Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΞΣΤ΄-ΞΖ΄: Οι προφητικές ευλογίες, το τέλος του Ιακώβ και του Ιωσήφ

Οι τελευταίες ημέρες του Ιακώβ, η προφητική ευλογία των υιών του και του Εφραίμ και Μανασσή, η κοίμησή του, και ο θάνατος του Ιωσήφ με την εντολή για την ανακομιδή των οστών του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 17 από 17

ΟΜΙΛΙΑ Ξϛʹ. Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ᾽ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. Ὁ δὲ εἶπεν· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου. Εἶπε δέ· Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. αʹ. Φέρε καὶ σήμερον τὸ τέλος ἐπιθῶμεν τῇ κατὰ τὸν Ἰακὼβ διηγήσει, καὶ ἴδωμεν τίνα ἐστὶν, ἃ μέλλων καταλύειν τὸν βίον διατάττεται. Ἀλλὰ μηδεὶς πρὸς τὴν νῦν τῶν πραγμάτων κατάστασιν ἀφορῶν ταῦτα ἀπαιτείτω παρὰ τῶν τότε δικαίων, ἅπερ νῦν τοὺς πιστοὺς φιλοσοφεῖν προσῆκεν· ἀλλὰ πρὸς τοὺς καιροὺς καὶ τὰ πράγματα κρινέτω. Ταῦτα δὲ ἐπίτηδες ἐπροοιμιασάμην διὰ τὰ μέλλοντα ὑπὸ τοῦ πατριάρχου τῷ Ἰωσὴφ λέγεσθαι. Τίνα δέ ἐστιν, ἀκούσωμεν· Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀποθανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ᾽ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν.

Ὁ δὲ εἶπε· Ποιήσω κατὰ τὸ ῥῆμά σου. Εἶπε δέ· Ὄμοσόν μοι.

Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πολλοὶ τῶν μικροψύχων, ἐπειδὰν παραινῶμεν αὐτοῖς μὴ πολὺν ποιεῖσθαι λόγον περὶ ταφῆς, μηδὲ περισπούδαστον πρᾶγμα ἡγεῖσθαι τὸ ἀπὸ τῆς ἀλλοτρίας ἐπὶ τὴν οἰκείαν πατρίδα τῶν τετελευτηκότων τὰ λείψανα ἐπανάγειν, ταύτην ἡμῖν προβάλλονται τὴν ἱστορίαν, φάσκοντες, καὶ τὸν πατριάρχην τοσαύτην ὑπὲρ τούτου πεποιῆσθαι τὴν φροντίδα. Ἀλλὰ πρῶτον μὲν, ὅπερ ἔφθην εἰπὼν, τοῦτο δεῖ λογίζεσθαι, ὅτι οὐ τοσαύτην τότε τὴν φιλοσοφίαν ἀπῃτοῦντος, ὅσην οἱ νῦν· ἔπειτα ὅτι καὶ τοῦτο αὐτὸ οὐχ ἁπλῶς ὁ δίκαιος ἐβουλήθη γενέσθαι, ἀλλ᾽ ἐλπίδας αὐτοῖς χρηστὰς ὑποφαίνων, ὡς καὶ αὐτοὶ ὀψέ ποτε ἐπανήξουσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Καὶ ὅτι ταύτης ἕνεκεν τῆς αἰτίας τοῦτο διετάξατο, φανερώτερον ἡμᾶς διδάσκει ὁ τούτου παῖς φάσκων. Ἐπισκοπῇ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν. Ὅτι γὰρ τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὰ μέλλοντα ἐφαντάζοντο, ἄκουε αὐτοῦ ἤδη κοίμησιν τὸν θάνατον λέγοντος· φησὶ γάρ· Κοιμηθήσομαι μετὰ τῶν πατέρων μου. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Πῶς; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς.

Μηδεὶς τοίνυν νομιζέτω μικροψυχίας εἶναι τὴν διάταξιν, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ προορᾷν τὴν μέλλουσαν αὐτῶν ἔσεσθαι ἐπάνοδον, πάσης αἰτίας ἀπολυέτω τὸν δίκαιον. Νῦν μὲν γὰρ, ἐπειδὴ τὰ τῆς φιλοσοφίας ἐπετάθη μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, εἰκότως ἄν τις μέμψαιτο τῷ τὰ τοιαῦτα ἐπισκήπτοντι.

Καὶ μὴ ταλανιζέτω τὸν ἐπ᾽ ἀλλοτρίας τὸν βίον καταλύσαντα, μηδὲ τὸν ἐπ᾽ ἐρημίας τῆς παρούσης ζωῆς μεθιστάμενον. Οὐδὲ γὰρ ὁ τοιοῦτος ταλανισμοῦ ἄξιος, ἀλλ᾽ ὁ ἐν ἁμαρτίαις τεθνηκὼς, κἂν ἐπὶ τῆς κλίνης, κἂν ἐπὶ τῆς οἰκίας, κἂν τῶν ἐπιτηδείων παρόντων τὸν βίον καταλύσῃ. Καὶ μή μοι τὰ ψυχρὰ ἐκεῖνα ῥήματα καὶ γέλωτος γέμοντα καὶ ἀνοίας μεστὰ λεγέτω τις· Ὁ δεῖνα κυνὸς ἀτιμότερον τετελεύτηκεν, οὐδενὸς τῶν γνωρίμων αὐτῷ παρόντος, οὐδὲ τὰ τῆς ταφῆς αὐτῷ παρασχεῖν δυνηθέντος, ἀλλ᾽ ἐξ ἐράνου καὶ πολλῶν τινων συνεισενεγκόντων, οὕτω τὰ πρὸς τὴν κηδείαν αὐτῷ παρεσχέθη. Οὐ τοῦτό ἐστιν, ἄνθρωπε, κυνὸς ἀτιμότερον τετελευτηκέναι. Τί γὰρ ὁ τοιοῦτος παρεβλάβη; Μόνον εἰ τὸ τῆς ἀρετῆς ἔνδυμα μὴ εἶχε περιστέλλον αὐτόν. Ὅτι γὰρ οὐδὲν τοῦτο λυμαίνεται τὸν ἐνάρετον, μάνθανε ὅτι οἱ πλείους τῶν δικαίων, τῶν προφητῶν λέγω καὶ τῶν ἀποστόλων, πλὴν ὀλίγων, οὐδὲ ἴσμεν ὅπου κατετέθησαν. Οἱ μὲν γὰρ τὴν κεφαλὴν ἀπετμήθησαν, οἱ δὲ καταλευσθέντες οὕτω τοῦ βίου μετέστησαν, καὶ ἕτεροι μυρίαις καὶ διαφόροις τιμωρίαις αὑτοὺς ἐκδόντες διὰ τὴν εὐσέβειαν, πάντες ὑπὲρ Χριστοῦ ἐμαρτύρησαν· καὶ οὐδεὶς ἂν τολμήσειε περὶ τῶν τοιούτων εἰπεῖν, ὅτι ἄτιμος αὐτῶν γέγονεν ὁ θάνατος, ἀλλὰ ἀκολουθήσει τῇ θείᾳ Γραφῇ λεγούσῃ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Καὶ ὥσπερ τὸν τῶν ὁσίων θάνατον τίμιον ἐκάλεσεν, οὕτως ἄκουε καὶ τὸν τῶν ἁμαρτωλῶν πονηρὸν καλοῦντος τὸν θάνατον. Θάνατος γὰρ, φησὶν, ἁμαρτωλῶν πονηρός. Ὥστε κἂν ἐπὶ τῆς οἰκίας τις καταλύσῃ τὸν βίον, καὶ γυναικὸς καὶ παιδίων παρόντων, καὶ ἐπιτηδείων καὶ γνωρίμων παρεστώτων, ἀρετῆς δὲ ἔρημος τυγχάνῃ, πονηρὸς ἂν εἴη ὁ τούτου θάνατος. Οὕτω κἂν ἐπ᾽ ἀλλοτρίας, κἂν ἐπὶ τοῦ ἐδάφους κείμενος· καὶ τί λέγω ἐπ᾽ ἀλλοτρίας, καὶ τοῦ ἐδάφους; κἂν λῃσταῖς περιπέσῃ, κἂν θηρίων κατάβρωμα γένηται ὁ τὴν ἀρετὴν κεκτημένος, τίμιος ἂν εἴη ὁ θάνατος τούτου. Εἰπὲ γάρ μοι, ὁ τοῦ Ζαχαρίου παῖς οὐ τὴν κεφαλὴν ἀπετμήθη; Στέφανος δὲ ὁ πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀναδησάμενος, οὐχὶ καταλευσθεὶς οὕτω τὸν βίον κατέλυσε;

Παῦλος δὲ καὶ Πέτρος οὐχὶ ὃς μὲν ἀποτμηθεὶς, ὃς δὲ ἀπ᾽ ἐναντίας τῷ Δεσπότῃ τοῦ σταυροῦ τὴν τιμωρίαν δεξάμενος, οὕτω μετέστη τῆς παρούσης ζωῆς; Οὐχὶ διὰ τοῦτο μάλιστα πανταχοῦ τῆς οἰκουμένης ᾄδονται καὶ ἀνακηρύττονται;

βʹ. Ταῦτα δὲ ἅπαντα ἀναλογιζόμενοι, μήτε τοὺς ἐπὶ τῆς ξένης τελευτῶντας ταλανίζωμεν, μήτε τοὺς ἐπὶ τῆς οἰκίας καταλύοντας τὸν βίον μακαρίζωμεν· ἀλλὰ τῷ τῆς θείας Γραφῆς κανόνι κατακολουθοῦντες. καὶ τοὺς ἐν ἀρετῇ βεβιωκότας, καὶ οὕτω μεθισταμένους, μακαρίζωμεν, καὶ τοὺς ἐν ἁμαρτίαις τελευτῶντας ταλανίζωμεν. Ὥσπερ γὰρ ὁ ἐνάρετος εἰς βελτίονα ζωὴν μεθίσταται τῶν πόνων τὰς ἀμοιβὰς κομιζόμενος· οὕτως ὁ ταύτης ἔρημος ὢν, ἀρχὰς καὶ προοίμια τῶν τιμωριῶν ἤδη δεχόμενος, καὶ τὰς εὐθύνας τῶν πεπραγμένων ἀπαιτούμενος, ἀνηκέστοις περιβάλλεται κακοῖς.

