐστὶν, εἰ ἔτι Ἰωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με. Μεγάλα μοι ἐστὶ, καὶ ὑπερβαίνει πάντα λογισμὸν, καὶ ἀποκρύπτει πᾶσαν ἐν ἀνθρώποις εὐφροσύνην, Εἰ ἔτι ὁ υἱός μου ζῇ· πορευθεὶς οὖν ὄψομαι αὐτόν.

Ἐπειχθῶμεν τοίνυν λοιπὸν, ὥστε καὶ τὰ τῆς συντυχίας μοι ὑπάρξαι, πρὶν ἢ ἀποθανεῖν με. Νῦν μὲν γὰρ ἡ ἀκοὴ διανέστησέ μου τὴν διάνοιαν, καὶ τὴν τοῦ γήρως ἀσθένειαν ἐφυγάδευσε, καὶ ἀνέῤῥωσέ μου τὸν λογισμόν.

Εἰ δὲ συντυχία μοι γένοιτο, τελείας ἀπολαύσας τῆς εὐφροσύνης, οὕτω καταλύσω τὸν βίον. Καὶ μηδὲν μελλήσας ὁ δίκαιος ἥπτετο τῆς ὁδοιπορίας, σπεύδων καὶ ἐπειγόμενος τὸν αὐτῷ περιπόθητον ἰδεῖν, καὶ τὸν πρὸ τοσούτων ἐτῶν τεθνηκότα καὶ θηρίων κατάβρωμα γενόμενον, ὡς ἐνόμιζε, θεάσασθαι νῦν βασιλέα τῆς Αἰγύπτου γεγενημένον. Καὶ γενόμενος ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου, εὐχαριστηρίους εὐχὰς ἀναπέμψας τῷ Δεσπότῃ, ἔθυσε, φησὶ, θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.

βʹ. Ταῦτα ἀκούοντες παιδευώμεθα, ὅπερ ἂν μέλλοιμεν διαπράττεσθαι, κἂν πράγματί τινι ἐγχειρήσωμεν, κἂν ἀποδημίας ἁπτώμεθα, πρότερον τὴν διὰ τῆς εὐχῆς θυσίαν ἀναφέρειν τῷ Δεσπότῃ, καὶ τὴν ἐκείνου συμμαχίαν καλοῦντας, οὕτως ἅπτεσθαι τῶν προκειμένων, καὶ μιμεῖσθαι τῶν δικαίων τούτων τὸ φιλόθεον.

Ἔθυσε, φησὶ, θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ· ἵνα μάθῃς ὅτι κατ᾽ ἴχνος τοῦ πατρὸς ἐπορεύετο, καὶ οὕτω τὴν περὶ τὸ Θεῖον θεραπείαν ἐπεδείκνυτο, καθάπερ ὁ Ἰσαάκ. Καὶ ἐπειδὴ τὴν οἰκείαν εὐγνωμοσύνην προλαβὼν διὰ τῆς εὐχαριστίας ἐπεδείξατο, εὐθέως ἐπηκολούθησε καὶ τὰ παρὰ τῆς ἄνωθεν ῥοπῆς. Ἐπειδὴ γὰρ καὶ τὸ διάστημα τῆς ὁδοῦ προορῶν, καὶ πρὸς τὸ γῆρας ἀποβλέπων ἐδεδοίκει, μὴ καὶ πρὸ τῆς συντυχίας ἐπιστὰς ὁ θάνατος ἀποστερήσῃ τῆς τοῦ παιδὸς ὄψεως, εὐχὰς ποιεῖται πρὸς τὸν Δεσπότην ἐπιμετρῆσαι αὐτῷ ζωὴν, ὥστε τελείας ἀπολαῦσαι τῆς ἡδονῆς. Ἀλλ᾽ ὅρα πῶς ὁ ἀγαθὸς Θεὸς πληροφορεῖ τὸν δίκαιον. Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός· Ἰακὼβ, Ἰακώβ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον. Εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ. Ἐγὼ καταβήσομαι μετὰ σοῦ, κἀγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. Ὅρα πῶς ἅπερ ὁ δίκαιος ἐπεθύμει, ταῦτα αὐτῷ ὁ Δεσπότης ὑπισχνεῖται, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Φιλότιμος γὰρ ὢν ὑπερβαίνει τὰς ἡμετέρας αἰτήσεις, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος. Μὴ φοβοῦ, φησὶ, καταβῆναι εἰς Αἴγυπτον. Ἐπειδὴ ἠγωνία πρὸς τὸ μῆκος τῆς ὁδοῦ, διὰ τοῦτό φησι· Μὴ πρὸς τὴν τοῦ γήρως ἀσθένειαν ἀπίδῃς· Εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ· καὶ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον.

