Ἐπεὶ οὖν ἐπέταξεν, ἅπερ ἐβούλετο, τῷ παιδὶ, μετ᾽ οὐ πολὺ, φησὶ, μαθὼν Ἰωσὴφ, ὅτι ἐνοχλεῖται ὁ πατὴρ αὐτοῦ, ὅτι ἐπὶ θύραις ἐστὶ τοῦ θανάτου, ὅτι ἤγγισαν τῆς τελευτῆς αἱ ἡμέραι, Λαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, ἦλθε πρὸς Ἰακώβ. Ἀπηγγέλη δὲ τοῦτο τῷ Ἰακὼβ, καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Ὅρα πῶς ἡ περὶ τὸν παῖδα φιλοστοργία τὸν πρεσβύτην ἐνεύρου, καὶ ἡ προθυμία ἐνίκα τὴν ἀσθένειαν. Ἀκούσας γὰρ αὐτοῦ τὴν παρουσίαν, φησὶν, Ἐκάθισεν ἐπὶ τὴν κλίνην. Καὶ ἰδὼν αὐτὸν, τὴν πατρικὴν φιλοστοργίαν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπειδὴ ἔμελλε τελευτᾷν, τῇ εὐλογίᾳ τῇ αὐτοῦ τειχίζει τοὺς παῖδας, μεγίστην αὐτοῖς ταύτην περιουσίαν καταλιμπάνων, καὶ πλοῦτον μηδέποτε δαπανηθῆναι δυνάμενον. Καὶ ὅρα πῶς ἄρχεται· Πρῶτον διηγεῖται τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην εἰς αὐτὸν εὔνοιαν, καὶ τότε τὰς εἰς τοὺς παῖδας εὐλογίας ποιεῖται, καί φησιν· Ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν, καὶ εὐλόγησέ με, καὶ εἶπέ μοι· Ἐγὼ αὐξανῶ σε, καὶ πληθυνῶ σε, καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. Ἐπήγγελταί μοι, φησὶν, ὁ Θεὸς, ἡνίκα ἐν Λουζᾷ ὤφθη μοι, τοσοῦτον πληθῦναί μοι τὸ σπέρμα, ὡς συναγωγὰς ἐθνῶν γενέσθαι ἐξ αὐτοῦ, καὶ τὴν γῆν δὲ ταύτην ἐμοὶ καὶ τῷ σπέρματί μου δώσειν ὑπέσχετο.