Διὸ χρὴ ταῦτα ἐννοοῦντας ἀρετῆς ἐπιμελεῖσθαι, καὶ καθάπερ ἐν παλαίστρᾳ ἐπὶ τοῦ παρόντος βίου ἀγωνίζεσθαι, ἵνα μετὰ τὸ λυθῆναι τὸ θέατρον, λαμπρὸν ἀναδήσασθαι δυνηθῶμεν τὸν στέφανον, καὶ μὴ ἀνόνητα μεταμελώμεθα. Ἕως γὰρ ὅτου ἐνέστηκεν ὁ ἀγὼν, δυνατόν ἐστιν, εἰ βουληθείημεν, καὶ τὴν ῥᾳθυμίαν ἀποτινάξασθαι, καὶ τῆς ἀρετῆς ἀντέχεσθαι, ἵνα καὶ τῶν ἀποκειμένων στεφάνων ἐπιτυχεῖν δυνηθῶμεν.

Ἀλλ᾽ εἰ δοκεῖ, λοιπὸν ἐπανέλθωμεν ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου. Ἐπειδὴ γὰρ ἐπέσκηψε τῷ παιδὶ περὶ τῆς ταφῆς, καὶ εἶπεν ὁ Ἰωσήφ· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου, φησὶν, Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ὅρα τὸν γέροντα, τὸν πρεσβύτην, τὸν πατριάρχην διὰ τῆς προσκυνήσεως τὴν εἰς τὸν Ἰωσὴφ τιμὴν ἐπιδεικνύμενον, καὶ διὰ τῶν ἔργων αὐτῶν πληροῦντα νῦν τοῦ ὁράματος τὴν ἔκβασιν. Ἡνίκα γὰρ διηγήσατο αὐτῷ ὁ Ἰωσὴφ τὸ ὅραμα, Εἶπε, φησὶν, Ἆρά γε ἐλθόντες ἐγώ τε καὶ ἡ μήτηρ σου προσκυνήσομέν σοι ἐπὶ τὴν γῆν; Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Καὶ πῶς ἐξῆλθε τὸ ὄναρ τῆς μητρὸς προαπελθούσης, καὶ μὴ προσκυνησάσης τὸν παῖδα; Ἔθος ἀεὶ τῇ Γραφῇ ἀπὸ τοῦ κυριωτέρου τὸ πᾶν δηλοῦν. Ἐπεὶ οὖν Κεφαλὴ τῆς γυναικὸς ὁ ἀνὴρ, Καὶ ἔσονται, φησὶν, οἱ δύο εἰς σάρκα μίαν· τῆς κεφαλῆς προσκυνησάσης, δηλονότι καὶ τὸ σῶμα ἅπαν ταύτῃ εἵπετο. Εἰ γὰρ ὁ πατὴρ τοῦτο πεποίηκε, πολλῷ μᾶλλον κἀκείνη, εἰ μὴ τῆς ζωῆς προεξηρπάσθη, τοῦτο πεποίηκεν ἄν. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε· Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ὁρᾷς ὅτι καὶ τοῦτο αὐτὸ πίστει ἐποίει, προορῶν ὅτι βασιλικοῦ γένους γενήσεται ὁ ἐκ τοῦ σπέρματος αὐτοῦ τεχθείς;

Ἐπεὶ οὖν ἐπέταξεν, ἅπερ ἐβούλετο, τῷ παιδὶ, μετ᾽ οὐ πολὺ, φησὶ, μαθὼν Ἰωσὴφ, ὅτι ἐνοχλεῖται ὁ πατὴρ αὐτοῦ, ὅτι ἐπὶ θύραις ἐστὶ τοῦ θανάτου, ὅτι ἤγγισαν τῆς τελευτῆς αἱ ἡμέραι, Λαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, ἦλθε πρὸς Ἰακώβ. Ἀπηγγέλη δὲ τοῦτο τῷ Ἰακὼβ, καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Ὅρα πῶς ἡ περὶ τὸν παῖδα φιλοστοργία τὸν πρεσβύτην ἐνεύρου, καὶ ἡ προθυμία ἐνίκα τὴν ἀσθένειαν. Ἀκούσας γὰρ αὐτοῦ τὴν παρουσίαν, φησὶν, Ἐκάθισεν ἐπὶ τὴν κλίνην. Καὶ ἰδὼν αὐτὸν, τὴν πατρικὴν φιλοστοργίαν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπειδὴ ἔμελλε τελευτᾷν, τῇ εὐλογίᾳ τῇ αὐτοῦ τειχίζει τοὺς παῖδας, μεγίστην αὐτοῖς ταύτην περιουσίαν καταλιμπάνων, καὶ πλοῦτον μηδέποτε δαπανηθῆναι δυνάμενον. Καὶ ὅρα πῶς ἄρχεται· Πρῶτον διηγεῖται τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην εἰς αὐτὸν εὔνοιαν, καὶ τότε τὰς εἰς τοὺς παῖδας εὐλογίας ποιεῖται, καί φησιν· Ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ ἐν γῇ Χαναὰν, καὶ εὐλόγησέ με, καὶ εἶπέ μοι· Ἐγὼ αὐξανῶ σε, καὶ πληθυνῶ σε, καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατάσχεσιν αἰώνιον. Ἐπήγγελταί μοι, φησὶν, ὁ Θεὸς, ἡνίκα ἐν Λουζᾷ ὤφθη μοι, τοσοῦτον πληθῦναί μοι τὸ σπέρμα, ὡς συναγωγὰς ἐθνῶν γενέσθαι ἐξ αὐτοῦ, καὶ τὴν γῆν δὲ ταύτην ἐμοὶ καὶ τῷ σπέρματί μου δώσειν ὑπέσχετο.

Νῦν οὗτοι οἱ δύο υἱοί σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβὴν καὶ Συμεὼν, ἔσονταί μοι.

Τούτους, φησὶν, οὓς ἔσχες πρὸ τῆς παρουσίας τῆς ἐμῆς, ἐγὼ εἰς τὸν τῶν ἐμῶν τέκνων ἀριθμὸν εἰσποιοῦμαι, καὶ ὁμοίως τοῖς ἐξ ἐμοῦ τεχθεῖσι τῆς παρ᾽ ἐμοῦ εὐλογίας ἀπολαύσουσι. Τὰ δὲ εἰς τὸ ἑξῆς ἔκγονα, ὅσα ἂν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσονται· ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Ἴσθι δὲ ὅτι καὶ ἡ μήτηρ σου Ῥαχὴλ, ἡνίκα ἤγγισα εἰς τὴν Βηθλεὲμ, ἀπέθανε, καὶ κατώρυξα αὐτὴν ἐν τῇ ὁδῷ τοῦ Ἱπποδρόμου. Καὶ ἰδὼν τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; Καὶ εἶπεν· Υἱοί μου, οὓς ἔδωκέ μοι ὁ Θεός. Καὶ εἶπεν Ἰακώβ· Προσάγαγέ μοι αὐτοὺς, ἵνα εὐλογήσω αὐτούς. Καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν. Καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτούς. Ὅρα μοι τὸν πρεσβύτην, ὅπως σπεύδει καὶ ἐπείγεται εὐλογῆσαι τοὺς παῖδας τοῦ Ἰωσήφ· Καὶ ἤγγισεν αὐτοὺς, φησὶ, πρὸς αὐτόν.

Καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτοὺς, καὶ εἶπε πρὸς Ἰωσήφ· Ἰδοὺ τοῦ προσώπου σου οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. Μεγάλα μοι, φησὶ, παρέσχεν ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ πλέον ἢ προσεδόκησα· μᾶλλον δὲ ἅπερ οὐδέποτε προσεδόκησα. Οὐ γὰρ μόνον τοῦ προσώπου σου οὐκ ἐστερήθην, ἀλλ᾽ ἰδοὺ καὶ τοὺς ἐκ σοῦ τεχθέντας ἐθεασάμην. Καὶ ἐξήγαγεν αὐτοὺς, φησὶν, Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς. Ὅρα καὶ τοὺς παῖδας πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπαίδευσε τὴν ὀφειλομένην τιμὴν ἀπονέμειν τῷ πρεσβύτῃ. Καὶ λαβὼν, φησὶν, Ἰωσὴφ κατὰ τὴν τῶν πρωτοτόκων προεδρίαν προσήγαγε τὸν Μανασσῆ, καὶ τότε τὸν Ἐφραΐμ.

γʹ. Ἐνταῦθά μοι ὅρα τὸν δίκαιον τοὺς μὲν τοῦ σώματος ὀφθαλμοὺς ἤδη ὑπὸ τοῦ γήρως λοιπὸν ἀσθενεῖς κεκτημένον (Ἐβαρυώπησαν γὰρ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν), τοὺς δὲ τῆς διανοίας ὀφθαλμοὺς ἐῤῥωμένους ἔχοντα, καὶ τῇ πίστει τὰ μέλλοντα ἤδη προορῶντα.

Οὐδὲ γὰρ ἀνασχόμενος τοῦ Ἰωσὴφ, ἀλλὰ ἐναλλάξας τὰς χεῖρας εὐλογῶν, τὴν προεδρίαν εἰς τὸν νέον ἐποιήσατο, προτάξας τὸν Ἐφραῒμ τοῦ Μανασσῆ. Καί φησιν· Ὁ Θεὸς, ᾧ εὐηρέστησαν οἱ πατέρες μου. Σκόπει ταπεινοφροσύνην τοῦ πατριάρχου, ὅρα ψυχὴν φιλόθεον. Οὐκ ἐτόλμησεν εἰπεῖν, Ὁ Θεὸς ᾧ εὐηρέστησα· ἀλλὰ τί; ᾯ εὐηρέστησαν οἱ πατέρες μου.