Ἐγώ σοι συνέσομαι, καὶ πάντα σοι εὐμαρῆ καταστήσω. Σκόπει συγκατάβασιν ῥημάτων· Καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον. Τί τούτου μακαριστότερον γένοιτ᾽ ἂν, τοῦ τὸν Θεὸν ἔχειν συνοδοιπόρον; Εἶτα ἡ παραμυθία, ἧς μάλιστα ἐδεῖτο ὁ πρεσβύτης· Καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. Ἐκεῖνος ὁ περιπόθητος αὐτός σε περιστελεῖ, καὶ τὰς χεῖρας ἐπιβαλεῖ τοῖς ὀφθαλμοῖς σου. Χαίρων οὖν καὶ πάσης ἀγωνίας ἐκτὸς γεγονὼς, οὕτως ἔχου τῆς ὁδοῦ. Ἐννόει μοι λοιπὸν τὸν δίκαιον μεθ᾽ ὅσης εὐθυμίας ποιεῖται τὴν ὁδοιπορίαν, τοσαύτην ἐκ τῆς τοῦ Θεοῦ ὑποσχέσεως λαβὼν τὴν πληροφορίαν.

Ἀνέστη γὰρ, φησὶν, Ἰακὼβ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἔλαβον πᾶσαν τὴν κτῆσιν αὐτῶν, καὶ ἦλθον εἰς Αἴγυπτον. Ἐν ἑξήκοντα ἓξ ψυχαῖς κατέβη Ἰακὼβ εἰς Αἴγυπτον· καὶ Ἰωσὴφ μετὰ τῶν υἱῶν αὐτοῦ τῶν γενομένων αὐτῷ ἔννατος ἐτύγχανεν ὤν· ὡς εἶναι μετὰ τοῦ Ἰωσὴφ τὰς πάσας ψυχὰς ἑβδομήκοντα πέντε. Τίνος ἕνεκεν τὸν ἀριθμὸν ἡμῖν μετὰ ἀκριβείας ἐπεσημήνατο ἡ θεία Γραφή;

Ἵνα εἰδέναι ἔχωμεν, ὅπως εἰς ἔργον ἔξεισιν ἡ τοῦ Θεοῦ πρόῤῥησις ἡ λέγουσα, ὅτι Εἰς ἔθνος μέγα ποιήσω σε ἐκεῖ. Ἀπὸ γὰρ τούτων τῶν ἑβδομήκοντα πέντε ψυχῶν εἰς ἑξακοσίας χιλιάδας ἐξετάθη τὸ γένος τοῦ Ἰσραήλ. Εἶδες πῶς οὐ μάτην, οὐδὲ εἰκῆ τὸν ἀριθμὸν τῶν κατελθόντων εἰς τὴν Αἴγυπτον ἐδίδαξεν ἡμᾶς, ἀλλ᾽ ἵνα εἰδέναι ἔχωμεν ἐξ ὅσων πόσοι γεγόνασι, καὶ μὴ διαπιστῶμεν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις.

Ὅταν γὰρ ἐννοήσῃς, ὅτι μετὰ τὴν τοῦ Ἰακὼβ τελευτὴν καὶ τοῦ Ἰωσὴφ, τοσαύτῃ μηχανῇ χρησάμενος ὁ τῶν Αἰγυπτίων βασιλεὺς, ὥστε εἰς εὐαριθμήτους αὐτοὺς περιστῆσαι καὶ μὴ ἐκταθῆναι αὐτῶν τὸ πλῆθος, οὐδὲ οὕτως ἴσχυσεν, ἀλλὰ ταύτῃ μᾶλλον ἐπεδίδου καὶ ηὔξετο, θαύμαζε καὶ ἐκπλήττου τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ὅτι οὐχ οἷόν τέ ποτε διαπεσεῖν τὰ αὐτῷ δόξαντα, κἂν μυρία ἕτεροι μηχανῶνται. Ἀλλ᾽ ἴδωμεν τὴν ἀκολουθίαν ἅπασαν, ἵνα μάθωμεν ὅπως τὰ τῆς συντυχίας γέγονε τῷ Ἰακώβ. Ἡνίκα, φησὶν, ἤγγικε τῇ Αἰγύπτῳ, ἀπέστειλε τὸν Ἰούδαν ἔμπροσθεν αὐτοῦ πρὸς τὸν Ἰωσὴφ, ὥστε μηνῦσαι αὐτῷ τοῦ πατρὸς τὴν παρουσίαν. Μαθὼν τοίνυν ὁ Ἰωσὴφ, καὶ ζεύξας τὰ ἅρματα, ἀνέβη εἰς συνάντησιν τῷ πατρὶ αὐτοῦ, καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσε κλαυθμῷ πλείονι.