Εἶδες εὐγνώμονα ψυχήν; καίτοι πρὸ μικροῦ διηγούμενος ἔλεγεν, ὅτι Ἐν Λουζᾷ ὤφθη μοι, καὶ ὑπέσχετο δώσειν ἐμοὶ καὶ τῷ σπέρματί μου πᾶσαν τὴν γῆν, καὶ εἰς συναγωγὰς ἐθνῶν ποιήσειν τὸ σπέρμα μου. Καὶ οὕτως ἐναργῆ ἔχων τὰ δείγματα τῆς περὶ αὐτὸν τοῦ Θεοῦ εὐνοίας, ἔτι κατεσταλμένην εἶχε τὴν διάνοιαν, καί φησιν· Ὁ Θεὸς ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἀβραὰμ καὶ Ἰσαάκ.

Εἶτα πάλιν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου. Σκόπει καὶ διὰ τούτου πάλιν τῆς εὐγνωμοσύνης αὐτοῦ τὴν ὑπερβολήν. Οὐ λέγει τὴν οἰκείαν ἀρετὴν, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένα διηγεῖται, καί φησιν· Ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης. Αὐτὸς γάρ ἐστιν ὁ ἐξ ἀρχῆς μέχρι τοῦ παρόντος τὰ κατ᾽ ἐμὲ οἰκονομήσας.

Οὕτω καὶ πρώην ἔλεγεν· Ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, καὶ ἰδοὺ νῦν γέγονα εἰς δύο παρεμβολάς. Καὶ νῦν τὸ αὐτὸ πάλιν ἑτέροις ῥήμασί φησιν· Ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν. Εὐχαρίστου γνώμης τὰ ῥήματα, φιλοθέου ψυχῆς καὶ ἐχούσης ἐναύλους τὰς τοῦ Θεοῦ εὐεργεσίας τῇ μνήμῃ. Ἐκεῖνος, φησὶν, ᾧ οἱ πατέρες μου εὐηρέστησαν, ὁ ἐμὲ διαθρέψας ἐκ νεότητος ἕως τοῦ παρόντος, ὁ ἐξ ἀρχῆς πάντων με τῶν κακῶν ῥυσάμενος, ὁ τοσαύτην περὶ ἐμὲ κηδεμονίαν ἐπιδειξάμενος, αὐτὸς Εὐλογήσει τὰ παιδία ταῦτα· καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου, καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς. Εἶδες ὁμοῦ καὶ σύνεσιν καὶ ταπεινοφροσύνην;

Σύνεσιν μὲν, ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς προορῶν τὸν Ἐφραῒμ προέταξε τοῦ Μανασσῆ· ταπεινοφροσύνην δὲ, ὅτι οὐδαμοῦ τῆς οἰκείας ἀρετῆς μνήμην ἐποιήσατο, ἀλλ᾽ ἀπὸ τῆς τῶν πατέρων εὐαρεστήσεως, καὶ ἀπὸ τῶν εἰς αὐτὸν γεγενημένων εὐεργεσιῶν τὴν εὐχὴν καὶ τὴν εὐλογίαν αὐτοῖ, ἐπηύξατο.

Ἀλλ᾽ ὁ μὲν Ἰακὼβ προορῶν τὰ μέλλοντα, οὕτως εἰς αὐτοὺς εὐλογίαν πεποίηται. Ὁ δὲ Ἰωσὴφ ὁρῶν τὸν νεώτερον προκριθέντα τοῦ πρωτοτόκου, καὶ βαρὺ αὐτὸ λογισάμενος, εἶπε, φησὶν, Οὗτος ὁ πρωτότοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ οὐκ ἠθέλησεν, ἀλλ᾽ εἶπεν· Οἶδα, τέκνον, οἶδα. Καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ᾽ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. Μὴ νομίσῃς με, φησὶν, ἁπλῶς συντυχίᾳ τινὶ τοῦτο πεποιηκέναι, μηδὲ δι᾽ ἄγνοιαν.

Οἶδα γὰρ, καὶ προορῶν τὰ ὕστερον ἐσόμενα, οὕτω τὴν εἰς αὐτὸν εὐλογίαν ἐποιησάμην. Εἰ γὰρ καὶ ἀπὸ τῆς φύσεως ἔχει τὴν προεδρίαν ὁ Μανασσῆς, ἀλλ᾽ Ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ εἰς πλῆθος ἐθνῶν. Τοῦτο δὲ ὅλον ἐγίνετο ἐπειδὴ ἐντεῦθεν ἔμελλεν ἡ βασιλεία ἀναδείκνυσθαι.

Διὰ τοῦτο ἤδη προαναφωνῶν τὰ μέλλοντα, οὕτω τὴν εἰς αὐτὸν εὐλογίαν ἐποιήσατο. Καὶ εὐλόγησεν αὐτοὺς λέγων· Ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ, λέγοντες· Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ καὶ Μανασσῆ. Καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Οὕτως ἔσονται, φησὶ, περιφανεῖς ἀμφότεροι, ὡς πάντας εὐχῆς ἔργον ποιεῖσθαι εἰς τὴν τούτων ἐλθεῖν περιφάνειαν· ὅμως ὁ Ἐφραῒμ πρότερος ἔσται τοῦ Μανασσῆ. Ὁρᾷς πῶς ἡ τοῦ Θεοῦ χάρις προεμήνυεν αὐτῷ, καὶ προφητικῷ κινούμενος πνεύματι, οὕτω τοὺς παῖδας τοῦ Ἰωσὴφ εὐλόγει, τὰ μετὰ τοσοῦτον ἐσόμενα χρόνον, ὡς ἤδη παρόντα, καὶ ὑπὸ τοῖς ἀδελφοῖς ὁρώμενα, οὕτω προβλέπων; Τοιοῦτον γὰρ ἡ προφητεία.

Καὶ καθάπερ οἱ τοῦ σώματος ὀφθαλμοὶ οὐδὲν πλέον τῶν ὁρωμένων φαντασθῆναι δύνανται, οὕτω καὶ οἱ τῆς πίστεως οὐ τὰ ὁρώμενα βλέπουσιν, ἀλλ᾽ ἐκεῖνα φαντάζονται, ἃ μετὰ πολλὰς ὕστερον γενεὰς ἔσεσθαι μέλλει. Καὶ τοῦτο ἀκριβέστερον εἴσεσθε ἐκ τῶν εὐλογιῶν, ὧν εἰς τοὺς οἰκείους ποιεῖται παῖδας. Ἀλλ᾽ ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, καὶ πολὺν ὑμῖν τὸν κόπον παρέχωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν ἑξῆς τὴν πρὸς τοὺς παῖδας εὐλογίαν ταμιευσόμεθα, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, ζηλοῦν τὸν δίκαιον τοῦτον, καὶ τοιαύτας κληρονομίας τοῖς παισὶ καταλιμπάνειν τοῖς ἑαυτῶν, αἳ μηδέποτε παρά τινος βλάβην δέξασθαι δύνανται. Αἱ γὰρ τῶν χρημάτων πολλάκις καὶ ὄλεθρον ἔτεκον τοῖς διαδεξαμένοις, καὶ ἐπιβουλὰς, καὶ πολὺν τὸν κίνδυνον· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαί ποτε. Θησαυρὸς γάρ ἐστι δαπανηθῆναι μὴ δυνάμενος, θησαυρός ἐστιν ἀνάλωτος, θησαυρός ἐστιν οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ λῃστῶν ἐφόδῳ, οὐκ οἰκετῶν κακουργίᾳ, οὐκ ἄλλῳ τοιούτῳ τινὶ ἐλαττωθῆναι δυνάμενος, ἀλλὰ διηνεκῶς μένει· πνευματικὸς γάρ ἐστι, καὶ οὐκ εἴκων ταῖς ἀνθρωπίναις ἐπιβουλαῖς· ἀλλ᾽ ἐὰν οἱ δεξάμενοι νήφειν βούλωνται, καὶ εἰς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ τὰς αἰωνίους προευτρεπίζει σκηνάς.

δʹ. Μὴ τοίνυν χρήματα συλλέγειν σπουδάζωμεν, καὶ ταῦτα τοῖς παισὶ καταλιμπάνειν· ἀλλ᾽ ἀρετὴν αὐτοὺς παιδεύωμεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ εὐλογίαν αὐτοῖς ἐπευχώμεθα. Αὕτη γὰρ, αὕτη ἡ μεγίστη περιουσία, οὗτος ὁ ἄφατος πλοῦτος, ὁ ἀδαπάνητος, ὁ καθ᾽ ἑκάστην ἡμέραν τὴν περιουσίαν πλείονα ἐργαζόμενος.

Οὐδὲν γὰρ ἀρετῆς ἴσον, οὐδὲν ταύτης ἰσχυρότερον· κἂν αὐτήν μοι τὴν βασιλείαν εἴποις, καὶ τὸν τὸ διάδημα περικείμενον, εἰ μὴ ταύτην ἔχοι, παντὸς πένητος ῥάκια περιβεβλημένου ἀθλιώτερος ἔσται. Τί γὰρ αὐτὸν τὸ διάδημα δυνήσεται ὠφελῆσαι, ἢ ἡ πορφυρὶς, ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένον;

Μὴ γὰρ ἀξιωμάτων τῶν ἔξωθεν οἶδε διαφορὰν ὁ Δεσπότης; μὴ γὰρ προσώπων δυσωπεῖται περιφανείᾳ; Ἕν ἐστιν ἐκεῖ τὸ ζητούμενον, ἀπὸ τῆς ἐργασίας τῆς ἀρετῆς τὰς θύρας ἔστιν εὑρεῖν ἠνεῳγμένας τῆς πρὸς αὐτὸν παῤῥησίας· ὡς ὁ μὴ ἐντεῦθεν τὴν παῤῥησίαν κτησάμενος, ἐν τοῖς ἠτιμωμένοις καὶ ἀπαῤῥησιάστοις γενήσεται.

Τοῦτο οὖν ἅπαντες σκοπῶμεν, καὶ τοὺς ἡμετέρους παῖδας διδάσκωμεν ταύτην πάντων προτιμᾷν, καὶ μηδὲν ἡγεῖσθαι τὴν τῶν χρημάτων περιουσίαν. Αὕτη γὰρ, αὕτη πολλάκις καὶ κώλυμα πρὸς τὴν ἀρετὴν γίνεται, ὅταν μὴ εἰδῇ τοῖς χρήμασιν ὁ νέος εἰς δέον κεχρῆσθαι. Καὶ καθάπερ τὰ παιδία τὰ μικρὰ, ἐπειδὰν μαχαίρας ἐπιλάβηται ἢ ξίφους, διὰ τὸ μὴ εἰδέναι δεόντως κεχρῆσθαι, πολλάκις εἰς προὖπτον ἑαυτὰ κίνδυνον ἐμβάλλει, ὅθεν οὐδὲ ἀφιᾶσιν αἱ μητέρες ἀδεῶς τῶν τοιούτων ἐφάπτεσθαι· οὕτω δὴ καὶ οἱ νέοι, ἐπειδὰν χρημάτων περιουσίαν διαδέξωνται, διὰ τὸ μὴ θέλειν αὐτοῖς δεόντως κεχρῆσθαι, εἰς προφανῆ κίνδυνον ἑαυτοὺς περιπείρουσι, τὸν φόρτον τῶν ἁμαρτημάτων ἐντεῦθεν ἑαυτοῖς συλλέγοντες.

Αἱ γὰρ τρυφαὶ, καὶ αἱ ἄτοποι ἡδοναὶ, καὶ τὰ μυρία κακὰ ἐντεῦθεν τίκτεται· οὐχ ἁπλῶς ἀπὸ χρημάτων λέγω, ἀλλ᾽ ἀπὸ τοῦ μὴ εἰδέναι προσηκόντως αὐτοῖς κεχρῆσθαι τοὺς ταῦτα διαδεξαμένους. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγεν· Ἀγαθὸς ὁ πλοῦτος, ᾧ μὴ ἔστιν ἁμαρτία. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ πλούσιος ἦν, καὶ ὁ Ἰὼβ πλούσιος ἦν, καὶ οὐ μόνον οὐδὲν ἀπὸ τοῦ πλούτου παρεβλάβησαν, ἀλλὰ καὶ μειζόνως εὐδοκίμησαν.

Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι οὐκ εἰς οἰκείαν ἀπόλαυσιν μόνον τούτῳ ἐκέχρηντο, ἀλλὰ πρὸς τὴν τῶν ἄλλων παραμυθίαν, καὶ τὰς τῶν δεομένων διορθούμενοι πενίας, καὶ ἡ οἰκία αὐτῶν παντὶ ξένῳ ἦν ἀνεῳγμένη. Ἄκουε γὰρ ἑνὸς αὐτῶν λέγοντος· Εἰ δὲ καὶ ἐξῆλθέ τις ἐκ τοῦ οἴκου μου κόλπῳ κενῷ, καὶ ἀδύνατοι δὲ, εἴ ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον.

Καὶ οὐ μόνον τὴν διὰ χρημάτων ἐπικουρίαν εἰς τοὺς δεομένους ἐπεδείκνυντο, ἀλλὰ καὶ τὴν διὰ τῆς προστασίας πρόνοιαν. Ἐγὼ γὰρ ἤμην, φησὶ, ποὺς χωλῶν, ὀφθαλμὸς δὲ τυφλῶν, καὶ ἐκ μέσου ὀδόντων ἐξέσπασα ἅρπαγμα. Ὁρᾷς αὐτὸν καὶ προνοοῦντα τῶν ἀδικουμένων, καὶ ἀντὶ τῶν πεπηρωμένων μελῶν ἅπασι γινόμενον; Τοῦτον ἅπαντας ἐχρῆν ζηλοῦν, τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος τοσαύτην φιλοσοφίαν ἐπιδειξάμενον, καὶ ταῦτα οὐδὲ διδάσκαλον ἐσχηκότα, οὔτε προγόνους ἐναρέτους, ἀλλὰ οἴκοθεν καὶ ἀπὸ γνώμης ὀρθῆς ἐπὶ τὴν χρηστὴν ταύτην πολιτείαν ἐλθόντα. Καὶ γὰρ ἕκαστος ἡμῶν ἐν αὐτῇ τῇ φύσει ἐναποκειμένην ἔχει τὴν γνῶσιν τῆς ἀρετῆς· καὶ εἰ μή τις βουληθῇ ἀπὸ ῥᾳθυμίας τὴν οἰκείαν προδοῦναι εὐγένειαν, οὐκ ἄν ποτε ταύτης ἀμοιρήσειε. Γένοιτο δὲ πάντας ἡμᾶς ταύτην ἑλομένους, καὶ μετὰ ἀκριβείας ταύτην κατορθώσαντας, καὶ τῶν ἐν ἐπαγγελίαις κειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα. κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΞΖʹ. Εἶπε δὲ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ᾽ ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων ὑμῶν. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. αʹ. Πρώην ἐπαγγειλάμενος τέλος ἐπιθεῖναι τῇ κατὰ τὸν Ἰακὼβ ὑποθέσει, εἰς μῆκος ἡμῖν ἐκταθέντος τοῦ λόγου, τὴν ὑπόσχεσιν πᾶσαν εἰς πέρας ἀγαγεῖν οὐκ ἰσχύσαμεν. Διὸ βούλομαι σήμερον τὰ πρώην ἡμῖν ἐκεῖθεν ἀπολειφθέντα εἰς μέσον προθεῖναι, ἵνα οὕτω καὶ νῦν, Θεοῦ διδόντος, τὸ τέλος ἐπιθῶμεν. Ἀναγκαῖον δὲ πρότερον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην, καὶ δεῖξαι μέχρι τίνος τότε τὸν λόγον στήσαντες, οὕτω τὴν διδασκαλίαν κατελύσαμεν. Ἴστε δήπου καὶ μέμνησθε, ὅτι ἡνίκα τοὺς τοῦ Ἰωσὴφ παῖδας μέλλων ὁ δίκαιος εὐλογεῖν, τὸν Ἐφραῒμ τοῦ Μανασσῆ προέθηκε, καὶ ταῦτα τοῦ πατρὸς δυσχεράναντος, πρὸς ὂν καὶ εἶπεν, Οἶδα, τέκνον· καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ᾽ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. Καὶ εὐλόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· Ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ, λέγοντες· Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ καὶ Μανασσῆ· καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ.

Μέχρι τούτου γενόμενοι, ὥστε μὴ τῷ πλήθει καταχῶσαι ὑμῶν τὴν μνήμην, ἐπαυσάμεθα τῆς διδασκαλίας· ἀλλ᾽ εἰ δοκεῖ, σήμερον ἴδωμεν τὰ ἑξῆς. Εἶπε γὰρ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ᾽ ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων μου. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Ἐπειδὴ τοὺς υἱοὺς εὐλόγησε, καὶ τὰ μέλλοντα προορῶν προέθηκε τὸν νεώτερον τοῦ πρεσβυτέρου, βουλόμενος πεῖσαι τὸν Ἰωσὴφ, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο πεποίηκεν, ἀλλὰ προφητεύων τὰ μέλλοντα ἔσεσθαι, προλέγει αὐτῷ καὶ τὴν οἰκείαν τελευτὴν, καὶ ὅτι ἐπανήξουσιν ἐκ τῆς ἀλλοτρίας εἰς τὴν Χαναὰν, εἰς τὴν γῆν τῶν πατέρων αὐτῶν, καὶ χρηστὰς αὐτοῖς ἐλπίδας ὑποτείνει. ὥστε τῇ προσδοκίᾳ κουφίζεσθαι. Ἡ γὰρ τῶν χρηστῶν ἐλπὶς ὑποτέμνεται ἀεὶ τοὺς ἐν τῷ παρόντι βίῳ πόνους. Καὶ δεικνὺς λοιπὸν καὶ ἐν τῷ τῆς τελευτῆς καιρῷ τὴν φιλοστοργίαν, ἣν περὶ τὸν Ἰωσὴφ ἐκέκτητο, φησὶ πρὸς αὐτόν· Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου· μονονουχὶ διὰ τούτου δηλῶν, ὅτι Οὕτω πάντως ἔσται τοῦτο, καὶ κατὰ τὴν ἐμὴν πρόῤῥησιν ἐπανελεύσεσθε, καὶ κληρονομήσετε τὴν γῆν τῶν πατέρων ὑμῶν, ὅτι καὶ τὴν Σηκίμων πόλιν σοι δίδωμι κληρονομίαν Ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμοῤῥαίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ.

Τί δὴ τοῦτό ἐστι; Τὰ παρὰ τοῦ Συμεὼν καὶ Λευῒ γεγενημένα εἰς τοὺς ἐν Σηκίμοις οἰκειοῦται, καὶ διὰ τοῦτο λέγει· Ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Ἀλλ᾽ ἐνταῦθα εὐκαίρως ζητήσειεν ἄν τις, τίνος ἕνεκεν οἰκειωσάμενος τὸ γεγενημένον, ὁ μετὰ ταῦτα μέλλων διατάττεσθαι, ἀνάγραπτον τὴν κατ᾽ αὐτῶν ποιεῖται κατηγορίαν;

Οὐχ ἑαυτῷ ἐναντιούμενος ὁ δίκαιος, ἀλλὰ δεικνὺς τὸ ἥμερον αὐτοῦ τῆς γνώμης, καὶ ὅτι παρὰ τὴν αὐτοῦ γνώμην τοῦτο διεπράττετο· οὐ γὰρ μόνον οὐκ ἠρέσθη τοῖς γινομένοις, ἀλλὰ καὶ ἐμέμψατο, ἐπειδὴ γέγονε. Διὰ τοῦτο θέλων δεῖξαι τὴν περὶ τὸν Ἰωσὴφ φιλοστοργίαν, αὐτῷ παραχωρεῖ τὰ Σήκιμα, καί φησιν· Ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ.

Εἰ γὰρ καὶ ἐκείνων τὸ ἔργον γέγονεν, ἀλλ᾽ ἐν τῇ ἐμῇ κεῖται ἐξουσίᾳ. Εἰ γὰ τῶν παίδων δεσπότης ὁ πατὴρ, πολλῷ μᾶλλον τῶν ὑπ᾽ αὐτῶν κτηθέντων κύριος ἂν εἴη· εἰ δὲ κύριος, καὶ ὃ βούλεται διανέμειν ἂν δύναιτο.