Τοῦτο ἦν ὅπερ ἐν προοιμίοις ἔλεγον, ὅτι πολλάκις καὶ ἡδονὴ ὑπερβάλλουσα δάκρυα προχέειν παρασκευάζει. Ἐπιπεσὼν, φησὶν, ἐπὶ τὸν τράχηλον αὐτοῦ ἔκλαυσεν· οὐχ ἁπλῶς, ἀλλὰ, Κλαυθμῷ πλείονι. Εὐθέως γὰρ εἰς ἔννοιαν ἐλθὼν, ὧν πέπονθεν αὐτὸς, ὧν ὑπέμεινεν ὁ πατὴρ δι᾽ αὐτὸν, καὶ τοῦ χρόνου τὸ μῆκος λογισάμενος τοῦ μεταξὺ γενομένου, καὶ ὅτι παρὰ πᾶσαν προσδοκίαν καὶ αὐτὸς τὸν πατέρα ἑώρα, καὶ ὁ πατὴρ τὸν παῖδα ἐθεάσατο, πηγὰς ἠφίει δακρύων, ὁμοῦ καὶ τὴν ὑπερβάλλουσαν ἡδονὴν δεικνύμενος, καὶ εὐχαριστῶν τῷ Δεσπότῃ ὑπὲρ τῶν γεγενημένων.

Καὶ εἶπε, φησὶ, πρὸς Ἰωσὴφ, Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. Ἔτι γὰρ σὺ ζῇς. Ἀπήλαυσα, φησὶν, ὧν ἐπεθύμουν· ἐπέτυχον, οὗ οὐδέποτε προσεδόκησα· ὑπῆρξέ μοι τὰ μηδέποτε ἐλπισθέντα· τὸ λοιπὸν ἀρκοῦμαι τῇ ζωῇ.

Εἶδον γὰρ ὃν ἐπεπόθουν, καὶ ἀρκεῖ μοι πρὸς πᾶσαν εὐφροσύνην τὸ θεάσασθαι, ὅτι ἔτι σὺ ζῇς, ὁ πάλαι νομισθεὶς τεθνηκέναι καὶ θηρίων κατάβρωμα γεγενῆσθαι. Πατρικὴ ἡ φωνὴ, καὶ φιλοστοργίας γέμουσα, καὶ ἱκανὴ τὴν διάθεσιν τὴν ἐναποκειμένην τῇ ψυχῇ κατάδηλον ποιῆσαι. Εἶπε δὲ, φησὶν, Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἀναβὰς ἀπαγγελῶ τῷ Φαραὼ, καὶ ἐρῶ αὐτῷ· Οἱ ἀδελφοί μου ἥκασιν· οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες. Ἄνδρες κτηνοτρόφοι εἰσὶ, καὶ τὰ κτήνη καὶ τοὺς βόας αὐτῶν ἀγηόχασιν.

Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ, καὶ εἴπῃ, Τί τὸ ἔργον ὑμῶν; εἴπατε, ὅτι Κτηνοτρόφοι ἐσμέν. Βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων. γʹ. Ὅρα σύνεσιν, οἵαν συμβουλὴν πρὸς αὐτοὺς ποιεῖται, οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα εἰσηγούμενος, ἀλλ᾽ ὁμοῦ βουλόμενος καὶ ἐν πλείονι ἀδείᾳ αὐτοὺς καταστῆσαι, καὶ μὴ συγχωρεῖν συναναμίγνυσθαι τοῖς Αἰγυπτίοις. Ἐπειδὴ γὰρ ἐκεῖνοι ἐβδελύττοντο καὶ ἐξευτέλιζον τοὺς τὴν ποιμαντικὴν ἠσκηκότας, ἅτε δὴ αὐτοὶ περὶ τὴν σοφίαν τὴν Αἰγυπτιακὴν ἐσχολακότες, διὰ τοῦτο παραινεῖ τὸ ἐπιτήδευμα αὐτῶν προβαλέσθαι, ἵνα μετὰ προφάσεως εὐλόγου τὴν καλλιστεύουσαν αὐτοῖς γῆν ἀφορίσας παρασκευάσῃ μετὰ πολλῆς διάγειν τῆς ἀδείας. Καὶ παραλαβὼν πέντε τῶν ἀδελφῶν αὐτοῦ εἰσήγαγεν αὐτοὺς πρὸς Φαραώ.