Ἐπεὶ οὖν ἐβούλετο δεῖξαι τὴν περὶ τὸν Ἰωσὴφ εὔνοιαν, οὐ μόνον διὰ τῆς τοῦ Ἐφραῒμ καὶ τοῦ Μανασσῆ εὐλογίας τοῦτο πεποίηκεν, ἀλλὰ καὶ διὰ τοῦ τὴν Σήκιμα ἐξαίρετον κληρονομίαν καταλιπεῖν τῷ παιδί. Καὶ ἐκάλεσε, φησὶ, τοὺς υἱοὺς αὐτοῦ Ἰακὼβ, καὶ εἶπε· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.

Ἀθροίσθητε, καὶ ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. Ὅρα τοῦ δικαίου τὴν σύνεσιν. Ἐπειδὴ προῄδει τῆς τελευτῆς τὸν καιρὸν, καλεῖ τοὺς παῖδας πρὸς ἑαυτὸν, καί φησι· Συνάχθητε, ἵνα ὑμῖν ἤδη προαναφωνήσω τί ὑμῖν ἀπαντήσεται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.

Ἀθροίσθητε, καὶ ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. Δεῦτε, φησὶ, καὶ μάθετε παρ᾽ ἐμοῦ, οὐ τὰ παρόντα, οὐ τὰ μετὰ βραχὺν ἐσόμενα χρόνον, ἀλλὰ τὰ ἐν ἐσχάταις ἡμέραις γενησόμενα. Καὶ ταῦτα ὑμῖν οὐκ ἀπ᾽ ἐμαυτοῦ μηνύω, ἀλλ᾽ ὑπὸ τοῦ Πνεύματος ἐνηχούμενος· διὰ τοῦτο καὶ τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἤδη προαναφωνῶ. Καὶ γὰρ μέλλων τὴν ζωὴν ταύτην καταλύειν, βούλομαι ἑκάστῳ ὑμῶν, ὥσπερ ἐν στήλῃ χαλκῇ. ἐναποθέσθαι τὴν μνήμην. Σκόπει δὲ τὸν δίκαιον, πῶς συναχθέντων τῶν παίδων, τῇ τάξει χρησάμενος τῆς ἔξω γενέσεως, οὕτω τὴν ἁρμόττουσαν πρὸς ἕκαστον ποιεῖται ἢ κατάραν, ἢ εὐλογίαν, κἀν τούτῳ δεικνὺς τῆς οἰκείας ἀρετῆς τὴν ὑπερβολήν. Καὶ ἄρχεται ἀπὸ τοῦ πρώτου. Ῥουβὴν, φησὶν, ὁ πρωτότοκος, ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου· σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης. Ὅρα πόση ἡ σοφία τοῦ δικαίου.

Μείζονα γὰρ τὴν κατ᾽ αὐτοῦ κατηγορίαν αὐξῆσαι βουλόμενος, πρότερον εἶπε τὰ ἀπὸ τῆς φύσεως αὐτῷ ἐνυπάρχοντα προτερήματα, καὶ τὴν προεδρίαν, ἧς ἀπήλαυσεν αὐτὸς, ἀρχὴ τέκνων γενόμενος, καὶ τῆς ἀξίας τῆς τοῦ πρωτοτόκου ἀπολαύων· καὶ τότε τὰ ἀπὸ τῆς προαιρέσεως ἁμαρτήματα ὥσπερ ἐν στήλῃ χαλκῇ ἐναποτίθεται, δεικνὺς ὅτι οὐδὲν ὄφελος τῶν φυσικῶς ἡμῖν ἐνυπαρχόντων, μὴ τῶν ἀπὸ τῆς προαιρέσεως κατορθωμάτων ἑπομένων· ταῦτα γάρ ἐστι τὰ καὶ ἔπαινον φέροντα καὶ ψόγον προστριβόμενα. Σκληρὸς, φησὶ, φέρεσθαι, καὶ σκληρὸς αὐθάδης. Τὴν ἀπὸ τῆς φύσεως ἀξίαν σοι, φησὶ, δεδομένην προὔδωκας διὰ τῆς οἰκείας προπετείας. Εἶτα καὶ αὐτὸ τὸ εἶδος τοῦ ἁμαρτήματος ἀνάγραπτον καταλιμπάνει, ὥστε καὶ τοῖς ἑξῆς διδασκαλίαν εἶναι μεγίστην πρὸς τὸ μὴ τοῖς αὐτοῖς ἐπιχειρεῖν, τὴν κατ᾽ αὐτοῦ κατηγορίαν γεγενημένην. Ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ἀνέβης γὰρ, φησὶν, ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ ἀνέβης. Τὴν μετὰ τῆς Βάλλας γεγενημένην αὐτῷ συνουσίαν αἰνίττεται.

βʹ. Ὅρα πῶς διὰ τῆς συνέσεως τῆς ὑπὸ τοῦ Πνεύματος αὐτῷ χαρισθείσης προλαβὼν, ὅπερ ἔμελλε Μωϋσῆς νομοθετεῖν, ὥστε μὴ ἐξεῖναι τῇ αὐτῇ μίγνυσθαι γυναικὶ πατέρα καὶ παιδίον, τοῦτο αὐτὸς ἤδη, δι᾽ ὧν ἐπετίμησε τῷ παιδὶ, ἀπαγορεύει, καί φησιν· Ἐμίανας τὴν στρωμνὴν, ἀνελθὼν ἐπὶ τὴν κοίτην τοῦ πατρός σου. Πρᾶγμα παράνομον εἰργάσω, φησί. Διὰ τοῦτο ἐπειδὴ οὕτως Ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ἀνόνητός σοι, φησὶν, ἔσται ἡ τοιαύτη ἐπιχείρησις, ὅτι οὐδὲ τοῦ πατρὸς αἰδώ τινα λαβὼν, μιᾶναι αὐτοῦ τὴν κοίτην ἐτόλμησας. Ἵνα οὖν ἤδη ἐν ταῖς ἑξῆς γενεαῖς τὴν τοιαύτην μίμησιν φυγεῖν ἔχωσι, διὰ τοῦτο ἐναποθέσθαι τοῖς γράμμασι τὸ Πνεῦμα τὸ ἅγιον τὴν κατηγορίαν ταύτην ᾠκονόμησεν, ὥστε πάντας ἀκούοντας παιδεύεσθαι καὶ εἰδέναι σαφῶς, ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἀπὸ τῆς φύσεως προεδρίας κεχαρισμένης, εἰ μὴ καὶ τὰ τῆς προαιρέσεως ἕπηται.

Εἶτα ἐπειδὴ ἀρκούντως τούτου ἐστηλίτευσε τὴν μιαρὰν ταύτην πρᾶξιν, ἔρχεται ἐπὶ τὸν Συμεὼν καὶ Λευΐ. Συμεὼν καὶ Λευῒ συνετέλεσαν ἀδικίαν ἐξαιρέσεως αὐτῶν. Ἡ φιλονεικία αὐτῶν, φησὶν, ἣν ὑπὲρ τῆς ἀδελφῆς ἐπεδείξαντο, εἰς τὴν ἀδικίαν ἐκείνην αὐτοὺς παρώρμησεν. Εἶτα δηλῶν ὅτι λαθόντες αὐτὸν τὴν ἑαυτῶν γνώμην εἰς ἔργον ἤγαγον, φησίν· Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσῃ τὰ ἥπατά μου. Μὴ γένοιτό μοι, φησὶ, κοινωνῆσαι αὐτοῖς τῆς γνώμης, ἢ συγκαταθέσθαι τοῖς ὑπ᾽ αὐτῶν ἀδίκως γεγενημένοις.

Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους. Ἀλόγιστος αὐτῶν, φησὶ, γέγονεν ὁ θυμός. Εἰ γὰρ καὶ ἥμαρτε Συχὲμ, ἀλλὰ κατὰ πάντων οὐκ ἐχρῆν τοσαύτην ἐπιδείξασθαι μιαιφονίαν. Καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Τὸν υἱὸν τοῦ Ἐμμὼρ ἐνταῦθα αἰνίττεται, διὰ τὸ ἀκμάζον τῆς ἡλικίας ταῦρον αὐτὸν ὀνομάσας. Εἶτα εἰπὼν τὰ εἰργασμένα αὐτοῖς, καὶ ἀρὰν προστίθησι, καί φησι· Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Τὸν δόλον αἰνίττεται. ὃν πρὸς αὐτοὺς ἐποιήσαντο ἀπατήσαντες αὐτοὺς, καὶ μετὰ δόλου αὐτοῖς ἐπιθέμενοι. Αὐθάδης γὰρ, φησὶν, ὁ θυμὸς αὐτῶν, προπετὴς, ἀλόγιστος. Καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Ὅτε γὰρ ἐνόμισαν οἱ Σηκιμῖται πολλὴν τὴν περὶ αὐτοὺς εὔνοιαν ἐκδεδεῖχθαι, τότε βαρεῖαν τὴν μῆνιν ἐπιδειξάμενοι, τὰ τῶν πολεμίων αὐτοὺς διέθηκαν. Καὶ εἰπὼν τὸ γεγενημένον αὐτοῖς ἁμάρτημα, προμηνύει καὶ τὴν ὑπὲρ τούτου διαδεξομένην αὐτοὺς τιμωρίαν· Διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Πανταχοῦ, φησὶ, διεσπαρμένοι ἔσονται, ἵνα τοῦτο αὐτὸ πᾶσι κατάδηλον γένηται, ὅτι διὰ τὸ τόλμημα τὸ γεγενημένον τοῦτο οὗτοι ὑπομεμενήκασιν. Ἰούδα, σὲ αἰνέσαιεν οἱ ἀδελφοί σου. Ἡ εἰς τὸν Ἰούδαν γεγενημένη εὐλογία μυστική τίς ἐστι, προμηνύουσα ἡμῖν τὰ κατὰ τὸν Χριστὸν ἅπαντα. Ἰούδα γὰρ, φησὶ, σὲ αἰνέσαιεν οἱ ἀδελφοί σου.

Ἐπειδὴ γὰρ ἐντεῦθεν ἔμελλεν ἐκ τῆς τούτου φυλῆς ἀναφαίνεσθαι κατὰ τὸν τῆς οἰκονομίας λόγον, διὰ τοῦτο ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ἤδη κινούμενος, προμηνύει διὰ τῶν εἰς τὸν Ἰούδαν λεγομένων οὐ μόνον τὴν εἰς ἀνθρώπους κάθοδον τοῦ Δεσπότου, ἀλλὰ καὶ τὸ μυστήριον, καὶ τὸν σταυρὸν, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν, καὶ πάντα ἁπαξαπλῶς. Ἰούδα γὰρ, φησὶ, σὲ αἰνέσαιεν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· τὴν ὑποταγὴν δηλῶν, ἣν μέλλουσιν ὑποτάττεσθαι. Σκύμνος λέοντος Ἰούδα. Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. Τὴν βασιλείαν αὐτοῦ προλέγει. Ἔθος γὰρ ἀεὶ τῇ Γραφῇ διὰ τῆς εἰκόνος τούτου τοῦ ζώου τὴν βασιλικὴν αὐθεντίαν αἰνίττεσθαι.

Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; Τὸν σταυρὸν καὶ τὴν ταφὴν ἐνταῦθα αἰνίττεται. Τίς ἐγερεῖ αὐτόν; Καθάπερ γὰρ τὸν λέοντα ἢ τὸν σκύμνον καθεύδοντα οὐδεὶς ἂν τολμήσειεν ἐξαναστῆσαι, οὕτω, φησὶν, Ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.

Εἶτα καὶ τὸν καιρὸν σαφῶς μηνύει, καθ᾽ ὃν ἐπιστήσεσθαι ἔμελλεν ὁ Χριστὸς κατὰ τὸν τῆς οἰκονομίας λόγον. Οὐκ ἐκλείψει, φησὶν, ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Μέχρι τότε διαρκέσει, φησὶ, τὰ Ἰουδαϊκὰ, καὶ οἱ ἄρχοντες οἱ ἐξ Ἰουδαίων, ἕως ἂν ἐκεῖνος παραγένηται.

Καὶ καλῶς εἶπεν, Ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται· ἐκείνῳ φησὶν, ᾧ προητοιμασμένη ἡ βασιλεία· διότι Αὐτός ἐστιν ἡ προσδοκία τῶν ἐθνῶν. Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν τῶν ἐθνῶν ἔσεσθαι σωτηρίαν. Καὶ αὐτὸς ἔσται, φησὶ, προσδοκία τῶν ἐθνῶν. Τὴν τούτου παρουσίαν τὰ ἔθνη προσδοκᾷ.

Δεσμεύων, φησὶ, πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· διὰ τοῦ πώλου πάλιν τὴν τῶν ἐθνῶν προμηνύων προσαγωγήν. Ἐπειδὴ γὰρ ἀκάθαρτον ζῶον ὁ ὄνος, διὰ τοῦτό φησιν· Ἐκεῖνα τὰ ἀκάθαρτα ἔθνη μετὰ τοσαύτης εὐκολίας ἐνάξει, ὡς ἄν τις τῇ ἕλικι τῆς ἀμπέλου τὸν πῶλον προσδήσῃ, τῆς ἐξουσίας τὴν ὑπερβολὴν αἰνιττόμενος, καὶ τῶν ἐθνῶν τὴν πολλὴν ὑπακοήν. Πολλῆς γάρ ἐστι τῆς ἡμερότητος τοῦ ὄνου τὸ ἀνέχεσθαι τῇ ἕλικι τῆς ἀμπέλου προσδεθῆναι. Τῇ ἀμπέλῳ δὲ παρείκασε τὴν οἰκείαν διδασκαλίαν· Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. Ἕλικας δὲ ἐκάλεσε τὸ ἁπαλὸν τῶν προσταγμάτων καὶ τῶν νομοθεσιῶν τὸ εὔκολον· ἵνα ἤδη προμηνύσῃ, ὅτι τὰ ἔθνη εὐπειθέστερα τούτων γενήσεται.

Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. γʹ. Ὅρα πῶς ἅπαν ἡμῖν τὸ μυστήριον ἐνταῦθα ᾐνίξατο. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ· στολὴν, οἶμαι, τὸ σῶμα λέγων, ὃ διὰ τὴν οἰκονομίαν φορέσαι κατηξίωσεν.

Εἶτα ἵνα μάθῃς ἀκριβῶς οἶνον τί προσηγόρευσεν, ἐπήγαγε· Καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Ὅρα πῶς τῷ τοῦ αἵματος ὀνόματι τὴν σφαγὴν ἡμῖν καὶ τὸν σταυρὸν ᾐνίξατο, καὶ πᾶσαν τῶν μυστηρίων τὴν οἰκονομίαν. Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Ἐνταῦθα τὸ φαιδρὸν ἡμῖν ἐνδείξασθαι βούλεται διὰ τῆς μεταφορᾶς τοῦ οἴνου καὶ τῶν ὀφθαλμῶν.

Καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα· τὸ δίκαιον καὶ τὸ λαμπρὸν τοῦ κριτοῦ. Διὰ γὰρ τῶν ὀδόντων καὶ τοῦ γάλακτος οὐδὲν ἕτερον ἡμῖν σημαίνειν ἠβουλήθη, ἢ ὅτι οὕτως ἔσται λευκὸν καὶ περιφανὲς τὸ κριτήριον, καθάπερ ἡ τοῦ γάλακτος καὶ τῶν ὀδόντων ποιότης. Ζαβουλὼν, φησὶ, παράλιος κατοικήσει, καὶ αὐτὸς παρ᾽ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. Ὅρα πῶς καὶ τούτῳ προμηνύει ἔνθα τὴν οἴκησιν ἕξει, καὶ ὅτι μέχρι Σιδῶνος ἐκταθήσεται.

Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων· καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγένετο ἀνὴρ γεωργός. Ἐπαινεῖ τοῦτον, ὡς τὴν τῆς γῆς ἐργασίαν ἑλόμενον, καὶ τὸ περὶ τὴν γῆν πονεῖσθαι πάντων προτετιμηκότα. Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαὸν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ. Καὶ γενηθήτω Δὰν ὄφις ἐφ᾽ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου· καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσθια, τὴν σωτηρίαν περιμένων Κυρίου. Θαυμάσαι ἄξιον καὶ ἐκπλαγῆναι τὸν δίκαιον τοῦτον, ὅπως τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς ἅπαντα προορῶν τοῖς παισὶ περιεσήμαινε, καὶ τὰ ἑκάστῳ συμβησόμενα προέλεγε· τὰ γὰρ μετὰ πολὺν ἐσόμενα χρόνον ἤδη προαναφωνεῖ.

Γὰδ, πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. Ἀσὴρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τροφὴν ἄρχουσι. Νεφθαλεὶμ, στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ γεννήματι κάλλος. Καὶ ἐπειδὴ ἐν συντόμῳ παρέδραμε τούτους, ἔρχεται λοιπὸν ἐπὶ τὸν Ἰωσὴφ, καί φησιν· Ἰωσὴφ υἱὸς ηὐξημένος, ζηλωτός· Ἰωσὴφ υἱὸς ηὐξημένος, υἱός μου νεώτερος. Ἐπίφθονος γέγονας, φησὶν, ἐξ αὐτῶν τῶν προοιμίων. Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν. Τῶν ἀδελφῶν τὴν κατ᾽ αὐτοῦ συμφωνίαν αἰνίττεται. Καὶ ὅπερ ἀνωτέρω ἔλεγεν ἡ Γραφὴ, ὅτι ψόγον πονηρὸν κατήνεγκαν Ἰωσὴφ πρὸς τὸν πατέρα αὐτοῦ, τοῦτο οὗτος ἐνταῦθά φησιν· Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων· τὴν φονικὴν αὐτῶν αἰνιττόμενος γνώμην. Καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν. Ὅρα πῶς, ἐπειδὴ εἶπε τὰ παρ᾽ αὐτῶν κατὰ τοῦ Ἰωσὴφ τολμηθέντα, λέγει καὶ τὰ αὐτοῖς συμβεβηκότα. Συνετρίβη γὰρ, φησὶ, τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν.

Αὐτοὶ μὲν ἀνελεῖν ἐπεχείρησαν, καὶ τό γε ἧκον εἰς αὐτοὺς, εἰς ἔργον τὴν γνώμην ἐξήγαγον· ἀλλὰ καὶ τὰ τόξα αὐτῶν συνετρίβη, καὶ ἐξελύθη αὐτῶν τὰ νεῦρα. Πῶς γὰρ οὐχὶ τοῦτο πεπόνθασιν, ὅτε ἤκουον τοῦ Ἰωσὴφ λέγοντος· Ἐγώ εἰμι ὁ ἀδελφὸς ὑμῶν Ἰωσὴφ, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον; Τότε γὰρ μάλιστα, τότε ἐξελύθη αὐτῶν τὰ νεῦρα, Διὰ χεῖρα δυνάστου Ἰακώβ. Ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου, καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός. Ὁ δὲ ἐκλύσας αὐτῶν τὰ νεῦρα, φησὶν, ὁ δυνάστης ἐστίν. Αὐτὸς γὰρ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός.

Ὅρα τοῦ δικαίου τὸ γνήσιον περὶ τὸν Δεσπότην φίλτρον, ὅπως τὸν τῆς οἰκουμένης Δεσπότην αὐτοῦ μόνου λέγει εἶναι Θεὸν, οὐχὶ συγκλείων αὐτοῦ τὴν δεσποτείαν, οὐδὲ ἀποστερῶν αὐτὸν τῆς ἐξουσίας τῆς οἰκουμένης, ἀλλὰ τὸν οἰκεῖον ἐμφαίνων πόθον.

Καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν. Οὐ μόνον, φησὶν, ἐβοήθησεν, ἀλλὰ καὶ Εὐλόγησέ σε εὐλογίαν γῆς ἐχούσης πάντα, ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου. Ὑπερίσχυσεν ἐπ᾽ εὐλογίαις ὀρέων μονίμων, καὶ ἐπιθυμίαις θινῶν αἰωνίων. Τὴν δόξαν καὶ τὴν περιφάνειαν ἐνταῦθα αἰνίττεται καὶ τὴν βασιλείαν τῆς Αἰγύπτου, διὰ τῶν ὀρέων καὶ τῶν θινῶν τὸ ὑψηλόν τε καὶ ἰσχυρὸν ἐμφαίνων, ὡς καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω κορυφὴν τῆς ἀρχῆς ἀνενεχθῆναι. Αὗται, φησὶν, αἱ εὐλογίαι ἐπὶ τὴν κεφαλὴν ἔσονται Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν.

Αὗται, φησὶν, αἱ εὐλογίαι ἐπὶ τὴν κεφαλὴν ἔσονται τὴν σήν. Βενιαμὶν λύκος ἅρπαξ, τὸ πρωϊνὸν ἔδεται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. Καὶ ἐνταῦθα προμηνύει αὐτῷ τὰ μετὰ μικρὸν ἐσόμενα χρόνον, καὶ ὅτι, καθάπερ λύκος, οὗτος ἐπιβήσεται ἁρπάζων, ἀναιρῶν, καὶ μυρία κακὰ διατιθείς. Ἐπειδὴ δὲ πᾶσι τοῖς υἱοῖς καταλλήλους τὰς εὐλογίας προεμήνυσε, Καὶ εὐλόγησε, φησὶν, ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ, ἣν εὐλόγησεν αὐτούς· ἀντὶ τοῦ, ἃπερ ἐχρῆν ἑκάστῳ προεμήνυσε, καὶ τὰ ἐφ᾽ ἑκάστης φυλῆς συμβησόμενα προανεφώνησεν· ἐπειδὴ διετάξατο τὰ ὑπὸ τοῦ Πνεύματος αὐτῷ προμηνυθέντα, φησὶ πρὸς αὐτούς· Ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαὸν, καὶ θάψετέ με μετὰ τῶν πατέρων μου.

δʹ. Ὅρα πῶς διὰ τῆς ἐπισκήψεως ταύτης μεγίστην αὐτοῖς παραμυθίαν χαρίζεται. Ἐνενόουν γὰρ, ὅτι οὐκ ἂν ὁ δίκαιος τοῦτο διεστείλατο, εἰ μὴ πάντως ᾔδει τὴν ἄνοδον αὐτῶν ἐσομένην, καὶ τῆς δουλείας τῆς ἐν Αἰγύπτῳ τὴν ἀπαλλαγήν. Εἶτα καὶ τὸν τόπον λέγει· Ἐν τῷ σπηλαίῳ, φησὶν, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου. Καὶ ταῦτα εἰπὼν κατέπαυσε, φησὶν, ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ. Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Ὅρα καὶ τὴν τελευτὴν τοῦ δικαίου πολλοῦ θαύματος γέμουσαν.

Διαταξάμενος γὰρ, φησὶ, τοῖς παισὶν αὐτοῦ, Ἐξάρας τοὺς πόδας ἐπὶ τὴν κλίνην, ὥσπερ μεθ᾽ ἡδονῆς τὸ πρᾶγμα καταδεχόμενος. Οὕτω μετὰ τὸ πάντα διατάξασθαι, Τοὺς πόδας ἐξάρας, ἀντὶ τοῦ, ἐφαπλώσας, ἢ τείνας, ὡς ἂν εἴποι τις, Ἐξέλιπε, τοῦτό ἐστι, κατέλυσε τὴν ζωὴν, Καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Καὶ ἐπιπεσὼν, φησὶν, Ἰωσὴφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσεν ἐπ᾽ αὐτῷ, καὶ κατεφίλησεν αὐτόν. Εἶδες παιδὸς φιλοστοργίαν; εἶδες πεπυρωμένην ἀγάπην; Καὶ μετὰ τὴν τῆς ψυχῆς ἀναχώρησιν Ἐπιπεσὼν ἐπὶ τὸ πρόσωπον, καὶ καταφιλήσας, ἔκλαυσεν ἐπ᾽ αὐτῷ. Καὶ τούτου γενομένου Ἰωσὴφ τὰ παρὰ τοῦ πατρὸς ἐνταλθέντα εἰς ἔργον λοιπὸν ἐσπούδαζεν ἀγαγεῖν. Τέως δὲ Προσέταξε τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ.

Καὶ αὐτὸς μὲν τεσσαράκοντα ἡμέρας τὰς τῆς ταφῆς, ἡ δὲ Αἴγυπτος ἑβδομήκοντα ἡμέρας αὐτὸν ἐπένθησε. Καὶ ἐπειδὴ τὰ νενομισμένα ἅπαντα γεγένηται, λοιπὸν γνωρίζει τῷ Φαραὼ καὶ τοῖς μετ᾽ αὐτοῦ τὰ ὑπὸ τοῦ πατρὸς κελευσθέντα, καί φησιν· Ὥρκωσε με ὁ πατήρ μου. λέγων· Ἐν τῷ μνημείῳ, ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναὰν, ἐκεῖ με θάψεις. Νῦν οὖν συναναβὰς θάψω τὸν πατέρα μου, καὶ ἐπανελεύσομαι.

Προσῆκόν ἐστι, φησὶ, τὰ παρ᾽ αὐτοῦ διαταγέντα πληρωθῆναι παρ᾽ ἐμοῦ. Ποιήσας οὖν τὰ δόξαντα αὐτῷ, ἐπανελεύσομαι. Ταῦτα ἀκούσας ἐπέτρεψεν ὁ Φαραώ. Καὶ ἀνέβη, φησὶν, Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ᾽ αὐτοῦ πάντες οἱ παῖδες Φαραώ. Καὶ τὴν συγγένειαν, καὶ τοὺς βόας καὶ τὰ πρόβατα ὑπελείποντο. Καὶ συνανέβησαν μετ᾽ αὐτοῦ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. Ὅρα διὰ τὴν εἰς τὸν Ἰωσὴφ τιμὴν πόσην ἐπιδείκνυνται σπουδὴν οἱ Αἰγύπτιοι, καὶ συνανέρχονται τῷ Ἰωσὴφ, ὥστε γενέσθαι αὐτοὺς παρεμβολὴν μεγάλην. Καὶ παραγενόμενοι ἔν τινι τόπῳ, ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα. Καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ εἶδον οἱ κατοικοῦντες Χαναὰν, καὶ εἶπαν· Πένθος μέγα ἐστὶ τοῖς Αἰγυπτίοις. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου.

Ἀλλὰ σὺ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ ἁπλῶς παράτρεχε, ἀλλὰ τὸν καιρὸν ἐννοῶν, καθ᾽ ὃν ἐγίνετο, πάσης αἰτίας ἀπάλλαττε τὸν Ἰωσήφ. Οὐδέπω γὰρ ἦσαν τοῦ ᾅδου αἱ πύλαι συγκλασθεῖσαι, οὐδὲ τοῦ θανάτου τὰ δεσμὰ διαλυθέντα, οὐδὲ κοίμησις ὁ θάνατος λεγόμενος ἦν. Διὰ τοῦτο ἐπειδὴ ἐδεδοίκεισαν τὸν θάνατον, ταῦτα ἐποίουν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ ὕπνος ὁ θάνατος γέγονε, καὶ κοίμησις ἡ τελευτὴ, καὶ πολλὴ τῆς ἀναστάσεως ἡ πληροφορία, ὡς ἀπὸ ζωῆς εἰς ζωὴν μεθιστάμενοι, οὕτως ἀγαλλόμεθα καὶ εὐφραινόμεθα.

Καὶ τί λέγω ἀπὸ ζωῆς εἰς ζωήν; Ἀπὸ τῆς χείρονος ἐπὶ τὴν βελτίονα, ἀπὸ τῆς προσκαίρου ἐπὶ τὴν αἰώνιον, ἀπὸ τῆς ἐπιγείου ἐπὶ τὴν ἐπουράνιον. Καὶ πληρώσας πάντα, φησὶν, Ἰωσὴφ ὑπέστρεψεν εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ συναναβάντες μετ᾽ αὐτοῦ. Ἀλλ᾽ ὅρα μοι λοιπὸν ἐνταῦθα τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τὴν δειλίαν, καὶ τὸν φόβον τὸν κατασείοντα αὐτῶν τὴν διάνοιαν. Ἰδόντες γὰρ, φησὶν, οἱ ἀδελφοὶ Ἰωσὴφ, ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπαν· Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσὴφ, καὶ ἀνταποδῷ ἀνταπόδομα ἡμῖν, πάντα τὰ κακὰ ἃ ἐνεδειξάμεθα αὐτῷ. Μεγάλως αὐτῶν ὁ φόβος ἐτάραττε τὴν διάνοιαν, καὶ ὑπὸ τοῦ συνειδότος κεντούμενοι οὐκ εἶχον ὅ τι πράξωσι. Διὰ τοῦτο, φησὶ, θεασάμενοι τοῦ πατρὸς τὴν τελευτὴν, καὶ ὑπιδόμενοι, μὴ τὴν ἀξίαν αὐτοὺς εἰσπράξηται δίκην ὁ Ἰωσὴφ ὑπὲρ τῶν εἰς αὐτὸν εἰργασμένων, Παραγενόμενοι, φησὶ, πρὸς αὐτὸν εἶπον· Ὁ πατήρ σου ὥρκωσε πρὸ τοῦ τελευτῆσαι αὐτὸν, λέγων· Εἴπατε Ἰωσὴφ, Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν.

Ὅρα πάλιν, πῶς αὐτοὶ ἑαυτῶν κατήγοροι γίνονται. Βλέπε ὅσον ἐστὶν ὁ τοῦ συνειδότος ἔλεγχος. Ὅλως ἵστε, ὅτι ἀδικίαν καὶ ἁμαρτίαν εἰργάσασθε, ὅτι πονηρὰ ἐνεδείξασθε. Καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Εἶδες πῶς, οὐδενὸς ἀναγκάζοντος, αὐτοὶ ἑαυτῶν κατήγοροι γίνονται, καί φασιν· Εἶπεν ὁ πατήρ σου, Ἄφες αὐτοῖς, ὅτι πονηρά σοι ἐνεδείξαντο, καὶ δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου.