Καὶ ἐπηρώτησεν αὐτούς· Τί τὸ ἔργον ὑμῶν; Καὶ εἶπαν· Κτηνοτρόφοι ἐσμέν. Νῦν οὖν κατοικήσομεν ἐν γῇ Γεσέμ. Εἶπε δὲ Φαραώ· Κατοικείτωσαν. Εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν.

Καθάπερ συνεβούλευσεν ὁ Ἰωσὴφ, τὴν ἀπόκρισιν ποιησάμενοι οἱ ἀδελφοὶ τῷ Φαραὼ, ἐπετράπησαν κατοικεῖν τὴν Γεσέμ. Ἀλλὰ τὴν περὶ τὸν Ἰωσὴφ δεικνὺς ὁ Φαραὼ εὔνοιαν, φησίν· Εἰ οἶδάς τινας ἐν αὐτοῖς δυνατοὺς, καὶ τῶν ἐμῶν κτηνῶν ἄρχοντας κατάστησον.

Εἰσήγαγε δὲ καὶ τὸν πατέρα πρὸς τὸν Φαραώ. Καὶ εἶπε Φαραὼ τῷ Ἰακώβ· Πόσα ἔτη τῶν ἡμερῶν τῆς ζωῆς σου; Ἐπειδὴ εἶδε τὸν πρεσβύτην ἐν βαθυτάτῃ πολιᾷ τυγχάνοντα, πυνθάνεται τῶν ἐτῶν τὸν ἀριθμόν. Καί φησιν ὁ Ἰακώβ· Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ. Ὅρα πῶς ἕκαστος τῶν δικαίων, ὡς ἐν ξένῃ διάγων, ἐν τῷ βίῳ τούτῳ, οὕτω διέκειτο Ἀκούσῃ γὰρ καὶ τοῦ Δαυῒδ μετὰ ταῦτα λέγοντος· Ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος· καὶ οὗτός φησιν· Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε περὶ τῶν δικαίων τούτων, ὅτι ὡμολόγουν, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Αἱ ἡμέραι, φησὶ, τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη, μικραὶ καὶ πονηραὶ γεγόνασι, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου. Ἃς ἡμέρας παρῴκησα, φησὶ, μικραὶ καὶ πονηραὶ γεγόνασιν. Αἰνίττεται ἐνταῦθα τὰ ἔτη τῆς δουλείας, ἧς ὑπέμεινε παρὰ τῷ Λάβαν, διὰ τὴν φυγὴν, ἣν διὰ τὸν ἀδελφὸν ἐποιήσατο· εἶτα μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον τὸ πένθος τὸ ἐν τοσούτῳ χρόνῳ, ὃ ἔσχε διά τε τὸν τοῦ Ἰωσὴφ θάνατον, καὶ τὰς ἄλλας τὰς ἐν τῷ μέσῳ ταλαιπωρίας. Πόσον γὰρ οἴει τὸν φόβον αὐτὸν ἐσχηκέναι, ἡνίκα διὰ τὴν ἀδελφὴν οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευῒ αὔτανδρον πόλιν ἀνεῖλον, καὶ πάντας τοὺς ἐν Σηκίμοις αἰχμαλώτους ἔλαβον;

Ἔλεγε γὰρ καὶ τότε, δεικνὺς τὴν ἀγωνίαν ἐν ᾗ κατέστη· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι ἐν τοῖς κατοικοῦσι τὴν γῆν. Ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ. Καὶ συναχθέντες ἐπ᾽ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγώ τε καὶ ὁ οἶκός μου. Διὰ τοῦτό φησι· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου. Καὶ κατῴκισεν Ἰωσὴφ τὸν πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτου, ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ῥαμεσσῆ, καθὰ προσέταξε Φαραώ. Καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα. Τοῦτο ἦν ὅπερ ἔλεγε τοῖς ἀδελφοῖς, ὅτι Ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὥστε ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς· καὶ, ὅτι Εἰς ζωὴν ἐξαπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Ἐσιτομέτρει, φησὶν, αὐτοῖς κατὰ σῶμα.

Τί ἐστι, Κατὰ σῶμα; Τὸ ἀρκοῦν ἑκάστῳ. Ἔθος γὰρ τῇ Γραφῇ ποτὲ μὲν ἀπὸ τῆς ψυχῆς τὸν πάντα ἄνθρωπον καλεῖν, ποτὲ δὲ ἀπὸ τοῦ σώματος. Καὶ καθάπερ ἀνωτέρω ἔλεγεν, Ἐν ἑβδομήκοντα πέντε ψυχαῖς κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, ἵνα εἴπῃ ἑβδομήκοντα πέντε ἄνδρας καὶ γυναῖκας· οὕτω καὶ ἐνταῦθα, Κατὰ σῶμα, ἀντὶ τοῦ, καθ᾽ ἕκαστον ἄνθρωπον.

Καὶ πάσης τῆς Αἰγύπτου καὶ Χαναὰν λιμῷ διαφθειρομένης, οὗτοι ἐν εὐετηρίᾳ ἐτύγχανον, καθάπερ ἐκ πηγῶν ἔχοντες ἐπιῤῥέοντα τὸν σῖτον. Σῖτος γὰρ, φησὶν, οὐκ ἦν ἐν πάσῃ τῇ γῇ. Ἐνίσχυσε γὰρ ὁ λιμὸς σφόδρα. Ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ.

δʹ. Ὅρα τοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν, ὅπως πρὸ τῆς ἐπιτάσεως τοῦ λιμοῦ τὸν δίκαιον εἰς τὴν Αἴγυπτον κατήγαγεν, ἵνα μηδεμίαν αἴσθησιν λάβῃ τῆς στενοχωρίας τῆς μελλούσης καταλαμβάνειν τὴν Χαναάν. Καὶ πάντων ἐκεῖ κατατρεχόντων, Συνήγαγε, φησὶν, Ἰωσὴφ ἅπαν τὸ ἀργύριον τῶν τε ἐν Αἰγύπτῳ καὶ τῶν ἐν τῇ Χαναὰν, καὶ οὕτω τὸν σῖτον αὐτοῖς ἐχορήγει. Καὶ ἐξέλιπε λοιπὸν τὸ ἀργύριον.

Εἰσήγαγε γὰρ ἅπαν εἰς τὸν οἶκον Φαραώ. Ἐλθόντες δὲ πάντες οἱ Αἰγύπτιοι ἔλεγον· Δὸς ἡμῖν ἄρτους· καὶ ἵνα τί ἀποθνήσκομεν ἐναντίον σου; Ἐξέλιπε γὰρ τὸ ἀργύριον. Οὐκ ἔτι. φησὶν, ἔχομεν ἀργύρια, ὥστε ὠνήσασθαι, καὶ διὰ τοῦτο ὑπὸ τοῦ λιμοῦ ἀπολλύμεθα. Μὴ τοίνυν περιίδῃς ἡμᾶς ὑπὸ τοῦ θανάτου πολιορκουμένους, ἀλλὰ παράσχου ἡμῖν ἄρτους, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν. Εἶπε δὲ αὐτοῖς Ἰωσήφ· Φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους. Εἰ γὰρ μὴ εὐπορεῖτε, φησὶν, ἀργυρίου, δέχομαι τὰ κτήνη. Εἰ ἐξέλιπε τὸ ἀργύριον, τὰ θρέμματα ὑμῶν κομίσατε, καὶ λήψεσθε ἄρτους. Ἤγαγον δὲ τὰ κτήνη, καὶ ἔδωκεν αὐτοῖς ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν καὶ τῶν ὄνων, καὶ ἐξέθρεψεν αὐτοὺς ἀντὶ τῶν κτηνῶν αὐτῶν. Ἦλθον δὲ πρὸς αὐτὸν καὶ τῷ ἔτει τῷ δευτέρῳ, καὶ εἶπον αὐτῷ· Μήποτε ἐκτριβῶμεν, μήτε ἀργυρίου εὐποροῦντες, μήτε κτηνῶν· πάντα γὰρ πρὸς σὲ τὸν κύριον ἡμῶν ἐστιν. Οὐδὲν οὖν ἡμῖν ἕτερον ὑπολέλειπται, ἢ τὸ ἴδιον σῶμα, καὶ ἡ γῆ ἡμῶν. Ἵνα οὖν μὴ ἀποθάνωμεν, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ τῶν ἄρτων, καὶ ἐσόμεθα καὶ ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φαραώ.

Δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν, καὶ μὴ ἀποθάνωμεν, καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται. Ἑαυτοὺς κατεδουλώσαντο, καὶ τὴν γῆν ἀπέδοντο, ὥστε δυνηθῆναι διατραφῆναι· τοσαύτη τοῦ λιμοῦ γέγονεν ἡ ἀνάγκη. Καὶ ἐκτήσατο Ἰωσὴφ τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ. Ἀπέδοντο γὰρ αὐτὴν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ. Καὶ ἐγένετο ἡ γῆ τῷ Φαραώ. Καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ᾽ ἄκρων ὁρίων Αἰγύπτου ἕως ἄκρων, χωρὶς τῆς γῆς τῶν ἱερέων. Ἐκείνοις γὰρ ἔδωκε Φαραὼ βρώματα, καὶ ἤσθιον· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν. Ὅρα πόση ἡ σύνεσις καὶ σοφία τοῦ Ἰωσὴφ γέγονεν. Οὔτε τοῦ λιμοῦ συνεχώρησεν αἴσθησιν αὐτοῖς γενέσθαι, καὶ πᾶσαν τὴν γῆν τῷ Φαραὼ προσεκτήσατο μετὰ τοῦ καὶ τοὺς Αἰγυπτίους ἅπαντας καταδουλώσασθαι. Ἀλλὰ σκόπει μοι ἐνταῦθα πάλιν τὴν ὑπερβάλλουσαν αὐτοῦ κηδεμονίαν, ἣν περὶ αὐτοὺς ἐπιδείκνυται. Εἶπε γὰρ τοῖς Αἰγυπτίοις· Ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραώ. Λάβετε οὖν ἑαυτοῖς σπέρματα, καὶ σπείρατε τὴν γῆν· καὶ ἐὰν ἔσται τὰ γεννήματα αὐτῆς, δώσετε τὸ πέμπτον μέρος τῷ Φαραώ· τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ, καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσι τοῖς οἴκοις ὑμῶν. Πολλὴ ἡ φιλοτιμία, πολλὴ ἡ πρόνοια, ἄφατος ἡ κηδεμονία. Διὸ κἀκεῖνοι αἴσθησιν λαβόντες τῆς εὐεργεσίας, φασί· Σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν· καὶ ἐσόμεθα παῖδες τῷ Φαραώ.

Εἶδες φιλοτιμίαν, Ἐπειδὴ ἑώρα αὐτοὺς κατειργασμένους ὑπὸ τῆς ἐνδείας, λογιζόμενος ὅσον μέλλουσιν ὑπομένειν κάματον γεωργοῦντες καὶ ταλαιπωρούμενοι, φησί· Τὸ μὲν σπέρμα ὑμῖν ἐγὼ χορηγήσω, ὑμεῖς δὲ τὴν ἐπιμέλειαν τὴν ἄλλην ἅπασαν ἐπιδείκνυσθε. Καὶ ἐὰν γένηται τὰ γεννήματα, δώσετε μέρος ἕν· τὰ δὲ τέσσαρα ὑμῖν ἔσται, καὶ μισθὸς τῶν πόνων, καὶ πρὸς διατροφὴν αὐτάρκεια.

Καὶ τοῦτο δὲ ἔθετο αὐτοῖς τὸ πρόσταγμα Ἰωσὴφ, ὥστε ἀποπεμπτοῦν τῷ Φαραὼ, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνης. Ἀκουέτωσαν οἱ νῦν, ὅσην τοῖς ἱερεῦσι τῶν εἰδώλων προνομίαν παρεῖχον τὸ παλαιόν· καὶ παιδευέσθωσαν κἂν γοῦν τὴν ἴσην παρέχειν τιμὴν τοῖς τοῦ τῶν ὅλων Θεοῦ τὴν λειτουργίαν ἐγκεχειρισμένοις. Εἰ γὰρ ἐκεῖνοι πλανώμενοι, καὶ τὴν περὶ τὰ εἴδωλα θεραπείαν ἐπιδεικνύμενοι, ὅτι ἐνόμιζον διὰ τούτου μάλιστα πλείονα τὴν ἀμοιβὴν ἀπονέμειν τοῖς εἰδώλοις, τοσαύτης ἠξίουν τιμῆς τοὺς τούτων θεραπευτὰς, πόσης οὐκ ἂν εἶεν καταγνώσεως ἄξιοι οἱ νῦν τὴν εἰς τούτους θεραπείαν παρατεμνόμενοι; Ἢ οὐκ ἴστε, ὅτι εἰς τὸν τῶν ὅλων Δεσπότην ἡ τιμὴ διαβαίνει; Μὴ τοίνυν πρὸς τὸν τὴν τιμὴν δεχόμενον ἀφόρα. Οὐ γὰρ διὰ τοῦτον ὀφείλεις ποιεῖν τὰ παρὰ σαυτοῦ, ἀλλὰ δι᾽ ἐκεῖνον, ᾧ ἱερᾶται, ἵνα καὶ παρ᾽ ἐκείνου τὰς ἀμοιβὰς μετὰ δαψιλείας κομίσῃ. Διὰ τοῦτο καὶ ἔλεγεν, Ὁ ποιήσας ἑνὶ τούτων, ἐμοὶ ἐποίησε· καὶ, Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Μὴ γὰρ ἀπὸ τῆς ἀξίας, ἢ ἀπὸ τῆς εὐτελείας τῶν θεραπευομένων τὰς ἀμοιβάς σοι παρέχει ὁ Δεσπότης; Ἀπὸ τῆς προθυμίας τῆς σῆς ἢ στεφανοῖ, ἢ κατακρίνει. Καὶ ὥσπερ ἡ τιμὴ ἡ δι᾽ αὐτῶν γινομένη πολλὴν προξενεῖ τὴν παῤῥησίαν (οἰκειοῦται γὰρ τὰ εἰς τοὺς αὐτοῦ θεράποντας γινόμενα), οὕτω καὶ ἡ ὑπεροψία ἡ εἰς τούτους πολλὴν οἴσει τὴν ἄνωθεν δίκην.

Ὥσπερ γὰρ τὰ τῆς τιμῆς οἰκειοῦται, οὕτω καὶ τὰ τῆς καταφρονήσεως· ὅπερ εἰδότες, μηδέποτε ἀμελῶμεν τῆς θεραπείας τῶν τοῦ Θεοῦ ἱερέων. Καὶ ταῦτα λέγω, οὐχὶ ἐκείνων τοσοῦτον ἀντεχόμενος, ὅσον τῆς ὑμετέρας ἀγάπης, καὶ βουλόμενος ὑμᾶς διὰ πάντων κερδαίνειν. Τί γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις παρὰ τοῦ Δεσπότου; πόσην θεραπείαν εἰσάγεις; Ἀλλ᾽ ὅμως καὶ ὑπὲρ ἐκείνης τῆς εὐτελοῦς καὶ ἐν τῷ παρόντι βίῳ συγκαταλυομένης ἀθανάτους κομίσῃ ἀμοιβὰς, καὶ τὰ ἀπόῤῥητα ἀγαθά.

εʹ. Ἅπερ λογιζόμενοι, ἐπιτρέχωμεν ταῖς τοιαύταις διακονίαις, μὴ τὴν δαπάνην λογιζόμενοι, ἀλλὰ τὸ κέρδος καὶ τὴν πρόσοδον τὴν ἐντεῦθεν τικτομένην. Εἰ γὰρ ἀνθρώπῳ τινὶ τῶν ὑπερεχόντων ἐν ἀξιώμασι βιωτικοῖς οἰκειούμενόν τινα θεασοίμεθα, πᾶσαν θεραπείαν εἰς αὐτὸν ἐπιδείκνυσθαι σπουδάζομεν, ἐννοοῦντες ὅτι τὰ εἰς ἐκεῖνον γινόμενα εἰς τὸν προστάτην διαβήσεται τὸν αὐτοῦ, καὶ ὅτι ἐκεῖνος γνωρίσας ἐκείνῳ, ὃν προστάτην ἐπιγράφεται, πλείονος ἡμῖν ἀπολαῦσαι παρασκευάσει τῆς παρ᾽ αὐτοῦ εὐνοίας· πολλῷ μᾶλλον ἐπὶ τοῦ Δεσπότου τῶν ὅλων τοῦτο ἔσται. Εἰ γὰρ, καὶ ἐπὶ τῶν τυχόντων καὶ ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένων εἰ ἐπεδείξατό τίς τινα φιλοφροσύνην καὶ συμπάθειαν, οἰκειούμενος τὰ γενόμενα ὁ Δεσπότης ἐπαγγέλλεται εἰς τὴν βασιλείαν εἰσάγειν τοὺς ἀγαθόν τι εἰς ἐκείνους εἰργασμένους, καὶ ἐρεῖν· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· πολλῷ μᾶλλον τοὺς διὰ τὸν Θεὸν θλιβομένους, καὶ ἱερωσύνῃ τετιμημένους εἰ θεραπεύσειέ τις, οὐ τῆς τοσαύτης ἀπολαύσεται τῆς ἀμοιβῆς, ἀλλὰ πολυπλασίονος, τοῦ φιλανθρώπου Θεοῦ ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος ἀεὶ τὰ παρ᾽ ἡμῶν γινόμενα.

Μὴ τοίνυν γινώμεθα χείρους τῶν ἀπίστων, τῶν διὰ τὴν περὶ τὰ εἴδωλα πλάνην ἔτι καὶ τοσαύτην θεραπείαν ἐπιδεικνυμένων περὶ τοὺς τούτων θεραπευτάς· ἀλλ᾽ ὅση ἡ διαφορὰ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν, καὶ τῶν ἐκείνων ἱερέων πρὸς τοὺς τοῦ Θεοῦ ἱερεῖς, τοσαύτην διαφορὰν καὶ περὶ τὴν τιμὴν ἐπιδειξώμεθα, ἵνα πολυπλασίους τὰς ἄνωθεν ἀμοιβὰς κομίσασθαι δυνηθῶμεν. Κατῴκησε δὲ, φησὶν, Ἰακὼβ ἐν Αἰγύπτῳ, καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα. Αὕτη γὰρ ἦν καὶ τοῦ Θεοῦ ἡ ὑπόσχεσις πρὸς αὐτὸν γεγενημένη, ὅτι Ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐπέζησεν Ἰακὼβ δεκαεπτὰ ἔτη. Καὶ ἐγένοντο αἱ ἡμέραι Ἰακὼβ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη. Διὰ τοῦτο τῆς ζωῆς αὐτῷ τὸν χρόνον τοῦτον ἐπεμέτρησεν ὁ Θεὸς, ἵνα τῆς ταλαιπωρίας, ἧς ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς ὑπέμεινεν, ἀρκοῦσαν παραμυθίαν κομισάμενος, οὕτω τὸν βίον καταλύσῃ.

Ἀλλ᾽ εἰ βούλεσθε, ἵνα μὴ τῷ πλήθει τῶν εἰρημένων καταχώσωμεν ὑμῶν τὴν μνήμην, τὰ λειπόμενα εἰς τὴν ἑξῆς ταμιευσάμενοι, ἐνταῦθα καταπαύσομεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, ὥστε μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ τὴν μνήμην διηνεκῆ τούτων κεκτῆσθαι, καὶ ταῦτα διηνεκῶς στρέφειν ἐπὶ τῆς διανοίας, καὶ λογίζεσθαι τὴν ὑπομονὴν, ἣν οἱ δίκαιοι οὗτοι ὑπέμενον, τὴν μακροθυμίαν, τὴν πίστιν, ἣν ἐπεδείκνυντο περὶ τὰς τοῦ Θεοῦ ὑποσχέσεις, οὐ παρασαλευόμενοι τὸν λογισμὸν διὰ τὰ μετὰ τὴν ὑπόσχεσιν συμπίπτοντα· ἀλλὰ θαῤῥοῦντες τῇ τοῦ ἐπαγγειλαμένου δυνάμει, οὕτως ἅπαντα πράως ἔφερον, καὶ διὰ τούτων εὐδοκίμουν.

Ἰδοὺ γὰρ καὶ ὁ δίκαιος οὗτος μετὰ τὸ ἐν ἔτεσι τοσούτοις πενθῆσαι τὸν Ἰωσὴφ ὡς ἀποτεθνηκότα, εἶδεν αὐτὸν τὴν βασιλείαν τῆς Αἰγύπτου κατέχοντα· καὶ ὁ θαυμάσιος Ἰωσὴφ μετὰ τὴν δουλείαν, μετὰ τὸ δεσμωτήριον, μετὰ τὰ ἄλλα πάντα, ἅπερ ὑπέμεινε, τὴν ἀρχὴν ἅπασαν ἐδέχετο τῆς χώρας. Καὶ εἰ βουλοίμεθα ἐπιέναι πάσας τὰς ἐν τῇ Γραφῇ κειμένας ἱστορίας, εὑρήσομεν τοὺς ἐπ᾽ ἀρετῇ ἅπαντας διὰ πειρασμῶν ὁδεύσαντας, καὶ οὕτω δυνηθέντας πολλὴν τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπήν. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς τῆς εὐνοίας ἀξιωθῆναι τῆς παρὰ τοῦ Θεοῦ, μὴ ἀσχάλλωμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν πρὸς τὰ ἐπιόντα· ἀλλὰ μᾶλλον χαίρωμεν καὶ εὐφραινώμεθα τῇ πίστει νευρούμενοι, εἰδότες ὅτι ταύτῃ μάλιστα πολλῆς ἀπολαυσόμεθα τῆς προνοίας, εἰ μετ᾽ εὐχαριστίας ἅπαντα φέρειν μελετήσωμεν.

Γένοιτο δὲ πάντας ἡμᾶς καὶ τὸν παρόντα βίον ἐν ἀρετῇ διάγοντας τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.