Ἀλλ᾽ ὁ θαυμαστὸς οὗτος καὶ πανάρετος τοσοῦτον ἀπέσχε τοῦ μνήμην τινὰ ποιήσασθαι τῶν εἰς αὐτὸν εἰργασμένων, ὅτι καὶ πρὸς τὰ ῥήματα αὐτῶν συνεχύθη. Καὶ ἔκλαυσε, φησὶν, Ἰωσὴφ, λαλούντων αὐτῶν πρὸς αὐτόν. Καὶ ἐλθόντες εἶπον· Ἴδε, ἡμεῖς σοι οἰκέται. Ὅρα πόσον ἐστὶν ἀρετὴ, πῶς ἰσχυρὸν καὶ ἄμαχον, καὶ ὅση τῆς κακίας ἡ ἀσθένεια. Ἰδοὺ γὰρ, ὁ μὲν τοσαῦτα πεπονθὼς βασιλεύει, οἱ δὲ ταῦτα διαθέντες τὸν ἀδελφὸν, οἰκέται εἶναι παρακαλοῦσι τοῦ παρ᾽ αὐτῶν εἰς δουλείαν ἐκδοθέντος.

εʹ. Ἀλλ᾽ ἄκουε τοῦ Ἰωσὴφ τὴν περὶ τοὺς ἀδελφοὺς ἀνεξικακίαν, καὶ ὅπως διὰ πάντων αὐτοὺς παραμυθήσασθαι βούλεται, καὶ πεῖσαι, ὡς οὐδὲν εἰς αὐτὸν ἡμαρτήκασι. Καί φησι, Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. Ὑμεῖς ἐβουλεύσασθε κατ᾽ ἐμοῦ πονηρά· ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα διατραφῇ λαὸς πολύς.

Μὴ δειλιάσητε, φησὶ, μηδὲ ἐναγώνιοι γένησθε· Τοῦ Θεοῦ γάρ εἰμι ἐγὼ, καὶ τὸν Δεσπότην τὸν ἐμὸν μιμοῦμαι, καὶ εὐεργεσίαις ἀμείβεσθαι σπουδάζω τοὺς τὰ ἀνήκεστά με διαθέντας· Τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. Εἶτα δεικνὺς ὅσης ἀπολαύει παρὰ τοῦ Θεοῦ εὐνοίας, φησίν· Ὑμεῖς πονηρᾷ γνώμῃ τὰ κατ᾽ ἐμὲ εἰργάσασθε, ὁ δὲ Θεὸς εἰς ἀγαθά μοι πάντα περιέστησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε, Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Πάντα, φησί. Τί ἐστι, Πάντα;

Καὶ τὰ ἐναντία, καὶ τὰ λυπεῖν δοκοῦντα, καὶ ταῦτα εἰς ἀγαθὸν μεθίστησιν· ὃ δὴ καὶ ἐπὶ τοῦ θαυμασίου τούτου γεγένηται. Τὰ γὰρ παρὰ τῶν ἀδελφῶν γεγενημένα, ταῦτα μάλιστα αὐτῷ τὴν βασιλείαν προεξένησε, τῆς εὐμηχάνου τοῦ Θεοῦ σοφίας πάντα τὰ πονηρὰ εἰς ἀγαθὰ μεταβαλλούσης. Ἵνα διατραφῇ, φησὶ, λαὸς πολύς. Οὐ μόνον ὑμῶν ἕνεκεν ταῦτα εἰς ἀγαθὸν μετέβαλεν, ἀλλ᾽ ἵνα καὶ πᾶς οὗτος ὁ λαὸς διατραφῆναι δυνηθῇ. Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν. Καὶ παρεκάλεσεν αὐτοὺς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Τί τοίνυν δεδοίκατε; Ἐγὼ ὑμῖν χορηγήσω τὰ πρὸς τροφὴν, καὶ πᾶσι τοῖς μεθ᾽ ὑμῶν. Καὶ παρεκάλεσεν αὐτοὺς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Οὐχ ἁπλῶς αὐτοὺς παρεκάλεσεν, ἀλλὰ τοσαύτῃ ἐχρήσατο τῇ σπουδῇ, ὥστε πᾶσαν αὐτῶν τὴν ἀθυμίαν ἐξελεῖν. Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ παροικία τοῦ πατρὸς αὐτοῦ. Καὶ εἶδεν Ἰωσὴφ παιδία Ἐφραῒμ ἕως τρίτης γενεᾶς. Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων· Ἐγὼ ἀποθνήσκω.

Ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν. Ὅρα καὶ τοῦτον ὁμοίως τῷ πατρὶ ἐπισκήπτοντα τοῦ μετακομισθῆναι αὐτοῦ τὰ ὀστᾶ. Καὶ ὅρα πῶς πάλιν βουλόμενος ἀναῤῥῶσαι αὐτῶν τὸν λογισμὸν, καὶ χρηστὰς ἐλπίδας ἔχειν περὶ τῆς ἐπανόδου, πρότερον τοῦτο προεμήνυσεν, ὅτι ἐπανελεύσεσθε, καὶ τότε φησὶ, Συνανοίσετε.

Ἀνιόντες, φησὶν, ὑμεῖς Συνανοίσετε τὰ ὀστᾶ μου. Τοῦτο δὲ ἐποίει οὐχ ἁπλῶς οὐδὲ μάτην, ἀλλὰ δύο ταῦτα οἰκονομῶν· ἓν μὲν, ἵνα μὴ οἱ Αἰγύπτιοι μεμνημένοι τῶν τοσούτων αὐτοῦ εὐεργεσιῶν, καὶ εὐκόλως ἐξ ἀνθρώπων θεοὺς προσαγορεύοντες, ὑπόθεσιν ἀσεβείας ἔχωσι τοῦ δικαίου τὸ σῶμα· ἕτερον δὲ, ἵνα ὦσι πεπληροφορημένοι, ὅτι πάντως ἐπανήξουσιν. Εἰ γὰρ μὴ τοῦτο ἦν ὡμολογημένον, οὐκ ἂν οὕτω διεστείλατο, ὥστε μετ᾽ αὐτῶν ἀναγαγεῖν τὰ ὀστᾶ. Καὶ ἦν ἰδεῖν λοιπὸν πρᾶγμα καινὸν καὶ παράδοξον, τὸν ἐπὶ τῆς Αἰγύπτου πάντα τὸν Ἰσραὴλ διατρέφοντα, τοῦτον καὶ τῆς ἐπανόδου ἡγούμενον, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας αὐτοὺς εἰσάγοντα. Καὶ ἐτελεύτησε, φησὶν, Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα.

Τίνος ἕνεκεν καὶ τούτου τὰ ἔτη ἡμῖν ἐσήμανεν; Ἵνα μάθῃς ὅσων ἐτῶν τῆς Αἰγύπτου τὴν ἡγεμονίαν ἐνεχειρίσθη. Ἑπτακαίδεκα ἐτῶν γενόμενος κατέβη εἰς τὴν Αἴγυπτον· καὶ τριάκοντα ἐτῶν γεγονὼς ὤφθη τῷ Φαραὼ, καὶ διέκρινε τὰ ἐνύπνια. Ὀγδοήκοντα δὲ λοιπὸν ἔτεσι κατέσχε πᾶσαν τὴν τῆς Αἰγύπτου ἀρχήν.

Εἶδες πῶς μείζους τῶν πόνων αἱ ἀμοιβαὶ, καὶ πολυπλασίους αἱ ἀντιδόσεις; Ἐν δέκα καὶ τρισὶν ἔτεσιν ἐπάλαισε τοῖς πειρασμοῖς, τὴν δουλείαν ὑπομένων, τὴν κατηγορίαν ἐκείνην τὴν παράνομον, τὴν ἐν τῷ δεσμωτηρίῳ κακουχίαν. Καὶ ἐπειδὴ γενναίως μετ᾽ εὐχαριστίας ἅπαντα ἤνεγκε, διὰ τοῦτο καὶ δαψιλεῖς ἐκομίσατο τὰς ἀμοιβὰς καὶ ἐπὶ τοῦ παρόντος βίου.

Ἐννόησον γάρ μοι, ὅτι ὑπὲρ τοῦ βραχέος ἐκείνου χρόνου, ὃν τὴν δουλείαν καὶ τὸ δεσμωτήριον ὑπέμεινεν, ἐν ὀγδοήκοντα ἔτεσι τὴν βασιλείαν διεῖπε. Καὶ ὅτι πίστει πάντα διέπραττε, καὶ διὰ τοῦτο καὶ περὶ τῆς τῶν ὀστῶν μετακομιδῆς ἐνετείλατο, ἄκουε τοῦ Παύλου λέγοντος· Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ᾽ ἵνα μάθῃς τὴν αἰτίαν, δι᾽ ἣν ἐπέσκηψε τῶν ὀστῶν τὴν κομιδὴν γενέσθαι, φησὶ, Καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.

Τάχα πλείονα τὰ εἰρημένα, ἀλλὰ σύγγνωτε. Πρὸς γὰρ τὸ τέλος τοῦ βιβλίου φθάσαντες ἐβουλήθημεν ἅπαν σήμερον τελέσαντες τὸ βιβλίον, οὕτω καταπαῦσαι τὸν λόγον, καὶ τὴν συνήθη παράκλησιν ὑμῖν προσαγαγεῖν, ὥστε μεμνῆσθαι τῶν εἰρημένων, καὶ ζηλοῦν τῶν δικαίων τούτων τὴν ἀρετὴν, τὴν περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν, τὴν περὶ τοὺς ἐπηρεάζοντας μακροθυμίαν, τὴν σωφροσύνην τὴν ὑπερβάλλουσαν. Ἐντεῦθεν γὰρ καὶ ὁ δίκαιος οὗτος τοσαύτην ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπὴν, πολὺν τῆς ἀρετῆς ποιώμεθα λόγον. Οὕτω γὰρ καὶ τοῦ Πνεύματος ἐπισπασόμεθα τὴν χάριν, καὶ τὸν παρόντα βίον ἀλύπως διανύσομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν. ΤΕΛΟΣ ΟΜΙΛΙΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ.