Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες Η΄-ΙΕ΄: Η δημιουργία του ανθρώπου, ο Παράδεισος και η Εύα

Ερμηνεία της δημιουργίας του ανθρώπου «κατ' εικόνα και καθ' ομοίωσιν», της εισαγωγής του στον Παράδεισο της τρυφής και της πλάσεως της γυναίκας, με αναφορές στην αρχέγονη μακαριότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 17

ΟΜΙΛΙΑ Ηʹ. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. αʹ. Φέρε καὶ σήμερον, ἐπειδὴ μετὰ πολλῆς τῆς προθυμίας ἠκούσατε χθὲς τῶν παρ᾽ ἡμῶν λεγομένων, τὰ πρόσφατον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, πρότερον ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ τὰ πρότερα ἐναποτίθεσθαι ὑμῶν τῇ διανοίᾳ, ἵνα μὴ μάτην καὶ εἰκῇ τοσοῦτον πόνον ὑπομένωμεν. Τὸ γὰρ σπουδαζόμενον ἡμῖν, μετὰ ἀκριβείας ὑμᾶς εἰδέναι τῶν γεγραμμένων τὴν δύναμιν, ὥστε μὴ μόνον ὑμᾶς ταῦτα ἐπίστασθαι, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ἵνα δύνησθε, κατὰ τὸν μακάριον Παῦλον, εἷς τὸν ἕνα οἰκοδομεῖν.

Ἐὰν γὰρ ὑμεῖς προκόπτητε ἐν Κυρίῳ, καὶ περὶ τὴν τῶν πνευματικῶν διδασκαλίαν ἐπίδοσίν τινα ἐπιδείκνυσθε, πολλὴν καὶ ἡμῖν παρέξετε τὴν εὐφροσύνην. Τοῦτο γὰρ ἡμῶν ἐστιν ἡ πᾶσα εὐημερία, καὶ ἡ μεγίστη ἑορτή.

Τίς γὰρ ἡμῶν ἡ ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος, φησὶ, καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς, καὶ ἡ ὑμετέρα κατὰ Θεὸν ἐπίδοσις; Ἐπεὶ καὶ τῶν διδασκάλων ἕκαστος, ἐπειδὰν ἴδῃ τὸν μαθητευόμενον τῶν προτέρων διδαγμάτων τὴν μνήμην ἀκριβῶς ἐμπήξαντα τῇ διανοίᾳ, καὶ τὸν καρπὸν διὰ τῶν ἔργων ἐπιδεικνύμενον, μετὰ πλείονος τῆς προθυμίας καὶ τῶν ἑξῆς τὴν γνῶσιν αὐτῷ παρακατατίθεται.

Καὶ ἡμεῖς τοίνυν ὅσῳ ἂν ἴδωμεν ὑμῶν τὴν διάνοιαν διεγηγερμένην, καὶ τὸν πόθον αὐξανόμενον, καὶ λογισμὸν ἐπτερωμένον, τοσούτῳ πλέον προθυμότεροι γινόμεθα πρὸς τὸ δαψιλεστέραν ὑμῖν προτιθέναι τὴν διδασκαλίαν. Ὅσῳ γὰρ ἂν πλείονα προχέωμεν ὑμῖν τὰ νάματα ταῦτα τὰ πνευματικὰ, τοσούτῳ καὶ ἡμῖν αὔξεται τὰ τῆς ἐπιῤῥοῆς διὰ τὴν οἰκοδομὴν τὴν ὑμετέραν, διὰ τὴν ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν· οὐδὲ γάρ ἐστιν ἐνταῦθα συμβῆναι, ὅπερ ἐπὶ τῶν χρημάτων γίνεσθαι εἰκός. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν τῷ πλησίον τὸ ἀργύριον, ἠλάττωσε τὴν οἰκείαν περιουσίαν, καὶ ὅσῳ ἂν πλείονα καταβάλῃ, τοσούτῳ καὶ τὰ τῆς οὐσίας αὐτῷ μειοῦται· ἐνταῦθα δὲ ἀπεναντίας. Τότε μᾶλλον ἡμῖν αὔξεται τὰ τῆς περιουσίας, τότε πλέον ἐπιδίδωσι τὰ τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ, ὅταν μετὰ δαψιλείας προχέωμεν τὰ τῆς διδασκαλίας τοῖς ἀρύεσθαι βουλομένοις. Ἐπεὶ οὖν τοῦτο καὶ ἡμῖν πλείονος πλούτου καὶ περιουσίας ὑπόθεσις γίνεται, καὶ ὑμεῖς ἀκορέστως ἔχετε περὶ τὴν πνευματικὴν ταύτην τροφὴν, φέρε ἴδωμεν τί καὶ σήμερον ὁ μακάριος Μωϋσῆς διδάσκει ἡμᾶς διὰ τῶν ἀναγνωσθέντων, μᾶλλον δὲ τί ἡ τοῦ Πνεύματος χάρις διὰ τῆς τούτου γλώττης πᾶσιν ἡμῖν διαλέγεται. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν.

Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, ἀλλὰ διερευνησώμεθα ἑκάστην λέξιν, καὶ πρὸς τὸ βάθος κατελθόντες ἀνιχνεύσωμεν τὴν ἐγκεκρυμμένην δύναμιν τοῖς βραχέσι τούτοις ῥήμασιν. Εἰ γὰρ καὶ ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκεκρυμμένος θησαυρὸς, καὶ προσήκει τοὺς νήφοντας καὶ ἐγρηγορότας μὴ μέχρι τῆς ἐπιφανείας ἵστασθαι. Ἐπεὶ καὶ οἱ τὸν αἰσθητὸν τοῦτον θησαυρὸν ἀνορύττειν ἐπιχειροῦντες, οὐκ ἐξεπιπολῆς μόνον διασκάπτουσιν, οὐδὲ τὴν ἐπιφάνειαν διερευνῶνται, ἀλλ᾽ ἐπειδὰν εἰς πολὺ βάθος κατέλθωσι, τότε τοὺς κόλπους τῆς γῆς ἀνιχνεύουσι, καὶ οὕτω διὰ τῆς οἰκείας ἐπιστήμης χωρίζουσι τῆς γῆς τὸ χρυσίον, καὶ μετὰ τὸν πολὺν πόνον καὶ ἱδρῶτα πολλάκις ὀλίγα ψήγματα μόγις εὑρεῖν ἠδυνήθησαν.

Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ὁ πόνος ἐλάττων, καὶ ἡ περιουσία ἄφατος. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά. βʹ. Μὴ τοίνυν γενώμεθα χείρους τῶν περὶ τὰ αἰσθητὰ ἐπτοημένων, ἀλλὰ διερευνήσωμεν καὶ ἡμεῖς τὸν θησαυρὸν τοῦτον τὸν πνευματικὸν τὸν τοῖς ῥήμασι τούτοις ἐναποκείμενον, καὶ πρῶτον ἴδωμεν τί τὸ καινὸν καὶ παράδοξον τῶν εἰρημένων, καὶ τίνος ἕνεκεν τοσαύτῃ τῇ ἐναλλαγῇ τῶν ῥημάτων ἐχρήσατο ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τοῦ προφήτου φθεγγόμενος. Καί φησι· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν. Πρῴην μὲν γὰρ ἠκούομεν αὐτοῦ λέγοντος μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, Γενηθήτω φῶς, καὶ Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος· καὶ πάλιν, Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρὰ, καὶ Γενηθήτωσαν φωστῆρες, καὶ Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Εἶδες λόγῳ μόνον καὶ προστάγματι πᾶσαν τὴν κτίσιν δημιουργουμένην ἐν ταῖς πέντε ἡμέραις; Σκόπει σήμερον πόση τῶν ῥημάτων ἡ διαφορά. Οὐκέτι γάρ φησι, γενηθήτω ἄνθρωπος, ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν. Τί τὸ καινόν; τί τὸ ξένον; Τίς ἆρα οὗτός ἐστιν ὁ δημιουργούμενος, ὅτι τοσαύτης βουλῆς καὶ σκέψεως ἐδέησε τῷ δημιουργῷ πρὸς τὴν τούτου κατασκευήν;

Μὴ ξενισθῇς, ἀγαπητέ. Τὸ γὰρ τιμιώτερον ἁπάντων τῶν ὁρωμένων ζώων ἐστὶν ὁ ἄνθρωπος, δι᾽ ὃν καὶ ταῦτα ἅπαντα παρήχθη, οὐρανὸς, γῆ, θάλαττα, ἥλιος, σελήνη, ἀστέρες, τὰ ἑρπετὰ, τὰ κτήνη, πάντα τὰ ἄλογα ζῶα. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τούτων ἁπάντων τιμιώτερον τυγχάνει, ὕστερον παρήχθη; Εἰκότως.

Καθάπερ γὰρ βασιλέως μέλλοντος εἰς πόλιν εἰσελαύνειν, τοὺς δορυφόρους ἀνάγκη προηγεῖσθαι, καὶ τοὺς ἄλλους ἅπαντας, ἵνα εὐτρεπισμένων τῶν βασιλείων, οὕτως ὁ βασιλεὺς εἰς τὰ βασίλεια παραγίνηται· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, καθάπερ βασιλέα τινὰ καὶ ἄρχοντα μέλλων ἐφιστᾷν πᾶσι τοῖς ἐπὶ τῆς γῆς, πᾶσαν ταύτην τὴν διακόσμησιν πρότερον ἐτεκτήνατο, καὶ τότε τὸν μέλλοντα ἐφίστασθαι παρήγαγε, δεικνὺς ἡμῖν δι᾽ αὐτῶν τῶν πραγμάτων ὅσον τιμᾶται τουτὶ τὸ ζῶον. Ἀλλ᾽ ἐρώμεθα τὸν Ἰουδαῖον, καὶ ἴδωμεν τί φησι, πρὸς τίνα εἴρηται τὸ, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν;

Μωϋσέως γάρ ἐστι τὰ γράμματα, ᾧ λέγουσι μὲν πιστεύειν, οὐ πιστεύουσι δέ· καθὼς καὶ ὁ Χριστός φησιν, Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί. Ἀλλὰ τὰ μὲν γράμματα παρ᾽ αὐτοῖς, τὰ δὲ νοήματα παρ᾽ ἡμῖν. Πρὸς τίνα οὖν εἴρηται, Ποιήσωμεν ἄνθρωπον, καὶ τίνι τὴν βουλὴν ταύτην προτίθησιν ὁ Δεσπότης; Οὐκ ἐπειδὴ βουλῆς δεῖται καὶ σκέψεως· μὴ γένοιτο· ἀλλὰ τῷ προσχήματι τῶν ῥημάτων ἐνδείξασθαι ἡμῖν βούλεται τὴν ὑπερβάλλουσαν τιμὴν, ἣν περὶ τὸν ἄνθρωπον τὸν δημιουργούμενον ἐπιδείκνυται. Τί οὖν φασιν οὗτοι οἱ τὸ κάλυμμα ἔχοντες ἔτι ἐπικείμενον ἐν ταῖς καρδίαις αὐτῶν, καὶ μηδὲν τῶν ἐγκειμένων συνιέναι βουλόμενοι; Πρὸς ἄγγελον, φησὶ, ταῦτα λέγει ἢ ἀρχάγγελον. Ὢ τῆς μανίας· ὢ τῆς πολλῆς ἀναισχυντίας. Καὶ πῶς ἂν ἔχοι λόγον, ὦ ἄνθρωπε, ἄγγελον κοινωνεῖν γνώμης τῷ Δεσπότῃ, καὶ δημιουργήματα τῷ δημιουργῷ; Ἀγγέλων οὐκ ἔστι τὸ γνώμης κοινωνεῖν, ἀλλὰ παρεστάναι, καὶ τὴν λειτουργίαν ἀναπληροῦν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ μεγαλοφωνοτάτου Ἡσαΐου λέγοντος περὶ τῶν ἀνωτέρω τῶν ἀγγέλων δυνάμεων, ὅτι Εἶδον τὰ Χερουβὶμ ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ τὰ Σεραφὶμ, καὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν ἐν ταῖς πτέρυξι, καὶ τοὺς πόδας. Διὰ τὸ μὴ φόρειν δηλονότι τὴν ἐκεῖθεν ἐκπηδῶσαν ἀστραπὴν, ἀλλ᾽ εἱστήκεισαν μετὰ πολλοῦ τοῦ φόβου καὶ τρόμου. Καὶ γὰρ τῶν δημιουργημάτων ἴδιον τὸ παρεστάναι τῷ Δεσπότῃ.

γʹ. Ἀλλ᾽ οὗτοι μηδὲν τῶν ἐγκειμένων συνιέντες, ἁπλῶς τὸ ἐπιὸν φθέγγονται. Διόπερ προσήκει τὴν ἐκείνων ληρωδίαν παρωσαμένους, διδάξαι τῆς Ἐκκλησίας τὰ τέκνα τῶν εἰρημένων τὴν ἀλήθειαν. Τίς οὖν ἐστιν οὗτος, πρὸς ὅν φησι, Ποιήσωμεν ἄνθρωπον; Τίς δὲ ἄλλος, ἀλλ᾽ ἢ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, ὁ θαυμαστὸς σύμβουλος, ὁ ἐξουσιαστὴς, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς, ὁ τῷ Πατρὶ ὅμοιος κατὰ τὴν οὐσίαν, δι᾽ οὗ τὰ πάντα παρήχθη; Τούτῳ φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν. Ἐνταῦθα καὶ τοῖς τὰ Ἀρείου φρονοῦσι καιρίαν δίδωσι τὴν πληγήν.

Οὐδὲ γὰρ προστακτικῶς εἶπε, ποίησον, ὡς ὑποδεεστέρῳ, ἢ ὡς ἐλάττονι κατὰ τὴν οὐσίαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἰσοτιμίας, Ποιήσωμεν· καὶ τὸ ἑξῆς δὲ πολλὴν δείκνυσιν ἡμῖν τῆς οὐσίας τὴν ὁμοιότητα. Ποιήσωμεν γὰρ, φησὶν, ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν.

Ἀλλ᾽ ἐνταῦθα πάλιν ἐπιφύονται ἕτεροι αἱρετικοὶ, λυμαινόμενοι τῆς Ἐκκλησίας τὰ δόγματα, καί φασιν, ἰδοὺ εἶπε, Κατ᾽ εἰκόνα ἡμετέραν, καὶ ἐντεῦθεν βούλονται ἀνθρωπόμορφον λέγειν τὸ θεῖον, ὅπερ ἐσχάτης ἂν εἴη παραπληξίας, τὸν ἀσχημάτιστον, καὶ ἀνείδεον, καὶ ἀναλλοίωτον εἰς μορφὴν ἀνθρωπίνην κατάγειν, καὶ, σχήματα καὶ μέλη περιτιθέναι τῷ ἀσωμάτῳ. Τί τῆς μανίας ταύτης ἴσον γένοιτ᾽ ἂν, ὅταν μὴ μόνον κερδαίνειν μὴ βούλωνται ἀπὸ τῆς τῶν θεοπνεύστων Γραφῶν διδασκαλίας, ἀλλὰ καὶ μέγιστα ἐντεῦθεν βλάπτωνται; Τοιοῦτον γὰρ οἱ νοσοῦντες, καὶ οἱ τὰς ὄψεις ταύτας τὰς σωματικὰς ἀσθενῶς διακείμενοι. Καθάπερ γὰρ οὗτοι καὶ πρὸς τὸ ἡλιακὸν φῶς ἀπεχθάνονται διὰ τὴν τῆς ὄψεως ἀσθένειαν, καὶ οἱ νοσοῦντες καὶ τὰ ὑγιεινότερα τῶν σιτίων ἀποστρέφονται· οὕτω δὴ καὶ οὔτοι νοσοῦντες τὴν ψυχὴν, καὶ τὸ τῆς διανοίας ὄμμα πεπηρωμένοι, πρὸς τὸ φῶς τῆς ἀληθείας ἐνατενίσαι οὐκ ἰσχύουσι. Διὸ τὰ παρ᾽ ἡμῶν αὐτῶν πληρώσωμεν, καὶ χεῖρα αὐτοῖς ὀρέξωμεν, μετὰ πολλῆς τῆς ἐπιεικείας πρὸς αὐτοὺς διαλεγόμενοι. Καὶ γὰρ ὁ μακάριος Παῦλος οὕτω παρῄνεσε λέγων, Ἐν πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς, φησὶ, μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

Ὁρᾷς πῶς ἐνέφηνε διὰ τῶν ῥημάτων, ὅτι καθάπερ ὑπὸ μέθης τινός εἰσι κατακεχωσμένοι; Τὸ γὰρ εἰπεῖν, Ἀνανήψωσιν, ἔδειξε κάτω που βεβαπτισμένους αὐτούς. Καὶ πάλιν, Ἐζωγρημένοι, φησὶν, ὑπὸ τοῦ διαβόλου, μονονουχὶ λέγων, καθάπερ ἐν δικτύοις εἰσὶν ἀπειλημμένοι. Καὶ δεῖ πολλῆς ἡμῖν τῆς ἐπιεικείας, καὶ τῆς μακροθυμίας, ὥστε δυνηθῆναι αὐτοὺς ἐξαρπάσαι, καὶ ἐξαγαγεῖν ἐκ τῶν παγίδων τοῦ διαβόλου. Εἴπωμεν τοίνυν πρὸς αὐτοὺς, ἀνανήψατε μικρὸν, διαβλέψατε πρὸς τὸ φῶς τῆς δικαιοσύνης, ἐννοήσατε τῶν ῥημάτων τὴν ἀκρίβειαν. Οὐδὲ γὰρ εἰπὼν, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν, μέχρι τούτου ἔστη, ἀλλὰ διὰ τῆς ἐπαγωγῆς δῆλον ἡμῖν ἐποίησε, κατὰ ποῖον λογισμὸν τὸ ὄνομα τῆς εἰκόνος ἔλαβε. Τί γάρ φησι; Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Κατὰ τὴν τῆς ἀρχῆς οὖν Εἰκόνα φησὶν, οὐ καθ᾽ ἕτερόν τι· καὶ γὰρ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχοντα τὸν ἄνθρωπον ἐδημιούργησεν ὁ Θεὸς, καὶ οὐδὲν τῶν ἐπὶ τῆς γῆς ἐστι τούτου μεῖζον, ἀλλὰ πάντα ὑπὸ τὴν ἐξουσίαν τὴν τούτου τυγχάνει.

δʹ. Εἰ δὲ ἔτι καὶ μετὰ τὴν τοσαύτην τῶν εἰρημένων ἀκρίβειαν φιλονεικοῦντες λέγοιεν, κατὰ τὴν τῆς μορφῆς εἰκόνα εἰρῆσθαι, ἐροῦμεν πρὸς αὐτούς· οὐκοῦν οὐ μόνον ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἡ γυνὴ δηλονότι· τὴν αὐτὴν γὰρ μορφὴν ἑκάτεροι ἔχουσιν. Ἀλλ᾽ οὐκ ἂν ἔχοι τοῦτο λόγον.

Ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν. Ὁ μὲν γὰρ ἄρχει, ἡ δὲ ὑποτέτακται, καθὼς καὶ ὁ Θεὸς ἐξ ἀρχῆς πρὸς αὐτήν φησι, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ γὰρ κατὰ τὸν τῆς ἀρχῆς λόγον τὸ τῆς εἰκόνος παρείληφε, καὶ οὐ κατὰ τὴν μορφὴν, ὁ δὲ ἄνθρωπος ἄρχει πάντων, ἡ δὲ γυνὴ ὑποτέτακται, διὰ τοῦτό φησι περὶ τοῦ ἀνδρὸς ὁ Παῦλος, ὅτι εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν. Εἰ δὲ περὶ μορφῆς ἔλεγεν, οὐκ ἂν διεῖλεν· ὁ γὰρ αὐτὸς τύπος καὶ ἀνδρὸς καὶ γυναικός.

Εἶδες τῆς ἀληθείας τὴν περιουσίαν, πῶς οὐδεμίαν καταλιμπάνει ἀπολογίας πρόφασιν τοῖς ἀναισχυντεῖν βουλομένοις; Ἀλλ᾽ ὅμως καὶ τούτων οὕτως ἐχόντων μὴ παυσώμεθα πολλῇ τῇ μακροθυμίᾳ πρὸς αὐτοὺς κεχρημένοι, Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας. Μὴ τοίνυν ναρκήσωμεν πολλὴν τὴν ἐπιείκειαν ἐπιδεικνύμενοι, εἴπως δυνηθείημεν αὐτοὺς ἐξαρπάσαι τῆς τοῦ διαβόλου ἀπάτης· καὶ, εἰ δοκεῖ, πάλιν ἐπιστήσωμεν αὐτοῖς τὸν μακάριον Παῦλον οὕτω λέγοντα πρὸς τοὺς τὰς Ἀθήνας οἰκοῦντας· Οὐκ ὀφείλομεν νομίζειν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης ἢ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον. Εἶδες τὸν σοφὸν διδάσκαλον, μεθ᾽ ὅσης ἀκριβείας πᾶσαν αὐτῶν ἐξέκοψε τὴν ἀπάτην; Οὐ μόνον γὰρ τύπου σωματικοῦ. ἔφησεν ἀπηλλάχθαι τὸ Θεῖον, ἀλλὰ μηδὲ ἐνθύμησιν ἀνθρώπου δυνατὴν εἶναι ἀναπλάσαι τι τοιοῦτον.

Ταῦτα πρὸς αὐτοὺς συνεχῶς διαλεγόμενοι, μὴ παύσησθε τὰ παρ᾽ ἑαυτῶν εἰσφέροντες, ἂν ἄρα ἐνδῶσιν, ἂν ἄρα βουληθῶσι διαβλέψαι πρὸς τὴν ἀλήθειαν. Καὶ ἐκείνοις μὲν μετὰ πολλῆς ἐπιεικείας καὶ τῆς ἀσφαλείας διαλεγόμενοι μὴ παύσησθε, αὐτοὶ δὲ, παρακαλῶ, μετὰ ἀκριβείας τὰ δόγματα τῆς Ἐκκλησίας κατέχετε, μὴ συγχέοντες τῶν εἰρημένων τὴν ἀκολουθίαν, ἀλλὰ πρὸς μὲν Ἰουδαίους καταλλήλως διαλεγόμενοι, καὶ δεικνύντες, ὅτι οὐ πρός τινα τῶν λειτουργικῶν δυνάμεων ταῦτα τὰ εἰρημένα, ἀλλὰ πρὸς αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν· πρὸς δὲ τοὺς τὰ Ἀρείου φρονοῦντας πάλιν ἐντεῦθεν τὴν ὁμοτιμίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀποδεικνύντες· καὶ πρὸς τοὺς ἀνθρωπόμορφον τὸ Θεῖον εἶναι φανταζομένους τὰ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένα εἰς μέσον παραγαγόντες, ἀνατρέπετε μὲν τὰ ζιζανίων δίκην ἐπιφυόμενα ὀλέθρια νοσήματα τοῖς τῆς Ἐκκλησίας δόγμασι· σπουδάζετε δὲ κρατύνειν ἐν ἑαυτοῖς τὰ εὐσεβῆ διδάγματα. Βούλομαι γὰρ καὶ εὔχομαι πάντας ὑμᾶς διδασκάλων τάξιν ἐπέχειν, καὶ μὴ μόνον ἀκροατὰς εἶναι τῶν παρ᾽ ἡμῶν λεγομένων, ἀλλὰ καὶ ἑτέροις διαπορθμεύειν, καὶ σαγηνεύειν τοὺς ἔτι πλανωμένους πρὸς τὴν τῆς ἀληθείας ὁδόν· καθάπερ καὶ Παῦλός φησιν, Εἷς τὸν ἕνα οἰκοδομεῖτε, καὶ, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.

Οὕτως ἡμῖν καὶ ἡ Ἐκκλησία εἰς πλῆθος ἐπιδώσει, καὶ ὑμεῖς πλείονος ἀπολαύσεσθε τῆς ἄνωθεν ῥοπῆς, πολλὴν τῶν ὑμετέρων μελῶν τὴν πρόνοιαν ποιούμενοι.

εʹ. Οὐδὲ γὰρ ἑαυτῷ μόνον ἀρκεῖν ὁ Θεὸς βούλεται τὸν Χριστιανὸν, ἀλλὰ καὶ ἑτέρους οἰκοδομεῖν οὐ διὰ τῆς διδασκαλίας μόνον, ἀλλὰ καὶ διὰ τοῦ βίου, καὶ τῆς ἀναστροφῆς· οὐδὲν γὰρ οὕτως ἐνάγει πρὸς τὴν τῆς ἀληθείας ὁδὸν, ὡς πολιτείας ἀκρίβεια· οὐδὲ γὰρ τοῖς παρ᾽ ἡμῶν λεγομένοις οὕτω προσέχουσιν, ὡς τοῖς ὑφ᾽ ἡμῶν πραττομένοις.

Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἔχει (κἂν γὰρ μυριάκις φιλοσοφῶμεν τοῖς λόγοις, καὶ περὶ ἀνεξικακίας διαλεγώμεθα, καιροῦ δὲ παραπεσόντος μὴ διὰ τῶν ἔργων ταύτην ἐπιδειξώμεθα, οὐ τοσοῦτον ὁ λόγος ὠφέλησεν, ὅσον ἡ πρᾶξις ἔβλαψεν· ἂν δὲ καὶ πρὸ τῶν λόγων καὶ μετὰ τοὺς λόγους τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ποιώμεθα, ἀξιόπιστοι ἐσόμεθα ἐκεῖνα παραινοῦντες, ἃ καὶ διὰ τῶν ἔργων πληροῦμεν, ἐπεὶ καὶ ὁ Χριστὸς τούτους ἐμακάρισε λέγων, Μακάριος ὁ ποιήσας, καὶ διδάξας)· σκόπει πῶς πρότερον τὴν ποίησιν ἔθηκεν, καὶ τότε τὴν διδασκαλίαν.

Τῆς πράξεως γὰρ προηγουμένης, κἂν μὴ ἕπηται ἡ διδασκαλία, ἀρκεῖ τὰ ἔργα φωνῆς λαμπρότερον διδάξαι τοὺς εἰς ἡμᾶς ὁρῶντας. Τοῦτο οὖν πανταχοῦ σκοπῶμεν πρότερον τοῖς ἔργοις διδάσκειν, καὶ τότε τοῖς λόγοις, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν παρὰ τοῦ Παύλου, Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Καὶ ὅταν βουλώμεθά τινι παραινέσαι, ὥστε κατορθῶσαί τι τῶν ἀναγκαίων, πρότερον αὐτοὶ σπουδάζωμεν τοῦτο κατορθοῦν, ἵνα μετὰ πλείονος τῆς παῤῥησίας τὴν διδασκαλίαν ποιώμεθα, καὶ πᾶσα ἡμῶν ἡ φροντὶς ἔστω περὶ τῆς κατὰ ψυχὴν σωτηρίας, καὶ ὅπως δυνηθείημεν τὰ σκιρτήματα τῆς σαρκὸς χαλινώσαντες τὴν ἀληθινὴν νηστείαν ἐπιδείξασθαι, λέγω δὴ τὴν τῶν κακῶν ἀποχήν· τοῦτο γὰρ νηστεία. Καὶ γὰρ ἡ τῶν βρωμάτων ἀποχὴ διὰ τοῦτο παρείληπται, ἵνα τὸν τόνον τῆς σαρκὸς χαλινώσῃ, καὶ εὐήνιον ἡμῖν τὸν ἵππον ἐργάσηται. Τὸν νηστεύοντα μάλιστα πάντων προσήκει τὸν θυμὸν χαλινοῦν, πραότητα πεπαιδεῦσθαι καὶ ἐπιείκειαν, συντετριμμένην ἔχειν τὴν καρδίαν, τῶν ἐπιθυμιῶν τῶν ἀτόπων ἐξορίζειν τὰς ἐνθυμήσεις, πρὸ ὀφθαλμῶν λαμβάνοντα τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν, καὶ τὸ κριτήριον τὸ ἀδέκαστον· χρημάτων κρείττονα γίνεσθαι, περὶ τὴν ἐλεημοσύνην πολλὴν τὴν δαψίλειαν ἐπιδείκνυσθαι, πᾶσαν κακίαν τὴν περὶ τῶν πλησίον ἐκ τῆς ψυχῆς ἀπελαύνειν.

Αὕτη ἀληθὴς ἡ νηστεία, καθάπερ καὶ Ἡσαΐας φησὶν ἐκ προσώπου τοῦ Θεοῦ φθεγγόμενος· Οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, λέγει Κύριος, οὐδ᾽ ἂν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾽ οὕτω καλέσετε νηστείαν δεκτὴν, λέγει Κύριος.

Ἀλλὰ ποίαν, εἰπέ; Λύε, φησὶ, στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, πτωχὸν ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐὰν ταῦτα πράξῃς, φησὶ, τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ.

ϛʹ. Εἶδες, ἀγαπητὲ, ποία ἐστὶν ἀληθὴς νηστεία; Ταύτην ἀσκήσωμεν, καὶ μὴ ἁπλῶς κατὰ τοὺς πολλοὺς νομίζωμεν ἐν τούτῳ τὰ τῆς νηστείας ἡμῖν περιορίζεσθαι, ἐὰν μέχρι τῆς ἑσπέρας ἄσιτοι διαμείνωμεν. Οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ᾽ ἵνα μετὰ τῆς τῶν βρωμάτων ἀποχῆς καὶ τὴν ἀποχὴν τῶν βλαπτόντων ἐπιδειξώμεθα, καὶ περὶ τὴν τῶν πνευματικῶν ἐργασίαν πολλὴν σπουδὴν ποιησώμεθα.

Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, ἡσύχιον, ἥμερον, ταπεινὸν, ὑπερορῶντα τῆς δόξης τοῦ παρόντος βίου. Ὥσπερ γὰρ τῆς ψυχῆς ὑπερεῖδεν, οὕτω προσήκει καὶ τῆς κενῆς δόξης ὑπεριδεῖν, καὶ πρὸς ἐκεῖνον μόνον ὁρᾷν τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας τὰς εὐχὰς καὶ τὰς ἐξομολογήσεις ποιεῖσθαι πρὸς τὸν Θεὸν, καὶ κατὰ δύναμιν τὴν διὰ τῆς ἐλεημοσύνης βοήθειαν ἑαυτῷ παρέχειν. Αὕτη γὰρ, αὕτη μάλιστα ἡ ἐντολὴ ἀφανίσαι δύναται ἡμῖν πάντα τὰ ἡμαρτημένα, καὶ τοῦ πυρὸς τῆς γεέννης ἐξαρπάσαι, μόνον ἐὰν μετὰ δαψιλείας αὐτὴν ἐπιδειξώμεθα, καὶ μὴ πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων τοῦτο ποιῶμεν.

Καὶ τί λέγω, μὴ πρὸς ἐπίδειξιν; Εἰ γὰρ ἦμεν εὐγνώμονες, καὶ δι᾽ αὐτὸ μόνον τὸ καλὸν, καὶ τὸ περὶ τοὺς ὁμογενεῖς συμπαθὲς, ταύτην ἐπιδείκνυσθαι ἐχρῆν, οὐ διὰ τοὺς ἐπηγγελμένους μισθοὺς παρὰ τοῦ Δεσπότου. Ἀλλ᾽ ἐπειδὴ οὐδὲν ὑψηλὸν φαντασθῆναι δυνάμεθα, κἂν διὰ τοῦτο αὐτὴν μετερχώμεθα, μηδαμοῦ τὴν παρὰ τῶν ἀνθρώπων θηρώμενοι δόξαν, ἵνα μὴ καὶ τὴν δαπάνην ὑπομένωμεν, καὶ τοῦ μισθοῦ ἀποστερηθῶμεν. Καὶ τοῦτο μὴ μόνον ἐπὶ τῆς ἐλεημοσύνης, ἀλλὰ καὶ ἐφ᾽ ἑκάστῳ κατορθώματι πνευματικῷ σκοπῶμεν, καὶ μηδὲν πρὸς τὴν τῶν ἀνθρώπων εὐφημίαν ἀφορῶντες ποιῶμεν· ἐπεὶ οὐδὲν ἡμῖν ὄφελος ἔσται, οὔτε ἐὰν νηστεύωμεν, οὔτε ἐὰν εὐχώμεθα, οὔτε ἐὰν ἐλεῶμεν, οὔτε ὅπερ ἂν ἕτερον ἐργαζώμεθα, ἂν μὴ δι᾽ ἐκεῖνον μόνον γίνεται, τὸν εἰδότα καὶ τὰ λανθάνοντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας ἡμῶν ἀποκείμενα. Εἰ γὰρ παρ᾽ ἐκείνου τὰς ἀμοιβὰς ἀναμένεις, ἄνθρωπε, τίνος ἕνεκεν παρὰ τοῦ ὁμογενοῦς βούλει ἐπαινεῖσθαι; Καὶ τί λέγω ἐπαινεῖσθαι; Πολλάκις οὗτος οὐκ ἐπαινεῖ, ἀλλὰ καὶ βασκαίνει. Εἰσὶ γὰρ πολλοὶ οὕτω μοχθηρῶς διακείμενοι, ὅτι καὶ τὰ καλῶς ὑφ᾽ ἡμῶν γινόμενα εἰς τὸ ἐναντίον περιτρέπουσι. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὴν διεφθαρμένην τούτων κρίσιν περὶ πολλοῦ ποιῇ;

Τὸν γὰρ ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν οὐδέν ἐστιν ὃ λανθάνει τῶν παρ᾽ ἡμῶν γινομένων, καὶ δεῖ τοῦτο ἐννοοῦντας μετὰ τοσαύτης ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομεῖν, ὡς μετ᾽ οὐ πολὺ μέλλοντας καὶ ῥημάτων καὶ πράξεων καὶ αὐτῶν τῶν ἐνθυμήσεων εὐθύνας ὑπέχειν. Μὴ τοίνυν καταφρονῶμεν τῆς ἑαυτῶν σωτηρίας.

Οὐδὲν γὰρ ἀρετῆς ἴσον, ἀγαπητέ· αὕτη γὰρ ἡμᾶς καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς γεέννης ἐξαρπάζει, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἡμῖν τὴν ἀπόλαυσιν χαρίζεται, καὶ ἐν τῷ παρόντι βίῳ πάντων ἀνωτέρους καθίστησι τῶν μάτην καὶ εἰκῇ ἐπιβουλεύειν ἐπιχειρούντων, καὶ οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν δαιμόνων, καὶ τοῦ ἐχθροῦ τῆς σωτηρίας τῆς ἡμετέρας, τοῦ διαβόλου λέγω, ἰσχυροτέρους ἀπεργάζεται. Τί οὖν ἂν εἴη ταύτης ἴσον, ὅταν μὴ μόνον τῶν ἀνθρώπων τῶν ἐπιβουλευόντων, ἀλλὰ καὶ τῶν δαιμόνων ἀνωτέρους ποιῇ τοὺς αὐτὴν μετιόντας; Ἀρετὴ δέ ἐστι τὸ πάντων τῶν ἀνθρωπίνων ὑπερορᾷν, τὸ τὰ μέλλοντα ἐφ᾽ ἑκάστης ὥρας φαντάζεσθαι, τὸ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, ἀλλ᾽ εἰδέναι, ὅτι πάντα τὰ ἀνθρώπινα σκιά ἐστι καὶ ὄναρ, καὶ εἴ τι τούτων εὐτελέστερον. Ἀρετή ἐστι τὸ καθάπερ νεκρὸν οὕτω διακεῖσθαι πρὸς τὰ τοῦ βίου τούτου πράγματα, καὶ πρὸς μὲν τὰ λυμαινόμενα τὴν τῆς ψυχῆς σωτηρίαν, ὡσανεὶ νεκρὸν ὄντα, οὕτως εἶναι ἀνενέργητον, πρὸς δὲ τὰ πνευματικὰ μόνον ζῇν καὶ ἐνεργεῖν, καθάπερ καὶ Παῦλος ἔλεγε· Ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός. Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, ὡς τὸν Χριστὸν ἐνδεδυμένοι, οὕτως ἅπαντα πράττωμεν, καὶ μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον.

Ὅταν οὖν ἐνοχληθῶμεν ὑπὸ πάθους, ἢ ἐπιθυμίας ἀτόπου, ἢ ὀργῆς, ἢ θυμοῦ, ἢ βασκανίας, ἐννοῶμεν τὸν ἐν ἡμῖν ἐνοικοῦντα, καὶ φυγαδεύωμεν πόῤῥω πᾶσαν τὴν τοιαύτην ἐνθύμησιν. Αἰδεσθῶμεν τῆς παρὰ τοῦ Θεοῦ παρασχεθείσης ἡμῖν χάριτος τὴν ὑπερβολὴν, καὶ χαλινώσωμεν πάντα τῆς σαρκὸς τὰ πάθη, ἵνα, νομίμως ἀθλήσαντες ἐν τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ βίῳ, τῶν μεγάλων ἐκείνων στεφάνων ἀξιωθῶμεν ἐν τῇ μελλούσῃ ἡμέρᾳ ἐκείνῃ, τῇ φοβερᾷ μὲν ἡμῖν τοῖς ἁμαρτωλοῖς, ποθεινῇ δὲ τοῖς τὴν ἀρετὴν ἐνδεδυμένοις, καὶ καταξιωθῶμεν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Θʹ. Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν,» καὶ πρὸς τοὺς λέγοντας, διὰ τί τὰ θηρία ἐδημιουργήθη; καὶ τί τὸ χρήσιμον ἀπὸ τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν. αʹ. Οἱ φιλόπονοι τῶν γηπόνων, ἐπειδὰν ἴδωσι λιπαρὰν καὶ βαθύγειον ἄρουραν, δαψιλῆ τὰ σπέρματα καταβάλλοντες, πολλὴν καὶ συνεχῆ τὴν ἐπιμέλειαν ποιοῦνται, καθ᾽ ἑκάστην ἡμέραν περισκοποῦντες, μήπου τι τῶν λυμαίνεσθαι δυναμένων τοῖς σπέρμασιν ἀνόνητον αὐτοῖς τὸν προλαβόντα καταστήσῃ πόνον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὸν πόθον τὸν πνευματικὸν, καὶ τὴν πολλὴν φιληκοΐαν, καθ᾽ ἑκάστην ἡμέραν τὰ ἀπὸ τῶν θείων Γραφῶν νοήματα ἐνιέναι ὑμῶν τῇ διανοίᾳ σπουδάζομεν, ὑποδεικνύντες ὑμῖν καὶ τὰ βλάπτειν δυνάμενα τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, ὥστε μὴ ἁλῶναι, μηδὲ τὴν ὑγιῆ τῶν δογμάτων διδασκαλίαν ἐπιθολῶσαι τῇ λύμῃ τῶν ἐπιχειρούντων τὰ ἐκ τῶν οἰκείων λογισμῶν ἐπεισάγειν τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ὑμέτερον δ᾽ ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυλάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιάπτωτον διασώζειν, ἵνα καὶ τοῖς ἑξῆς μετ᾽ εὐκολίας δύνησθε παρακολουθεῖν.

Εἰ γὰρ μὴ νῦν καὶ ἡμεῖς καταβαίημεν πρὸς τὰ βαθύτερα τῶν νοημάτων, καὶ ὑμεῖς συντείνητε ὑμῶν τὴν διάνοιαν, ὅτε νηστείας καιρὸς, ὅτε κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα τῆς διανοίας, τῷ πονηρῷ τῆς τρυφῆς μὴ ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα πρὸς τὸ μὴ ἀποπνίγεσθαι· πότε δυνησόμεθα τοῦτο ποιῆσαι; ὅτε τρυφὴ, καὶ μέθη, καὶ ἀδηφαγία, καὶ τὰ ἀπὸ τούτων τικτόμενα κακά; Ἢ οὐχ ὁρᾶτε, ὅτι καὶ οἱ τοὺς λίθους τούτους τοὺς ἀπὸ τῆς θαλάσσης εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμενοι, καὶ τὰ κύματα ἀριθμοῦντες, οὕτω τὴν εὕρεσιν ποιοῦνται, ἀλλ᾽ εἰς αὐτὸ τὸ βάθος καθιέντες ἑαυτοὺς, καὶ εἰς αὐτοὺς ὡς εἰπεῖν τοὺς κόλπους τῆς ἀβύσσου κατιόντες, οὕτω τῶν σπουδαζομένων ἐπιτυγχάνουσι;

Καίτοι τί μέγα ὄφελος εἰσενέγκοι ἂν εἰς τὸν βίον τὸν ἡμέτερον ἡ τῶν λίθων ἐκείνων εὕρεσις; Εἴθε μὲν οὖν μὴ μεγάλην τὴν βλάβην καὶ πολλὴν τὴν ζημίαν εἰσέφερεν. Ἐντεῦθεν γὰρ τὰ μυρία τίκτεται κακὰ, ἀπὸ τῆς τῶν χρημάτων μανίας, καὶ τῆς περὶ ταῦτα λύσσης.

Ἀλλ᾽ ὅμως καὶ τοσαύτης ἐξ ἐκείνων τικτομένης βλάβης, πρὸς οὐδὲν ὀκνοῦσιν οἱ περὶ ταῦτα ἐσχολακότες· ἀλλὰ καὶ κινδύνοις ἑαυτοὺς ἐκδιδόασι, καὶ πολὺν πόνον ὑπομένουσιν, ὥστε δυνηθῆναι εὑρεῖν τὸ ζητούμενον. Ἐπὶ δὲ τῶν θείων Γραφῶν, καὶ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων, οὔτε κίνδυνόν ἐστιν ὑπιδέσθαι, καὶ ὁ πόνος οὐ πολὺς, καὶ τὸ κέρδος ἄφατον, μόνον ἐὰν ἡμεῖς μετὰ προθυμίας τὰ παρὰ ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν, ἐπιζητοῦσα τοὺς μετὰ δαψιλείας αὐτὴν ὑποδεχομένους. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ ψυχὴν διεγηγερμένην καὶ πόθον ζέοντα, τὸν οἰκεῖον πλοῦτον μετὰ δαψιλείας χορηγεῖ ὑπερβαίνοντα τὴν αἴτησιν τῇ οἰκείᾳ φιλοτιμίᾳ.

βʹ. Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοὶ, ἐκκαθάραντες ὑμῶν τὸν λογισμὸν ἀπὸ τῶν βιωτικῶν πραγμάτων, καὶ εὐρύναντες ὑμῶν τὸ πλάτος τῆς διανοίας, μετὰ πολλῆς τῆς προθυμίας δέχεσθε τὰ παρὰ τοῦ Πνεύματος χορηγούμενα, ἵνα καθάπερ γῆ λιπαρὰ καὶ γόνιμος πολυπλασιάσητε τὰ καταβαλλόμενα, καὶ ποιήσητε ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Ἠκούσατε ἐν ταῖς προλαβούσαις ἡμέραις τὴν ἄφατον σοφίαν τοῦ τὰ ὁρώμενα πάντα τεκτηναμένου, καὶ ὅπως ῥήματι μόνον καὶ θελήματι τὰ πάντα παρήγαγεν. Εἶπε γὰρ, Γενηθήτω, καὶ ἐγένετο, καὶ εὐθέως παρήχθη ἅπαντα τὰ στοιχεῖα, καὶ ἤρκεσε τὸ ῥῆμα πρὸς τὴν τῶν γενομένων σύστασιν, οὐκ ἐπειδὴ ῥῆμα ἦν ἁπλῶς, ἀλλ᾽ ἐπειδὴ ῥῆμα Θεοῦ. Μέμνησθε τῶν τότε κινηθέντων ἡμῖν πρὸς τοὺς ἐξ ὑποκειμένης ὕλης λέγοντας τὰ ὄντα γεγενῆσθαι, καὶ τὴν οἰκείαν ληρωδίαν ἐπεισφέροντας τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ἐμάθετε τίνος ἕνεκεν τὸν μὲν οὐρανὸν ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον καὶ ἀδιατύπωτον.

Καὶ γὰρ δύο αἰτίας τότε εἰρήκαμεν, μίαν μὲν, ἵνα ἐν τῷ βελτίονι στοιχείῳ καταμαθόντες τὴν δύναμιν τοῦ Δεσπότου, μηκέτι ἀμφιβάλλωμεν νομίζοντες δι᾽ ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι· ἑτέραν δὲ, ἐπειδὴ αὕτη καὶ μήτηρ καὶ τροφὸς ἡμῖν γεγένηται, καὶ ἐξ αὐτῆς καὶ τρεφόμεθα, καὶ πάντων τῶν ἄλλων ἀπολαύομεν, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνιμεν· αὕτη γὰρ ἡμῖν καὶ πατρὶς καὶ τάφος ἐστίν· ἵνα γοῦν μὴ τὸ τῆς χρείας ἀναγκαῖον παρασκευάσῃ μέγα τι καὶ περὶ αὐτῆς φαντάζεσθαι, δείκνυσιν αὐτὴν ἐξ ἀρχῆς ἀμόρφωτον· ἵνα παιδευώμεθα καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων, μηκέτι τῇ φύσει τῆς γῆς λογίζεσθαι τὰ προειρημένα ἅπαντα, ἀλλὰ τῇ δυνάμει τοῦ παραγαγόντος.

Ἐμάθετε πάλιν πῶς τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, τὸ στερέωμα τοῦτο τὸ ὁρώμενον παραχθῆναι προστάξας· εἴδετε τὰ ζῶα τὰ ἔμψυχα, καὶ ἐκ τῶν ὑδάτων, καὶ ἐκ τῆς γῆς ἀναδιδόμενα. Ταῦτα οὐχ ἁπλῶς οὐδὲ μάτην νῦν ἀναγκάζομαι ἐπαναλαμβάνειν καὶ δευτεροῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης· ἀλλ᾽ ἵνα τοῖς μὲν ἀκηκοόσιν ὑπόθεσις γένηται, καὶ ἀσφαλέστερον αὐτὰ ἐναποθῶνται τῇ διανοίᾳ· τοῖς δὲ τότε μὴ παραγενομένοις ἀρκοῦσα γένηται ἡ διδασκαλία, καὶ μηδεμίαν ἐκ τοῦ μὴ παρεῖναι ζημίαν ὑπομένωσιν. Ἐπεὶ καὶ πατὴρ φιλόστοργος τοῖς ἀπολειφθεῖσι παισὶ τῆς τραπέζης τὰ λείψανα διαφυλάττει, ἵνα παραγενόμενοι παραμυθίαν τῆς ἀπουσίας εὕρωσι τὴν τούτων φυλακήν.

Διὰ δὴ τοῦτο καὶ ἡμεῖς πάντων ἐνταῦθα συνιόντων ὡς οἰκείων μελῶν κηδόμενοι, καὶ τὴν ὑμετέραν προκοπὴν οἰκείαν εὐδοκίμησιν τιθέμενοι, ἐπιθυμοῦμεν ἅπαντας τελείους καὶ ἀπηρτισμένους ἀποδειχθῆναι εἰς δόξαν Θεοῦ, καὶ εἰς εὐδοκίμησιν τῆς Ἐκκλησίας, καὶ εἰς καύχημα ἡμέτερον. Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, φέρε δι᾽ ὀλίγων καὶ τῶν χθὲς ἡμῖν εἰρημένων ὑπομνήσωμεν ὑμῶν τὴν ἀγάπην. Εἴδετε τὴν διαφορὰν τῆς δημιουργίας τῶν κτισμάτων, καὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως· ἠκούσατε ὅσης τιμῆς ἠξίωσε τὸν ἀρχηγὸν τοῦ γένους τοῦ ἡμετέρου, καὶ ἐν αὐτῇ τῇ διαπλάσει πῶς δι᾽ αὐτῶν τῶν ῥημάτων καὶ τῆς τῶν λέξεων παχύτητος ἐνέφηνε τὴν τιμὴν τὴν εἰς τὸν μέλλοντα δημιουργεῖσθαι, λέγων, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν. Ἐμάθετε τί ἐστι τὸ Κατ᾽ εἰκόνα, ὅτι οὐκ οὐσίας ἐστὶν ἀξία, ἀλλ᾽ ἀρχῆς ὁμοιότης, καὶ ὅτι οὐ κατὰ τὴν τῆς μορφῆς εἰκόνα εἶπεν, ἀλλὰ κατὰ τὸν τῆς ἀρχῆς λόγον· διὸ καὶ ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν τῆς γῆς.

γʹ. Ἀλλ᾽ ἐνταῦθα ἐπιφύονται ἡμῖν Ἕλληνες λέγοντες, ὅτι οὐκ ἀληθὴς ὁ λόγος εὑρίσκεται· οὐ γὰρ ἄρχομεν τῶν θηρίων, καθάπερ ὑπέσχετο, ἀλλ᾽ αὐτὰ ἡμῶν ἄρχει. Μάλιστα μὲν οὖν οὐδὲ τοῦτο ἀληθές. Ἔνθα γὰρ ἂν φανῇ ἄνθρωπος, εὐθέως φυγαδεύεται τὰ θηρία. Εἰ δέ ποτε ἢ λιμοῦ καταναγκάζοντος, ἢ ἡμῶν αὐτοῖς ἐπιόντων τὴν ἀπ᾽ αὐτῶν βλάβην δεξώμεθα, τοῦτο λοιπὸν οὐ παρὰ τὸ ἐκεῖνα ἡμῶν ἄρχειν γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν αἰτίαν.

Ἐπεὶ καὶ λῃστῶν ἡμῖν ἐπιόντων, εἰ μὴ ῥᾳθυμήσαιμεν, ἀλλ᾽ ὁπλιζοίμεθα, οὐ τῆς ἐκείνων ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰκείας σωτηρίας ἡ πρόνοια. Ἀκούσωμεν δὲ τέως τῶν εἰρημένων. Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν Ὥσπερ Εἰκόνα εἶπε τὴν τῆς ἀρχῆς δηλῶν εἰκόνα, οὕτω καὶ Ὁμοίωσιν, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην ὁμοίους ἡμᾶς γίνεσθαι Θεῷ, κατὰ τὸ ἥμερον λέγω καὶ πρᾷον ἐξομοιοῦσθαι αὐτῷ, καὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥσπερ καὶ ὁ Χριστός φησι, Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ γὰρ ἐν τῇ πλατείᾳ ταύτῃ γῇ καὶ εὐρυχώρῳ τῶν ζώων τὰ μέν ἐστιν ἡμερώτερα, τὰ δὲ θηριωδέστερα, οὕτω καὶ ἐν τῷ πλάτει τῆς ψυχῆς τῆς ἡμετέρας τῶν λογισμῶν οἱ μέν εἰσιν ἀλογώτεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι.

Δεῖ τοίνυν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν ἀρχὴν τούτων παραδιδόναι. Καὶ πῶς ἄν τις περιγένοιτο, φησὶ, λογισμοῦ θηριώδους; Τί λέγεις, ἄνθρωπε; Λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα μεταβαλεῖν δυνήσῃ; Καίτοι τῷ θηρίῳ μὲν κατὰ φύσιν πρόσεστι τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ ἥμερον παρὰ φύσιν δὲ τὸ ἄγριον καὶ θηριῶδες. Ὁ τοίνυν τὸ κατὰ φύσιν ἐκβαλὼν, καὶ τὸ παρὰ φύσιν ἐνθεὶς τῇ τοῦ θηρίου ψυχῇ, τὸ κατὰ φύσιν αὐτὸς οὐ δύνασαι διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο καταγνώσεως; Καὶ τὸ δὴ τούτου θαυμαστότερον καὶ παραδοξότερον, ἐπὶ μὲν τῆς τῶν λεόντων φύσεως καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί· λογισμῶν γάρ ἐστιν ἔρημον τὸ θηρίον, ἀλλ᾽ ὅμως ὁρῶμεν πολλάκις λέοντας ἡμέρους διὰ τῆς ἀγορᾶς ἀγομένους· πολλοὶ δὲ καὶ τῶν ἐπὶ τῶν ἐργαστηρίων καὶ ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι᾽ ἧς τὸ θηρίον ἡμέρωσεν· ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια· μὴ τοίνυν σκήψεις λέγε καὶ προφάσεις. Δυνατὸν γὰρ, ἐὰν θέλῃς ἥμερος εἶναι καὶ πρᾷος καὶ ἐπιεικής. Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν.

δʹ. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ζήτημα πάλιν ἐπανίωμεν. Δείκνυται γὰρ ἐκ τῶν εἰρημένων, ὅτι ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀπηρτισμένην εἶχε τὴν ἀρχὴν ὁ ἄνθρωπος τὴν κατὰ τῶν θηρίων. Ἀρχέτωσαν γὰρ, φησὶ, τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν τῆς γῆς. Ὅτι δὲ νῦν φοβούμεθα τὰ θηρία, καὶ δεδοίκαμεν, καὶ τῆς ἀρχῆς ἐκπεπτώκαμεν, οὐδὲ αὐτὸς ἀντιλέγω· ἀλλ᾽ οὐ τοῦτο ψευδῆ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείκνυσι. Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ᾽ ἐδεδοίκει καὶ ἔτρεμε τὰ θηρία, καὶ ὑπέκυπτε τῷ δεσπότῃ.

Ἐπειδὴ δὲ τῆς παῤῥησίας ἐξέπεσε διὰ τὴν παρακοὴν, καὶ τὰ τῆς ἀρχῆς ἠκρωτηριάσθη. Ὅτι γὰρ ὑποτεταγμένα ἦν ἅπαντα τῷ ἀνθρώπῳ, ἄκουσον τῆς Γραφῆς λεγούσης· Ἤγαγε, φησὶ, τὰ θηρία καὶ πάντα τὰ ἄλογα πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ ὁρῶν πλησίον αὐτοῦ γινόμενα τὰ θηρία, οὐκ ἀπεπήδησεν, ἀλλὰ καθάπερ τις δεσπότης δούλοις ὑποκειμένοις ὀνόματα ἐπιτιθεὶς, οὕτως ἅπασι τὰς προσηγορίας ἐπέθηκεν· Καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ, φησὶν, Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ· καὶ τοῦτο γὰρ δεσποτείας σύμβολον. Διὰ τοῦτο καὶ ὁ Θεὸς βουλόμενος καὶ διὰ τούτου διδάξαι αὐτὸν τὸ τῆς ἐξουσίας ἀξίωμα, αὐτῷ τῶν ὀνομάτων τὴν θέσιν ἐπέτρεψεν.

Ἱκανὸν μὲν οὖν τοῦτο δεῖξαι τὸ μὴ φοβερὰ εἶναι ἐξ ἀρχῆς τῷ ἀνθρώπῳ τὰ θηρία. Ἔστι δὲ καὶ ἕτερον οὐκ ἔλαττον τούτου, ἀλλὰ καὶ πολλῷ σαφέστερον. Τί δὴ τοῦτό ἐστιν; Ἡ πρὸς τὴν γυναῖκα τοῦ ὄφεως διάλεξις.

Εἰ γὰρ ἦν φοβερὰ τὰ θηρία τῷ ἀνθρώπῳ, οὐκ ἂν ἰδοῦσα ἡ γυνὴ τὸν ὄφιν ἔμεινεν, οὐκ ἂν ἐδέξατο τὴν συμβουλὴν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ᾽ εὐθέως ἂν τὴν πρόσοψιν ἐξεπλάγη, καὶ ἀπεπήδησε.

Νῦν δὲ καὶ διαλέγεται, καὶ οὐ φοβεῖται· οὔπω γὰρ ἦν ὁ φόβος οὗτος. Ἀλλ᾽ ἐπειδὴ ἡ ἁμαρτία εἰσῆλθεν, ἀφῃρέθη λοιπὸν καὶ τὰ τῆς τιμῆς, καὶ τὰ τῆς ἐξουσίας. Καὶ ὥσπερ ἐπὶ τῶν οἰκετῶν οἱ μὲν εὐδοκιμοῦντες φοβεροὶ καὶ τοῖς συνδούλοις εἰσὶν, οἱ προσκεκρουκότες καὶ τοὺς συνδούλους δεδοίκασιν· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου γέγονεν.

Ἕως μὲν γὰρ εἶχε τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν, φοβερὸς καὶ τοῖς θηρίοις ἦν· ἐπειδὴ δὲ προσέκρουσε, καὶ τοὺς ἐσχάτους τῶν συνδούλων ἐδεδοίκει λοιπόν. Εἰ δὲ μὴ ἀνέχῃ τῶν παρ᾽ ἡμῶν λεγομένων, σύ μοι δεῖξον πρὸ τῆς ἁμαρτίας, ὅτι φοβερὰ τῷ ἀνθρώπῳ τὰ θηρία ἦν. Ἀλλ᾽ οὐκ ἂν ἔχοις. Εἰ δὲ μετὰ ταῦτα εἰσῆλθεν ὁ φόβος, καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας μέγιστον τεκμήριον.

Εἰ γὰρ, καὶ τῆς ἐντολῆς παραβαθείσης ὑπὸ τοῦ ἀνθρώπου, ἡ τιμὴ ἡ δοθεῖσα αὐτῷ ἀκίνητος ἔμεινεν, οὐκ ἂν ἀνέστη ῥᾳδίως ἀπὸ τοῦ πτώματος. Ὅταν γὰρ καὶ παρακούοντες οἱ ἄνθρωποι, καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονηρίαν μᾶλλον, καὶ οὐ ταχέως ἀφίστανται τῆς κακίας. Εἰ γὰρ καὶ νῦν φόβων, καὶ τιμωριῶν, καὶ κολάσεων ἐπικειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, εἰ μηδὲν ἔπασχον ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν; Ὥστε κηδόμενος ἡμῶν καὶ φροντίζων ἐξέβαλεν ἡμᾶς τῆς ἀρχῆς.

εʹ. Σὺ δέ μοι, ἀγαπητὲ, καὶ ἐντεῦθεν σκόπει τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς ὁ μὲν Ἀδὰμ πᾶσαν ἀνέτρεψε τὴν ἐντολὴν, καὶ πάντα παρέβη τὸν νόμον· ὁ δὲ Θεὸς φιλάνθρωπος ὢν, καὶ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, οὐ πᾶσαν ἔλυσε τὴν τιμὴν, οὐδὲ πάσης ἐξέβαλεν αὐτὸν τῆς δεσποτείας, ἀλλ᾽ ἐκεῖνα μόνον ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συνετέλει πρὸς τὴν τῆς ζωῆς χρείαν· τὰ δὲ ἀναγκαῖα καὶ χρήσιμα, καὶ πολλὴν εἰσφέροντα τὴν λειτουργίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ ὑποταγῇ καὶ τῇ δουλείᾳ. Ἀφῆκε γοῦν βοῶν ἀγέλας, ἵνα ἄροτρον ἕλκωμεν, ἵνα τὴν γῆν ἀνατέμνωμεν, ἵνα τὰ σπέρματα καταβάλλωμεν· ἀφῆκε καὶ τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνηται τῶν πόνων ἡμῖν· ἀφῆκε τῶν προβάτων τὰς ποίμνας, ἵνα ἔχωμεν ἐν τῇ περιβολῇ τῶν ἐνδυμάτων χορηγίαν ἀρκοῦσαν· καὶ ἕτερα δὲ γένη τῶν ζώων εἴασε πολλὴν ἡμῖν τὴν χορηγίαν παρέχοντα.

Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον διὰ τὴν παρακοὴν ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας, καὶ ταὐτὸν πεποίηκεν, οἷον ἂν εἰ καὶ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν αὐτοῦ μαστίξας, θεραπείαν τινὰ προσαγάγῃ ταῖς μάστιξιν· οὕτω δὴ καὶ ὁ Θεὸς καταδίκην ἐπιτιθεὶς τῷ ἡμαρτηκότι, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν. Ὥστε καὶ τὸ δοῦναι τὴν τιμὴν, καὶ τὸ πάλιν ἀφελέσθαι, καὶ τὸ τὸν φόβον ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἄν τις ἀκριβῶς ἐξετάζοι καὶ εὐγνωμόνως, πολλῆς γέμει σοφίας, πολλῆς κηδεμονίας, πολλῆς τῆς φιλανθρωπίας. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστῶμεν αὐτῷ, καὶ εὐγνώμονες γενώμεθα περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα.

Οὐδὲ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἐπιζητεῖ παρ᾽ ἡμῶν, ἀλλ᾽ ἢ τὸ ὁμολογεῖν μόνον τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰς ὑπὲρ τούτων αὐτῷ εὐχαριστίας ἀναφέρειν· οὐκ ἐπειδὴ αὐτὸς δεῖται τούτου· ἀνενδεὴς γὰρ ὑπάρχει· ἀλλ᾽ ἵνα ἡμεῖς παιδευώμεθα τὸν χορηγὸν ἐπισπάσασθαι τῶν ἀγαθῶν, καὶ μὴ ἀγνώμονες γενώμεθα, ἀλλ᾽ ἀξίαν τῶν εὐεργεσιῶν καὶ τῆς τοσαύτης κηδεμονίας τὴν ἀρετὴν εἰσφέρωμεν.

Οὕτω γὰρ καὶ αὐτὸν εἰς πλείονα τὴν περὶ ἡμᾶς ἐκκαλεσόμεθα κηδεμονίαν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ, ἀλλ᾽ ἕκαστος ὑμῶν καθ᾽ ἑκάστην ὥραν, εἰ οἷόν τε, ἀναλογιζέσθω καθ᾽ ἑαυτὸν, μὴ μόνον τὰς κοινὰς εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας εἰς αὐτὸν γινομένας, μὴ τὰς ὡμολογημένας, καὶ πᾶσι δήλους, ἀλλὰ καὶ τὰς ἰδιαζούσας καὶ λανθανούσας τοὺς πολλούς· οὕτω γὰρ δυνήσεται διηνεκῆ τὴν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ.

Τοῦτο μεγίστη θυσία, τοῦτο προσφορὰ τελεία, τοῦτο παῤῥησίας ἡμῖν ὑπόθεσις γενήσεται· καὶ πῶς, ἐγὼ λέγω. Ὁ γὰρ ταῦτα διηνεκῶς στρέφων ἐν τῇ διανοίᾳ τῇ ἑαυτοῦ, καὶ τὴν μὲν οἰκείαν εὐτέλειαν καταμανθάνων μετὰ ἀκριβείας, ἐννοῶν δὲ τὴν ἄφατον καὶ ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅπως οὐ πρὸς ἀξίαν τῶν ἡμαρτημένων ὑφ᾽ ἡμῶν, ἀλλὰ πρὸς τὴν οἰκείαν ἀγαθότητα ἀφορῶν, οὕτω τὰ καθ᾽ ἡμᾶς οἰκονομεῖ, συστέλλεται τὴν διάνοιαν, συντρίβεται τὸν λογισμὸν, πάντα τῦφον καὶ ἀπόνοιαν καταστέλλει, μετριάζειν μανθάνει, ὑπερορᾷν τῆς δόξης τοῦ παρόντος βίου, καταγελᾷν πάντων τῶν ὁρωμένων, φαντάζεσθαι τὰ μέλλοντα ἀγαθὰ, καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον, καὶ πέρας οὐκ ἔχουσαν.

Ὁ δὲ οὕτω τὴν ψυχὴν διακείμενος, τὴν ἀληθῆ καὶ ἐπέραστον θυσίαν τῷ Θεῷ ἀναφέρει, καθὼς ὁ προφήτης φησί· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Τοὺς γὰρ εὐγνώμονας τῶν οἰκετῶν οὐχ οὕτως αἱ κολάσεις καὶ αἱ τιμωρίαι ἐπιστρέφουσιν, ὡς αἱ εὐεργεσίαι, καὶ τὸ εἰδέναι, ὅτι οὐ πρὸς ἀξίαν τῶν πεπλημμελημένων τὴν δίκην δεδώκασι.

ϛʹ. Συντρίψωμεν τοίνυν ἡμῶν τὸν λογισμὸν, παρακαλῶ, ταπεινώσωμεν τὴν διάνοιαν, καὶ μάλιστα νῦν ὅτε τῆς νηστείας ὁ καιρὸς πολλὴν ἡμῖν εἰς τοῦτο τὴν συμμαχίαν εἰσφέρει. Ἐὰν γὰρ οὕτως ὦμεν διακείμενοι, δυνησόμεθα καὶ τὰς εὐχὰς μετὰ πολλῆς τῆς νήψεως ποιεῖσθαι, καὶ ἐξομολογούμενοι τὰ πεπλημμελημένα πολλὴν ἐπισπάσασθαι τὴν ἄνωθεν χάριν. Καὶ ἵνα μάθητε ὅτι ταῖς τοιαύταις ἀρέσκεται ψυχαῖς ὁ Δεσπότης, ἄκουε αὐτοῦ λέγοντος· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ᾽ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Διὰ τοῦτο καὶ ὁ Χριστὸς διαλεγόμενος ἔλεγε· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ὄντως ταπεινῶν ἑαυτὸν οὐκ ἂν δυνηθείη ποτὲ εἰς θυμὸν ἐξενεχθῆναι, οὐδὲ τῷ πλησίον ὀργισθῆναι, τῆς ψυχῆς κατεσταλμένης, καὶ τὰ καθ᾽ ἑαυτὴν σκοπουμένης. Τῆς δὲ οὕτω διακειμένης ψυχῆς τί ἂν γένοιτο μακαριώτερον;

Ὁ τοιοῦτος ἐν λιμένι διηνεκῶς κάθηται παντὸς χειμῶνος ἀπηλλαγμένος, καὶ ἐντρυφῶν τῇ ἀπὸ τῶν λογισμῶν γαλήνῃ Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὥσπερ οὖν ὁ τὰ πάθη ταῦτα κατευνάσας πολλῆς ἀπολαύει τῆς ἀναπαύσεως, οὕτως ὁ ῥᾴθυμος, καὶ ἀναπεπτωκὼς, καὶ μὴ δυνάμενος δεόντως ἡνιοχεῖν τὰ ἐν αὐτῷ τικτόμενα πάθη, ἐν διηνεκεῖ σάλῳ καθέστηκεν, οἴκοθεν τὸν πόλεμον ἔχων, καὶ οὐδενὸς παρόντος ταραττόμενος, καὶ πολὺν τὸν χειμῶνα ὑπομένων· διὸ καὶ τῶν κυμάτων κορυφουμένων, καὶ τῆς τῶν πονηρῶν πνευμάτων καταιγίδος ἐπιούσης, πολλάκις ὑποβρύχιος γίνεται, καταβαπτισθέντος τοῦ σκάφους διὰ τὴν ἀπειρίαν τοῦ κυβερνήτου. Διὸ χρὴ νήφειν, καὶ ἐγρηγορέναι, καὶ διηνεκῆ τὴν μέριμναν ἔχειν καὶ ἀδιάλειπτον τῆς κατὰ ψυχὴν σωτηρίας. Τὸν γὰρ Χριστιανὸν ἀεὶ παρατετάχθαι χρὴ πρὸς τὰ πάθη τῆς σαρκὸς, καὶ τοὺς νόμους τοὺς τεθέντας ἡμῖν παρὰ τοῦ κοινοῦ πάντων Δεσπότου ἐναύλους ἔχειν, καὶ τούτοις τειχίζεσθαι, καὶ τῇ πολλῇ αὐτοῦ περὶ ἡμᾶς μακροθυμίᾳ εἰς δέον κεχρῆσθαι, καὶ μὴ ἀναμένειν τὴν διὰ τῶν ἔργων πεῖραν, καὶ τότε συστέλλεσθαι, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται, Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν.

Ἔχοντες οὖν, ἀγαπητοὶ, σύμμαχον τῆς νηστείας τὴν παρουσίαν, πάντες ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπλημμελημένων ἐπειγώμεθα, καὶ ἀπεχώμεθα μὲν πάσης κακίας, μετίωμεν δὲ πᾶσαν ἀρετήν. Οὕτω γὰρ καὶ ὁ μακάριος προφήτης Δαυῒδ διδάσκει λέγων· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἂν οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομῶμεν, καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων καὶ τὴν ἀποχὴν τῆς κακίας ἐπιδειξώμεθα, δυνησόμεθα καὶ αὐτοὶ πλείονος ἀπολαῦσαι τῆς παῤῥησίας, καὶ δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας, καὶ ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρεστησάντων αὐτῷ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ. Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν·» καὶ εἰς τὸ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. αʹ. Ἐλάττων ἡμῖν ὁ σύλλογος σήμερον, καὶ βραχὺ τὸ θέατρον τῶν συνδεδραμηκότων. Τίνος ἕνεκεν, καὶ διὰ τί;

Τάχα τινὲς ἠρυθρίασαν μετὰ τὴν αἰσθητὴν τράπεζαν εἰς τὴν πνευματικὴν ταύτην ἑστίασιν παραγενέσθαι, καὶ τοῦτο αὐτοῖς αἴτιον γεγένηται τῆς ἀπολείψεως· ἀλλ᾽ ἀκουέτωσαν σοφοῦ τινος λέγοντος· Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Οὐκ ἔστιν αἰσχύνης ἄξιον, τραπέζης μετασχόντα σωματικῆς ἐλθεῖν ἐπὶ τὴν πνευματικὴν ἑστίασιν. Οὐδὲ γὰρ καθάπερ τὰ ἀνθρώπινα πράγματα, οὕτω καὶ τὰ πνευματικὰ καιροῖς ἀφωρισμένοις διατετύπωται. Ἡ γὰρ περὶ τῶν πνευματικῶν διάλεξις πάντα τῆς ἡμέρας τὸν καιρὸν ἐπιτήδειον ἔχει. Καὶ τί λέγω τῆς ἡμέρας τὸν καιρόν; Κἂν νὺξ καταλάβῃ, οὐδὲ οὕτω κώλυμα γίνεται τῇ πνευματικῇ διδασκαλίᾳ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε Τιμοθέῳ γράφων· Ἐπίστηθι εὐκαίρως, ἀκαίρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ πάλιν ἄκουε τοῦ μακαρίου Λουκᾶ λέγοντος, ὅτι Μέλλων ἐξιέναι, φησὶ, τῇ ἐπαύριον ὁ Παῦλος ἀπὸ τῆς Τρωάδος, διελέγετο αὐτοῖς, καὶ παρέτεινε τὸν λόγον μέχρι μεσονυκτίου. Μή τι ὁ καιρὸς ἐλυμήνατο, εἰπέ μοι, ἢ διέκοψε τὸν τῆς διδασκαλίας λόγον; Ὁ νήφων ἀκροατὴς, κἂν ἠριστηκὼς ᾖ, ἄξιος ἂν εἴη τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, ὥσπερ οὖν ὁ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, κἂν ἄσιτος διαμείνῃ, οὐδεμίαν ἐντεῦθεν δέξεται τὴν ὠφέλειαν.

Καὶ ταῦτα λέγω οὐ τὸν τόνον τῆς νηστείας ἐκλύων, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἐπαινῶν καὶ ἀποδεχόμενος τοὺς νηστεύοντας· ἀλλὰ βουλόμενος διδάξαι ὑμᾶς, λογισμῷ τινι νήφοντι μετιέναι τὰ πνευματικὰ, καὶ μὴ συνηθείᾳ κατακολουθεῖν. Οὐ γὰρ τὸν μεταλαβόντα τροφῆς αἰσχρὸν παραλαβεῖν τῇ πνευματικῇ ταύτῃ διδασκαλίᾳ, ἀλλὰ τὸ ῥᾳθυμούσῃ διανοίᾳ, καὶ τὸ ὑπὸ τῶν παθῶν πολιορκεῖσθαι, καὶ μὴ καταστέλλειν τὰ τῆς σαρκὸς σκιρτήματα. Οὐ τὸ φαγεῖν κακὸν, μὴ γένοιτο, ἀλλ᾽ ἡ ἀδηφαγία βλαβερὸν, καὶ τὸ ὑπὲρ τὴν χρείαν ἐμπίπλασθαι, καὶ διαῤῥήγνυσθαι τὴν γαστέρα· τοῦτο γὰρ καὶ τὴν ἡδονὴν τὴν ἀπὸ τῆς τροφῆς λυμαίνεται· ὥσπερ οὖν οὐδὲ τὸ οἴνου συμμέτρου μετασχεῖν πονηρὸν, ἀλλὰ τὸ μέθῃ ἑαυτὸν ἐκδοῦναι, καὶ τῶν λογισμῶν τὸ κριτήριον παρατρέψαι διὰ τῆς ἀμετρίας. Εἰ δὲ δι᾽ ἀσθένειαν σωματικὴν, ἀγαπητὲ, μὴ δύναιο ἄσιτος παρατείνειν τὴν ἡμέραν, οὐδεὶς εὖ φρονῶν ὑπὲρ τούτου σοι ἐγκαλέσαι δυνήσεται. Δεσπότην γὰρ ἔχομεν ἥμερον καὶ φιλάνθρωπον, καὶ οὐδὲν τῶν ὑπὲρ δύναμιν παρ᾽ ἡμῶν ἐκζητοῦντα.

Οὐδὲ γὰρ τὴν ἀποχὴν τῶν βρωμάτων, καὶ τὴν νηστείαν ἁπλῶς ἀπαιτεῖ παρ᾽ ἡμῶν γίνεσθαι, οὐδὲ δι᾽ αὐτὸ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν μόνον, ἀλλ᾽ ἵνα ἀφιστῶντες ἑαυτοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς ἀναλίσκωμεν. Ὡς εἰ μετὰ νηφούσης διανοίας τὸν ἑαυτὼν βίον οἰκονομῶμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σχολὴν ἐπιδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίωμεν, ὡς τὴν χρείαν μόνον πληροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἡμῖν ἦν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας. Ἀλλ᾽ ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀνθρωπίνη, καὶ τῇ ἀνέσει καὶ τῇ τρυφῇ μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος τὴν ἀπὸ τῆς νηστείας ἡμῖν ἰατρείαν ἐπενόησεν ὁ φιλάνθρωπος Δεσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν. Ἂν τοίνυν ὦσί τινες τῶν ἐνταῦθα συνιόντων ὑπὸ ἀσθενείας σωματικῆς κωλυόμενοι, καὶ μὴ δυνάμενοι, ἄσιτοι διαμένειν, τούτοις παραινῶ καὶ τὴν ἀσθένειαν τὴν σωματικὴν παραμυθεῖσθαι, καὶ τῆς διδασκαλίας ταύτης τῆς πνευματικῆς μὴ ἀποστερεῖν ἑαυτοὺς, ἀλλὰ ταύτῃ μᾶλλον πλείονα τὴν σπουδὴν ἐπιδείκνυσθαι.

βʹ. Εἰσὶ γὰρ, εἰσὶν ὁδοὶ πολλῷ μείζους τῆς ἀποχῆς τῶν βρωμάτων, αἱ δυνάμεναι τὰς θύρας ἡμῖν ἀνοίγειν τῆς παῤῥησίας τῆς πρὸς τὸν Θεόν. Ὁ τροφῆς τοίνυν μεταλαμβάνων, καὶ νηστεύειν μὴ δυνάμενος, δαψιλεστέραν τὴν ἐλεημοσύνην ἐπιδεικνύσθω, εὐχὰς ἐκτενεῖς, τὴν προθυμίαν ἐπιτεταμένην ἐχέτω περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων· ἐνταῦθα οὐδὲν ἡ τοῦ σώματος ἀσθένεια ἐμπόδιον ἡμῖν γίνεται· τοῖς ἐχθροῖς καταλλαττέσθω, πᾶσαν μνησικακίαν ἐξοριζέτω τῆς ἑαυτοῦ ψυχῆς. Ἂν ταῦτα κατορθοῦν βούληται, τὴν ἀληθῆ νηστείαν ἐπεδείξατο, καὶ ἣν μάλιστα πάντων ἀπαιτεῖ παρ᾽ ἡμῶν ὁ Δεσπότης.

Ἐπεὶ καὶ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων διὰ τοῦτο κελεύει γίνεσθαι, ἵνα χαλινοῦντες τὰ σκιρτήματα τῆς σαρκὸς, εὐήνιον αὐτὴν ἐργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ τῆς νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπιδείκνυσθαι, λανθάνομεν ἑαυτοὺς τὰ μέγιστα ζημιούμενοι.

Εἰ γὰρ καὶ μετὰ νηστείας ἡ τῶν προειρημένων κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλλον εἰ μηδὲ τῷ φαρμάκῳ τῆς νηστείας χρήσασθαι δυνάμενοι, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα. Ταῦτα δὴ μαθόντες παρ᾽ ἡμῶν, παρακαλῶ, οἱ νηστεύειν δυνάμενοι, αὐτοί τε καθ᾽ ὅσον οἷόν τε ἐπιτείνετε ὑμῶν τὴν καλὴν ταύτην καὶ ἐπαινετὴν προθυμίαν. Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται.

Ἡ γὰρ νηστεία τὸ μὲν σῶμα κατατείνει, καὶ χαλινοῖ τὰ ἄτακτα σκιρτήματα, τὴν δὲ ψυχὴν διαυγεστέραν ἐργάζεται, καὶ πτεροῖ, καὶ μετάρσιον καὶ κούφην ποιεῖ. Καὶ τοὺς ἀδελφοὺς δὲ τοὺς ὑμετέρους, ὅσοι διὰ σωματικὴν ἀσθένειαν νηστεύειν οὐ δύνανται, προτρέπεσθε μὴ ἀπολιμπάνεσθαι τῆς πνευματικῆς ταύτης τροφῆς, διδάσκοντες αὐτοὺς, καὶ τὰ παρ᾽ ἡμῶν αὐτοῖς διαπορθμεύοντες, καὶ δεικνύντες, ὅτι ὁ φαγὼν καὶ πιὼν μετρίως οὐκ ἀνάξιός ἐστι ταύτης τῆς ἀκροάσεως, ἀλλ᾽ ὁ ῥᾴθυμος καὶ διακεχυμένος. Καὶ λέγετε πρὸς αὐτοὺς καὶ τὸ ἀποστολικὸν λόγιον, ὅτι Καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει, καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. Καὶ ὁ νηστεύων τοίνυν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι δύναμιν ἔσχε δυναμένην ἀντισχεῖν πρὸς τὸν πόνον τῆς νηστείας· καὶ ὁ ἐσθίων πάλιν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι οὐδὲν αὐτὸν τοῦτο λυμήνασθαι δύναται πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, ἐὰν θέλῃ. Τοσαύτας γὰρ ἡμῖν ὁδοὺς ἔτεμεν ὁ φιλάνθρωπος Θεὸς, ὅσας οὐδὲ εἰπεῖν ἔστι, δι᾽ ὧν δυνατόν ἐστιν ἡμᾶς, ἐὰν βουλώμεθα, τῆς ἀνωτάτω παῤῥησίας μετασχεῖν. Ταῦτα οὖν ἀρκούντως τῶν ἀπολειφθέντων ἕνεκεν διελέχθημεν, περιελόντες αὐτῶν τῆς αἰσχύνης τὴν πρόφασιν, καὶ δείξαντες, ὅτι οὐ δεῖ ἐπὶ τούτῳ αἰσχύνεσθαι· οὐ γὰρ τὸ φαγεῖν αἰσχύνην ἡμῖν προξενεῖ, ἀλλὰ τὸ κακόν τι διαπράξασθαι.

Μεγάλη αἰσχύνη ἡ ἁμαρτία· ἐὰν ταύτην ἐργασώμεθα, οὐ μόνον αἰσχύνεσθαι ὀφείλομεν, ἀλλὰ καὶ ἐγκαλύπτεσθαι, καὶ καθάπερ οἱ προσκεκρουκότες, οὕτως ἑαυτοὺς ταλανίζειν· μᾶλλον δὲ μηδὲ τότε ἀπαγορεύειν ἑαυτοὺς, ἀλλὰ πρὸς ἐξομολόγησιν ἐπείγεσθαι καὶ πρὸς εὐγνωμοσύνην.

Τοιοῦτον γὰρ ἔχομεν Δεσπότην, οὐδὲν ἕτερον παρ᾽ ἡμῶν ἐπιζητοῦντα μετὰ τὴν τῆς ἁμαρτίας πρᾶξιν, εἴ ποτε διὰ ῥᾳθυμίαν ἁλῶμεν, ἢ τὸ ὁμολογῆσαι τὰ ἐπταισμένα, καὶ μέχρι τούτου στῆναι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν.

Ἐὰν δὲ τροφῆς συμμέτρου μεταλάβωμεν, μηδέποτε αἰσχυνώμεθα· σώματι γὰρ ἡμᾶς τοιούτῳ συνέπλεξεν ὁ Δεσπότης, ᾧ μὴ δυνατὸν ἑτέρως συνεστάναι, εἰ μὴ ταύτης μεταλάβοι, μόνον τὰ τῆς ἀμετρίας ἐκκοπτέσθω· τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐεξίαν τὰ μέγιστα συμβάλλεται. Ἢ οὐχ ὁρᾶτε καθ᾽ ἑκάστην ἡμέραν ἀπὸ τῶν πολυτελῶν τραπεζῶν καὶ τῆς ἀμέτρου ἀδηφαγίας τὰ μυρία ἐπαγόμενα νοσήματα;

Πόθεν ποδαλγίαι; πόθεν καρηβαρίαι; πόθεν ὁ τῶν χυμῶν τῶν διεφθαρμένων πλεονασμός; πόθεν τὰ ἄλλα μυρία νοσήματα; Οὐκ ἀπὸ τῆς ἀμετρίας καὶ τοῦ πλέον τοῦ δέοντος ἐγχέειν ἑαυτοῖς τὸ ἄκρατον; Καθάπερ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτίζεται, καὶ ὑποβρύχιον γίνεται· οὕτω καὶ ὁ ἄνθρωπος, ὅταν τῇ ἀδηφαγίᾳ καὶ τῇ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρημνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἀπεργάζεται τὸν λογισμὸν, καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος.

γʹ. Διὸ παρακαλῶ, κατὰ τὸν μακάριον Παῦλον, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, ἀλλὰ πρὸς τὸ συνεστάναι, καὶ δύνασθαι μετὰ πλείονος προθυμίας ἐν τῇ τῶν πνευματικῶν ἐργασίᾳ πολλὴν τὴν σπουδὴν ἐπιδείκνυσθαι. Ταῦτα δὴ πάντα διαλεγόμενοι πρὸς τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους, πείθετε αὐτοὺς τῆς πνευματικῆς ταύτης τροφῆς μηδέποτε ἑαυτοὺς ἀποστερεῖν, ἀλλὰ κἂν ἠριστηκότες ὦσιν, ἐρχέσθωσαν μετὰ πάσης προθυμίας, ἵνα δεξάμενοι τὴν ἐντεῦθεν διδασκαλίαν, δύνωνται γενναίως ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.

Ἡμεῖς δὲ λοιπὸν φέρε τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ τῆς σπουδῆς τῆς περὶ τὴν ἀκρόασιν ἀμειψώμεθα τὴν ὑμετέραν ἀγάπην, καὶ τὸ χρέος ἐκτίσωμεν, ὅπερ ὀφείλομεν ὑμῖν. Ἴστε γὰρ πάντως καὶ μέμνησθε, ὅτι περὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως ἀρξάμενοι διαλέγεσθαι, ὑπὸ τοῦ καιροῦ στενοχωρηθέντες οὐκ ἰσχύσαμεν παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, ἀλλ᾽ εἰς τὸν περὶ τῶν θηρίων λόγον τὴν διδασκαλίαν ἐτελέσαμεν δεικνύντες, ὅτι τὴν κατ᾽ αὐτῶν ἀρχὴν πρότερον ἔχων ὁ ἄνθρωπος, διὰ τὴν τῆς παρακοῆς ἁμαρτίαν ταύτην ἀφῃρέθη.

Διὸ βουλόμεθα σήμερον τὰ λειπόμενα ὑμῖν ἀποδόντες, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψαι. Ἀλλ᾽ ἵνα ὑμῖν σαφὴς ἡμῶν ὁ λόγος γένηται, ἀναγκαῖον ὑμᾶς ὑπομνῆσαι, ποῦ τότε τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν ἀρξάμενοι, οὕτω τὰ λείποντα ἀναπληρώσωμεν. Ποῦ οὖν τὸν λόγον τότε κατελύσαμεν; Εἰπόντες εἰς τὸ, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐπειδὴ εἰς πολὺ μῆκος ὁ λόγος ἐξετάθη, καὶ πολὺ πέλαγος ἡμῖν ἐτέχθη νοημάτων, οὐ συνεχωρήθη ἡμῖν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στάντες τῶν ἑξῆς οὐκ ἐφηψάμεθα.

Διόπερ ἀναγκαῖον νῦν αὐτὴν τὴν ἀκολουθίαν ἀναγνῶναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα εἰδέναι ἔχοιτε, τίνα ἐστὶν, ἃ μέλλομεν ἐρεῖν πρὸς ὑμᾶς. Εὐθέως οὖν ἐπήγαγεν ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

Βραχέα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκείμενος θησαυρὸς τοῖς βραχέσι τούτοις ῥήμασι. Πνεύματι γὰρ φθεγγόμενος ὁ μακάριος οὗτος προφήτης, ἀπόῤῥητά τινα ἡμᾶς νῦν διδάσκειν βούλεται. Ἐπειδὴ γὰρ εἶπε· Ποιήσωμεν ἄνθρωπον, καὶ βουλὴν, ὡς εἰπεῖν, καὶ σκέψιν προσέθηκεν ὁ τῶν ἁπάντων δημιουργὸς, διὰ τοῦ σχήματος τούτου τὴν τιμὴν ἐπιδεικνύμενος τὴν περὶ τοῦ μέλλοντος διαπλάττεσθαι, καὶ πρὸ τῆς διαπλάσεως ἐδίδαξεν ἡμᾶς· καὶ τὸ μέγεθος τῆς ἀρχῆς, ἧς μέλλει ἐγχειρίζειν τῷ δημιουργεῖσθαι μέλλοντι. Εἰπὼν οὖν· Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν, ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Ὅρα πῶς ἐκ προοιμίων τὸν θησαυρὸν ἡμῖν τὸν ἐγκεκρυμμένον ὑποδείκνυσι. Πνεύματι γὰρ θείῳ φθεγγόμενος ὁ προφήτης, καὶ τὰ μηδέπω ὑφεστῶτα ὡς ὑφεστῶτα καὶ γεγενημένα ὁρᾷ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, εἰπών· Ποιήσωμεν ἄνθρωπον, νῦν λέγει· Καὶ ἀρχέτωσαν; Λανθάνον τι μυστήριον ἡμῖν ἐντεῦθεν ἤδη λοιπὸν παραδηλοῖ. Τίνες ἀρχέτωσαν; Ἦ δῆλον ὅτι τὴν τῆς γυναικὸς αἰνιττόμενος διάπλασιν τοῦτο εἴρηκεν.

Ὁρᾷς ὅπως οὐδέν ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ ἁπλῶς καὶ εἰκῆ κείμενον, ἀλλὰ καὶ τὸ τυχὸν ῥῆμα πολὺν ἔχει ἐναποκείμενον τὸν θησαυρόν. δʹ. Καὶ μὴ ξενίσῃ σε, ἀγαπητὲ, τὸ εἰρημένον. Τοιοῦτον γὰρ ἔθος ἅπασι τοῖς προφήταις, περὶ τῶν μηδέπω γεγενημένων ὡς γεγενημένων διαλέγεσθαι. Ἐπειδὴ γὰρ τοῖς πνευματικοῖς ἑώρων ὀφθαλμοῖς τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν μέλλοντα γίνεσθαι, διὰ τοῦτο ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν κείμενα κατοπτεύοντες τὰ πράγματα, οὕτως ἅπαντα διελέγοντο. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ μακαρίου Δαυῒδ λέγοντος, καὶ πρὸ τοσούτων γενεῶν τὰ κατὰ τὸν σταυρὸν τοῦ Χριστοῦ προφητεύοντος καὶ βοῶντος· Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· καὶ πάλιν, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς.

Ὁρᾷς πῶς τὰ μέλλοντα μετὰ χρόνον πολὺν ἔσεσθαι ὡς ἤδη γεγενημένα προανεφώνει; Οὕτω καὶ ὁ μακάριος οὗτος προφήτης ἤδη αἰνιττόμενος ἡμῖν τὴν τῆς γυναικὸς διάπλασιν αἰνιγματωδῶς φησι, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Εἶτα προϊὼν πάλιν σαφέστερόν φησι, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Σκόπει πόσῃ κέχρηται τῇ ἀκριβείᾳ, καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγων, ἵνα δυνηθῇ ἐναποτεθῆναι τῇ τῶν ἀκροατῶν διανοίᾳ τὰ λεγόμενα. Εἰ γὰρ μὴ τοῦτο ἦν αὐτῷ τὸ σπουδαζόμενον, ἤρκει εἰπεῖν, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ἀλλὰ πάλιν προστίθησι· Κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς διὰ τῶν προλαβόντων, κατὰ τί εἴρηται τὸ, Κατ᾽ εἰκόνα, διὰ τοῦτο πάλιν ἐνταῦθα τὸν αὐτὸν ἐπαναλαμβάνων λόγον, φησὶ, Κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἵνα μηδὲ ἀναίσχυντον καταλίπῃ ἀπολογίας πρόφασιν τοῖς μάχεσθαι βουλομένοις τοῖς τῆς Ἐκκλησίας δόγμασι, κατὰ μικρὸν προϊὼν διδάσκει τὰ αὐτὰ πάλιν, ὅτι κατὰ τὸ ἄρχειν καὶ ὑποτεταγμένα ἔχειν ἅπαντα τὰ δημιουργήματα, κατὰ τοῦτο τῷ τῆς εἰκόνος ὀνόματι ἐχρήσατο. Τέως δὲ ἴδωμεν τί φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

Ὅπερ ἀνωτέρω ᾐνίξατο, εἰπὼν, Καὶ ἀρχέτωσαν, καὶ ἐνταῦθα σαφέστερον εἶπε· καὶ αὐτὸ δὲ ὅμως κεκρυμμένως ἡμᾶς ἐδίδαξεν· οὐδέπω γὰρ περὶ τῆς διαπλάσεως ἡμᾶς διδάξας, οὐδὲ εἰπὼν, πόθεν ἡ γυνὴ παρήχθη, φησίν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

Εἶδες\ πῶς τὸ μηδέπω γεγονὸς ὡς γεγονὸς διηγήσατο; Τοιοῦτον γὰρ οἱ πνευματικοὶ ὀφθαλμοί· οὐδὲ γὰρ οὕτως οἱ σωματικοὶ οὗτοι ὀφθαλμοὶ τὰ ὁρώμενα βλέπειν δύνανται, ὡς οἱ τοῦ πνεύματος ὀφθαλμοὶ τὰ μὴ ὁρώμεναι, μηδὲ τὰ ὑφεστῶτα. Εἰπὼν τοίνυν, Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, ὡς πρὸς ἀμφοτέρους τὴν εὐλογίαν ποιεῖται, καί φησι· Καὶ ηὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε, τῶν ἰχθύων τῆς θαλάσσης. Ἰδοὺ τὸ ἐξαίρετον τῆς εὐλογίας. Τὸ γὰρ, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ ἐπὶ τῶν ἀλόγων ζώων, καὶ ἐπὶ τῶν ἑρπετῶν ἴδοι τις ἂν εἰρημένον· τὸ δὲ, Κατακυριεύσατε, καὶ ἄρχετε, ἐπὶ τοῦ ἀνθρώπου καὶ τῆς γυναικός.

Ὅρα φιλανθρωπίαν Δεσπότου· καὶ πρὶν ἢ παραγαγεῖν αὐτὴν, κοινωνὸν αὐτὴν τῆς ἀρχῆς ἀπεργάζεται, καὶ τῆς εὐλογίας αὐτὴν ἀξιοῖ. Καὶ ἄρχετε, φησὶ, τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

εʹ. Εἶδες ἐξουσίαν ἄφατον; εἶδες ἀρχῆς μέγεθος; εἶδες πάντα τὰ δημιουργηθέντα ὑπὸ τὴν τούτου ὑποταγὴν γενόμενα; Μηδὲν λοιπὸν μικρὸν φαντασθῇς περὶ τοῦ ζώου τούτου τοῦ λογικοῦ, ἀλλ᾽ ἐννοῶν τῆς τιμῆς τὸ μέγεθος, καὶ τὴν περὶ αὐτὸ εὔνοιαν τοῦ Δεσπότου, ἐκπλήττου τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Θέα μοι τῶν ῥημάτων τὴν ἀκρίβειαν, ἀγαπητὲ, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ μηδὲν ἁπλῶς παραδράμῃς τῶν εἰρημένων.

Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον· ὡς πρὸς τοὺς δύο ἡ διάλεξις γίνεται, καὶ ταῦτα, μηδέπω τῆς γυναικὸς παραχθείσης. Εἶτα ἵνα μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν ἀγαθότητα, ὅρα πῶς οὐ μέχρι τοῦ ἀνθρώπου καὶ τῆς γυναικὸς τῆς μηδέπω παραχθείσης τὴν φιλανθρωπίαν ἐπιδείκνυται, καὶ τὴν ὑπερβάλλουσαν φιλοτιμίαν, ἀλλὰ καὶ μέχρις αὐτῶν τῶν ἀλόγων. Εἰπὼν γὰρ, Ὑμῖν ἔσται εἰς βρῶσιν, ἐπήγαγε, Καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Ὅρα πάλιν ἑτέραν ἄβυσσον φιλανθρωπίας.

Οὐ μόνον γὰρ τῶν ἀλόγων τῶν ἡμέρων, καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτηδείων, καὶ πρὸς ὑπηρεσίαν, πρόνοιαν πεποίηται, ἀλλὰ καὶ τῶν θηρίων. Καὶ τίς ἂν κατ᾽ ἀξίαν ἐφίκοιτο τῆς ἀπείρου ταύτης ἀγαθότητος; Ὑμῖν ἔσται εἰς βρῶσιν, φησὶ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Πολλὴ τοῦ Δεσπότου δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τὸν ὑπ᾽ αὐτοῦ δημιουργηθέντα πρόνοια.

Ἐπειδὴ γὰρ αὐτὸν παρήγαγε, καὶ πάσαν αὐτῷ τὴν ἀρχὴν τῆς δημιουργίας ἐνεχείρισεν, ἵνα μὴ εὐθέως καὶ ἐκ προοιμίων ὁρῶν τῶν ἀλόγων τὸ πλῆθος, δυσχεραίνειν ἔχῃ, ὡς οὐ μὴ δυνάμενος ἀρκέσαι πρὸς τὴν τῶν τοσούτων ζώων τροφὴν, πρὶν ἢ κἂν ἔννοιαν αὐτόν τινα δέξασθαι περὶ τούτου, προλαβὼν ὁ ἀγαθὸς Δεσπότης παραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, καὶ δεικνὺς ὡς καὶ αὐτὸς καὶ τὰ ἄλογα πάντα πολλὴν ἕξει τὴν ἀφθονίαν, τῆς γῆς τῷ προστάγματι τοῦ Δεσπότου πρὸς τὴν διατροφὴν τούτων ὑπηρετουμένης, εἰπὼν, Ὑμῖν ἔσται εἰς βρῶσιν, εὐθέως ἐπήγαγε, Καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω.

Πάντα ὅσα προσέταξεν ὁ Δημιουργὸς, φησὶν, εἰς ἔργον ἐξῆλθε, καὶ πάντα εἰς τὴν προσήκουσαν εὐταξίαν ἀποκατέστη· διά τοι τοῦτο εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. ϛʹ. Τίς ἂν κατ᾽ ἀξίαν ἀνυμνήσειε τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα διὰ μιᾶς λέξεως εἰποῦσα, Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, πάντων τῶν μετὰ ταῦτα ἀντιλέγειν ἐπιχειρούντων τὴν γλῶτταν ἐπεστόμισε. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, φησὶ, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη. Ἐπειδὴ γὰρ ἐφ᾽ ἑκάστου τῶν δημιουργηθέντων ἔλεγε, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν, νῦν ὅτε τὰ πάντα συνετελέσθη, καὶ τὰ τῆς ἕκτης ἡμέρας ἔργα τέλος ἔλαβε, καὶ ὁ μέλλων πάντων τῶν δημιουργηθέντων ἀπολαύειν εἰς τὸ μέσον παρήχθη, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Σκόπει πῶς συλλαβὼν τὰ δημιουργηθέντα ἅπαντα διὰ τῆς λέξεως ταύτης τῆς, Πάντα, πᾶσι τοῖς δημιουργηθεῖσι τὸν ἔπαινον ἀπεκλήρωσεν.

Οὐδὲ γὰρ εἰποῦσα, Ἅπαντα, ἠρκέσθη, ἀλλ᾽ ἐπήγαγεν, Ὅσα ἐποίησε· καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ, Καὶ ἰδοὺ καλὰ, καὶ, Λίαν καλὰ, φησὶ, τοῦτ᾽ ἔστι, πάνυ καλά. Ὅταν οὖν ὁ Δεσπότης, ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, καλὰ καὶ πάνυ καλὰ τὰ δημιουργήματα προσείποι, τίς ἂν τολμήσειε, κἂν αὐτομανίας ᾖ πεπληρωμένος, διᾶραι τὸ στόμα καὶ ἀντιφθέγξασθαι τοῖς ὑπὸ τοῦ Θεοῦ ῥηθεῖσιν;

Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις οὐ μόνον φῶς ἐδημιουργήθη, ἀλλὰ καὶ σκότος ἀπ᾽ ἐναντίας τῷ φωτὶ, καὶ οὐ μόνον ἡμέρα, ἀλλὰ καὶ νὺξ ἀπ᾽ ἐναντίας τῇ ἡμέρᾳ, καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδιδομένων σπερμάτων, οὐ μόνον βοτάναι χρήσιμοι, ἀλλὰ καὶ ὀλέθριαι, καὶ δένδρα οὐ μόνον ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα, καὶ ζῶα οὐ μόνον ἥμερα, ἀλλὰ καὶ ἄγρια καὶ ἀτίθασσα· καὶ ἐπὶ τῶν ἐκ τῶν ὑδάτων ἀναδοθέντων, οὐ μόνον ἰχθύες, ἀλλὰ καὶ κήτη καὶ ἕτερα θηρία θαλάττια· καὶ γῆ οὐ μόνον οἰκουμένη, ἀλλὰ καὶ ἀοίκητος· καὶ οὐ μόνον ὕπτια πεδία, ἀλλὰ καὶ ὄρη καὶ νάπαι· καὶ ἐπὶ τῶν πετεινῶν, οὐ μόνον ἥμερα καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτήδεια, ἀλλὰ καὶ ἄγρια καὶ ἀκάθαρτα ζῶα, καὶ ἰκτῖνες, καὶ γῦπες, καὶ ἕτερα πολλὰ τοιαῦτα· καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, οὐ μόνον ἥμερα ζῶα, ἀλλὰ καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντες, καὶ λέοντες, καὶ παρδάλεις· καὶ ἐπὶ τοῦ ἀέρος πάλιν οὐ μόνον ὑετοὶ καὶ ἄνεμοι ἐπιτήδειοι, ἀλλὰ καὶ χάλαζαι, καὶ χιόνες· καὶ εἴ τις καθ᾽ ἕκαστον ἐπεξιέναι βούλοιτο, πολλὰ εὑρήσει ἐφ᾽ ἑκάστῳ τῶν δημιουργηθέντων, οὐ μόνον ἡμῖν (οὐ) χρήσιμα, ἀλλὰ καὶ βλαβερὰ νομιζόμενα· ἵν᾽ οὖν μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα πρὸς τὰ δημιουργηθέντα ἀποβλεπόντων ἐπισκήπτειν τοῖς γεγενημένοις, καὶ λέγειν· Διὰ τί τοῦτο; εἰς τί τοῦτο;

καὶ, Τὸ μὲν καλῶς γεγένηται, τὸ δὲ οὐ καλῶς· διὰ τοῦτο ἡ ἁγία Γραφὴ πάντας, ὡς εἰπεῖν, τοὺς ἀγνωμονεῖν ἐπιχειροῦντας ἐπιστομίζουσα, κατὰ τὴν ἕκτην ἡμέραν μετὰ τὴν ἁπάντων δημιουργίαν, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Τί ταύτης τῆς ἀξιοπιστίας ἴσον γένοιτ᾽ ἂν, ὅταν αὐτὸς ὁ δημιουργὸς τῶν ἁπάντων ψηφίζηται, καὶ λέγῃ, ὅτι πάντα τὰ γεγενημένα καλὰ, καὶ καλὰ λίαν; Ὅταν τοίνυν ἴδῃς τινὰ ἐξ οἰκείων λογισμῶν κινούμενον, καὶ βουλόμενον ἀντιφθέγξασθαι τῇ θείᾳ Γραφῇ, ὡς μαινόμενον ἀποστράφηθι· μᾶλλον δὲ μηδὲ ἀποστραφῇς, ἀλλ᾽ ἐλεῶν αὐτὸν τῆς ἀγνοίας, πάραγε τὸ παρὰ τῆς θείας Γραφῆς εἰρημένον, καὶ λέγε, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ εἶπεν, Ἰδοὺ καλὰ λίαν· καὶ ἴσως ἐπισχεῖν αὐτοῦ δυνήσῃ τὴν ἀκόλαστον γλῶτταν.

Εἰ γὰρ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ἐπειδὰν ἴδωμέν τινας τῶν ἐν ἀξιώμασι ψηφιζομένους τοῖς γεγενημένοις, οὐκ ἀντιτείνομεν, ἀλλὰ συγκατατιθέμεθα, καὶ τῆς οἰκείας κρίσεως πολλάκις προτιμῶμεν τὴν παρ᾽ ἐκείνων ψῆφον· πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἁπάντων, τοῦτο ποιεῖν χρὴ, καὶ μαθόντας τὴν παρ᾽ αὐτοῦ ψῆφον, κατακοιμίζειν τοὺς ἡμετέρους λογισμοὺς, καὶ μηδὲν περαιτέρω τολμᾷν, ἀλλ᾽ εἰδέναι καὶ πεπληροφορῆσθαι, ὅτι πάντα λόγῳ τινὶ καὶ φιλανθρωπίᾳ παρ᾽ αὐτοῦ παρήχθη, καὶ οὐδέν ἐστιν ἁπλῶς καὶ εἰκῆ γεγενημένον· ἀλλὰ κἂν ἡμεῖς διὰ τὴν ἀσθένειαν τῶν ἡμετέρων λογισμῶν ἀγνοῶμεν τὴν χρείαν τῶν γεγενημένων, αὐτὸς κατὰ τὴν αὑτοῦ σοφίαν καὶ εὐμήχανον φιλανθρωπίαν ἅπαντα παρήγαγε.

ζʹ. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῖ, ἡμέρα ἕκτη. Τῷ τέλει τῆς ἕκτης ἡμέρας καὶ τὸ τέλος τῶν δημιουργημάτων ἁπάντων ἐπέθηκε· διὰ τοῦτο καὶ ἐπήγαγε· Καὶ συνετελέσθησαν ὁ οὐρανὸς, καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Σκόπει τὸ ἀνεπαχθὲς καὶ ἀπέριττον τῆς θείας Γραφῆς. Τῶν συνεκτικωτάτων στοιχείων μνημονεύσασα, οὐκέτι κατὰ μέρος τῶν λοιπῶν ἐμνήσθη, ἀλλ᾽ εἰποῦσα, Συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ, φησὶ, καὶ πᾶς ὁ κόσμος αὐτῶν· ἐμφαίνουσα διὰ τούτου τὰ κατὰ τὴν γῆν ἅπαντα καὶ τὸν οὐρανόν. Κόσμος γὰρ τῆς γῆς τὰ ἐξ αὐτῆς ἀναδιδόμενα, ἡ βλάστη τῶν βοτανῶν, τῶν καρπῶν ἡ φορὰ, τῶν δένδρων οἱ καρποὶ, τὰ ἄλλα ἅπαντα, οἷς αὐτὴν ὁ Δημιουργὸς κατεκόσμησε· καὶ τοῦ οὐρανοῦ πάλιν κόσμος, ἥλιος, σελήνη, τῶν ἄστρων ἡ ποικιλία, καὶ τὰ ἐν μέσῳ ἅπαντα δημιουργήματα. Διὰ τοῦτο τοῦ οὐρανοῦ καὶ τῆς γῆς μνημονεύσασα ἡ θεία Γραφὴ, πᾶσαν τὴν δημιουργίαν διὰ τούτων τῶν στοιχείων συμπεριέλαβε. Καὶ συνετέλεσε, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε. Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγει, ἵνα μάθωμεν ὅτι μέχρι τῆς ἕκτης ἡμέρας τὰ τῆς δημιουργίας ἅπαντα γεγένηται. Συνετέλεσε γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε.

Τί ἐστι, Καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε; Θέα πῶς ἀνθρωπίνως καὶ διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἅπαντα διαλέγεται ἡ θεία Γραφή· οὐδὲ γὰρ ἦν ἄλλως ἡμᾶς συνιέναι τι τῶν λεγομένων μὴ τοσαύτης ἀξιωθέντας συγκαταβάσεως. Καὶ κατέπαυσε, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. Ἔστη, φησὶ, τοῦ δημιουργεῖν, καὶ παράγειν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Πάντα γὰρ ὅσα ἐχρῆν παρήγαγε, καὶ τὸν μέλλοντα τούτων ἀπολαύειν ἐδημιούργησε. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιεῖν. Ἐπειδὴ γὰρ ἔστη δημιουργῶν, καὶ πάντα ὅσα ἐβουλήθη κατὰ τὴν οἰκείαν φιλανθρωπίαν παρήγαγεν εἰς τὸ μέσον τῷ οἰκείῳ προστάγματι, καὶ τέλος ἐπέθηκε τοῖς δημιουργουμένοις κατὰ τὴν ἕκτην ἡμέραν· οὐδὲν δὲ ἕτερον ἐβούλετο παραγαγεῖν ἐν τῇ ἑβδόμῃ διὰ τὸ πάντα ὅσα ἐβούλετο πεπληρῶσθαι· ἵν᾽ ἔχῃ τι προτέρημα καὶ ἡ ἡμέρα αὕτη, καὶ μὴ δοκῇ ἔλαττόν τι ἔχειν διὰ τὸ μηδὲν ἐν αὐτῇ δεδημιουργῆσθαι, εὐλογίας αὐτὴν ἀξιοῖ. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν. Τί οὖν; αἱ λοιπαὶ οὐκ ἦσαν εὐλογημέναι;

Ναὶ, φησὶν, ἀλλ᾽ ἤρκει ἐκείναις ἀντὶ πάσης εὐλογίας τὸ καθ᾽ ἑκάστην αὐτῶν τὰ δημιουργήματα παραχθῆναι· διὸ ἐπ᾽ ἐκείνων μὲν οὐκ εἶπεν, Εὐλόγησεν, ἐπὶ δὲ τῆς ἑβδόμης μόνης τοῦτο εἰπὼν προσέθηκε, Καὶ ἡγίασεν αὐτήν. Τί ἐστι, Καὶ ἡγίασεν αὐτήν; Ἀφώρισεν αὐτήν. Εἶτα διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ καὶ τὴν αἰτίαν δι᾽ ἣν εἴρηκεν, Καὶ ἡγίασεν αὐτὴν, προσέθηκεν, Ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. Ἤδη ἐντεῦθεν ἐκ προοιμίων αἰνιγματωδῶς διδασκαλίαν ἡμῖν ὁ Θεὸς παρέχεται, παιδεύων τὴν μίαν ἡμέραν ἐν τῷ κύκλῳ τῆς ἑβδομάδος ἅπασαν ἀνατιθέναι καὶ ἀφορίζειν τῇ τῶν πνευματικῶν ἐργασίᾳ.

Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἐν ἓξ ἡμέραις τὰ τῆς δημιουργίας ἅπαντα πληρώσας, τὴν ἑβδόμην εὐλογίας ἀξιώσας ἡγίασε, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι. Ἀλλ᾽ ἐντεῦθεν πάλιν ὁρῶ πέλαγος ἀχανὲς νοημάτων ἡμῖν τικτόμενον, καὶ βούλομαι μὴ ἁπλῶς αὐτὸ παραδραμεῖν, ἀλλὰ καὶ ὑμᾶς κοινωνοὺς λαβεῖν τῆς ἐμπορίας ταύτης τῆς πνευματικῆς.

Τί οὖν ἐστι τὸ ἐντεῦθεν ἀνακύπτον ἡμῖν ζήτημα; Τῆς θείας Γραφῆς ἐνταῦθα λεγούσης, ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστός φησιν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Οὐ δοκεῖ ἐκ τῆς προφορᾶς τῶν ῥημάτων ἐναντίωσίς τις εἶναι ἐν τοῖς λεγομένοις; Ἀλλὰ μὴ γένοιτο· οὐδὲν γὰρ ἐναντίον τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων.

Ἐνταῦθα γὰρ εἰποῦσα ἡ Γραφὴ, ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, διδάσκει ἡμᾶς ὅτι τοῦ δημιουργεῖν καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν ἐπαύσατο κατὰ τὴν ἑβδόμην ἡμέραν· ὁ δὲ Χριστὸς λέγων, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, τὴν διηνεκῆ αὐτοῦ πρόνοιαν ἡμῖν παραδηλοῖ, καὶ ἐργασίαν λέγει τὸ διακρατεῖν τὰ γεγενημένα, καὶ τὴν διαμονὴν αὐτοῖς χαρίζεσθαι, καὶ ἡνιοχεῖν τὸν σύμπαντα χρόνον. Εἰ γὰρ μὴ τοῦτο ἦν, πῶς ἂν συνέστη τόδε τὸ πᾶν, μὴ τῆς ἄνωθεν χειρὸς κυβερνώσης καὶ διοικούσης καὶ τὰ ὁρώμενα ἅπαντα καὶ τὸ τῶν ἀνθρώπων γένος; Καὶ ἐάν τις βουληθῇ μετὰ πολλῆς τῆς εὐγνωμοσύνης ἅπαντα κατ᾽ εἶδος ἐποπτεῦσαι τὰ καθ᾽ ἑκάστην ἡμέραν ἐπ᾽ εὐεργεσίᾳ ἡμετέρᾳ ὑπὸ τοῦ τῶν ἁπάντων δημιουργοῦ ἐπιτελούμενα, ἄβυσσον εὑρήσει φιλανθρωπίας.

Ποῖος γὰρ λογισμὸς, ἢ ποία διάνοια ἐφικέσθαι δυνήσεται τῆς ἀφάτου ἀγαθότητος, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐνδείκνυται, ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν χορηγῶν; Τάχα περαιτέρω τοῦ δέοντος τὸν λόγον ἐξετείναμεν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο ποιήσαντες, ἀλλ᾽ ἵνα δι᾽ ὑμῶν μάθωσιν οἱ ἀπολειφθέντες, ὅσον ἑαυτοὺς ἐζημίωσαν, διὰ τὴν σωματικὴν τροφὴν ἀποστερήσαντες ἑαυτοὺς τῆς πνευματικῆς διδασκαλίας. Ἀλλ᾽ ἵνα μὴ ἐπιτείνηται αὐτοῖς τὰ τῆς ἀθυμίας, τὴν ἀδελφικὴν περὶ αὐτοῖς ἐπιδείξασθε εὔνοιαν, διαβιβάσαντες αὐτοῖς τὰ παρ᾽ ἡμῶν εἰρημένα· τοῦτο γὰρ γνησίας ἀγάπης τεκμήριον. Εἰ γὰρ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων οἱ τοῦτο ποιοῦντες, καὶ τὰ ἀπὸ τῆς τραπέζης τοῖς αὐτῶν γνωρίμοις διαφυλάττοντες, μέγιστον ἀγάπης τεκμήριον ἐκφέρουσι, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο γινόμενον πολὺν ἡμῖν παρέξει τὸν ἔπαινον· πάλιν γὰρ εἰς ἡμᾶς τὰ τῆς ὠφελείας περιστήσεται.

Ὁ γὰρ τὸν πλησίον διδάσκειν σπουδάζων, οὐ τοσοῦτον ἐκεῖνον εὐεργετεῖ, ὅσον ἑαυτῷ μείζονα προξενεῖ τὸν μισθὸν, καὶ διπλοῦν καρποῦται τὸ κέρδος, τῆς τε παρὰ τοῦ Θεοῦ ἀμοιβῆς πλείονος ἀπολαύων, καὶ αὐτὸς δι᾽ ὧν τὸν ἀδελφὸν διδάσκειν ἐπιχειρεῖ, εἰς ὑπόμνησιν ἐρχόμενος, καὶ ἀνανεῶν παρ᾽ ἑαυτῷ τὴν μνήμην τῶν εἰρημένων.

ηʹ. Τὸ κέρδος τοίνυν ἐννοοῦντες τὸ ὑμέτερον, μὴ φθονήσητε τοῖς ἀδελφοῖς τοῖς ὑμετέροις, ἀλλὰ νῦν μὲν τὰ παρ᾽ ἡμῶν λεγόμενα παρ᾽ ὑμῶν μανθανέτωσαν. Ἵνα δὲ μὴ ἐν χάριτος μέρει παρ᾽ ὑμῶν μέλλωσι ταῦτα διδάσκεσθαι, ἕλκετε αὐτοὺς πρὸς ἡμᾶς, πείθοντες ὡς οὐδέποτε κώλυμα γίνεται πρὸς τὴν διδασκαλίαν τὴν πνευματικὴν ἡ τῆς τροφῆς τῆς σωματικῆς μετάληψις· ἀλλὰ δεῖ πάντα καιρὸν ἐπιτήδειον ἡγεῖσθαι πρὸς τὴν τῶν πνευματικῶν λόγων διάλεξιν. Ἂν ταῦτα μετὰ ἀκριβείας ἴδωμεν, δυνησόμεθα καὶ ἐπὶ οἰκίας διατρίβοντες, καὶ μετὰ τὴν ἑστίασιν, καὶ πρὸ τῆς ἑστιάσεως μετὰ χεῖρας λαβόντες τὰ θεῖα βιβλία τὴν ἐξ αὐτῶν καρποῦσθαι ὠφέλειαν, καὶ τὴν πνευματικὴν τροφὴν τῇ ψυχῇ παρέχειν. Ὥσπερ γὰρ τὸ σῶμα δεῖται τῆς αἰσθητῆς τροφῆς, οὕτω καὶ ἡ ψυχὴ χρῄζει καθημερινῆς ὑπομνήσεως, καὶ τροφῆς πνευματικῆς, ἵνα νευρουμένη ἀντέχειν δύνηται πρὸς τὰς ἐπαναστάσεις τῆς σαρκὸς, καὶ πρὸς τὸν διηνεκῆ πολέμιον τὸν ἐπικείμενον ἡμῖν, καὶ αἰχμάλωτον ἡμῶν ἀπεργαζόμενον τὴν ψυχὴν, ἐὰν κἂν πρὸς βραχὺ ῥᾳθυμῆσαι βουληθῶμεν.

Διὸ καὶ ὁ προφήτης Δαυῒδ μακάριον ἐκεῖνον ἐκάλεσε τὸν ἐν τῷ νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτός· καὶ ὁ μακάριος δὲ Μωϋσῆς, παιδεύων τὸ τῶν Ἰουδαίων ἔθνος, ἐδίδασκεν αὐτοὺς λέγων, Φαγὼν καὶ πιὼν, καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ὁρᾷς πῶς καὶ τότε μάλιστα προσήκει, μετὰ τὴν τῆς τροφῆς ἀπόλαυσιν, τὴν πνευματικὴν ἑστίασιν ἑαυτοῖς παρατιθέναι, ἵνα μηδὲ μετὰ τὴν πλησμονὴν τῆς σωματικῆς τροφῆς ῥᾳθυμήσαντα ἡ ψυχὴ εἰς ὄλεθρόν τινα ἐκπέσῃ, καὶ χώραν δῷ ταῖς τοῦ διαβόλου μηχαναῖς, πάντα καιρὸν ἐπιτηροῦντος καὶ βουλομένου καιρίαν ἡμῖν δοῦναι τὴν πληγήν; Καὶ πάλιν δὲ ἑτέρωθι ἔλεγεν ὁ αὐτὸς οὗτος προφήτης· Κοιταζόμενοι καὶ διανιστάμενοι μνημονεύετε Κυρίου τοῦ Θεοῦ ὑμῶν. Εἶδες πῶς οὐδέποτε ἡμᾶς προσήκει τὴν μνήμην ταύτην ἐκβαλεῖν τῆς ψυχῆς, ἀλλ᾽ ἐγκεκολαμμένην ἔχειν τῷ συνειδότι, καὶ διηνεκῶς ἐναγωνίους εἶναι, καὶ μηδέποτε ἀνακωχὴν ἑαυτοῖς παρέχειν, ἀλλὰ τὴν μανίαν εἰδότας τοῦ τὴν πρὸς ἡμᾶς ἔχθραν ἀραμένου, νήφειν καὶ ἐγρηγορέναι, καὶ ἀποτειχίζειν αὐτῷ τὰς ἐφόδους, καὶ μηδέποτε ἀμελεῖν τροφῆς πνευματικῆς; τοῦτο γὰρ ἡμῶν ἡ σωτηρία, τοῦτο ὁ πλοῦτος ὁ πνευματικὸς, τοῦτο ἡ ἀσφάλεια.

Ἐὰν οὕτως ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν τειχίζωμεν, καὶ δι᾽ ἀναγνώσεως, καὶ δι᾽ ἀκροάσεως, καὶ διαλέξεως πνευματικῆς, δυνησόμεθα καὶ αὐτοὶ ἀχείρωτοι γενέσθαι, καὶ τοῦ πονηροῦ δαίμονος ἄκυρα ποιῆσαι τὰ μηχανήματα, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΑʹ. Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μιμεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία. αʹ. Οἶδα ὅτι κατέτεινα ὑμῶν τὸν λογισμὸν ἐν ταῖς παρελθούσαις ἡμέραις τοῖς βαθυτέροις νοήμασι· διὰ τοῦτο βούλομαι σήμερον ἀφελεστέραν ὑμῖν παραθεῖναι διδασκαλίαν. Καθάπερ γὰρ τὸ σῶμα ὑπὸ τῆς νηστείας κατεσκληκὸς δεῖται μικρᾶς ἀνέσεως, ἵν᾽ οὕτω πάλιν ἀκμαζούσῃ τῇ προθυμίᾳ πρὸς τοὺς τῆς νηστείας ἀγῶνας ἐπαποδύσηται· οὕτω καὶ ἡ ψυχὴ χρῄζει διαναπαύεσθαι καὶ ἀνίεσθαι. Οὔτε γὰρ ἀεὶ κατατείνειν χρὴ, οὔτε δὲ ἀνιέναι, ἀλλὰ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο ποιεῖν, καὶ οὕτως ἡνιοχεῖν καὶ τῆς ψυχῆς τὴν κατάστασιν, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα. Ὥσπερ γὰρ τὸ ἀεὶ κατατείνειν τοῖς πόνοις ἀποκναίειν ποιεῖ καὶ ἀναπίπτειν· οὕτω τὸ διηνεκῶς ἀνιέναι εἰς ῥᾳθυμίαν ἄγει. Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς, καὶ ἐπὶ τοῦ σώματος συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο πανταχοῦ ἡ συμμετρία καλόν. Καὶ τοῦτο αὐτὸ διδάσκει ἡμᾶς ὁ τῶν ὅλων Θεὸς, καὶ δι᾽ αὐτῶν τῶν δημιουργημάτων, ἃ πρὸς τὴν ἡμετέραν σύστασιν παρήγαγε. Καὶ ἵνα μάθητε, ἐπὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς, τοῦ φωτὸς λέγω καὶ τοῦ σκότους, τὸν λόγον γυμνάσωμεν.

Ἐπειδὴ γὰρ τὴν μὲν ἡμέραν ἀφώρισεν ἐπ᾽ ἐργασίᾳ τῇ τῶν ἀνθρώπων φύσει, τὸ δὲ τῆς νυκτὸς σκότος εἰς ἄνεσιν καὶ ἀνακωχὴν τῶν πόνων, μέτρα καὶ ὅρους ἑκατέροις ἔπηξεν, ὥστε καὶ ἅπαντας ἡμᾶς τῆς ἐκεῖθεν εὐεργεσίας ἀπολαύειν. Ὅτι γὰρ τὸ φῶς τῆς ἡμερινῆς ἐργασίας ἐστὶ καιρὸς, ἄκουε τοῦ Δαυῒδ λέγοντος, Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ, ἕως ἑσπέρας. Καὶ καλῶς εἶπεν, Ἕως ἑσπέρας· καταλαβούσης γὰρ τῆς ἑσπέρας, τὸ φῶς ὑποχωρεῖ, καὶ ἐπελθὸν τὸ σκότος κατακοιμίζει τὴν ἀνθρωπίνην φύσιν, καὶ τὸ σῶμα πεπονηκὸς διαναπαύει, καὶ τὰς αἰσθήσεις ἁπάσας ἀνίησι, καὶ καθάπερ τροφὸς ἀρίστη τὰ αἰσθητήρια ἅπαντα τῇ παρ᾽ ἑαυτῆς ἐπιμελείᾳ τῶν πόνων καὶ τῶν καμάτων ἀνιεῖσα.

Ἐπειδὰν δὲ πληρωθῇ τῆς νυκτὸς τὸ μέτρον, ἐπιστάσης τῆς τοῦ φωτὸς παρουσίας καὶ διεγειράσης, παρασκευάζει ἀκμαζούσαις ταῖς αἰσθήσεσι προσβαλεῖν ταῖς ἡλιακαῖς ἀκτῖσι, καὶ τῶν συνήθων ἔργων ἅπτεσθαι νεαρᾷ καὶ ζεούσῃ τῇ προθυμίᾳ. Τοῦτο καὶ ἐπὶ τῶν τροπῶν τοῦ ἐνιαυτοῦ ἔστιν ἰδεῖν γεγενημένον. Τὸν γὰρ χειμῶνα διαδέχεται ἔαρ, καὶ οὕτως ἐπιστάντος τοῦ θέρους καταλαμβάνει τὸ μετόπωρον, ἵνα τῇ ἐναλλαγῇ τῆς τῶν ἀέρων κράσεως διαναπαύηται ἡμῶν τὰ σώματα, καὶ μήτε ἐπὶ πλέον τῷ κρυμῷ πηγνύμενα διαφθείρηται, μήτε ὑπὸ τῆς τοῦ θέρους σφοδρότητος ἐπὶ πολὺ θερμαινόμενα διαλύηται· διὰ τοῦτο ἐγγυμνάζεσθαι παρασκευάζει πρὸ μὲν τοῦ χειμῶνος τῷ μετοπώρῳ, πρὸ δὲ τοῦ θέρους τῷ ἔαρι.

Καὶ εἴ τις εὐγνωμόνως ἅπαντα σκοπεῖν βούλοιτο, εὑρήσει ἐν ἅπασι τοῖς δημιουργηθεῖσι τάξιν τινὰ καὶ λόγον, καὶ οὐδὲν ἁπλῶς καὶ εἰκῆ γεγενημένον. Τοῦτο καὶ ἐπὶ τῶν σπερμάτων τῶν ἐκ τῆς γῆς ἀναδιδομένων ἄν τις κατίδοι. Οὔτε γὰρ κατὰ τὸν αὐτὸν καιρὸν ἅπαντα ἐκδίδωσιν ἡ γῆ, οὔτε ὁ αὐτὸς καιρὸς ἐπιτήδειος πρὸς τὴν ἐπιμέλειαν τῶν ἐξ αὐτῆς βλαστανόντων· ἀλλ᾽ οἶδε τὸν ἁρμόζοντα καιρὸν ὁ γηπόνος, παρὰ τῆς τοῦ Θεοῦ δοθείσης σοφίας τοῦτο μεμαθηκὼς, καὶ ἐπίσταται πότε μὲν δεῖ τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τῶν δένδρων τὰ φυτὰ καὶ τῆς ἀμπέλου τοῖς κόλποις τῆς γῆς παρακαταθέσθαι, καὶ πότε μὲν θήγειν τὴν δρεπάνην πρὸς τὸν ἀμητὸν, πότε δὲ τὸν καρπὸν τῆς ἀμπέλου δρέπεσθαι, καὶ τοὺς βότρυας ἐκτέμνειν, καὶ κατὰ ποῖον καιρὸν ἐκλέγειν τῆς ἐλαίας τὸν καρπόν. Καὶ εὑρήσεις, εἰ βούλοιο κατὰ μέρος διερευνᾶσθαι ταῦτα ἅπαντα, πολλὴν σοφίαν καὶ παρὰ τοῖς τὴν γῆν ἐργαζομένοις ἐναποκειμένην.

Καὶ οὐκ ἐπὶ τῆς γῆς τοῦτο ἔστιν ἰδεῖν μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης. Καὶ γὰρ ἐνταῦθα πάλιν ἑτέραν θαυμαστὴν σοφίαν ἔστιν ἰδεῖν. Οἶδε γὰρ ὁ κυβερνήτης, πότε δεῖ καθελκύσαι τὸ πλοῖον, καὶ ἐκ τοῦ λιμένος ἐκβαλεῖν, καὶ τὰ πελάγη περαιώσασθαι. Καὶ πολλὴν μάλιστα παρὰ τούτοις ἔστιν ἰδεῖν τὴν σύνεσιν, ἣν ἡ τοῦ Θεοῦ σοφία ἐναπέθετο τῇ ἀνθρωπίνῃ φύσει. Οὐδὲ γὰρ οὕτως οἱ τὰς λεωφόρους διατρέχοντες ἴσασι μετὰ ἀκριβείας τὰς ἀτραποὺς, ὡς οὗτοι οἳ ἐν τοῖς ὕδασι μετὰ ἀσφαλείας τὴν πορείαν ποιοῦνται. Διὸ καὶ ἡ Γραφὴ ἐκπληττομένη τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ σοφίαν ἔλεγεν· Ὁ δοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ποῖος ἀνθρώπινος λογισμὸς δύναται ταῦτα κατιδεῖν;

Κατὰ τὸν αὐτὸν λόγον εὕροι τις ἂν καὶ ἐν τῇ μεταλήψει τῆς τροφῆς τῆς ἀνθρωπίνης ταῦτα διατεταγμένα. Καὶ γὰρ καθ᾽ ἕκαστον καιρὸν, καὶ καθ᾽ ἑκάστην τροπὴν τοῦ ἐνιαυτοῦ, διαφόρους ἡμῖν τροφὰς ὁ Δεσπότης κεχάρισται· καὶ καθάπερ ἀρίστη τροφὸς, οὕτως ἡ γῆ τὰ παρ᾽ ἑαυτῆς ἡμῖν δωροφορεῖ, τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ ὑπηρετουμένη.

βʹ. Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλέον τοῦτον ἐκτείνω τὸν λόγον, ἔξεστιν ὑμῖν συνετοῖς οὖσι τὰ λοιπὰ ἅπαντα ἀναλέγεσθαι. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. Οὐδὲ γὰρ ἐπὶ τῆς ἡμετέρας τροφῆς τοῦτο μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς τῶν ἀλόγων.

Καὶ δυνήσεσθε, εἰ βουληθείητε, καὶ ἐκ πολλῶν ἑτέρων διερευνώμενοι καταμαθεῖν τοῦ ἀριστοτέχνου Θεοῦ τὴν ἄφατον σοφίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότητα, καὶ ὡς ἕκαστον τῶν γεγενημένων λόγῳ τινὶ παρήχθη.

Κατὰ τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ καιροῦ τῆς ἁγίας Τεσσαρακοστῆς εὑρήσομεν νῦν ἡμῖν διατετυπωμένον. Καθάπερ γὰρ ἐν ταῖς λεωφόροις εἰσὶ σταθμοὶ καὶ καταγώγια, ὥστε τοὺς ὁδίτας κεκμηκότας διαναπαύεσθαι, καὶ τῶν πόνων λήγοντας, οὕτω πάλιν ἅπτεσθαι τῆς ὁδοιπορίας, καὶ ἐν τῇ θαλάσσῃ δὲ ἀκταὶ καὶ αἰγιαλοὶ καὶ λιμένες εἰσὶν, ὥστε κἀκεῖ τοὺς ναυτιλλομένους μετὰ τὸ πολλὰ κύματα διαδραμεῖν, καὶ πρὸς τὰς τῶν ἀνέμων ἐμβολὰς ἀντιστῆναι, μικρὸν ἀνεθέντας, οὕτω πάλιν τῆς ναυτιλίας ἅπτεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπὶ τῆς ἁγίας Τεσσαρακοστῆς, τοῖς τὸν δρόμον τῆς νηστείας καταδεξαμένοις, καθάπερ σταθμοὺς, καὶ καταγώγια, καὶ ἀκτὰς, καὶ αἰγιαλοὺς, καὶ λιμένας, τὰς δύο ταύτας ἡμέρας τῆς ἑβδομάδος βραχύ τι διαναπαύεσθαι κεχάρισται ὁ Δεσπότης, ἵνα καὶ τὸ σῶμα μικρὸν ἀνέντες ἀπὸ τῶν πόνων τῆς νηστείας, καὶ τὴν ψυχὴν παραμυθησάμενοι, πάλιν παρελθουσῶν τῶν δύο τούτων ἡμερῶν, τῆς αὐτῆς ὁδοῦ μετὰ προθυμίας ἅπτωνται οἱ τὴν καλὴν ταύτην καὶ ἐπωφελῆ ὁδοιπορίαν ποιούμενοι.

Φέρε οὖν καὶ ἡμεῖς, ἐπειδὴ τῆς ἀνέσεώς ἐστιν ἡμέρα σήμερον, παρακαλέσωμεν ὑμῶν τὴν ἀγάπην, τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα κέρδη μετὰ ἀσφαλείας φυλάττειν, ἵνα μικρὸν διαναπαυσάμενοι, πάλιν προσθήκην ἐργάσησθε τοῖς προλαβοῦσι, καὶ οὕτω κατὰ μικρὸν μεγάλην τὴν ἐμπορίαν ἑαυτοῖς κατασκευάσαντες, οὕτως εἰς τὴν κυρίαν ἡμέραν ἀπαντήσητε, καὶ πεπληρωμένην ὑμῶν τὴν ὁλκάδα τὴν πνευματικὴν εἰς τὸν λιμένα τῆς ἁγίας ἑορτῆς εἰσαγάγητε. Ὥσπερ γὰρ τὰ παρὰ τοῦ Δεσπότου γεγενημένα ἅπαντα, καθάπερ ὁ λόγος ἀπέδειξε, καὶ ἡ τῶν πραγμάτων διδάσκει μαρτυρία, λόγῳ τινὶ δεδημιούργηται, χρείαν ἀναγκαίαν ἀποπληροῦντα· οὕτω καὶ τὰ παρ᾽ ἡμῶν γινόμενα προσήκει μὴ ἁπλῶς, μηδὲ μάτην γίνεσθαι, ἀλλ᾽ ἐπ᾽ ὠφελείᾳ καὶ κέρδει τῆς σωτηρίας τῆς ἡμετέρας. Εἰ γὰρ οἱ τὰ βιωτικὰ μετιόντες πράγματα οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπιτηδεύματος ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τοῦτο ποιεῖν, καὶ μὴ ἁπλῶς τὰς ἑβδομάδας τῶν νηστειῶν παρατρέχειν, ἀλλὰ διερευνᾶσθαι τὴν ἑαυτῶν συνείδησιν, καὶ τὸν λογισμὸν βασανίζειν, καὶ σκοπεῖν τί μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι ἡμῖν κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα προσθήκην ἐδεξάμεθα εἰς τὴν ἐπιοῦσαν, καὶ ποῖον τῶν ἐν ἡμῖν παθῶν διωρθώσαμεν.

Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ᾽ ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ποιεῖσθαι ἐπιμέλειαν τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας, οὐδὲ τῆς ἀσιτίας, ἣν ὑπομένομεν, μάλιστα εἰ φαινοίμεθα ἐλάττους τῶν περὶ τὴν συλλογὴν τῶν χρημάτων τοσαύτην σπουδὴν ποιουμένων· εὑρήσεις γὰρ ἕκαστον ἐκείνων πᾶσαν ἀγρυπνίαν ἐπιδεικνύμενον, ὥστε ἐφ᾽ ἑκάστης ἡμέρας προστιθέναι τοῖς προτέροις, καὶ οὐδέποτε κόρον λαμβάνοντα, ἀλλ᾽ ὅσῳ ἂν αὔξηται αὐτῷ τὰ τῆς περιουσίας, τοσούτῳ μᾶλλον καὶ τὴν ἐπιθυμίαν καὶ τὴν σπουδὴν ἐκτεινομένην. Εἰ τοίνυν ἔνθα καὶ τὰ τῆς σπουδῆς ἀνόνητα, καὶ τὰ τῆς περιουσίας πολλάκις πολλὴν ἐργάζεται τῇ τῆς ψυχῆς σωτηρίᾳ τὴν λύμην, τοσαύτην ἐπιδείκνυται τὴν ἀγρυπνίαν, πῶς τοῦτο μᾶλλον οὐχὶ ποιεῖν χρὴ, ἔνθα πολλὴ ἀπὸ τῆς σπουδῆς ἡ ὠφέλεια, καὶ ἄφατος ὁ μισθὸς, καὶ τὸ κέρδος ἄπειρον; Ἐκεῖ μὲν γὰρ καὶ μετὰ τούτων ἁπάντων πολλὴ ἡ ἀδηλία· ἀβέβαιος γὰρ τῶν χρημάτων ἡ κτῆσις· οὐκ ἐπειδὴ μόνον, τῆς τελευτῆς ἐπιστάσης, ἐνταῦθα μένοντα, οὐδεμίαν ὄνησιν παρέχει τῷ ταῦτα συνάγοντι, ἀλλ᾽ ὅτι καὶ τῶν χρημάτων ὧδε μενόντων τὰς ὑπὲρ τούτων εὐθύνας μετὰ πολλῆς τῆς σφοδρότητος ἀπαιτεῖσθαι ἀναγκάζεται.

Ἔστι καὶ ὅτε πολλάκις καὶ πρὸ τῆς τελευτῆς μετὰ τοὺς πολλοὺς πόνους, καὶ τοὺς ἱδρῶτας, καὶ τὰς ταλαιπωρίας, καθάπερ καταιγίδος τινὸς προσπεσούσης τῆς τῶν πραγμάτων περιστάσεως, ἀθρόον ὁ πολλὴν τὴν περιουσίαν τοῦ πλούτου κεκτημένος, τῶν σφόδρα πενήτων γέγονε πενέστερος. Καὶ ταῦτα καθ᾽ ἑκάστην ἡμέραν ἔστιν ἰδεῖν συμβαίνοντα. Ἐπὶ μέντοι τῆς πνευματικῆς ἐμπορίας οὐδὲν ἔστι τοιοῦτον δεῖσαί ποτε· αὕτη γὰρ βεβαία μένει καὶ ἀκίνητος, καὶ ἔνθα μάλιστα χρῄζομεν αὐτῆς, ἐκεῖ πολλὴν ἡμῖν παρέχει τὴν ἐξ αὐτῆς παραμυθίαν.

γʹ. Ὡς οὖν καιρὸν ἔχομεν, παρακαλῶ, κἂν γοῦν τὴν αὐτὴν ἐκείνοις εἰσενέγκωμεν σπουδὴν περὶ τὴν πνευματικὴν ταύτην ἐμπορίαν, καὶ μηδέποτε παυσώμεθα τοῦτο μεριμνῶντες, εἴ τι κατώρθωται ἡμῖν, καὶ εἴ τινα τῶν ἐνοχλούντων ἡμῖν παθῶν διὰ τῆς πολλῆς ἀγρυπνίας εἰς φυγὴν ἐτρέψαμεν, ἵν᾽ ἔχοντες τὴν ἀπὸ τοῦ συνειδότος πληροφορίαν, πολλὴν καρπωσώμεθα τὴν ἡδονήν. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ζητούμενον, ἵνα καθ᾽ ἑκάστην ἡμέραν ἐνταῦθα παραγινώμεθα, καὶ περὶ τῶν αὐτῶν συνεχῶς ἀκούωμεν, καὶ τὴν τεσσαρακοστὴν πᾶσαν νηστεύοντες ὦμεν.

Εἰ γὰρ μὴ μέλλοιμέν τι κερδαίνειν ἐκ τῆς ἐνταῦθα συνεχοῦς ἐλεύσεώς τε καὶ παραινέσεως, καὶ ἀπὸ τοῦ τῆς νηστείας καιροῦ προσφέρειν τι τῶν χρησίμων εἰς τὴν ἑαυτῶν ψυχὴν, ταῦτα οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελήσει, ἀλλὰ καὶ μείζονος ἡμῖν κατακρίσεως ἀφορμὴ γενήσεται, ὅταν τοσαύτης ἐπιμελείας ἀπολαύοντες, οἱ αὐτοὶ διαμένωμεν, καὶ μήτε ὁ ὀργίλος ἐπιεικὴς γένηται, μήτε ὁ θυμώδης εἰς πραότητα μεταβάλλοιτο, μήτε ὁ βάσκανος εἰς φιλοφροσύνην ἑαυτὸν ἀναγάγῃ, μήτε ὁ περὶ τὰ χρήματα μεμηνὼς, ἀποστὰς τοῦ πάθους, πρὸς ἐλεημοσύνην ἑαυτὸν παρασκευάσῃ καὶ τὴν τῶν πενήτων διατροφὴν, μήτε ὁ ἀκόλαστος σώφρων γένοιτο, μήτε ὁ περὶ τὴν κενὴν ταύτην δόξαν ἐπτοημένος μάθῃ ταύτης ὑπερορᾷν, καὶ τῆς ἀληθοῦς ἐφίεσθαι δόξης, μήτε ὁ περὶ τὴν ἀγάπην τὴν περὶ τὸν πλησίον ῥᾴθυμος, διαναστήσας αὐτὸν παιδεύσῃ, μὴ μόνον τῶν τελωνῶν μὴ εἶναι ἐλάττων, (Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, φησὶ, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;) ἀλλ᾽ ἵνα παρασκευάζῃ αὐτοῦ τὸν λογισμὸν, καὶ τοὺς ἐχθροὺς ἡμέρως ὁρᾷν, καὶ πολλὴν περὶ αὐτοὺς τὴν ἀγάπην ἐπιδείκνυσθαι. Ἐὰν μὴ τούτων περιγενοίμεθα τῶν παθῶν, καὶ τῶν ἄλλων τῶν ἐν ἡμῖν τικτομένων, καθ᾽ ἑκάστην ἐνταῦθα παραγινόμενοι, καὶ συνεχοῦς ἀκροάσεως ἀπολαύοντες, καὶ τοσαύτης διδασκαλίας μετέχοντες, καὶ τὴν ἀπὸ τῆς νηστείας ἔχοντες βοήθειαν, ποία ἡμῖν ἔσται συγγνώμη;

ποία δὲ ἀπολογία;

Εἰπὲ γάρ μοι, παρακαλῶ, εἰ τὸν παῖδα τὸν σὸν θεάσῃ καθ᾽ ἑκάστην ἀπιόντα ἡμέραν εἰς τὸ διδασκαλεῖον, καὶ τοῦ χρόνου προϊόντος μηδὲν πλέον ἐκεῖθεν κερδαίνοντα, ἆρα ἀνεκτῶς οἴσεις; οὐχὶ δὲ καὶ τῷ παιδὶ μάστιγας ἐπιθήσεις, καὶ τῷ διδασκάλῳ μέμψῃ; εἶτα εἰ μάθοις, ὅτι τὰ μὲν παρὰ τοῦ διδασκάλου πάντα γεγένηται, καὶ οὐδὲν λέλειπται, ἡ δὲ ῥᾳθυμία τοῦ παιδὸς αἰτία πάντων καθέστηκεν, οὐχὶ πᾶσαν τὴν ἀγανάκτησιν ἐπὶ τὸν παῖδα μεταθήσεις, τῆς αἰτίας ἀφεὶς τὸν διδάσκαλον;

Τὸ αὐτὸ δὴ καὶ ἐνταῦθα γίνεσθαι δίκαιον. Ἡμεῖς γὰρ, καθάπερ ἐτάχθημεν παρὰ τῆς τοῦ Θεοῦ χάριτος, ὡς τέκνα πνευματικὰ καθ᾽ ἑκάστην ἡμέραν εἰς τὸ διδασκαλεῖον τοῦτο καλοῦντες, τὴν σωτηριώδη διδασκαλίαν ὑμῖν παρατίθεμεν, οὐ τὰ ἀπὸ τῆς οἰκείας διανοίας φθεγγόμενοι, ἀλλὰ τὰ παρὰ τοῦ Δεσπότου διὰ τῶν θείων Γραφῶν ἡμῖν δωρηθέντα διδάγματα, ταῦτα εἰς μέσον προτιθέντες, καὶ ταῦτα συνεχῶς ἐνηχοῦντες. Εἰ τοίνυν, ἡμῶν πᾶσαν σπουδὴν καὶ ἀγρυπνίαν ἐπιδεικνυμένων, καὶ ἐφ᾽ ἑκάστης ἐπὶ τὴν ὁδὸν τῆς ἀρετῆς ὁδηγούντων, ὑμεῖς τοῖς αὐτοῖς ἐπιμένετε, ἐννοήσατε ὅση καὶ ἡμῖν ἔσται ὀδύνη, καὶ ὑμῖν ἡ κατάγνωσις, ἵνα μηδὲν πλέον εἴπω Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς δείκνυσι τὸ μηδὲν παραλιπεῖν τῶν εἰς τὴν ὑμετέραν οἰκοδομὴν ἡκόντων, ἀλλ᾽ ὅμως ἐπειδὴ κηδόμεθα τῆς ὑμετέρας σωτηρίας, οὐ δυνάμεθα πράως φέρειν. Ἐπεὶ καὶ ὁ διδάσκαλος ἐπειδὰν ἴδῃ τὸν μαθητὴν μηδὲν καρπούμενον παρὰ τῆς αὐτοῦ σπουδῆς, οὐχ ὡς ἔτυχεν ἀλγεῖ καὶ ὀδυνᾶται, ὁρῶν ἑαυτὸ μάτην πονούμενον.

δʹ. Ταῦτα λέγω νῦν, οὐχ ἵνα λυπήσω τὴν ὑμετέραν ἀγάπην, ἀλλ᾽ ἵνα διεγείρω καὶ παρασκευάσω, μήτε ἁπλῶς κατατείνειν τὸ σῶμα τῇ νηστείᾳ, μήτε εἰκῆ καὶ μάτην τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς παρατρέχειν.

Καὶ τί λέγω τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς, ὅπου γε ἡμᾶς προσήκει, μήτε μίαν ὅλως ἡμέραν παραπέμπεσθαι, εἰ οἷόν τε, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς, ἐν ᾗ μὴ κέρδος πνευματικὸν ἑαυτοῖς ἐναποτιθέμεθα, ἢ δι᾽ εὐχῆς, ἢ δι᾽ ἐξομολογήσεως, ἢ δι᾽ εὐποιίας, ἢ δι᾽ ἑτέρας τινὸς ἐργασίας πνευματικῆς;

Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἄῤῥητα ἐκεῖνα ῥήματα ἀκούσας, ἃ μέχρι τῆς σήμερον οὐδεὶς ἔγνω, ἐβόα λέγων· Καθ᾽ ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν· διδάσκων ἡμᾶς, ὅτι οὕτως ἑαυτὸν τοῖς κινδύνοις τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐξεδίδου, ὡς παρ᾽ αὐτὸν τὸν θάνατον γίνεσθαι ἐφ᾽ ἑκάστης ἡμέρας, καὶ ὅπερ ἡ φύσις οὐκ ἐδέχετο (ἑνὶ γὰρ θανάτῳ πάντες ὑποκείμεθα) τοῦτο ἡ φιλονεικία τῆς προαιρέσεως αὐτοῦ κατώρθου, εἰ καὶ ὁ φιλάνθρωπος Θεὸς ἐπὶ πλέον αὐτὸν διετήρει διὰ τὴν τῶν λοιπῶν σωτηρίαν· εἰ τοίνυν ἐκεῖνος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ γῆς φαινόμενος, καθ᾽ ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπολογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθωμάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον ἡμῖν προσὸν ἱκανὸν εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιούμενοι σπουδὴν, κἂν γοῦν ταῦτα διορθοῦν; ὅταν δὲ ὁ αὐτὸς πολλάκις εὑρίσκοιτο, μὴ μόνον ἓν ἐλάττωμα ἔχων, ἀλλὰ καὶ πλείονα, καὶ ὀργίλος ᾖ, καὶ ἀκόλαστος, καὶ πλεονέκτης, καὶ βάσκανος, καὶ θυμώδης, καὶ μήτε ταῦτα διορθοῦν βούλοιτο, μήτε τῶν τῆς ἀρετῆς ἔργων ἐφάπτεσθαι, ποία λοιπὸν ἂν γένοιτο σωτηρίας ἐλπίς;

Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα ἕκαστος τῶν ἀκουόντων τὸ κατάλληλον ἑαυτῷ φάρμακον δεχόμενος ἐκ τῶν παρ᾽ ἡμῶν λεγομένων, σπουδάσῃ ταχέως, καὶ τῶν ἐνοχλούντων παθῶν ἀπαλλαγεὶς πρὸς ὑγίειαν ἐπανελθεῖν, καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν ἑαυτὸν ἐπιτήδειον καταστῆσαι.

Καὶ γὰρ ἐπὶ τῶν καμνόντων τὰ σώματα, κἂν μυριάκις ὁ ἰατρὸς ἐπιθῇ τὰ φάρμακα, ὁ δὲ ἄῤῥωστος μὴ ἀνέχηται ἐπιμένειν τὴν ἀπὸ τοῦ φαρμάκου θεραπείαν, ἀλλὰ πολλάκις δυσχεραίνων μετὰ τὸ ἐπιθεῖναι τὸν ἰατρὸν, οὐκ ἀνεχόμενος τῆς ἀλγηδόνος ἀποῤῥίπτοι τοῦτο, καὶ μὴ καταδέξοιτο τὴν ἐξ αὐτοῦ ὠφέλειαν, οὐδεὶς ἂν τῶν εὖ φρονούντων μέμψοιτο τῷ ἰατρῷ τῷ τὰ παρ᾽ ἑαυτοῦ πάντα εἰσαγαγόντι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα ἡμεῖς μὲν τὸ φάρμακον τὸ ἀπὸ τῆς διδασκαλίας τῆς πνευματικῆς κατασκευάσαντες ἐπιτίθεμεν· ὑμέτερον δὲ ἂν εἴη λοιπὸν καὶ ἀνέχεσθαι τῶν ἀλγηδόνων, καὶ τῆς θεραπείας ἀπόνασθαι, καὶ ἀπαλλαγέντας τῆς νόσου πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανελθεῖν. Οὕτω γὰρ καὶ αὐτοὶ πολλὴν τῆς ὠφελείας τὴν αἴσθησιν λήψεσθε, καὶ ἡμεῖς οὐ μικρὰν ἕξομεν τὴν παραμυθίαν, ὁρῶντες τοὺς πρότερον κάμνοντας, οὕτω ταχέως πρὸς ὑγίειαν ἐπανελθόντας.

Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, εἰ καὶ μὴ πρότερον, κἂν γοῦν ἐκ τοῦ παρόντος σπουδαζέτω, ὅπερ οἶδεν ἐνοχλοῦν αὐτῷ ἐλάττωμα τῶν ἄλλων πλέον παθῶν, τοῦτο ἐκτέμνειν τῆς ψυχῆς, καὶ τῷ εὐσεβεῖ λογισμῷ, καθάπερ μαχαίρᾳ τινὶ πνευματικῇ χρώμενος, οὕτως ἑαυτὸν τοῦ πάθους ἀπαλλαττέτω. Δέδωκε γὰρ ἡμῖν ὁ Θεὸς λογισμὸν ἀρκοῦντα, καὶ δυνάμενον, εἰ βουληθείημεν μικρὸν διαβλέψαι, ἑκάστου τῶν ἐν ἡμῖν τικτομένων παθῶν περιγίνεσθαι. Διὰ τοῦτο καὶ τῶν ἁγίων ἡμῖν ἁπάντων τοὺς βίους καὶ τὴν πολιτείαν διὰ τῶν θείων Γραφῶν ἀνάγραπτον καταλέλοιπεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα μαθόντες, ὡς τῆς αὐτῆς ἡμῖν ὄντες φύσεως, ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, μὴ ῥᾳθυμῶμεν περὶ τὴν ταύτης ἐργασίαν.

εʹ. Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος Παῦλος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι, καὶ ὥσπερ εἰς ἀρχέτυπον εἰκόνα τινὰ, εἰς τὴν τούτου ψυχὴν ἐνορῶν, ἐκπλήττομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ λογίζομαι, ὅτι πᾶσαν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσε· καὶ ἡμῶν ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, ὅταν καὶ τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐν τοσαύτῃ καιρῶν δυσκολίᾳ γεγονὼς, καθ᾽ ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἑλκόμενος, σπαραττόμενος, καὶ δημοσίᾳ συρόμενος ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων, οἳ καὶ νομίσαντες αὐτὸν πολλάκις τεθνάναι, τότε λοιπὸν, ὡς εἰς ἔργον ἀγαγόντες τὴν φονικὴν αὐτῶν γνώμην, οὕτω κατέλιπον; Εὑρίσκεταί τις ἡμῶν τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδεικνύμενος, οὕτως ἀναπεπτωκότων, καὶ τοσαύτῃ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδεδωκότων; Ἀλλ᾽ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κηρύγματος καθ᾽ ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ ἀκοῦσαι λέγοντος.

Ἡνίκα γὰρ εἰς ἀνάγκην κατέστη διὰ τὴν τῶν ψευδαποστόλων ἀπάτην τὰ ἑαυτοῦ διηγεῖσθαι· οὕτω γὰρ ἦν αὐτῷ τοῦτο βαρὺ καὶ ἐπαχθὲς, ὡς καὶ ἀναδύεσθαι, καὶ μηδέποτε βούλεσθαι ταῦτα εἰς μέσον ἄγειν, ἀλλὰ καὶ τολμᾷν ἑαυτὸν καλεῖν βλάσφημον, καὶ διώκτην· ἐπειδὴ δὲ πολλὴν εἶδε τὴν ἀνάγκην, ὑπὲρ τοῦ ἀποῤῥάψαι τὰ στόματα τῶν ἀπατεώνων, καὶ μικρὰν δοῦναι τὴν παραψυχὴν τοῖς μαθητευομένοις, οὕτω πως ἤρξατο μετὰ τὸ πολλὰ ἕτερα εἰπεῖν· Ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλόθεον, οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μήποτε ἁπλῶς ἄνευ ἀνάγκης, καὶ μηδενὸς καταναγκάζοντος, τὰ ὑφ᾽ ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴ γέ τινες ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἐν ᾧ δ᾽ ἄν τις τολμᾷ, φησὶν, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ· τοῦτ᾽ ἔστιν, ἐπειδὴ πολλὴν ὁρῶ τὴν ἀνάγκην, τολμῆσαι βούλομαι, καὶ ἀφροσύνης ἔργον ἐπιδείξασθαι. Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ. Ἐπὶ τούτοις, φησὶ μέγα φρονοῦσι· μὴ νομιζέτωσαν λείπεσθαι ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν.

Εἶτα ἐπήγαγε, Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. ϛʹ. Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύνην ἐκάλεσε τὸ γεγενημένον ὑπ᾽ αὐτοῦ, καίτοι εἰς τοσαύτην ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημένοις· ἀλλ᾽ ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκείνους ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλαυτίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν ἀφροσύνην καλεῖ τὸ παρ᾽ αὐτοῦ λεγόμενον, μονονουχὶ λέγων· μὴ γὰρ οὐκ οἶδα, ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς προσιστάμενον καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ᾽ ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παραφροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν μιμησώμεθα ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώπων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προτιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς παρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ᾽ οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν. Ἀλλὰ τί; Διάκονοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λέγω, ὑπὲρ ἐγώ· εἶτα λοιπὸν ἐντεῦθεν ἐκεῖνα εἰς μέσον ἄγει, ὧν οἱ ψευδαπόστολοι οὐδὲν ἦσαν ἐπιδεδειγμένοι.

Πῶς γὰρ οἱ καὶ τῇ ἀληθείᾳ πολεμοῦντες, πρὸς τὸ ἐμποδίσαι τῷ κηρύγματι τῆς εὐσεβείας πάντα διαπραττόμενοι, καὶ τῶν ἀφελεστέρων τὰς διανοίας παρασαλεύοντες; Εἰπὼν τοίνυν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρείας αὐτοῦ κατορθώματα, καί φησιν· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τί λέγεις; Ξένον τι καὶ παράδοξόν ἐστι τὸ παρὰ σοῦ λεγόμενον. Ἔστι γὰρ πολλάκις θάνατον ὑπομεῖναι;

Ναὶ, φησὶν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· διδάσκων ἡμᾶς, ὅτι τοιούτοις διηνεκῶς ἑαυτὸν κινδύνοις ἐξεδίδου διὰ τὸ κήρυγμα τοῖς θάνατον αὐτῷ τίκτουσιν, ἀλλ᾽ ἡ τοῦ Θεοῦ χάρις ἐν αὐτοῖς μέσοις τοῖς κινδύνοις τὸν ἀθλητὴν διεφύλαττεν, ὥστε τοῖς μαθητευομένοις πολλὴν γίνεσθαι παρ᾽ αὐτοῦ τὴν ὠφέλειαν. Ἐν θανάτοις, φησὶ, πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις, κινδύνοις ἐν πόλεσιν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα· ἕκαστον γὰρ τούτων καθ᾽ ἑαυτὸ μόνον πέλαγος ἡμῖν ὑποδείκνυσι πειρασμῶν. Οὐδὲ γὰρ ἁπλῶς ὁδοιπορίαν μίαν εἶπεν· ἀλλ᾽, Ὁδοιπορίαις, φησὶ, πολλάκις· οὐδὲ κίνδυνον ποταμῶν, ἀλλὰ πολλοὺς καὶ διαφόρους κινδύνους, καὶ πάντα μετὰ πολλῆς τῆς ὑπερβολῆς ὑπέμεινε. Καὶ μετὰ ταῦτα ἅπαντα πάλιν φησίν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός.

ζʹ. Ὅρα πάλιν ἄλλο πέλαγος ἡμῖν πειρασμῶν ἀνοιγόμενον. Εἰπὼν γὰρ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ πάλιν ἡμᾶς διδάσκει τὰς ἐπισυστάσεις, καὶ τὰς συστροφὰς ἃς ὑπέμεινεν, οὕτω λέγων· Ἡ ἐπισύστασίς μου ἡ καθ᾽ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν. Ἰδοὺ πάλιν καὶ τοῦτο ἱκανὸν κατόρθωμα, εἰ καὶ μόνον τυγχάνει, εἰς αὐτὴν αὐτὸν ἐναγαγεῖν τὴν ἄκραν κορυφὴν τῆς ἀρετῆς· Ἡ μέριμνα, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν, οὐχὶ μιᾶς, καὶ δύο, καὶ τριῶν, ἀλλὰ πασῶν τῶν κατὰ τὴν οἰκουμένην.

Ὅσην γὰρ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφιεὶς, τοσαύτην καὶ ὁ μακάριος οὗτος εἶχε τὴν μέριμναν καὶ τὴν φροντίδα. Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας μέγεθος; Καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα, ὡς εἰπεῖν, τὰ εἰρημένα ἀποκρύπτει. Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία· πόση ἡ ἀγρυπνία· πόση ἡ μέριμνα. Ποία μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα τοῦ παιδὸς αὐτῆς πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακάριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλλον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο;

Σκόπει γάρ μοι λέξεως ἔμφασιν. Οὐκ εἶπε, τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι; ἀλλὰ Πυροῦμαι, φησὶ, τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον ἑαυτὸν, καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπομενόντων. Οἶδα ὅτι εἰς πολὺ μῆκος ἐξέτεινα τὴν διδασκαλίαν, καὶ ταῦτα προῃρημένος σήμερον συστεῖλαι, ἵνα μικρὸν ἐκ τοῦ τῆς νηστείας πόνου ἀνεθῆναι δυνηθῆτε· ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατορθωμάτων τοῦ ἁγίου τούτου, καθάπερ ὑπὸ ῥύμης ὑδάτων σφοδροτάτης, οὕτω τὴν γλῶτταν παρεσύρην. Διὸ μέχρι τούτου στήσας τὸν λόγον, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον, καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, ἐπειδὴ ἠβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, δαψιλεστέρας ἀπήλαυσε τῆς ἄνωθεν φιλοτιμίας. Καὶ ἡμεῖς τοίνυν, ἐὰν βουληθῶμεν τὰ παρ᾽ ἑαυτῶν ἐπιδείξασθαι, οὐδὲν τὸ κωλύον τῶν αὐτῶν ἡμᾶς ἀπολαῦσαι.

Φιλότιμος γὰρ ὁ Δεσπότης, καὶ Βούλεται πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Ἀξίους τοίνυν ἑαυτοὺς κατασκευάσωμεν, καὶ μετὰ προθυμίας ζεούσης τῆς ἀρετῆς ὀψὲ γοῦν ποτε ἐπιλαβώμεθα, καὶ τῶν ἐν ἡμῖν παθῶν τὴν διόρθωσιν ἐπιδειξάμενοι ἐπιτηδείους ἑαυτοὺς ἀπεργασώμεθα πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΒʹ. Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» αʹ. Φέρε δὴ σήμερον πληρώσωμεν ἡμῶν τὴν ὑπόσχεσιν, καὶ τῆς συνήθους ἁψώμεθα διδασκαλίας, καὶ τῇ ἀκολουθίᾳ τῶν πρῴην εἰρημένων συνάψωμεν καὶ τὰ μέλλοντα νῦν ῥηθήσεσθαι, Ἴστε γὰρ, ὅτι καὶ ἅπαξ καὶ δεύτερον σπεύδοντας ἡμᾶς, καὶ βουλομένους τοῦτο ποιῆσαι, ἡ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια τὴν γλῶτταν ἡμῖν εἰς τὴν πρὸς ἐκείνους παραίνεσιν μετήγαγε.

Ποτὲ μὲν γὰρ τοὺς νενοσηκότας τῶν ἀδελφῶν, καὶ διὰ συνηθείας πρόληψιν ἀποσχίζοντας ἑαυτοὺς τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, καὶ τὴν ἡδονὴν τῆς ἁγίας ἑορτῆς ἡμῖν ἀκρωτηριάζοντας, διὰ τῆς πολλῆς παρακλήσεως καὶ συμβουλῆς ἐπείθομεν, μὴ ἐπὶ πολὺ χωρίζειν ἑαυτοὺς τῆς τοῦ Χριστοῦ ποίμνης, μηδὲ ἔξω τοῦ σηκοῦ τούτου τοῦ πνευματικοῦ πλανᾶσθαι, καὶ τῷ μὲν λόγῳ καὶ τῷ ὀνόματι ἡμῖν ἡνῶσθαι, τῇ δὲ ἀληθείᾳ Ἰουδαίοις κατακολουθεῖν τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ λύχνῳ προσηλωμένοις, μετὰ τὴν ἔλλαμψιν τοῦ τῆς δικαιοσύνης ἡλίου· ποτὲ δὲ τῶν ἐνταῦθα συλλεγομένων τοὺς ἀμυήτους παρεκαλέσαμεν ἐπιδραμεῖν τῇ κλήσει τῇ πνευματικῇ, καὶ πάντα ὕπνον, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξαμένους, πόθῳ ζέοντι, καὶ προθυμίᾳ συντεταμένῃ ἑτοίμους ἑαυτοὺς πρὸς τὴν ὑποδοχὴν τῆς βασιλικῆς δωρεᾶς ἀπεργάσασθαι, καὶ σπεῦσαι πρὸς τὸν τὴν ἄφεσιν τῶν πεπλημμελημένων δωρούμενον, καὶ τὰ μυρία ἀγαθὰ μετὰ δαψιλείας παρέχοντα.

Ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν τοῦ πάσχα ἑορτὴν σφαλλομένων, καὶ διὰ τῆς νομιζομένης ταύτης μικρᾶς παρατηρήσεως μεγάλα ἑαυτοὺς ζημιούντων, τὴν ἡμῖν ἁρμόττουσαν πρόνοιαν ἐποιησάμεθα, κατάλληλον αὐτῶν τῷ τραύματι τὴν θεραπείαν ἐπαγαγόντες, καὶ τοῖς ἀμυήτοις τὴν προσήκουσαν νουθεσίαν προσηγάγομεν, ἀκόλουθον ἂν εἴη λοιπὸν, ἐπειδὴ πρὸς τὰ κατεπείγοντα τῶν νοσημάτων ἔστημεν, καὶ τὸ αὐτῶν ἐπληρώσαμεν, κοινῇ πᾶσιν ὑμῖν σήμερον ἑστίασιν παραθεῖναι τὴν πνευματικήν. Ὥσπερ γὰρ πρὶν ἢ τῶν ἀδελφῶν τῶν ἡμετέρων τὴν ἐπιμέλειαν ποιήσασθαι, εἰ τὴν πρὸς ἐκείνους παραίνεσιν καταλιπόντες, τῆς ἀκολουθίας ἐχόμενοι, παρείδομεν κάμνοντας αὐτοὺς, εἰκότως ἄν τις ἡμῖν μέμψαιτο ὡς τὸν ἐπιτήδειον καιρὸν παραδραμοῦσιν· οὕτω νῦν, ἐπειδὴ μηδὲν παραλέλειπται τῶν εἰς δύναμιν ἡμετέραν, ἀλλὰ τὸν τῆς διδασκαλίας λόγον ἐποιησάμεθα, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὰ σπέρματα τῇ γῇ ταύτῃ τῇ πνευματικῇ παρακατεθέμεθα, ἀκόλουθόν ἐστι πάλιν τὰ παρὰ τοῦ μακαρίου Μωϋσέως ἀναγνωσθέντα εἰς μέσον προθεῖναι, ἵνα τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσωμεν. Τίνα οὖν ἐστιν, ἀκούσωμεν. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι.

Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Σκόπει μοι πάλιν τοῦ θαυμαστοῦ τούτου προφήτου τὴν σύνεσιν, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν διδασκαλίαν. Μετὰ γὰρ τὸ διηγήσασθαι ἡμῖν κατὰ μέρος τὰ τῆς δημιουργίας ἅπαντα, καὶ τὰ ἔργα τῶν ἓξ διελθεῖν ἡμερῶν, καὶ τὴν τοῦ ἀνθρώπου δημιουργίαν, καὶ τὴν ἐξουσίαν τὴν παρασχεθεῖσαν αὐτῷ πάντων τῶν ὁρωμένων, νῦν πάλιν ἀνακεφαλαιούμενος τὰ πάντα, φησίν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο. Ἄξιον ἐνταῦθα ζητῆσαι, τίνος ἕνεκεν βίβλον αὐτὴν καλεῖ οὐρανοῦ τε καὶ γῆς, καίτοι πολλὰ ἕτερα τῆς βίβλου περιεχούσης, καὶ διδασκούσης ἡμᾶς, καὶ περὶ ἑτέρων πλειόνων, καὶ περὶ τῆς τῶν δικαίων ἀρετῆς, καὶ περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς συγκαταβάσεως, ἣν ἐπεδείξατο περί τε τὸν πρωτόπλαστον, καὶ περὶ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, καὶ περὶ ἑτέρων δὲ πολλῶν, ἅπερ οὐκ ἂν εἴη τοῦ παρόντος καιροῦ καταλέγειν. Μὴ ξενισθῇς, ἀγαπητέ· ἔθος γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ, μὴ πανταχοῦ κατὰ μέρος ἡμῖν ἅπαντα διηγεῖσθαι, ἀλλ᾽ ἀπὸ τῶν συνεκτικωτάτων ἀρχομένην καταλιμπάνειν τὰ ἑξῆς σκοπεῖν τοῖς εὐγνώμοσιν ἀκοαῖς δεχομένοις τὰ λεγόμενα. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἐστὶν, ἐξ αὐτῶν τῶν νῦν ἀνεγνωσμένων τοῦτο δῆλον ὑμῖν καθίστημι.

Ἰδοὺ γὰρ ἐν τοῖς προλαβοῦσι διδάξασα ἡμᾶς ἡ θεία Γραφὴ τὴν κατὰ μέρος ἁπάντων δημιουργίαν, νῦν οὐ πάντων μέμνηται, ἀλλά φησιν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἑξῆς.

βʹ. Ὁρᾷς πῶς πάντα τὸν λόγον εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν περιστρέφει, ἡμῖν καταλιμπάνουσα ἐκ τούτων πάντα τὰ ἄλλα συνιδεῖν; Ὅταν γὰρ εἴπῃ οὐρανὸν καὶ γῆν, πάντα ὁμοῦ συνελοῦσα εἶπε, τά τε ἐν τῇ γῇ, τά τε ἐν τῷ οὐρανῷ. Ὥσπερ οὖν ἐπὶ τῆς τῶν δημιουργημάτων διηγήσεως οὐ πάντα καθεξῆς λέγει, ἀλλὰ τῶν συνεκτικωτάτων μνημονεύουσα, οὐκέτι καθ᾽ ἓν ἡμῖν ἅπαντα διηγεῖται· οὕτω καὶ τὴν βίβλον πᾶσαν, εἰ καὶ πολλὰ ἕτερα περιέχει, βίβλον γενέσεως οὐρανοῦ τε καὶ γῆς ὠνόμασεν, ἡμῖν καταλιμπάνουσα λοιπὸν διὰ τῆς τούτων μνήμης ἀναλογίζεσθαι, ὅτι πάντα ἀνάγκη ἐν ταύτῃ τῇ βίβλῳ περιέχεσθαι τὰ ὁρώμενα, τά τε ἐν τῷ οὐρανῷ, τά τε ἐν τῇ γῇ. ᾟ ἡμέρᾳ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Πολὺς ὁ ἐγκεκρυμμένος θησαυρὸς τοῖς βραχέσι τούτοις ῥήμασι· διὸ προσήκει μετὰ πολλῆς τῆς συνέσεως, ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ὁδηγουμένους ἡμᾶς ἀναπτύξαι τὰ εἰρημένα, καὶ κοινωνοὺς ὑμᾶς λαβεῖν τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ.

Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον τὰ μέλλοντα προγινῶσκον, ἵνα μηδενὶ τῶν μετὰ ταῦτα ἐξῇ φιλονεικεῖν, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπιφέρειν τοῖς τῆς Ἐκκλησίας δόγμασι, καὶ νῦν πάλιν, μετὰ τὸ διδάξαι τῶν δημιουργηθέντων τὴν τάξιν, καὶ τί μὲν πρῶτον παρήχθη, τί δὲ δεύτερον, καὶ ὅτι τὰ ἀπὸ τῆς γῆς σπέρματα τῷ λόγῳ καὶ τῷ προστάγματι ὑπηρετουμένη τοῦ Δεσπότου ἐξέδωκεν ἡ γῆ, καὶ πρὸς τὰς ὠδῖνας διηγέρθη, οὔτε τοῦ ἡλίου πρὸς συνέργειαν δεηθεῖσα, (πῶς γὰρ τοῦ μηδέπω δημιουργηθέντος;) οὔτε τῆς τῶν ὑετῶν ἐπομβρίας, οὔτε τῆς τοῦ ἀνθρώπου ἐργασίας· οὐδὲ γὰρ οὗτος ἦν παραχθεὶς εἰς τὸ μέσον· διὰ τοῦτο πάλιν κατὰ μέρος πάντων μνημονεύει, ἵνα τῶν ἀναισχυντεῖν ἐπιχειρούντων ἐπιστομίσῃ τὴν ἀκόλαστον γλῶτταν. Τί γάρ φησιν; ᾟ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Τοῦτο βούλεται εἰπεῖν, ὅτι τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι τὰ πρότερον μὴ ὄντα εἰς τὸ εἶναι ὑπέστη, καὶ ἅπερ οὐκ ἦν, ταῦτα ἀθρόον ἐδείκνυτο. Ὁ χόρτος, ὁ ἐκ τῆς γῆς ἀναδιδόμενος· χόρτον δὲ ὅταν εἴπῃ, τὰ σπέρματα ἅπαντα λέγει.

Καὶ περὶ τῶν ὑετῶν διδάσκουσα ἡμᾶς, πάλιν ἡ θεία Γραφὴ ἐπήγαγεν· Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν· τοῦτ᾽ ἔστιν, οὐδέπω οὐδὲ ὑετοὶ ἄνωθεν κατεφέροντο· καὶ μετὰ τοῦτο λοιπὸν δείκνυσιν ἡμῖν, ὅτι οὐδὲ τῆς τοῦ ἀνθρώπου ἐργασίας ἐδεήθη· Ἄνθρωπος γὰρ, φησὶν, οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν· μονονουχὶ βοῶσα, καὶ λέγουσα τοῖς μετὰ ταῦτα ἅπασιν, ὅτι ταῦτα ἀκούοντες μάθετε, πῶς ἐξ ἀρχῆς ἅπαντα παρήχθη τὰ ἀπὸ τῆς γῆς ἀναδιδόμενα, καὶ μὴ τῇ ἐπιμελείᾳ τῶν τὴν γῆν θεραπευόντων τὸ πᾶν λογίζεσθε, μηδὲ ἐκείνοις τὰς ὠδῖνας ταύτας ἐπιγράφετε, ἀλλὰ τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι τῷ ἐξ ἀρχῆς πρὸς αὐτὴν παρὰ τοῦ δημιουργήσαντος αὐτὴν γενομένῳ.

Ταῦτα δὲ ἅπαντα γίνεται, ἵνα μάθωμεν, ὅτι οὐκ ἐδεήθη τῆς τῶν ἄλλων στοιχείων συνεργείας πρὸς τὴν τῶν οἰκείων σπερμάτων ἀνάδοσιν, ἀλλ᾽ ἠρκέσθη τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὗτος ὁ νῦν τῷ οἰκείῳ λόγῳ πρὸς τὴν τῶν τοσούτων σπερμάτων βλάστην αὐτὴν διεγείρας, καὶ τὴν οἰκείαν δύναμιν ἐπιδειξάμενος, ὑπερβαίνουσαν τὸν ἀνθρώπινον λογισμὸν, ταύτην αὐτὴν τὴν βαρεῖαν, καὶ τὸν τοσοῦτον κόσμον ἐπὶ τῶν οἰκείων νώτων φέρουσαν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσε, καθὼς ὁ προφήτης φησὶν, Ὁ θεμελιώσας ἐπὶ τῶν ὑδάτων τὴν γῆν. Ποῖος λογισμὸς ἀνθρώπινος ἐφικέσθαι τούτων δυνήσεται; Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι οἰκίας οἰκοδομούμενοι, καὶ θεμελίους καταβάλλειν βουλόμενοι, πρότερον διασκάπτοντες, καὶ εἰς τὸ βάθος κατιόντες, κἂν μικρὰν νοτίδα ἴδωσι, πάντα ποιοῦσιν, ὥστε πᾶσαν αὐτὴν ἐξαντλῆσαι, καὶ οὕτω τοὺς θεμελίους καταβαλεῖν· διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δημιουργὸς ἀπεναντίας τῇ ἀνθρωπίνῃ φύσει ἅπαντα δημιουργεῖ, ἵνα μάθῃς καὶ ἐκ τούτων αὐτοῦ τὴν ἄφατον δύναμιν, καὶ ὅτι, ἐπειδὰν βουληθῇ, καὶ αὐτὰ τὰ στοιχεῖα τὰ ἐναντία τῇ οἰκείᾳ ἐνεργείᾳ ἐπιδείκνυται, τῷ ἐπιτάγματι τοῦ δημιουργήσαντος ὑπηρετούμενα.

γʹ. Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, τέως ἐπ᾽ αὐτοῦ τοῦ προκειμένου τὸν λόγον γυμνάσωμεν, καὶ τότε καὶ ἐφ᾽ ἕτερον μεταβησόμεθα. Τοῦτο γὰρ αὐτὸ ἐναντίον ἐστὶ τῇ φύσει τῶν ὑδάτων, τὸ οὕτω βαρὺ σῶμα φέρειν· καὶ τῇ γῇ πάλιν ἐναντίον τὸ ἐπὶ τοιούτῳ θεμελίῳ τὴν ἕδραν ἔχειν. Καὶ τί θαυμάζεις; Κἂν γὰρ ἐφ᾽ ἑκάστου τῶν γενομένων διερευνῆσαι βουληθῇς, εὑρήσεις τοῦ δημιουργήσαντος ἄπειρον τὴν δύναμιν, καὶ ὅτι τῇ οἰκείᾳ βουλήσει ἡνιοχεῖ πάντα τὰ ὁρώμενα. Τοῦτο γὰρ καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν γινόμενον· τὸ γὰρ δαπανητικὴν ἔχον ἐνέργειαν, καὶ πάντων περιγινόμενον, καὶ πᾶσαν ὕλην λίθων, καὶ ξύλων, καὶ σωμάτων, καὶ σιδήρου μετ᾽ εὐκολίας καταναλίσκον, ἐπειδὴ προσέταξεν ὁ δημιουργὸς, σωμάτων ἁπαλῶν καὶ φθαρτῶν οὐχ ἥψατο, ἀλλ᾽ ἀβλαβεῖς τοὺς παῖδας διεφύλαττεν ἐν μέσῃ τῇ καμίνῳ. Καὶ μὴ θαυμάσῃς, εἰ τῶν σωμάτων αὐτῶν οὐχ ἥψατο, ἀλλ᾽ εὐταξίαν τοσαύτην ἐπεδείξατο τὸ ἄλογον στοιχεῖον ὅσην οὐδὲ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ ταῖς θριξὶν ἐλυμήνατο, ἀλλ᾽ ἐκύκλου μὲν αὐτοὺς, καὶ εἶχεν ἔνδον· καθάπερ δὲ ὑπακοὴν πληροῦσα ἡ τοῦ πυρὸς οὐσία, καὶ Δεσπότου ἐπιτάγματι ὑπηρετουμένη, ἀκεραίους καὶ ἀβλαβεῖς διεφύλαττε τοὺς θαυμαστοὺς ἐκείνους παῖδας, καὶ ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ βαδίζοντες, μετὰ τοσαύτης ἀδείας ἐπὶ τῆς καμίνου διῆγον.

Καὶ ἵνα μὴ νομίσῃ τις, ὅτι οὐκ ἦν ἐνέργεια πυρὸς τὸ ὁρώμενον, διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης οὐ τὴν ἐνέργειαν αὐτοῦ ἐπέδησεν, ἀλλ᾽ ἀφεὶς μένειν τὴν ἐνέργειαν αὐτοῦ τὴν καυστικὴν, τοὺς ἰδίους θεράποντας ἀνωτέρους τῆς ἐκ τούτου βλάβης εἰργάζετο. Ἀλλ᾽ ἵνα μάθωσι καὶ οἱ ἐμβαλόντες, ὅση τοῦ τῶν ὅλων Θεοῦ ἡ δύναμις, ἐπ᾽ ἐκείνων μὲν τὴν οἰκείαν ἐνέργειαν ἐπεδείκνυτο τὸ πῦρ· καὶ τὸ αὐτὸ ἐκείνους μὲν περιέστελλεν ἔνδον, τούτους δὲ ἔξω ἑστῶτας κατέφλεγε καὶ ἀνήλισκεν. Εἶδες πῶς, ὅταν ὁ Δεσπότης βούληται, ἕκαστον τῶν στοιχείων πρὸς τὴν ἐναντίαν μεθίστησιν οὐσίαν; Δημιουργὸς γάρ ἐστι καὶ Δεσπότης, καὶ πρὸς τὸ οἰκεῖον θέλημα ἅπαντα οἰκονομεῖ. Βούλεσθε καὶ ἐπὶ τῶν ὑδάτων πάλιν ἰδεῖν τὸ αὐτὸ τοῦτο γινόμενον; Καθάπερ γὰρ ἐνταῦθα τὸ πῦρ τῶν μὲν ἔνδον ὄντων ἀπέσχετο, καὶ ἐπελάθετο τῆς οἰκείας ἐνεργείας, ἐπὶ δὲ τῶν ἔξω τυγχανόντων τὰ ἑαυτοῦ ἐπλήρου, οὕτω καὶ τὰ ὕδατα ὀψόμεθα τοὺς μὲν ὑποβρυχίους ἐργαζόμενα, ἑτέροις δὲ ὑποχωροῦντα, ὥστε ἀβλαβῶς αὐτοὺς διελθεῖν. Ἀναμνήσθητέ μοι νῦν τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων, καὶ τοῦ δήμου τῶν Ἑβραίων, ὅπως ἐκεῖνοι μὲν διὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, τοῦ μεγάλου Μωϋσέως προηγουμένου, καθάπερ ἐπὶ ξηρᾶς, οὕτω διέβαινον διὰ τῆς θαλάσσης τῆς ἐρυθρᾶς· οἱ δὲ Αἰγύπτιοι μετὰ τοῦ Φαραὼ τὴν αὐτὴν αὐτοῖς ἐλθεῖν ὁδὸν βουληθέντες, ὑποβρύχιοι γενόμενοι κατεποντίζοντο.

Οὕτως οἶδε καὶ τὰ στοιχεῖα αἰδεῖσθαι τοὺς τοῦ Δεσπότου θεράποντας, καὶ τὴν οἰκείαν ὁρμὴν ἔσω κατέχειν. Ἀκούσωμεν ὅσοι θυμώδεις, ὅσοι ὀργίλοι, ὅσοι ὑπὸ τῶν ἄλλων παθῶν διὰ ῥᾳθυμίαν ἁλισκόμενοι τὴν ἑαυτῶν προδίδομεν σωτηρίαν, καὶ μιμησώμεθα τῶν ἀλόγων τούτων στοιχείων τὴν τοσαύτην ὑπακοὴν, ἡμεῖς οἱ λόγῳ τετιμημένοι. Εἰ γὰρ τὸ πῦρ, τὸ οὕτω δαπανητικὸν, τὸ οὕτω σφοδρὸν, σωμάτων φθαρτῶν καὶ οὕτως ἁπαλῶν ἀπέσχετο, ποίας ἂν τύχῃ συγγνώμης ἄνθρωπος, μὴ βουλόμενος τὸν ἑαυτοῦ χαλινῶσαι θυμὸν διὰ τὸ ἐπίταγμα τοῦ Δεσπότου, καὶ τὴν ὀργὴν τὴν πρὸς τὸν πλησίον ἐκβαλεῖν; Καὶ τὸ δὴ μεῖζον, ὅτι πῦρ ταύτην ἔχον τὴν οὐσίαν, τὸ καίειν λέγω, τὴν οἰκείαν ἐνέργειαν οὐκ ἐπεδείξατο, ὁ δὲ ἄνθρωπος, τὸ ἥμερον ζῶον, τὸ λογικὸν, τὸ ἐπιεικὲς, τὰ ἐναντία τῇ οἰκείᾳ φύσει διαπράττεται, καὶ διὰ ῥᾳθυμίαν εἰς τὴν τῶν θηρίων ὠμότητα ἑαυτὸν ἐξάγει.

Διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ πρὸς τὰ πάθη τὰ ἐνοχλοῦντα οὕτω καὶ τὰς τῶν ἀλόγων προσηγορίας, πολλαχοῦ δὲ καὶ τῶν θηρίων τοῖς λόγῳ τετιμημένοις· ἐπιτίθησι· ποτὲ μὲν κύνας καλοῦσα διὰ τὸ ἀναίσχυντον καὶ ἰταμόν· Κύνες γὰρ, φησὶν, ἐνεοὶ, οὐ δυνάμενοι ὑλακτεῖν· ποτὲ δὲ ἵππους διὰ τὸ λάγνον· Ἵπποι γὰρ θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντες· ποτὲ δὲ ὄνους, διὰ τὴν ἀγνωμοσύνην καὶ τὴν ἄνοιαν· Παρασυνεβλήθη γὰρ, φησὶ, τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ποτὲ δὲ λέοντας καὶ παρδάλεις, διὰ τὸ ἁρπακτικὸν καὶ πλεονεκτικόν· ποτὲ δὲ ἀσπίδας, διὰ τὸ δολερόν· Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ποτὲ δὲ ὄφεις καὶ ἔχεις, διὰ τὸν ἰὸν καὶ τὴν πονηρίαν, καθὼς καὶ ὁ μακάριος Ἰωάννης ἐβόα, λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; καὶ ἕτερα δὲ κατάλληλα τοῖς πάθεσιν ὀνόματα ἐπάγει, ἵνα κἂν οὕτως αἰδεσθέντες ὀψέ ποτε πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωσι, καὶ σπείσωνται πρὸς τὸ ὁμογενὲς, καὶ τοὺς τοῦ Θεοῦ νόμους προτιμοτέρους ἡγήσωνται τῶν οἰκείων παθῶν, οἷς διὰ ῥᾳθυμίαν ἑαυτοὺς ἐκδεδώκασιν.

δʹ. Ἀλλ᾽ οὐκ οἶδα, πῶς ὑπὸ τῆς τοῦ λόγου ῥύμης εἰς ταῦτα ἐξέβημεν. Φέρε δὴ λοιπὸν ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον, καὶ ἴδωμεν τί καὶ ἕτερον σήμερον ἡμᾶς διδάξαι βούλεται ὁ μακάριος οὗτος προφήτης. Εἰπὼν γὰρ, Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, προϊὼν διηγεῖται ἡμῖν πάλιν ἀκριβέστερον τὴν τοῦ ἀνθρώπου δημιουργίαν. Καὶ ἐπειδὴ ἀνωτέρω συντόμως εἶπε· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, νῦν φησι, Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Μέγα τὸ εἰρημένον, καὶ πολλῆς ἐκπλήξεως γέμον, καὶ ὑπερβαῖνον διάνοιαν ἀνθρωπίνην· Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, λαβὼν χοῦν ἀπὸ τῆς γῆς. Ὥσπερ ἐπὶ τῶν κτισμάτων τῶν ὁρωμένων ἁπάντων ἔλεγον, ὅτι ἀπεναντίας τῇ φύσει τῇ ἀνθρωπίνῃ ἅπαντα διαπράττεται ὁ τῶν ὅλων δημιουργὸς, ἵνα καὶ διὰ τούτου ἡ ἄφατος αὐτοῦ δύναμις δειχθῇ· οὕτω καὶ ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως εὑρήσομεν νῦν γεγονός. Ὅρα γὰρ, τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσεν, ὅπερ οὐ χωρεῖ δέξασθαι λογισμὸς ἀνθρώπινος ἄνευ πίστεως, καὶ τὰς οὐσίας δὲ πάσας ἐπειδὰν βουληθῇ, καθάπερ ἀπεδείξαμεν, ἐναντία τῇ οἰκείᾳ ἐνεργείᾳ παρασκευάζει διαπράττεσθαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πλάσεως τοῦ ἀνθρώπου νῦν ἡμῖν ἐμφαίνει γεγονὸς ἡ θεία Γραφή.

Ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών. Τί λέγεις; Χοῦν λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον; Ναὶ, φησὶ, καὶ οὐχ ἁπλῶς εἶπε γῆν, ἀλλὰ, Χοῦν, ὡς ἂν εἴποι τις, αὐτῆς τῆς γῆς τὸ λεπτότερον καὶ ἀτιμότερον. Μέγα σοι καὶ παράδοξον εἶναι δοκεῖ τὸ εἰρημένον· ἀλλ᾽ ἐὰν νοήσῃς τίς ὁ δημιουργὸς, οὐκέτι ἀπιστήσεις τῷ γινομένῳ, ἀλλὰ θαυμάσεις καὶ προσκυνήσεις τοῦ δημιουργοῦντος τὴν δύναμιν. Ἐὰν δὲ μέλλῃς πρὸς τὴν ἀσθένειαν τῶν σῶν λογισμῶν ταῦτα περιεργάζεσθαι, εἰκός γε κἀκεῖνό σε εἰς ἔννοιαν λαβεῖν, ὅτι ἀπὸ γῆς σῶμα οὐκ ἂν γένοιτό ποτε, ἀλλ᾽ ἢ πλίνθος, ἢ ὄστρακον, σῶμα δὲ τοιοῦτον οὐκ ἂν γένοιτο. Ὁρᾷς ὅτι ἐὰν μὴ καὶ δύναμιν εἰς ἔννοιαν λάβωμεν τοῦ δημιουργοῦντος, καὶ τοὺς οἰκείους λογισμοὺς τοὺς πολλὴν τὴν ἀσθένειαν προβεβλημένους κατευνάσωμεν, οὐ δυνάμεθα τῶν εἰρημένων τὸ ὕψος δέξασθαι;

Τῶν γὰρ τῆς πίστεως ὀφθαλμῶν δεῖται τὰ λεγόμενα, καὶ ταῦτα μετὰ πολλῆς τῆς συγκαταβάσεως καὶ διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν οὕτω ῥηθέντα. Καὶ αὐτὸ γὰρ τὸ εἰπεῖν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν, ἀνάξιον Θεοῦ· ἀλλὰ δι᾽ ἡμᾶς καὶ τὸ ἀσθενὲς τὸ ἡμέτερον οὕτω ταῦτα διηγεῖται ἡ θεία Γραφὴ, ἡμῖν συγκαταβαίνουσα, ἵνα ταύτης ἀξιωθέντες τῆς συγκαταβάσεως, ἀνελθεῖν πρὸς τὸ ὕψος ἐκεῖνο ἰσχύσωμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς Τέως οὐ μικρὰ ἡμῖν ἐντεῦθεν τίκτεται, ἐὰν νήφειν βουλώμεθα, ταπεινοφροσύνης διδασκαλία. Ὅταν γὰρ ἐννοήσωμεν, πόθεν ἔσχε τὴν ἀρχὴν τῆς συστάσεως ἡ φύσις ἡ ἡμετέρα, κἂν μυριάκις τὰς ὀφρῦς ἀνασπάσωμεν, συστελλόμεθα, ταπεινούμεθα, τὴν οὐσίαν ἑαυτῶν ἀναλογιζόμενοι, μετριάζειν παιδευόμεθα. Διὰ τοῦτο γὰρ καὶ ὁ Θεὸς, κηδόμενος ἡμῶν τῆς σωτηρίας, οὕτως ὡδήγησε τοῦ προφήτου τὴν γλῶτταν πρὸς τὴν ἡμετέραν διδασκαλίαν.

Ἐπειδὴ γὰρ εἶπε προλαβοῦσα ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, καὶ τὴν ἀρχὴν αὐτῷ πᾶσαν παρέδωκε τῶν ὁρωμένων, μὴ ἀγνοῶν τῆς οἰκείας οὐσίας τὴν σύστασιν μεγάλα φαντασθῇ, καὶ ὑπερβῇ τοὺς οἰκείους ὅρους· διὰ τοῦτο ἐπαναλαμβάνουσα διδάσκει καὶ τὸν τρόπον τῆς συστάσεως, καὶ τῆς γενέσεως τὴν ἀρχὴν, καὶ ὅθεν ὁ πρῶτος ἄνθρωπος παρήχθη, καὶ πῶς παρήχθη. Εἰ γὰρ καὶ μετὰ ταύτην τὴν διδασκαλίαν, καὶ μετὰ τὸ γνῶναι, ὅτι ἀπὸ τῆς γῆς ἔχει τὴν ἀρχὴν τῆς συστάσεως, ἐξ ἧς τὰ σπέρματα, ἐξ ἧς τὰ ἄλογα ζῶα, εἰ καὶ ἡ διάπλασις, καὶ τῆς ψυχῆς ἡ οὐσία ἡ ἀσώματος πολλὴν αὐτῷ τὴν προεδρίαν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κεχάρισται· διὰ γὰρ ταύτην καὶ τὸ λογικὸς εἶναι, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἐδέξατο· εἰ τοίνυν καὶ ταῦτα μαθὼν, διὰ τὴν παρὰ τοῦ ὄφεως ἀπάτην ἰσοθεΐαν ἐφαντάσθη ὁ ἐκ γῆς πλασθείς· εἰ τῇ πρώτῃ διηγήσει ἠρκέσθη ὁ μακάριος οὗτος προφήτης, καὶ μὴ ἐπαναλαβὼν πάντα μετὰ ἀκριβείας ἡμᾶς ἐδίδαξε, ποῦ οὐκ ἂν μανίας ἐξωκείλαμεν;

εʹ. Ὥστε μέγιστον ἡμῖν ἐστιν εἰς διδασκαλίαν φιλοσοφίας τὸ μαθεῖν πόθεν ἐξ ἀρχῆς τὴν σύστασιν τῆς οὐσίας ἐσχήκαμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ἐπειδὴ ἀνθρώποις διελέγετο οὐ δυναμένοις ἑτέρως ἀκοῦσαι, ἢ ὡς ἀκοῦσαι ἡμᾶς δυνατὸν ἦν, οὕτω τῇ παχύτητι τῶν λόγων κέχρηται, καὶ ἵνα διδάξῃ ἡμᾶς, ὅτι τοῦτον τὸν ἐκ τῆς γῆς πλασθέντα ἡ φιλανθρωπία τοῦ Δεσπότου ἐβουλήθη καὶ ψυχῆς οὐσίαν ἔχειν λογικὴν, δι᾽ ἧς τὸ ζῶον τοῦτο ἄρτιον καὶ τέλειον ἀπεδείκνυτο. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ζωτικὴν, φησὶν, ἐνέργειαν τὸ ἐμφύσημα ἐχαρίσατο τῷ ἐκ γῆς πλασθέντι, καὶ τοῦτο ἐγένετο σύστασις τῆς οὐσίας τῆς ψυχῆς.

Ἐπήγαγε γοῦν, Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐκεῖνος ὁ πλασθεὶς, ὁ ἀπὸ τοῦ χοὸς, δεξάμενος τὸ ἐμφύσημα τὴν πνοὴν τῆς ζωῆς, Ἐγένετο, φησὶν, εἰς ψυχὴν ζῶσαν. Τί ἐστιν, Εἰς ψυχὴν ζῶσαν; Ἐνεργοῦσαν, ἔχουσαν ὑπηρετούμενα τὰ μέλη τοῦ σώματος ταῖς αὐτῆς ἐνεργείαις, καὶ τῷ βουλήματι αὐτῆς ἑπόμενα.

Ἀλλ᾽ οὐκ οἶδ᾽ ὅπως ἡμεῖς ἀντεστρέψαμεν τὴν τάξιν, καὶ τοσαύτη γέγονεν ἡ τῆς κακίας ἐπίτασις, ὡς ταύτην ἀναγκάζειν τοῖς τῆς σαρκὸς βουλήμασιν ἐξακολουθεῖν, καὶ τὴν ἐν τάξει δεσποίνης ὀφείλουσαν προκαθῆσθαι καὶ ἐπιτάττειν καταβιβάσαντες ἀπὸ τοῦ θρόνου, ὑπακούειν ταῖς τῆς σαρκὸς ἡδοναῖς καταναγκάζομεν, ἀγνοοῦντες αὐτῆς τὴν εὐγένειαν, καὶ ὅση ταύτης ἡ προεδρία τυγχάνει.

Ἐννόησον γάρ μοι τὴν τάξιν τῆς διαπλάσεως, καὶ λογίζου πρὸ τοῦ ἐμφυσήματος τοῦ Δεσπότου, ὅπερ αὐτῷ γέγονεν εἰς πνοὴν ζωῆς, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν, τί ἦν ὁ πλασθείς. Ἁπλῶς εἰκὼν ἄψυχος, καὶ ἀνενέργητος, καὶ εἰς οὐδὲν χρήσιμος, ὥστε τὸ πᾶν καὶ τὸ εἰς τοσαύτην αὐτὸν τιμὴν ἀγαγὸν, ἐκεῖνό ἐστι τὸ παρὰ τοῦ Θεοῦ γεγονὸς εἰς αὐτὸν ἐμφύσημα. Καὶ ἵνα τοῦτο μὴ ἐκ τῶν τότε γεγενημένων, ἀλλὰ καὶ ἐκ τῶν νῦν καθ᾽ ἑκάστην ἡμέραν συμβαινόντων κατίδοις, ἐννόει μοι μετὰ τὴν τῆς ψυχῆς ἔξοδον τὸ σῶμα τοῦτο πῶς ἀηδὲς καὶ ἀτερπὲς φαίνεται· καὶ τί λέγω ἀηδὲς καὶ ἀτερπές; πῶς φευκτὸν, δυσωδίας ἐμπεπλησμένον, πάσης ἀμορφίας πεπληρωμένον, τὸ πρὸ τούτου, ἡνίκα τὴν ψυχὴν εἶχεν ἡνιοχοῦσαν, φαιδρὸν, χαρίεν, πολλῆς τῆς εὐμορφίας ἐμπεπλησμένον, πολλῆς τῆς συνέσεως πεπληρωμένον, πολλὴν ἐπιτηδειότητα ἔχον πρὸς τὴν τῶν ἀγαθῶν πράξεων ἐνέργειαν. Ταῦτα δὴ πάντα ἐννοοῦντες, καὶ λογιζόμενοι τὴν εὐγένειαν τῆς ἡμετέρας ψυχῆς, μηδὲν ἀνάξιον αὐτῆς διαπραττώμεθα, μηδὲ καταῤῥυπαίνωμεν αὐτὴν ταῖς ἀτόποις πράξεσι, καθέλκοντες αὐτὴν εἰς τὴν τῆς σαρκὸς ὑποταγὴν, καὶ περὶ τὴν οὕτως εὐγενῆ, καὶ τοσαύτης ἠξιωμένην προεδρίας, οὕτως ἀσυμπαθεῖς γινόμενοι, καὶ ἀγνώμονες.

Διὰ γὰρ τὴν ταύτης οὐσίαν ἡμεῖς οἱ σώματι συμπεπλεγμένοι, ἐὰν βουληθῶμεν, δυνησόμεθα, τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἡμῖν συνεφαπτομένης, ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι, καὶ ἐν γῇ βαδίζοντες ὡς ἐν οὐρανῷ διάγοντες, οὕτω πολιτεύεσθαι, καὶ μηδὲν ἐκείνων ἔλαττον ἔχειν, ἀλλὰ τάχα κατά τι καὶ πλέον· καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γὰρ εὑρεθῇ τις μετὰ τὸ σώματι φθαρτῷ συμπεπλέχθαι, τὰ αὐτὰ ταῖς ἄνω δυνάμεσι πολιτευόμενος, πῶς οὐ πλείονος ἀξιωθήσεται τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς, ὅτι καὶ ταῖς ἀνάγκαις τοῦ σώματος ὑποκείμενος ἀκέραιον τῆς ψυχῆς τὴν εὐγένειαν διετήρησε;

Καὶ τίς ἂν δυνηθείη, φησὶ, τοιοῦτος εὑρεθῆναί ποτε; Εἰκότως ἀδύνατον ἡμῖν τὸ πρᾶγμα νενόμισται διὰ τὸν πολὺν τῆς ἀρετῆς αὐχμόν. Εἰ δὲ βούλει μαθεῖν, ὅτι οὐκ ἔστι τοῦτο τῶν ἀδυνάτων, ἐννόησόν μοι ἐξ ἀρχῆς μέχρι τοῦ παρόντος τοὺς εὐαρεστήσαντας τῷ Δεσπότῃ, τὸν μέγαν Ἰωάννην ἐκεῖνον, τὸν τῆς στείρας υἱὸν, τὸν τῆς ἐρήμου πολίτην, Παῦλον τὸν τῆς οἰκουμένης διδάσκαλον, καὶ πάντα τῶν ἁγίων τὸν ὁρμαθὸν, οἳ τῆς αὐτῆς ἡμῖν φύσεως ἐτύγχανον, ταῖς αὐταῖς ἀνάγκαις τοῦ σώματος ὑποκείμενοι, καὶ μηκέτι λοιπὸν ἀδύνατον εἶναι τὸ πρᾶγμα νόμιζε, μηδὲ ὀκνηρότερος γίνου περὶ τὴν ἀρετὴν, τοσαύτας λαβὼν τὰς ἀφορμὰς παρὰ τοῦ Δεσπότου πρὸς τὸ μετ᾽ εὐκολίας αὐτὴν ἀσπάσασθαι. Καὶ γὰρ εἰδὼς ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τὸ ἀσθενὲς ἡμῶν τῆς προαιρέσεως, καὶ τὸ εὐόλισθον, μεγάλα φάρμακα ἡμῖν κατέλιπε, τὴν ἐκ τῶν Γραφῶν ἀνάγνωσιν, ἵνα ταῦτα ἐπιθέντες ἑαυτοῖς συνεχῶς, καὶ τοὺς βίους ἀναλογιζόμενοι τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων ἀνδρῶν, εἰς ζῆλον ἐναγώμεθα, καὶ μὴ ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ φεύγωμεν κακίαν, καὶ πάντα ποιῶμεν, ὥστε μὴ ἀναξίους ἑαυτοὺς καταστῆσαι τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΓʹ. Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν. αʹ. Ὁρῶν ὑμῶν τὸν πόθον τὸν ἀκόρεστον, καὶ τὴν ἐπιθυμίαν τὴν πολλὴν, καὶ συντεταμένην τὴν διάνοιαν, καὶ πάντας κεχηνότας, καὶ ἀνεπτερωμένους πρὸς τὴν πνευματικὴν διδασκαλίαν, καίτοι πολλὴν ἐμαυτῷ πενίαν συνειδὼς, συνεχῶς καὶ καθ᾽ ἑκάστην ἡμέραν τὴν πτωχὴν ταύτην καὶ εὐτελῆ τράπεζαν ὑμῖν παρατιθέναι σπουδάζω, θαῤῥῶν ὅτι τῇ ἐπιθυμίᾳ ἐκκαιόμενοι μετὰ προθυμίας δέξεσθε τὰ λεγόμενα, ἐπεὶ καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Ὅταν μὲν γὰρ διεγηγερμένην ἔχωσι τὴν ὄρεξιν οἱ δαιτυμόνες, κἂν πτωχή τις τυγχάνῃ ἡ τράπεζα, κἂν εὐτελὴς ᾖ ὁ ἑστιάτωρ, μετὰ πολλῆς τῆς ἡδονῆς δαπανῶσι τὰ παρατιθέμενα· ὅταν δὲ καταβεβλημένην ἔχωσιν ὄρεξιν οἱ ἑστιώμενοι, κἂν πολυτελὴς τυγχάνῃ ἡ τράπεζα, καὶ ἔχῃ καὶ διάφορα τὰ ἐδέσματα, οὐδὲν ὄφελος, οὐκ ὄντων τῶν δυναμένων χρήσασθαι τοῖς παρασκευασθεῖσιν. Ἐνταῦθα δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ προθυμία ὑμῶν διεγηγερμένη τυγχάνει, καὶ ἡ τράπεζα πνευματικὴ, μετὰ πολλοῦ τοῦ πόθου καὶ αὐτοὶ λέγομεν, εἰδότες ὅτι νηφούσαις ἀκοαῖς παρατιθέμεθα τὰ θεῖα ταῦτα διδάγματα.

Ἐπεὶ καὶ γηπόνος ἐπειδὰν λιπαρὰν εὕρῃ καὶ βαθύγειον ἄρουραν τὰ παρ᾽ ἑαυτοῦ πάντα εἰς αὐτὴν ἐπιδειξάμενος, καὶ τοὺς αὔλακας ἀνατεμὼν, καὶ τὸ ἄροτρον ἑλκύσας, καὶ τὰς ἀκάνθας ἀνασπάσας, μετὰ δαψιλείας καταβάλλει τὰ σπέρματα, καὶ ταῖς χρησταῖς ἐλπίσιν ἤδη τρεφόμενος καθ᾽ ἑκάστην ἡμέραν τὴν βλάστησιν ἀναμένει τῶν καταβληθέντων, τῷ γονίμῳ τῆς γῆς προσέχων, καὶ πολλαπλασίονα τῶν σπερμάτων ἕτοιμος ὢν ὑποδέξασθαι τὸν ἀμητόν. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ὁρῶντες ὑμῶν ἐφ᾽ ἑκάστης ἡμέρας αὐξανομένην τὴν προθυμίαν, τὸν πόθον ἀκμάζοντα, τὴν σπουδὴν ἐπίδοσιν λαμβάνουσαν, καὶ περὶ ὑμῶν χρηστὰς ἔχομεν τὰς ἐλπίδας, καὶ αὐτοὶ πλείονι προθυμίᾳ καὶ σπουδῇ τὰ εἰς δύναμιν ἡμετέραν εἰσφέρειν ἐπειγόμεθα εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγάπης, εἰς δόξαν Θεοῦ, εἰς καύχημα τῆς τοῦ Θεοῦ Ἐκκλησίας.

Φέρε οὖν, εἰ δοκεῖ, μικρὰ τῶν πρῴην εἰρημένων ἀναλαβόντες, ἀκολούθως τοῖς σήμερον ἀναγνωσθεῖσιν ἐπεξέλθωμεν. Τί δὲ ἡμῖν ἦν τὸ πρῴην κινούμενον, καὶ μέχρι ποῦ τὸν λόγον ἐκτείναντες κατελύσαμεν τὴν διδασκαλίαν, ἀναγκαῖον εἰπεῖν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ὅπερ τότε ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ διηνεκῶς λέγων οὐ παύσομαι, ὅτι πολλὴ καὶ ἄφατος ἡ φιλανθρωπία τοῦ κοινοῦ πάντων Δεσπότου ἡ περὶ τὸ γένος τὸ ἡμέτερον. Καὶ γὰρ πολλῇ συγκαταβάσει ἐχρήσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ πολλῆς τιμῆς ἠξίωσε τουτὶ τὸ ζῶον, τὸν ἄνθρωπον λέγω, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων δεικνὺς, ὡς πάντων τῶν ὁρωμένων πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται.

Οὐδὲν γὰρ κωλύει καὶ σήμερον τὰ αὐτὰ διερευνήσασθαι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καθάπερ γὰρ ἡ τῶν θυμιαμάτων φύσις, ὅσῳ ἂν ὑπὸ τῶν δακτύλων τῶν ἡμετέρων περιστρέφηται, πλείονα τὴν εὐωδίαν παρέχει· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν γινόμενον ὅσῳ ἄν τις ἐπὶ πλέον ταύτας ἐπιέναι σπουδάζοι, τοσούτῳ μᾶλλον κατοπτεύειν δύναται τὸν ἐγκεκρυμμένον θησαυρὸν, καὶ πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἐντεῦθεν καρποῦσθαι.

Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Σκόπει μοι τὴν διαφορὰν εὐθέως ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν λόγων. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων τῶν δημιουργηθέντων ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς τὸν τρόπον λέγων τῆς δημιουργίας, ὅτι Εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτω στερέωμα· καὶ, Συναχθήτω τὸ ὕδωρ, φησί· καὶ, Γενηθήτωσαν φωστῆρες· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Εἶδες πῶς λόγῳ τὰ πάντα ἐδημιουργήθη; Ἀλλ᾽ ἴδωμεν λοιπὸν ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τί φησι. Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον. Ὅρα πῶς διὰ τῆς τῶν ῥημάτων συγκαταβάσεως, οἷς διὰ τὴν ἡμετέραν ἀσθένειαν ἐχρήσατο, ὁμοῦ καὶ τὸν τρόπον τῆς δημιουργίας διδάσκει, καὶ τὸ ἐνηλλαγμένον καὶ μονονουχὶ, ἵνα ἀνθρωπίνως εἴπω, ταῖς χερσὶν αὐτὸν διαπλαττόμενον ὑποδείκνυσι τοῦ Θεοῦ, καθὼς καὶ ἕτερος προφήτης φησίν· Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με. Εἰ γὰρ προσέταξεν ἁπλῶς, εἰπέ μοι, ἐκ τῆς γῆς ἀναδοθῆναι τὸν ἄνθρωπον, οὐκ ἂν παρήχθη τὸ προσταχθέν; Ἀλλ᾽ ἵνα διὰ τοῦ τρόπου τῆς δημιουργίας διδασκαλίαν ἡμῖν ἐναποθῆται διηνεκῆ, ὥστε μὴ πλέον τι τῆς φύσεως φαντάζεσθαι, διὰ τοῦτο οὕτω μετὰ ἀκριβείας ἅπαντα διηγεῖται, καί φησιν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς.

βʹ. Ὅρα καὶ ἐν τούτῳ αὐτῷ τὴν τιμήν. Οὐ γὰρ ἁπλῶς γῆν λαμβάνει, ἀλλὰ χοῦν, τὸ λεπτότατον, ὡς ἂν εἴποι τις, τῆς γῆς, καὶ τοῦτον αὐτὸν τὸν χοῦν τὸν ἀπὸ τῆς γῆς τῷ οἰκείῳ προστάγματι εἰς σώματος φύσιν μετέστησεν. Ὥσπερ γὰρ αὐτὴν τὴν οὐσίαν τῆς γῆς οὐχ ὑφεστῶσαν παρήγαγεν, οὕτω καὶ νῦν, ὅτε ἐβουλήθη, τὸν χοῦν ἀπὸ τῆς γῆς εἰς σῶμα μετέστησεν. Ἐνταῦθα ἀναβοῆσαι καλὸν τὸ παρὰ τοῦ μακαρίου Δαυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; ὅτι ἀπὸ χοὸς τοιοῦτον ζῶον ἀνέδειξε, καὶ εἰς τοσαύτην τιμὴν ἀνήγαγε, καὶ τοσαύτας εὐεργεσίας εἰς αὐτὸν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπιδείκνυται, δεικνὺς διὰ πάντων τὴν οἰκείαν φιλανθρωπίαν. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.

Ἐνταῦθά τινες τῶν ἀγνωμόνων, ἐξ οἰκείων λογισμῶν κινούμενοι, καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες, οὔτε τὴν συγκατάβασιν τῶν ῥημάτων λογιζόμενοι, λέγειν ἐπιχειροῦσιν, ὅτι ἐκ τῆς τοῦ Θεοῦ οὐσίας ἐστὶν ἡ ψυχή. Ὢ τῆς μανίας· ὢ τῆς παραφροσύνης· πόσας ὁδοὺς ἀπωλείας ὁ διάβολος ἔτεμε τοῖς αὐτὸν θεραπεύειν βουλομένοις;

Καὶ ἵνα μάθῃς, σκόπει πῶς ἀπεναντίας ἀλλήλοις ἔρχονται. Οἱ μὲν γὰρ αὐτῶν ἐπιλαβόμενοι τῆς λέξεως τῆς λεγούσης, ὅτι Ἐνεφύσησε, λέγουσιν, ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τυγχάνουσιν αἱ ψυχαί· ἕτεροι πάλιν φασὶν, ὅτι καὶ εἰς τὴν τῶν ἀτιμοτάτων ἀλόγων οὐσίαν μεθίστανται αὗται. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ᾽ ἄν; Ἐπειδὴ γὰρ ἐσκοτίσθη ὁ λογισμὸς αὐτῶν, καὶ τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν ἠγνόησαν, καθάπερ πηρωθέντες τὸ ὄμμα τῆς διανοίας, ἀπεναντίας ἀλλήλοις κατὰ κρημνῶν φέρονται, οἱ μὲν ὑπὲρ τὴν ἀξίαν αὐτὴν ἀνάγοντες, οἱ δὲ παρὰ τὴν ἀξίαν κατάγοντες. Εἰ γὰρ μέλλοιεν διὰ τὸ λέγειν τὴν Γραφὴν, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ στόμα περιτιθέναι τῷ Θεῷ, ἀνάγκη καὶ χεῖρας αὐτῷ περιάπτειν· ἐπειδὴ εἶπεν, Ἔπλασε τὸν ἄνθρωπον. Ἀλλ᾽ ἵνα μὴ βουλόμενοι τὴν ἐκείνων ληρωδίαν εἰς μέσον προτιθέναι, ἀναγκαζώμεθα καὶ αὐτοὶ τὰ μὴ πρέποντα φθέγγεσθαι, φέρε δὴ λοιπὸν τὴν μὲν ἄνοιαν αὐτῶν, καὶ τὴν πολλὴν φρενοβλάβειαν ἐκτρεπώμεθα, κατακολουθήσωμεν δὲ τῷ σκοπῷ τῆς θείας Γραφῆς ἑαυτὴν ἑρμηνευούσης, μόνον ἐὰν ἡμεῖς μὴ τῇ παχύτητι τῶν ῥημάτων προσέχωμεν, ἀλλ᾽ ἐκεῖνο ἐννοῶμεν, ὅτι αἰτία τῆς τῶν λέξεων παχύτητος ἡ ἀσθένεια τυγχάνει ἡ ἡμετέρα. Οὐδὲ γὰρ ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην δέξασθαι τὰ λεγόμενα, μὴ τοσαύτης ἀπολαύσασαν τῆς συγκαταβάσεως.

Ἐννοοῦντες τοίνυν καὶ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ ὅτι περὶ Θεοῦ ἐστι τὰ λεγόμενα, οὕτω δεχώμεθα τὰ εἰρημένα, ὡς εἰκὸς περὶ Θεοῦ λέγεσθαι, μὴ εἰς σωμάτων σχηματισμὸν καὶ μελῶν σύνθεσιν τὸ Θεῖον κατάγοντες, ἀλλὰ θεοπρεπῶς ἅπαντα νοοῦντες.

Ἁπλοῦν γὰρ καὶ ἀσύνθετον καὶ ἀσχημάτιστον τὸ Θεῖον· ἐπεὶ εἰ μέλλοιμεν ἐξ ἑαυτῶν ὁρμώμενοι, καὶ μελῶν σύνθεσιν περιτιθέναι τῷ Θεῷ, λανθάνομεν ἑαυτοὺς εἰς τὴν Ἑλληνικὴν ἀσέβειαν ἐκπίπτοντες. Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, τὴν αὐτὴν νόει δύναμιν τῷ, Γενηθήτω· καὶ πάλιν ὅταν ἀκούσῃς, ὅτι Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, τοῦτο πάλιν λογίζου, ὅτι ἔδοξεν αὐτῷ, καθάπερ τὰς ἀσωμάτους δυνάμεις παρήγαγεν, οὕτω καὶ τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ψυχὴν ἔχειν λογικὴν τὴν τοῖς μέλεσι τοῦ σώματος κεχρῆσθαι δυναμένην. Δημιουργηθὲν γὰρ τουτὶ τὸ σῶμα κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, καθάπερ ὄργανον ἔκειτο δεόμενον τοῦ κινοῦντος αὐτὸ, μᾶλλον δὴ καθάπερ λύρα χρῄζουσά τινος τοῦ δυναμένου διὰ τῆς οἰκείας τέχνης καὶ σοφίας, ὥσπερ διὰ δονάκων τινῶν, διὰ τῶν μελῶν τῶν ἐν ἑαυτῷ τὴν προσήκουσαν μελῳδίαν ἀναφέρειν τῷ Δεσπότῃ. Ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Τί ἐστιν; Ἐνεφύσησε πνοὴν ζωῆς; Τὸ σῶμα, φησὶ, τοῦτο τὸ δημιουργηθὲν ἐβουλήθη καὶ προσέταξε ζωτικὴν ἔχειν δύναμιν, ἥτις ἐγένετο τῷ ζώῳ εἰς ψυχὴν ζῶσαν, τοῦτ᾽ ἔστιν ἐνεργοῦσαν, καὶ τὴν ἑαυτῆς τέχνην διὰ τῆς τῶν μελῶν κινήσεως ἐπιδείκνυσθαι δυναμένην.

γʹ. Καὶ σκόπει καὶ ἐν αὐτῷ τούτῳ τὴν διαφορὰν τοῦ θαυμαστοῦ τούτου ζώου τοῦ λογικοῦ, καὶ τῆς τῶν ἀλόγων δημιουργίας. Ἐπ᾽ ἐκείνων μὲν γάρ φησιν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ ὁμοῦ ἀνεδίδοτο ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα· καὶ ἐπὶ τῆς γῆς πάλιν ὡσαύτως· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ οὕτως, ἀλλὰ πρότερον ἀπὸ τοῦ χοὸς τὸ σῶμα δημιουργεῖται, καὶ μετὰ ταῦτα ἡ ζωτικὴ δύναμις αὐτῷ δίδοται, ὅπερ ἐστὶν ἡ τῆς ψυχῆς οὐσία. Διὰ τοῦτο καὶ περὶ τῶν ἀλόγων ἔλεγε Μωϋσῆς, ὅτι Τὸ αἷμα αὐτοῦ ἡ ψυχὴ αὐτοῦ ἐστιν. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐσία τίς ἐστιν ἀσώματος καὶ ἀθάνατος πολλὴν πρὸς τὸ σῶμα τὴν ὑπεροχὴν κεκτημένη, καὶ τοσαύτην, ὅσην εἰκὸς τὸ ἀσώματον τοῦ σώματος.

Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, καὶ τίνος ἕνεκεν, εἰ τιμιώτερον ἡ ψυχὴ τοῦ σώματος, τὸ ἔλαττον πρῶτον δημιουργεῖται, καὶ τότε τὸ μεῖζον καὶ ὑπερέχον; Οὐχ ὁρᾷς, ἀγαπητὲ, ὅτι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν;

Ὥσπερ γὰρ οὐρανὸς, καὶ γῆ, καὶ ἥλιος καὶ σελήνη, καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη, καὶ τὰ ζῶα τὰ ἄλογα, καὶ μετὰ ταῦτα ἅπαντα ὁ ἄνθρωπος, ὁ τούτων ἁπάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν αὐτῇ τῇ διαπλάσει τοῦ ἀνθρώπου πρότερον τὸ σῶμα παράγεται, καὶ τότε ἡ ψυχὴ ἡ τιμιωτέρα. Ὃν γὰρ τρόπον τὰ ἄλογα τὰ πρὸς ὑπηρεσίαν μέλλοντα τῷ ἀνθρώπῳ εἶναι χρήσιμα, πρὸ τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχῃ τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων χρείας ἀπολαύειν· οὕτω καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα δημιουργεῖται, ἵνα ἐπειδὰν κατὰ τὴν ἀπόῤῥητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῇ, ἔχῃ τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι διὰ τῆς τοῦ σώματος κινήσεως. Καὶ ἐφύτευσε, φησὶν, ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν. Ἐπειδὴ τὴν οἰκείαν φιλανθρωπίαν ἐπεδείξατο ὁ τῶν ὅλων Δεσπότης, καὶ δι᾽ ὃν πάντα τὰ ὁρώμενα ἐδημιούργησεν, καὶ παρήγαγεν εἰς μέσον, εὐθέως ἄρχεται τὰς εἰς αὐτὸν εὐεργεσίας κατατίθεσθαι. Καὶ ἐφύτευσεν ὁ Θεὸς, φησὶ, παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς.

Σκόπει καὶ ἐνταῦθα, ἀγαπητὲ, ὅτι ἐὰν μὴ θεοπρεπῶς τὰ ῥήματα δεχώμεθα, εἰς βαθὺν κρημνὸν ἀνάγκη κατενεχθῆναι. Τί γὰρ ἂν εἰπεῖν ἔχοιεν, καὶ ἐπὶ τούτου τοῦ ῥήματος, οἱ πάντα τὰ περὶ τοῦ Θεοῦ λεγόμενα ἀνθρωπίνως ἐκλαμβάνειν τολμῶντες; Καὶ ἐφύτευσεν ὁ Θεὸς, φησὶ, παράδεισον. Τί οὖν; εἰπέ μοι· σκαπάνης ἐδεήθη καὶ γεωργίας, καὶ τῆς ἄλλης ἐπιμελείας, ἵνα καλλωπίσῃ τὸν παράδεισον; Μὴ γένοιτο. Πάλιν γὰρ καὶ ἐνταῦθα τὸ, Ἐφύτευσεν, οὕτω δεῖ νοεῖν, ὅτι προσέταξε παράδεισον ἐν τῇ γῇ γενέσθαι, ὥστε τὸν παραχθέντα ἄνθρωπον τούτῳ ἐνδιαιτᾶσθαι. Ὅτι γὰρ διὰ τοῦτον τὸν παράδεισον παρήγαγεν, ἄκουσον αὐτῆς τῆς Γραφῆς λεγούσης· Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.

Διὰ τοῦτο καὶ τὸ ὄνομα τοῦ τόπου ἐντίθησιν ἐν τοῖς γράμμασιν ὁ μακάριος Μωϋσῆς, ἵνα μὴ ἐξῇ τοῖς φλυαρεῖν μάτην βουλομένοις ἀπατᾷν τῶν ἀφελεστέρων τὰς ἀκοὰς, καὶ λέγειν, μὴ εἶναι ἐν τῇ γῇ τὸν παράδεισον, ἀλλ᾽ ἐν οὐρανῷ, καὶ μυθολογίας τινὰς τοιαύτας ὀνειροπολεῖν.

Εἰ γὰρ καὶ τοσαύτῃ χρησαμένης ἀκριβείᾳ τῆς θείας Γραφῆς, οὐ παρῃτήσαντό τινες τῶν ἐπὶ εὐγλωττίᾳ μεγαλοφρονούντων, καὶ τῇ σοφίᾳ τῇ ἔξωθεν, ἀπεναντίας τοῖς γεγραμμένοις φθέγγεσθαι, καὶ εἰπεῖν, μὴ ἐπὶ τῆς γῆς εἶναι τὸν παράδεισον, καὶ πολλὰ ἕτερα τῶν εἰρημένων παρεγγυῶντες, μὴ ὡς γέγραπται φρονεῖν, ἀλλ᾽ ἀπεναντίας ἔρχεσθαι, καὶ τὰ ἐπὶ τῆς γῆς εἰρημένα περὶ τῶν ἐν οὐρανοῖς νομίζειν εἰρῆσθαι· εἰ μὴ τῇ ταπεινότητι τούτων τῶν λόγων, καὶ τῇ συγκαταβάσει ὁ μακάριος Μωϋσῆς ἐχρήσατο, τοῦ ἁγίου Πνεύματος τὴν γλῶτταν αὐτοῦ κινοῦντος, ποῦ οὐκ ἂν ἐξεκυλίσθησαν, καίτοι γε τῆς ἁγίας Γραφῆς, ἐπειδὰν βούληταί τι τοιοῦτον ἡμᾶς διδάσκειν, ἑαυτὴν ἑρμηνευούσης, καὶ οὐκ ἀφιείσης πλανᾶσθαι τὸν ἀκροατήν; Ἀλλ᾽ ἐπειδὴ οἱ πολλοὶ οὐ διὰ τὸ καρπώσασθαί τι κέρδος ἐκ τῶν θείων Γραφῶν, ἀλλὰ τέρψεως ἕνεκεν τὰς ἀκοὰς ὑπέχουσι τοῖς τὰ παριστάμενα λέγουσι· διὰ τοῦτο οὐ τοῖς ὠφελοῦσιν, ἀλλὰ τοῖς τέρπειν μᾶλλον δυναμένοις προσέχειν σπουδάζουσι. Διὸ, παρακαλῶ, πᾶσι τοῖς τοιούτοις τὰς ἀκοὰς ἀποτειχίσαντες, τῷ κανόνι τῆς ἁγίας Γραφῆς κατακολουθήσωμεν. Καὶ ὅταν ἀκούσῃς, ἀγαπητὲ, ὅτι Ἐφύτευσε παράδεισον ὁ Θεὸς ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, τὸ μὲν, Ἐφύτευσε, θεοπρεπῶς ἐπὶ Θεοῦ νόει, ὅτι προσέταξε, τὸ δὲ ἑξῆς πίστευε, ὅτι καὶ παράδεισος γέγονε, καὶ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα καὶ ἡ Γραφὴ ἐπεσημήνατο.

Τὸ γὰρ μὴ πιστεύειν τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις, ἀλλ᾽ ἕτερα ἐπεισάγειν ἐξ οἰκείας διανοίας, πολὺν ἡγοῦμαι κίνδυνον φέρειν τοῖς τοῦτο ποιεῖν τολμῶσι. Καὶ ἔθετο, φησὶν, ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.

δʹ. Ὅρα εὐθέως, πόσην τὴν τιμὴν εἰς αὐτὸν ἐπιδείκνυται. Ἔξω τοῦ παραδείσου τοῦτον δημιουργήσας, εὐθέως αὐτὸν παραγαγὼν, ἵνα διὰ τῶν πραγμάτων αἴσθησιν αὐτῷ τῆς εὐεργεσίας παράσχῃ, καὶ γνῷ διὰ τῶν ἔργων τὴν τιμὴν, ἣν εἰς αὐτὸν ἐπιδείκνυται, εἰς τὸν παράδεισον αὐτὸν εἰσήγαγε, Καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ τὸ, Ἔθετο, πάλιν οὕτω νοῶμεν, ἀντὶ τοῦ προσέταξεν ἐκεῖ αὐτὸν διάγειν, ἵνα καὶ ἡ ὄψις καὶ ἡ διαγωγὴ πολλὴν αὐτῷ τὴν ἡδονὴν παρέχῃ, καὶ εἰς εὐχαριστίας εὐγνωμοσύνην αὐτὸν διεγείρῃ, ἐννοοῦντα ὅσον εὐεργέτηται οὐδὲν οὐδέπω ἐπιδειξάμενος. Μὴ τοίνυν ξενιζέτω σε ἡ τοῦ Ἔθετο λέξις· ἔθος γὰρ ἀεὶ τῇ Γραφῇ δι᾽ ἡμᾶς καὶ τὴν ὠφέλειαν τὴν ἡμετέραν ταῖς ἀνθρωπίναις κεχρῆσθαι λέξεσι. Καὶ ἵνα μάθῃς, ὅρα πῶς προλαβοῦσα, καὶ ἐπὶ τῆς τῶν ἀστέρων δημιουργίας τῇ αὐτῇ λέξει ἐχρήσατο εἰποῦσα, Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, οὐχ ἵνα ἐμπεπῆχθαι αὐτοὺς τῷ οὐρανῷ νοήσωμεν (καὶ γὰρ ἕκαστος αὐτῶν τὸν οἰκεῖον δρόμον διανύει τόπους ἐκ τόπων ἀμείβων), ἀλλ᾽ ἵνα διδάξῃ, ὅτι ἐν τῷ οὐρανῷ αὐτοὺς εἶναι προσέταξε, καθάπερ καὶ τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ διάγειν. Καὶ ἐξανέτειλε, φησὶν, ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.

Ἰδοὺ καὶ ἕτερον εὐεργεσίας εἶδος πάλιν διὰ τὴν εἰς τὸν δημιουργηθέντα τιμήν. Ἐπειδὴ γὰρ αὐτὸν ἐν τῷ παραδείσῳ διάγειν ἐβουλήθη, προσέταξεν ἐκ τῆς γῆς ἀναδοθῆναι δένδρα διάφορα, ὁμοῦ καὶ τέρπειν αὐτὸν δυνάμενα διὰ τῆς θέας, καὶ πρὸς βρῶσιν ἐπιτήδεια. Πᾶν γὰρ ξύλον, φησὶν, ὡραῖον εἰς ὅρασιν, τοῦτ᾽ ἔστιν εἰς θέαν· Καὶ καλὸν εἰς βρῶσιν, τοῦτ᾽ ἔστι καὶ εὐφραίνειν δυνάμενα διὰ τῆς ὄψεως, καὶ ἡδονὴν πολλὴν παρέχοντα διὰ τῆς βρώσεως, καὶ τῷ πλήθει δὲ καὶ τῇ ἀφθονίᾳ πολλὴν τὴν εὐφροσύνην προξενοῦντα τῷ μέλλοντι τούτων ἀπολαύειν. Πᾶν γὰρ, φησὶ, ξύλον, ὅπερ ἂν εἴπῃς, ἀναδοθῆναι πεποίηκεν. Εἶδες διαγωγὴν ἀταλαίπωρον; εἶδες βίον θαυμαστόν; Καθάπερ γὰρ ἄγγελός τις, οὕτως ἐπὶ τῆς γῆς διέτριβεν ὁ ἄνθρωπος, σῶμα μὲν περικείμενος, ἔξω δὲ τῶν σωματικῶν ἀναγκῶν τυγχάνων, καὶ καθάπερ βασιλεὺς ἁλουργίδι καὶ διαδήματι κεκοσμημένος, καὶ πορφυρίδα ἀναβεβλημένος, οὕτως ἐνετρύφα τῇ τοῦ παραδείσου διαγωγῇ μετὰ ἀδείας πολλὴν ἔχων τὴν ἀφθονίαν. Καὶ τὸ ξύλον, φησὶ, τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Μετὰ τὸ διδάξαι ἡμᾶς, ὅτι πᾶν ξύλον ἐξέδωκεν ἡ γῆ κατὰ τὸ τοῦ Δεσπότου πρόσταγμα, καὶ ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, τότε φησί· Καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.

Προειδὼς γὰρ ὁ φιλάνθρωπος Δεσπότης, ὡς δημιουργὸς, τὴν ἐκ τῆς πολλῆς ἀδείας μέλλουσαν τοῦ χρόνου προϊόντος τίκτεσθαι βλάβην, ἀνῆκε καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ, ἐπειδὴ μετ᾽ οὐ πολὺ μέλλει τὴν τούτου ἀποχὴν αὐτῷ κελεύειν, ἵνα εἰδέναι ἔχῃ, ὅτι χάριτι καὶ φιλανθρωπίᾳ τὴν ἀπόλαυσιν ἔχει, καὶ ἔστι Δεσπότης καὶ δημιουργὸς καὶ τῆς αὐτοῦ φύσεως, καὶ πάντων τῶν ὁρωμένων.

Διὰ τοῦτο ἤδη τοῦ ξύλου τὴν μνήμην ἐποιήσατο, καὶ διηγεῖται ἡμῖν ἐφεξῆς τῶν ποταμῶν τὰ ὀνόματα, καὶ τούτων τὸν ἀφορισμὸν, ὡς ἂν εἴποι τις, καὶ ὅτι ἐξ ἐκείνου τοῦ τὴν ἀρδείαν τῷ παραδείσῳ παρέχοντος ἕτεροι εἰς τέσσαρας ἀρχὰς διαιρεθέντες, οὕτω τὰ κλίματα τῆς γῆς διενείμαντο. Ἀλλ᾽ ἴσως οἱ τὰ ἀπὸ τῆς οἰκείας σοφίας φθέγγεσθαι βουλόμενοι, πάλιν οὔτε ποταμοὺς συγχωροῦσιν εἶναι τοὺς ποταμοὺς, οὔτε τὰ ὕδατα ὕδατα, ἀλλ᾽ ἕτερόν τι φαντάζεσθαι ἀναπείθουσι τοὺς ἐκδιδόναι αὐτοῖς τὰς ἀκοὰς αἱρουμένους. Ἀλλ᾽ ἡμεῖς, παρακαλῶ, τούτων μὲν μὴ ἀνεχώμεθα, ἀλλ᾽ ἀποφράττωμεν αὐτοῖς τὰς ἀκοὰς, πειθώμεθα δὲ τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ὑπ᾽ αὐτῆς εἰρημένοις κατακολουθοῦντες, τὰ ὑγιῆ δόγματα σπουδάζωμεν ἐναποτίθεσθαι ταῖς ἑαυτῶν ψυχαῖς, καὶ μετὰ τούτων καὶ βίου ἀκρίβειαν ἐπιδείκνυσθαι, ἵνα καὶ ὁ βίος μαρτυρῇ τοῖς δόγμασι, καὶ τὰ δόγματα τὸν βίον ἀξιοπιστότερον ἀποφαίνῃ. Οὔτε γὰρ ἐὰν ἔχωμεν δόγματα μὲν ὀρθὰ, βίου δὲ ἀμελῶμεν, ὄφελος ἡμῖν ἔσται τι· οὔτε ἐὰν βίον ἔχοντες, τῶν ὀρθῶν δογμάτων ἀμελῶμεν, κερδᾶναί τι χρήσιμον καὶ πρὸς σωτηρίαν ἡμετέραν δυνησόμεθα. Προσήκει γὰρ, εἰ βουλοίμεθα καὶ γεέννης ἐλευθερωθῆναι, καὶ βασιλείας ἐπιτυχεῖν, ἀμφοτέρωθεν κοσμεῖσθαι, καὶ δογμάτων ὀρθότητι, καὶ βίου ἐπιμελείᾳ. Τί γὰρ ὄφελος, εἰπέ μοι, δένδρου εἰς ὕψος πολὺ ἐκτεινομένου, καὶ τοῖς φύλλοις κομῶντος, ὅταν καρποῦ ἔρημον ᾖ;

Οὕτω καὶ τὸν Χριστιανὸν οὐδὲν ὀνίνησι τὰ ὀρθὰ δόγματα, ἐὰν τῆς κατὰ τὸν βίον πολιτείας ἀμελῇ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς τοιούτους ἐμακάριζε λέγων· Μακάριος ὁ ποιήσας καὶ διδάξας. Τῆς γὰρ διὰ τῶν λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἀκριβεστέρα καὶ ἀξιοπιστοτέρα πολλῷ. Ὁ γὰρ τοιοῦτος καὶ σιγῶν, καὶ μὴ ὁρώμενος παιδεύειν δύναται, τοὺς μὲν διὰ τῆς θέας, τοὺς δὲ διὰ τῆς ἀκοῆς, καὶ πολλῆς ἀπολαύσεται τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας, οὐ μόνον δι᾽ ἑαυτοῦ, ἀλλὰ καὶ διὰ τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζων δοξάζεσθαι τὸν ἑαυτοῦ Δεσπότην. Ὁ τοιοῦτος διὰ μυρίων γλωσσῶν, καὶ διὰ πολλῶν στομάτων τὰς εὐχαριστίας καὶ τοὺς ὕμνους ἀνοίσει τῷ τῶν ὅλων Θεῷ. Οὐδὲ γὰρ οἱ γνώριμοι μόνον, καὶ μάρτυρες τοῦ βίου ὄντες, καὶ αὐτὸν θαυμάσονται καὶ τὸν αὐτοῦ Δεσπότην, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες παρ᾽ ἑτέρων ταῦτα μανθάνοντες, καὶ οἱ πόῤῥωθεν οἰκοῦντες, καὶ οἱ μακρὰν ἀπῳκισμένοι καὶ οὐ φίλοι μόνον, ἀλλὰ καὶ ἐχθροὶ αἰδεσθήσονται τῆς ἀρετῆς τὴν ὑπερβολήν. Τοσαύτη γὰρ ταύτης ἡ ἰσχὺς, ὡς καὶ τῶν πολεμούντων αὐτῇ ἀποφράττειν τὰ στόματα, καὶ τὴν γλῶτταν ἐπιστομίζειν.

Καὶ ὥσπερ πρὸς τὰς ἀκτῖνας τὰς ἡλιακὰς οἱ ἀσθενεῖς τὰς ὄψεις ἀντιβλέψαι οὐ τολμῶσιν, οὕτως οὐδὲ πρὸς τὴν ἀρετὴν ἡ κακία ἀντιβλέψαι δυνήσεταί ποτε, ἀλλὰ παραχωρήσει, καὶ νῶτα δώσει, καὶ τὴν ἧτταν ὁμολογήσει, Ὃ δὴ καὶ πεπεισμένοι ἀντεχώμεθα τῆς ἀρετῆς, καὶ μετὰ ἀσφαλείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, καὶ τῶν μικρῶν καὶ εὐτελῶν εἶναι δοκούντων ἁμαρτημάτων εἴτε ἐν λόγοις, εἴτε ἐν πράγμασιν, ἀπέχεσθαι σπουδάζωμεν. Οὕτω γὰρ οὐδέποτε τοῖς μείζοσι περιπεσούμεθα τῶν ἁμαρτημάτων, ἐὰν τῶν μικρῶν ἀποσχώμεθα· καὶ τοῦ χρόνου προϊόντος δυνησόμεθα καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύοντες τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τὴν κόλασιν διαφυγεῖν τὴν ἀποκειμένην, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΔʹ. Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. αʹ. Πάλιν, εἰ βούλεσθε, καὶ σήμερον τῆς ἀκολουθίας τῶν χθὲς εἰρημένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν τὴν πνευματικὴν ὑφᾶναι σπουδάσομεν. Πολλὴ γὰρ καὶ τῶν πρόσφατον ἀναγνωσθέντων ἡ ἐγκεκρυμμένη δύναμις, καὶ προσήκει πρὸς τὸ βάθος ἡμᾶς καθιέντας, καὶ ἅπαντα μετὰ ἀκριβείας διερευνησαμένους τὸ ἐξ αὐτῶν καρπώσασθαι. Εἰ γὰρ οἱ τοὺς ἀπὸ τῆς θαλάσσης λίθους εὑρίσκειν βουλόμενοι, τοσοῦτον πόνον καὶ ταλαιπωρίαν ὑπομένουσι, τῇ τῶν ὑδάτων ῥύμῃ ἑαυτοὺς ἐκδιδόντες, ἵνα τῶν σπουδαζομένων ἐπιτύχωσι· πολλῷ μᾶλλον ἡμᾶς ἀκόλουθον συντεῖναι τὴν διάνοιαν, καὶ τὰ ἐν τῷ βάθει κατοπτεύσαντας τῶν εἰρημένων, οὕτω τῶν τιμίων τούτων λίθων ἐπιλαβέσθαι. Ἀλλὰ μὴ δείσῃς, ἀγαπητὲ, βάθος ἀκούων. Οὐ γάρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος φορὰ, ἀλλὰ Πνεύματος χάρις καταυγάζουσα ἡμῶν τὴν διάνοιαν, καὶ τὴν εὕρεσιν τῶν ζητουμένων μετ᾽ εὐκολίας ἡμῖν παρεχομένη, καὶ πάντα πόνον ἐπικουφίζουσα.

Ἐκείνων μὲν οὖν τῶν λίθων ἡ εὕρεσις οὐ σφόδρα ὤνησε τὸν ἐπιτυχόντα, πολλάκις δὲ καὶ κατέβλαψε, καὶ μυρίων ναυαγίων ὑπόθεσις αὐτῷ γέγονε, καὶ οὐ τοσαύτην ἀπὸ τῆς εὑρέσεως ἐκαρπώσατο τὴν εὐφροσύνην, ὅσην μετὰ τὴν εὕρεσιν τὴν ἀηδίαν ὑπέμεινε τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ἀναπτερώσας καθ᾽ ἑαυτοῦ, τοὺς πλεονέκτας διεγείρας εἰς τὸν κατ᾽ αὐτοῦ πόλεμον. Οὕτως οὐ μόνον οὐδὲν ὄφελος εἰς τὸν βίον εἰσάγει τὸν ἡμέτερον ἡ ἐκείνων εὕρεσις, ἀλλὰ καὶ πολλῶν πολέμων ὑπόθεσις γίνεται.

Ὕλη γάρ ἐστι πλεονεξίας, καὶ κάμινον ἀνάψασα φιλαργυρίας, πολιορκεῖ τὴν ψυχὴν τῶν ἁλόντων. Ἐπὶ δὲ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων οὐδέν ἐστι δεῖσαί τι τοιοῦτον, ἀλλὰ καὶ ὁ πλοῦτος ὁ ἐντεῦθεν συλλεγόμενος ἄφατος, καὶ ἡ ἡδονὴ ἀμάραντος, καὶ ἐκ πολλοῦ τοῦ περιόντος νικῶσα πᾶσαν τὴν ἐκεῖθεν προσγινομένην τοῖς ἀνθρώποις εὐφροσύνην. Καὶ τοῦτο ἄκουε τοῦ Δαυῒδ λέγοντος, ὅτι Ἐπιθυμητὰ τὰ λόγιά σου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Ὁρᾷς πῶς τὰς τιμιωτέρας νομιζομένας τῶν ὑλῶν εἰς μέσον παραγαγὼν, οὐ μόνον ταύτῃ τῇ συγκρίσει οὐκ ἠρκέσθη, ἀλλὰ καὶ προσέθηκε, Πολὺν, καὶ τότε τὴν ἐντεῦθεν ἡμῖν ὑπεροχὴν ἐδήλωσεν;

Ὑπὲρ χρυσίον, φησὶ, καὶ λίθον τίμιον πολύν. Οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ τὰ θεῖα λόγια, ἀλλ᾽ ἐπειδὴ ταύτας μόνας τὰς ὕλας παρὰ τοῖς ἀνθρώποις εἶδε τὴν ἀνωτάτω προεδρίαν ἐχούσας, διὰ τοῦτο ταύτας παραγαγὼν εἰς μέσον, οὕτω τὴν ὑπεροχὴν ἔδειξε, καὶ τὴν ἐπιθυμίαν τῶν τοῦ Πνεύματος λογίων σφοδροτέραν οὖσαν. Καὶ ἵνα μάθητε, ὅτι τοῦτο ἔθος ἀεὶ τῇ θείᾳ Γραφῇ τοῖς αἰσθητοῖς παραβάλλειν πράγμασι τὴν ἐντεῦθεν ὠφέλειαν, καὶ οὕτω τὴν ὑπεροχὴν ἐπιδείκνυσθαι, ἄκουε καὶ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα οὐκ ἐπειδὴ τοσοῦτο μόνον ἐστὶ γλυκύτερα, οὐδὲ ἐπειδὴ τοσαύτην παρέχειν δύναται τὴν ἡδονὴν, ἀλλ᾽ ἐπειδὴ οὐδὲν ἕτερον εἶχεν ἐν τοῖς αἰσθητοῖς παραβάλλειν τῇ ἡδονῇ τῶν θείων λογίων· διὰ τοῦτο τούτων μνημονεύσας, οὕτω πάλιν τὴν ὑπεροχὴν ἔδωκε, καὶ τὴν ἡδονὴν πλείονα ἔφησεν εἶναι τῶν πνευματικῶν διδαγμάτων. Τῷ αὐτῷ κανόνι εὑρήσεις καὶ τὸν Χριστὸν ἐν τοῖς Εὐαγγελίοις κεχρημένον. Ὅτε γὰρ τοῖς μαθηταῖς διελέγετο, καὶ ἐπιθυμοῦσι μαθεῖν τὴν ἑρμηνείαν τῆς παραβολῆς τοῦ σπείραντος τὸ καλὸν σπέρμα ἐν τῷ ἀγρῷ, καὶ τοῦ ἐχθροῦ τοῦ τὰ ζιζάνια ἀναμέσον τοῦ σίτου ἐπεμβαλόντος.

κατὰ μέρος πᾶσαν διέλυσε τὴν παραβολὴν, εἰπὼν τίς ἦν τὸ καλὸν σπέρμα σπείρας, καὶ τίς ὁ ἀργὸς, καὶ τίνα ἐστὶ τὰ ζιζάνια, καὶ τίς ὁ ταῦτα κατασπείρας, καὶ τίνες οἱ θερίζοντες, καὶ τίς ὁ θερισμὸς, καὶ ὅτε πάντα σαφῶς αὐτοῖς ἐξεκάλυψε, τότε φησίν· Οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν· οὐκ ἐπειδὴ τοσαύτην μόνην τὴν λαμπηδόνα ἕξουσιν οἱ δίκαιοι, ἀλλὰ δεικνὺς ὅτι πολλῷ μείζονα· τοσαύτην δὲ εἶπεν, ἐπειδὴ μείζονα ταύτης εἰκόνα ἐν τοῖς ὁρωμένοις οὐκ ἦν εὑρεῖν. Ἐπειδὰν οὖν τι τοιοῦτον ἀκούσωμεν, μὴ μέχρι τῶν λεγομένων ἐναπομείνωμεν, ἀλλὰ ἀναλογιζώμεθα ἀπὸ τῶν αἰσθητῶν καὶ ὁρωμένων τῶν πνευματικῶν μάλιστα τὴν ὑπεροχήν. Εἰ τοίνυν καὶ τὴν ἐπιθυμίαν σφοδροτέραν ἔστιν ἐνταῦθα εὑρεῖν, καὶ τὴν ἡδονὴν ἀκριβεστέραν (θεῖα γάρ ἐστι τὰ λόγια καὶ πνευματικὰ, καὶ πολλὴν δυνάμενα τίκτειν τῇ ψυχῇ τὴν εὐφροσύνην τὴν πνευματικὴν), μετὰ πολλοῦ τοῦ πόθου, καὶ σφοδρᾶς τῆς ἐπιθυμίας τὰς ἀκοὰς ὑπέχωμεν τοῖς λεγομένοις, ἵνα τὸν ἀληθῆ πλοῦτον ἐντεῦθεν ἑαυτοῖς περιποιησάμενοι, καὶ πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν πολλὰ δεξάμενοι τὰ σπέρματα, οὕτως οἴκαδε ἀναχωρῶμεν βʹ.

Ἀκούσωμεν τοίνυν τίνα ἐστὶ τὰ σήμερον ἀναγνωσθέντα· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, καὶ φροντίδα βιωτικὴν, οὕτω τοῖς λεγομένοις προσέχετε· θεῖοι γάρ εἰσι νόμοι ἄνωθεν ἐκ τῶν οὐρανῶν κατενεχθέντες διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰ γὰρ βασιλικῶν γραμμάτων ἀναγινωσκομένων πολλὴ γίνεται ἡ ἡσυχία, καὶ πᾶς θόρυβος, καὶ ταραχὴ ἐκποδὼν, πάντων συντεταμέναις ταῖς ἀκοαῖς ἑστώτων καὶ ἐπιθυμούντων ἀκοῦσαι, τίνα ἐστὶν ἃ δηλοῖ τὰ γράμματα τὰ βασιλικὰ, καὶ κίνδυνος μέγιστος ἕπεται τῷ κἂν πρὸς βραχὺ θορυβήσαντι, καὶ διακόψαντι τῶν ἀναγινωσκομένων τὴν ἀκολουθίαν· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ φόβου καὶ τρόμου ἑστάναι δεῖ, καὶ πολλὴν παρέχειν τὴν σιγὴν, καὶ τῶν λογισμῶν τὴν ταραχὴν φυγαδεύειν, ἵνα καὶ συνιέναι δυνηθῆτε τὰ λεγόμενα, καὶ τῆς ὑπακοῆς ἀποδεξάμενος ὑμᾶς ὁ βασιλεὺς τῶν οὐρανῶν, μειζόνων καταξιώσῃ τῶν δωρεῶν. Ἴδωμεν τοίνυν τί διδάσκει ἡμᾶς καὶ νῦν ὁ μακάριος Μωϋσῆς, οὐκ οἰκείᾳ γλώττῃ μόνον ταῦτα λέγων, ἀλλ᾽ ὑπὸ τῆς τοῦ Πνεύματος χάριτος ἐνηχούμενος. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε.

Καλῶς εὐθέως ἐκ προοιμίων τὰ δύο τέθεικεν· οὐδὲ γὰρ εἶπε, Κύριος, καὶ ἐσίγησεν, ἀλλὰ προσέθηκε, Ὁ Θεὸς, λανθάνον τι καὶ κεκρυμμένον ἐντεῦθεν ἡμᾶς διδάσκων, ἵνα εἰδέναι ἔχωμεν, ὅτι κἄν τε Κύριον ἀκούσωμεν, κἄν τε Θεὸν, οὐδεμία ἐν τοῖς ὀνόμασίν ἐστι διαφορά. Τούτου δὲ νῦν οὐχ ἁπλῶς ἐμνημόνευσα, ἀλλ᾽ ἵνα ὅταν ἀκούσῃς Παύλου λέγοντος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, μὴ νομίσῃς διαφορὰν εἶναι ἐν ταῖς λέξεσι, καὶ τὴν μὲν μεῖζόν τι δηλοῦν, τὴν δὲ ἔλαττον. Διὰ τοῦτο καὶ ἀδιαφόρως ἡ Γραφὴ τούτοις κέχρηται τοῖς ὀνόμασιν, ἵνα μὴ ἐξῇ τοῖς φιλονείκως διακειμένοις τὸ ἐξ οἰκείας ὑπονοίας ἐπεισφέρειν τῇ τῶν δογμάτων ὀρθότητι. Καὶ ἵνα μάθῃς ὡς οὐδὲν τῶν τοιούτων παρατετηρημένως καὶ ἀποκεκληρωμένως φθέγγεται ἡ θεία Γραφὴ, ἐξ αὐτοῦ τοῦ νῦν λεγομένου σκόπει μετὰ ἀκριβείας. Καὶ ἔλαβε, φησὶ, Κύριος ὁ Θεός. Περὶ τίνος τοῦτο βούλεται εἰρῆσθαι ὁ αἱρετικός; Περὶ τοῦ Πατρὸς μόνου; Καλῶς. Ἄκουε τοίνυν Παύλου λέγοντος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα. Ὁρᾷς πῶς τὸ, Κύριος, ὄνομα τῷ Υἱῷ προσένεμε; Τί ἂν οὖν εἴποιεν τὴν, Κύριος, προσηγορίαν μείζονα εἶναι τοῦ Θεός;

Ὁρᾶτε ὅσον τὸ ἄτοπον, καὶ ὅση τῆς βλασφημίας ἡ ἐπίτασις. Ὅταν γὰρ μὴ βούληταί τις ἀνέχεσθαι κατακολουθεῖν τῷ κανόνι τῆς θείας Γραφῆς, ἀλλὰ τοῖς οἰκείοις λογισμοῖς ἐθέλοι διδόναι χώραν, ταράττει τὴν διάνοιαν, καὶ λογομαχίας καὶ ζητήσεις ἀπεράντους ἐπιφέρει τῇ ὑγιεῖ τῶν δογμάτων ὀρθότητι. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Ὅρα πόσῃ κέχρηται προνοίᾳ περὶ τὸν δημιουργηθέντα ἄνθρωπον. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι Ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· ἀντὶ τοῦ, Ἐβουλήθη ἐκεῖ αὐτὸν ἔχειν τὸ οἰκητήριον, καὶ ἐνδιαιτᾶσθαι τῇ ἀπολαύσει τοῦ παραδείσου· σήμερον πάλιν δείκνυσιν ἡμῖν τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπαναλαμβάνων τὸν λόγον φησί· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Οὐχ ἁπλῶς εἶπεν, Ἐν τῷ παραδείσῳ, ἀλλὰ προσέθηκε, Τῆς τρυφῆς, ἵνα τὴν ὑπερβάλλουσαν ἡδονὴν ἧς ἀπήλαυεν ἐκ τῆς αὐτόθι οἰκήσεως, ἐμφήνῃ ἡμῖν· καὶ εἰπὼν, Ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, φησὶν, Ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. Πολλῆς καὶ τοῦτο κηδεμονίας.

Ἐπειδὴ γὰρ τρυφῆς ἁπάσης ἐπεπλήρωτο ἡ αὐτόθι διαγωγὴ, καὶ τὴν ἀπὸ τῆς θέας τέρψιν ἔχουσα, καὶ τὴν ἀπὸ τῆς ἀπολαύσεως εὐφροσύνην, ἵνα μὴ ἀποσκιρτήσῃ ἐκ τῆς ὑπερβαλλούσης ἀνέσεως ὁ ἄνθρωπος (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξε, φησὶν, ἡ ἀργία), διὰ τοῦτο προσέταξεν αὐτὸν ἐργάζεσθαι καὶ φυλάσσειν. Τί οὖν, φησὶ, τῆς παρ᾽ αὐτοῦ ἐπιμελείας ἐδεῖτο ὁ παράδεισος; Οὐ τοῦτο λέγω, ἀλλὰ ἐβουλήθη τέως μικράν τινα καὶ σύμμετρον αὐτὸν ἔχειν μέριμναν περί τε τὴν φυλακὴν, περί τε τὴν ἐργασίαν. Εἰ γὰρ πόνου παντὸς ἦν ἀπηλλαγμένος, εὐθὺς ἀπέκλινεν ἂν πρὸς ῥᾳθυμίαν πολλῇ κεχρημένος ἀνέσει· νῦν δὲ ἐργαζόμενος ἐργασίαν ἀνώδυνόν τινα, καὶ ταλαιπωρίας ἐκτὸς, σωφρονέστερον ἂν διετέθη. Καὶ τὸ εἰπεῖν δὲ, ὅτι Φυλάσσειν, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ συγκατάβασίς ἐστι τῶν ῥημάτων, ἵνα ὅλως εἰδέναι ἔχῃ, φησὶν, ὅτι ὑπόκειταί τινι δεσπότῃ τῷ τὴν τοσαύτην ἀπόλαυσιν αὐτῷ χαρισαμένῳ, καὶ μετὰ τῆς ἀπολαύσεως τὴν φυλακὴν ἐπιτρέψαντι. Πάντα γὰρ ποιεῖ ὁ Θεὸς καὶ πραγματεύεται διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ μετὰ τούτου καὶ τὴν ἀπόλαυσιν καὶ τὴν ἄνεσιν δωρεῖται.

Εἰ γὰρ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, καὶ πρὶν ἡμᾶς παραγαγεῖν τὰ ἀπόῤῥητα ἐκεῖνα ἡμῖν ἀγαθὰ ηὐτρέπισε, καθὼς αὐτὸς λέγει· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· πολλῷ μᾶλλον τὰ ἐνταῦθα πάντα μετὰ δαψιλείας παρέξει.

γʹ. Ἐπεὶ οὖν τοσαύτας εὐεργεσίας εἰς τὸν δημιουργηθέντα κατέθετο, πρῶτον ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτὸν, καὶ ἀπὸ τοῦ χοὸς σῶμα διαπλάσαι καταξιώσας, καὶ μετὰ ταῦτα τὸ κυριώτερον, τὴν ψυχὴν τὴν ἀσώματον διὰ τοῦ ἐμφυσήματος χαρισάμενος, εἶτα τὸν παράδεισον γενέσθαι κελεύσας, καὶ ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι προστάξας, μετὰ ταῦτα πάλιν καθάπερ πατὴρ φιλόστοργος παιδὶ νέῳ πολλῆς ἀδείας καὶ ἀνέσεως ἀπολαύοντι, ὥστε μὴ ἀποσκιρτῆσαι, μικράν τινα καὶ σύμμετρον ἐπινοεῖ φροντίδα· οὕτω καὶ ὁ Δεσπότης Θεὸς τῷ Ἀδὰμ τὴν ἐργασίαν καὶ τὴν φυλακὴν προσέταξεν, ἵνα μετὰ τῆς τρυφῆς τῆς πολλῆς, καὶ τῆς ἀδείας, καὶ τῆς ἀνέσεως, ἠρέμα πως ἔχῃ ταῦτα ἀμφότερα ἐγκόπτοντα αὐτοῦ τὴν εἰς τὸ πρόσω φοράν. Ταῦτα μὲν οὖν τὰ ἤδη ὑπάρξαντα τῷ δημιουργηθέντι· τὰ δέ γε ἑξῆς ἐπαγόμενα πάλιν πολλὴν καὶ ὑπερβάλλουσαν ἡμῖν ἐμφαίνει τὴν περὶ αὐτὸν φιλανθρωπίαν, τήν τε συγκατάβασιν, ἣν διὰ τὴν οἰκείαν ἀγαθότητα ἐπιδείκνυται. Τί γάρ φησιν ἡ Γραφή; Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ.

Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ἵνα τῇ πυκνότητι τῶν λεγομένων ἀκριβῆ τὴν διδασκαλίαν δεξώμεθα, καὶ μηκέτι ἀνεχώμεθα τῶν τολμώντων ἀποκληροῦν τὰς τῶν ὀνομάτων προσηγορίας. καὶ τὴν μὲν τῷ Πατρὶ, τὴν δὲ τῷ Υἱῷ προσνέμειν. Ἐπειδὴ γὰρ ἀμφοτέρων ἡ οὐσία μία, διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ ἀδιαφόρως ποτὲ μὲν τῷ Πατρὶ, ποτὲ δὲ τῷ Υἱῷ τὴν αὐτὴν προσηγορίαν εὑρίσκεται ἀποκληροῦσα. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων.

Ἄξιον ἐνταῦθα ἐκπλαγῆναι τὴν πάντα λόγον ὑπερβαίνουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν ἐνδείκνυται ἡμῖν διὰ τῆς βραχείας ταύτης λέξεως. Καὶ ἐνετείλατο, φησί. Βλέπε ἐκ προοιμίων πόσῃ τιμῇ κέχρηται περὶ τὸν ἄνθρωπον. Οὐδὲ γὰρ εἶπε, προσέταξεν, ἢ ἐκέλευσεν, ἀλλὰ τί; Ἐνετείλατο. Καθάπερ φίλος φίλῳ περί τινων ἀναγκαίων ἐντελλόμενος διαλέγεται, οὕτω καὶ ὁ Θεὸς πρὸς τὸν Ἀδὰμ διατίθεται, μονονουχὶ διὰ τῆς τοσαύτης τιμῆς ἐπισπάσασθαι βουλόμενος αὐτὸν πρὸς τὴν ὑπακοὴν τῶν ἐντελλομένων ὑπ᾽ αὐτοῦ. Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ. ᾟ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Πολὺ τῆς ἐντολῆς τὸ ἀνεπαχθές.

Ἀλλὰ δεινὸν, ἀγαπητὲ, ἡ ῥᾳθυμία· ὥσπερ γὰρ αὕτη καὶ τὰ εὔκολα δύσκολα ἡμῖν φαίνεσθαι ποιεῖ, οὕτως ἡ σπουδὴ καὶ ἡ ἀγρυπνία καὶ τὰ δύσκολα εὔκολα ἡμῖν ἀπεργάζεται. Τί γὰρ, εἰπέ μοι, τούτου ἀνεπαχθέστερον; τί ταύτης τῆς τιμῆς μεῖζον γένοιτ᾽ ἄν; Παρέσχεν ἐνδιαιτᾶσθαι τῷ παραδείσῳ, τῷ κάλλει τέρπεσθαι τῶν ὁρωμένων, καὶ τὴν ὄψιν ἐκεῖθεν εὐφραίνειν, καὶ διὰ τῆς ἀπολαύσεως πολλὴν τὴν ἡδονὴν καρποῦσθαι. Ἐννόησον γὰρ ὅσον ἦν ὁρᾷν τὰ δένδρα τοῖς καρποῖς βριθόμενα, τῶν ἀνθῶν τὴν ποικιλίαν, τῶν βοτανῶν τὴν διαφορὰν, τῶν φύλλων τὰς κόμας, τὰ ἄλλα ὅσα εἰκὸς ἐν παραδείσῳ τυγχάνειν, καὶ ἐν παραδείσῳ ὑπὸ τοῦ Θεοῦ φυτευθέντι.

Διὰ γὰρ τοῦτο προλαβοῦσα ἡ θεία Γραφὴ εἶπεν, ὅτι Ἐξανέτειλεν ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, ἵνα εἰδέναι ἔχωμεν ὅσης ἀφθονίας ἀπολαύων, εἰς τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν ἐξύβρισε διὰ πολλὴν ἀκρασίαν καὶ ῥᾳθυμίαν. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, τῆς τιμῆς τὴν ὑπερβολὴν, ἧς αὐτὸν ἠξίωσεν, ἰδιάζουσαν καὶ ἀφωρισμένην αὐτῷ τράπεζαν τὴν ἐν τῷ παραδείσῳ δωρησάμενος, ἵνα μὴ νομίσῃ τὴν αὐτὴν τοῖς ἀλόγοις καὶ αὐτῷ τροφὴν ὑπάρχειν, ἀλλ᾽ ἔχῃ καθάπερ βασιλεὺς ἐνδιαιτώμενος τῇ τοῦ παραδείσου διαγωγῇ, ἐντρυφᾷν τῇ ἐκεῖθεν ἀπολαύσει, καὶ καθάπερ δεσπότης κεχωρισμένος ᾖ τῶν εἰς ὑπηρεσίαν αὐτῷ παρασχεθέντων, καὶ ἀφωρισμένην ἔχῃ τὴν διαγωγήν.

Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ. ᾟ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· μονονουχὶ λέγων πρὸς αὐτὸν, Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἀπαιτῶ παρὰ σοῦ; Πάντων τὴν ἀπόλαυσιν ἐπιτρέπω, ἑνὸς τούτου μόνον μὴ ἅψασθαι ἐντέλλομαι· ἀλλὰ καὶ τὸ ἐπιτίμιον μέγα ὁρίζω, ἵνα κἂν τῷ φόβῳ σωφρονιζόμενος φυλάξῃς τὴν παρ᾽ ἐμοῦ σοι δοθεῖσαν ἐντολήν· ταὐτὸν ποιῶν, ὥσπερ ἂν εἴ τις δεσπότης φιλότιμος οἰκίαν μεγάλην τινὶ ἐμπιστεύσειε, καὶ ὑπὲρ τοῦ τὴν δεσποτείαν αὐτῷ ἀκέραιον μένειν, βραχύ τι ἀργύριον τυπώσειε παρ᾽ αὐτοῦ δίδοσθαι. Οὕτω δὴ καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν αὐτῷ χαρισάμενος, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι ἐκέλευσεν, ἵνα εἰδέναι ἔχῃ, ὅτι ὑπὸ Δεσπότην ἐστὶν, ᾧ προσήκει αὐτὸν πείθεσθαι, καὶ τοῖς ὑπ᾽ ἐκείνου προσταττομένοις εἴκειν.

δʹ. Τίς ἂν κατ᾽ ἀξίαν θαυμάσειε τοῦ κοινοῦ πάντων Δεσπότου τὴν φιλοτιμίαν; Οὐδὲν οὐδέπω ἐπιδειξάμενον πόσης ἀξιοῖ τῆς εὐεργεσίας; Οὐδὲ γὰρ ἐξ ἡμισείας αὐτῷ τὴν ἀπόλαυσιν ἔδωκεν, οὐδὲ τῶν πλειόνων ἀποσχέσθαι ἐκέλευσεν, τῶν δὲ λειπομένων ἔχειν τὴν ἀπόλαυσιν· ἀλλὰ πάντων τῶν ἐν τῷ παραδείσῳ μετέχειν αὐτὸν βουληθεὶς, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι προστάττει, δεικνὺς διὰ τῶν πραγμάτων, ὅτι οὐδενὸς ἑτέρου ἕνεκεν τοῦτο πεποίηκεν, ἀλλ᾽ ἵνα τὸν αἴτιον εἰδέναι ἔχῃ τῶν τοσούτων εὐεργεσιῶν. Καὶ σκόπει μετὰ τῶν ἄλλων καὶ ἐντεῦθεν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅσῃ τῇ τιμῇ κέχρηται καὶ περὶ τὴν μέλλουσαν ἐξ αὐτοῦ διαπλάττεσθαι γυναῖκα.

Οὐδέπω γὰρ αὐτῆς παραχθείσης, ὡς πρὸς ἀμφοτέρους τὴν ἐντολὴν ποιεῖται λέγων· Οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ, καὶ, ᾟ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· δηλῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι ἕν εἰσιν ἀνὴρ καὶ γυνὴ, καθὼς καὶ ὁ Παῦλός φησι· Κεφαλὴ τῆς γυναικὸς ὁ ἀνήρ. Διὰ τοῦτο τοίνυν ὡς πρὸς ἀμφοτέρους διαλέγεται, ἵνα μετὰ ταῦτα διαπλάσας ἐξ αὐτοῦ τὴν γυναῖκα, ἀφορμὰς αὐτῷ παράσχῃ τοῦ γνωρίσαι αὐτῇ τὰ παρ᾽ αὐτοῦ ἐνταλθέντα. Καὶ οἶδα μὲν, ὅτι πολυθρύλλητόν ἐστι τοῦτο τὸ περὶ τοῦ ξύλου ζήτημα, καὶ ὅτι πολλοὶ τῶν ἀπαραφυλάκτως φθεγγομένων ἀπὸ τοῦ ἀνθρώπου ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγειν ἐπιχειροῦσι, καὶ λέγειν τολμῶσι· τίνος γὰρ ἕνεκεν ἐδίδου αὐτῷ τὴν ἐντολὴν εἰδὼς ὅτι παραβήσεται; καὶ πάλιν, διὰ τί γὰρ τὸ ξύλον προσέταξε γενέσθαι ἐν τῷ παραδείσῳ;

καὶ πολλὰ ἕτερα· ἀλλ᾽ ἵνα μὴ νῦν πρὸ τοῦ καιροῦ τῆς παραβάσεως δόξωμεν προπηδᾷν εἰς τὴν περὶ τούτων ἐξήγησιν, ἀναγκαῖον ἀναμεῖναι καὶ ἡμᾶς τὴν τοῦ μακαρίου Μωϋσέως διήγησιν, ἵν᾽ οὕτως εἰς τὸν τόπον ἀφικόμενοι εὐκαίρως, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ, περὶ τούτου κινήσαντες, διδάξωμεν τὴν ὑμετέραν ἀγάπην τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν· ἵν᾽ εἰδότες τὴν ἀλήθειαν τῶν ἐγγεγραμμένων, καὶ τὴν προσήκουσαν δοξολογίαν ἀναφέρητε τῷ Δεσπότῃ, καὶ μὴ καταλιπόντες τὸν ἡμαρτηκότα, ἐπὶ τὸν ἀναίτιον Θεὸν τὴν αἰτίαν μεταγάγητε· τέως δὲ ἐπὶ τοῦ παρόντος, εἰ δοκεῖ, τὰ ἑξῆς τοῦ ἀναγνώσματος ἐπέλθωμεν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον.

Ἰδοὺ πάλιν ὁμοίως εἶπε, καθάπερ καὶ πρότερον, Κύριος ὁ Θεὸς, ἵνα ἐμπήξαντες ἡμῶν τῇ διανοίᾳ τὰ λεγόμενα, μὴ τὰ ἀπὸ τῶν ἀνθρωπίνων λογισμῶν τῆς θείας Γραφῆς κυριώτερα εἶναι νομίζωμεν. Καὶ εἶπε, φησὶν, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Σκόπει πῶς οὐχ ἵσταται ὁ ἀγαθὸς Θεὸς, ἀλλ᾽ εὐεργεσίας εὐεργεσίαις προστίθησι, καὶ πλουτῶν ἀγαθότητι, πάσῃ τιμῇ περιβαλεῖν βούλεται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ μετὰ τῆς τιμῆς καὶ εὐκολίαν αὐτῷ διαγωγῆς χαρίσασθαι.

Εἶπε γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτόν. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τὸ, Ποιήσωμεν Καθάπερ γὰρ ἐξ ἀρχῆς ἔλεγεν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως, Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ καθ᾽ ὁμοίωσιν· οὕτω καὶ νῦν μέλλων τὴν γυναῖκα διαπλάττειν τῷ αὐτῷ κέχρηται ῥήματι, καί φησι, Ποιήσωμεν.

Πρὸς τίνα διαλέγεται; Οὐ πρὸς κτιστήν τινα δύναμιν, ἀλλὰ πρὸς τὸν ἐξ αὐτοῦ γεννηθέντα, τὸν θαυμαστὸν σύμβουλον, τὸν ἐξουσιαστὴν, τὸν ἄρχοντα τῆς εἰρήνης, τὸν μονογενῆ αὐτοῦ Παῖδα. Καὶ ἵνα μάθῃ ὁ Ἀδὰμ, ὅτι ὁμότιμον αὐτῷ τὸ ζῶον μέλλει εἶναι τὸ διαπλαττόμενον, διὰ τοῦτο καθάπερ ἐπ᾽ αὐτοῦ ἔλεγε, Ποιήσωμεν, οὕτω καὶ νῦν φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτόν. Ἀμφότερα πολλὴν ἔχει τὴν δύναμιν, καὶ τὸ, Βοηθὸν, καὶ τὸ, Κατ᾽ αὐτόν. Οὐ βούλομαι, φησὶ, μόνον αὐτὸν εἶναι, ἀλλ᾽ ἔχειν τινὰ παραμυθίαν ἐκ τῆς συνουσίας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατάλληλον αὐτῷ βοηθὸν παραγαγεῖν δεῖ, τὴν γυναῖκα αἰνιττόμενος. Διὰ τοῦτό φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν, καὶ προσέθηκε δὲ, Κατ᾽ αὐτὸν, ἵν᾽ ὅταν ἴδῃς εὐθὺς τὰ θηρία παραγόμενα, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, μὴ νομίσῃς περὶ τούτων εἰρῆσθαι. Εἰ γὰρ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ πολλὰ τῶν ἀλόγων, ἀλλ᾽ οὐδὲν ἴσον τῆς λογικῆς γυναικός. Διὰ τοῦτο εἶπε, Βοηθὸν κατ᾽ αὐτὸν, καὶ ἐπήγαγε· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ.

Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο γίνεται, ἀλλὰ διὰ τὰ μέλλοντα μετ᾽ οὐ πολὺ συμβαίνειν, ἃ προειδὼς ὁ Θεὸς δείκνυσιν ἡμῖν τὴν πολλὴν σοφίαν, ἣν κεχάρισται τῷ ὑπ᾽ αὐτοῦ δημιουργηθέντι, ἵν᾽ ἐπειδὰν τὰ τῆς παραβάσεως τῆς ἐντολῆς τῆς ὑπὸ τοῦ Θεοῦ δοθείσης γένηται, μὴ νομίσῃς δι᾽ ἄγνοιαν αὐτὸν παραβεβηκέναι, ἀλλ᾽ εἰδέναι ἔχῃς, ὅτι ῥᾳθυμίας ἐστὶ τὸ πτῶμα.

εʹ. Ὅτι γὰρ σοφίας πολλῆς ἐπεπλήρωτο, μάνθανε ἐκ τῶν νῦν γινομένων. Καὶ ἤγαγεν αὐτὰ, φησὶ, πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Ἀπόδειξιν ἡμῖν τῆς πολλῆς αὐτοῦ σοφίας παρασχεῖν βουλόμενος τοῦτο ποιεῖ. Καὶ πάλιν, Ὃ ἐκάλεσεν αὐτὸ, φησὶν, Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ.

Οὐχ ἵνα δὲ τὴν σοφίαν αὐτοῦ μόνον καταμάθωμεν, τοῦτο γίνεται, ἀλλ᾽ ἵνα καὶ τὸ σύμβολον τῆς δεσποτείας διὰ τῆς τῶν ὀνομάτων θέσεως ἐπιδείξηται. Καὶ γὰρ καὶ τοῖς ἀνθρώποις ἔθος τοῦτο ποιεῖσθαι σύμβολον δεσποτείας, ἐπειδὰν οἰκέτας ὠνήσωνται, μετατιθέναι αὐτῶν τὰς προσηγορίας. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ παρασκευάζει καθάπερ δεσπότην πᾶσι τοῖς ἀλόγοις ἐπιθεῖναι τὰς προσηγορίας.

Μὴ γὰρ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ εἰρημένον, ἀλλ᾽ ἐννόησόν μοι, πόσης ἦν σοφίας τοσούτοις γένεσι πτηνῶν, ἑρπετῶν, θηρίων, κτηνῶν καὶ τῶν ἄλλων ἀλόγων, τῶν ἡμέρων, τῶν ἀγρίων, τῶν ἐν τοῖς ὕδασι δαιτωμένων, τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, πᾶσι τούτοις ἐπιθεῖναι τὰς προσηγορίας, καὶ προσηγορίας τὰς κυρίας καὶ καταλλήλους ἑκάστῳ γένει· Πᾶν γὰρ, φησὶν, ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες ἐξουσίαν ἀπηρτισμένην; εἶδες δεσποτείας αὐθεντίαν; Λογίζου μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὅτι καὶ λέοντες, καὶ παρδάλεις, καὶ ἔχεις, καὶ σκορπίοι, καὶ ὄφεις, καὶ τὰ ἄλλα ἅπαντα τὰ τούτων θηριωδέστερα, καθάπερ πρὸς δεσπότην μετὰ πάσης ὑποταγῆς παραγεγονότα τὰς προσηγορίας ἐδέξαντο, καὶ οὐδὲν τῶν θηρίων τούτων ἐδεδοίκει ὁ Ἀδάμ. Μὴ τοίνυν ἐπισκηπτέτω τις τοῖς γεγενημένοις παρὰ τοῦ Δεσπότου, καὶ τὴν γλῶτταν ἀκονάτω κατὰ τοῦ δημιουργοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, καὶ λεγέτω τὰ ἀνόνητα ἐκεῖνα ῥήματα· τίνος ἕνεκεν τὰ θηρία παρήχθη; Ὅτι γὰρ ἅπαντα ὁμοίως τοῖς ἡμέροις τὴν δουλείαν ἐπεγίνωσκε καὶ τὴν δεσποτείαν, δείκνυσιν ἡμῖν ἀκριβῶς ἡ τῶν ὀνομάτων θέσις.

Αἱ γὰρ προσηγορίαι ἐκεῖναι ἃς ἔθετο αὐτοῖς μέχρι τοῦ παρόντος διαμένουσιν· οὕτως αὐτὰς ἐκύρωσεν ὁ Θεὸς, ἵνα διηνεκῆ ὑπόμνησιν ἔχωμεν καὶ τῆς τιμῆς, ἣν ἐξ ἀρχῆς ἐδέξατο παρὰ τοῦ Δεσπότου πάντων, τούτων τὴν ὑποταγὴν λαβὼν, καὶ τῆς ἀφαιρέσεως αὐτῷ τὴν αἰτίαν ἐπιγράφωμεν διὰ τῆς ἁμαρτίας τὴν ἐξουσίαν ἀκρωτηριάσαντι.

Καὶ ἐκάλεσεν Ἀδὰμ, φησὶν, ὀνόματα πᾶσι τοῖς κτήνεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Ἐντεῦθεν ἤδη σκόπει μοι, ἀγαπητὲ, τῆς προαιρέσεως τὸ αὐτεξούσιον, καὶ τῆς συνέσεως αὐτοῦ τὴν ὑπερβολὴν, καὶ μὴ λέγε, ὅτι ἠγνόει τί μὲν καλὸν, τί δὲ κακόν. Ὁ γὰρ δυνηθεὶς καταλλήλους τὰς προσηγορίας τοῖς κτήνεσιν ἐπιθεῖναι, καὶ τοῖς πετεινοῖς, καὶ τοῖς θηρίοις, καὶ μὴ συγχέας τὴν τάξιν, μηδὲ τὰς μὲν τοῖς ἡμέροις ζώοις ἁρμοζούσας προσηγορίας τοῖς ἀγρίοις ἐπιθεῖναι, μηδὲ τὰς τοῖς ἀγρίοις προσηκούσας τοῖς ἡμέροις ἀφορίσαι, ἀλλὰ πᾶσι τὰς καταλλήλους ὀνομασίας δοῦναι, πῶς οὐ πάσης σοφίας καὶ συνέσεως πεπλήρωτο; Λογίζου ἐντεῦθεν λοιπὸν ὅση τοῦ ἐμφυσήματος ἐκείνου ἡ δύναμις, καὶ πόση τῆς ἀσωμάτου ψυχῆς ἡ σοφία, ἣν ὁ Δεσπότης αὐτῇ κεχάρισται, ζῶον τοιοῦτον καὶ θαυμαστὸν καὶ λογικὸν ἐκ δύο οὐσιῶν συστησάμενος, καὶ τὴν ἀσώματον οὐσίαν τῆς ψυχῆς συμπλέξας τῷ σώματι, καθάπερ ὀργάνῳ τινὶ, τεχνίτην ἄριστον. Ὅταν οὖν ἐννοήσῃς τοῦ ζώου τούτου τὴν τοσαύτην σοφίαν, ἐκπλήττου τοῦ δημιουργήσαντος τὴν δύναμιν.

Εἰ γὰρ τοῦ οὐρανοῦ τὸ κάλλος ὁρώμενον, εὐγνώμονα θεατὴν εἰς τὴν τοῦ δημιουργήσαντος παραπέμπει δοξολογίαν· πολλῷ μᾶλλον τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρωπος δυνήσεται τὰ κατὰ τὴν οἰκείαν διάπλασιν ἀναλογιζόμενος, καὶ τῆς τιμῆς τῆς παρασχεθείσης αὐτῷ τὴν ὑπερβολὴν, καὶ τῶν δωρεῶν τὰ μεγέθη, καὶ τὰς ἀφάτους εὐεργεσίας διηνεκῶς ἀνυμνεῖν τὸν παραγαγόντα, καὶ τὴν κατὰ δύναμιν δοξολογίαν ἀναφέρειν τῷ Δεσπότῃ.

Ἐβουλόμην καὶ τοῖς ἑξῆς ἐπεξελθεῖν· ἀλλ᾽ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν τὴν μνήμην τῶν ἤδη λεχθέντων, ἀναγκαῖον ἐνταῦθα στῆσαι τὸν τῆς διδασκαλίας λόγον. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον ἁπλῶς πολλὰ εἰπεῖν· ἀλλὰ διὰ τοῦτο λέγομεν, ὥστε αὐτὰ διηνεκῶς ὑμᾶς ἔχειν ἐμπεπηγότα ταῖς διανοίαις ταῖς ὑμετέραις, ἵνα μὴ μόνον αὐτοὶ εἰδῆτε τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα, ἀλλὰ καὶ ἑτέροις διδάσκαλοι γίνησθε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, ἐντεῦθεν ἐξιὼν, μετὰ τοῦ πλησίον ἀναλαμβανέτω τῶν εἰρημένων τὴν μνήμην, καὶ τὰ παρ᾽ ἑαυτοῦ εἰσφέρων, δεχέσθω καὶ τὰ παρ᾽ ἑτέρου μνημονευθέντα.

Καὶ οὕτω συλλέγοντες ἅπαντα, καὶ ἔναυλον αὐτῶν ἔχοντες τὴν μνήμην, οἴκαδε ἀναχωρεῖτε, καὶ καθ᾽ ἑαυτοὺς ἀναμηρυκώμενοι τὰ θεῖα ταῦτα διδάγματα· ἵνα ἐν τούτοις ἔχοντες τὴν μέριμναν ἅπασαν, καὶ ἀσχολοῦντες ὑμῶν τὴν διάνοιαν, δύνησθε μετ᾽ εὐκολίας περιγενέσθαι καὶ τῶν παθῶν τῶν ἐνοχλούντων, καὶ τὰς τοῦ διαβόλου μηχανὰς διαφυγεῖν. Ἔνθα γὰρ ἂν ἴδῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος ψυχὴν τὰ τοῦ Θεοῦ μεριμνῶσαν, καὶ διηνεκῶς ἐκεῖνα φανταζομένην, καὶ ταῦτα περιστρέφουσαν, οὐδὲ προσεγγίσαι τολμᾷ, ἀλλὰ ταχέως ἀποπηδᾷ, καθάπερ ἀπὸ πυρός τινος, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας φυγαδευόμενος. Ἵν᾽ οὖν καὶ αὐτοὶ τὰ μέγιστα κερδαίνωμεν, κἀκείνου περιγενέσθαι δυνηθῶμεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν μειζόνως ἐπισπασώμεθα, ἐν τούτοις ἀσχολῶμεν ἡμῶν τὴν διάνοιαν. Οὕτω γὰρ ἡμῖν καὶ τὰ ἐν χερσὶ πάντα ἐξευμαρισθήσεται, καὶ τὰ δύσκολα εὔκολα γενήσεται, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ χρηστὸν λήψεται τέλος, καὶ οὐδὲν ἡμᾶς τῶν παρόντων λυπῆσαι δυνήσεται. Ἐὰν γὰρ τὰ τοῦ Θεοῦ μεριμνῶμεν, τὰ ἡμέτερα αὐτὸς μεριμνήσει, καὶ μετὰ πολλῆς ἀδείας τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεύσομεν, καὶ ὑπὸ τοῦ μεγάλου κυβερνήτου τοῦ ἐπὶ πάντων Θεοῦ ὁδηγούμενοι, καταντήσομεν εἰς τὸν λιμένα τῆς τούτου φιλανθρωπίας, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΕʹ. Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾽ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. αʹ. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι μετὰ πολλῆς τῆς προθυμίας χθὲς ἐδέξασθε τὴν παρ᾽ ἡμῶν παραίνεσιν, καὶ πρὸς τὸ μῆκος τῶν εἰρημένων οὐ μόνον οὐκ ἐδυσχεράνατε, ἀλλὰ καὶ μέχρι τοῦ τέλους οὕτω παρηκολουθήσατε, ὡς ἀκμάζοντα ὑμῖν ἐναπομεῖναι τὸν τῆς ἀκροάσεως πόθον· ὅθεν καὶ χρηστὰς ἡμῖν τὰς ἐλπίδας ὑπεφήνατε, ὡς διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὰ τῆς ἡμετέρας συμβουλῆς.

Ὁ γὰρ μετὰ τοσαύτης ἡδονῆς ἀκούων, δῆλος ἂν εἴη καὶ πρὸς τὴν διὰ τῶν ἔργων πρᾶξιν παρεσκευασμένος· ἄλλως δὲ καὶ ἡ νῦν ὑμῶν συνδρομὴ τεκμήριον ἂν γένοιτο τῆς κατὰ ψυχὴν ὑμῶν ὑγιείας. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας σημεῖόν ἐστιν, οὕτω τὸ λογίων θείων ἐρᾷν ψυχικῆς ὑγιείας τεκμήριον ἂν γένοιτο μέγιστον.

Ἐπεὶ οὖν ὁ καρπὸς τῆς ὑμετέρας σπουδῆς δείκνυσι τῆς ὑπακοῆς τὴν ἐκπλήρωσιν, φέρε καὶ ἡμεῖς τὸν μισθὸν, ὃν ὑπεσχόμεθα χθὲς, καταβάλωμεν ὑμῶν τῇ ἀγάπῃ· τὴν πνευματικὴν ταύτην λέγω διδασκαλίαν τὸν μισθὸν, καί μοι τῷ καταβάλλοντι δυνάμενον αὐξῆσαι τὴν περιουσίαν, καὶ ὑμᾶς τοὺς ὑποδεχομένους πλουσίους ἀπεργαζόμενον. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά· ὅπερ ἐπὶ τῶν αἰσθητῶν πραγμάτων οὐκ ἔνι. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν ἠλάττωσεν αὐτοῦ τὴν οὐσίαν, καὶ τὸν ὑποδεχόμενον εὐπορώτερον κατέστησεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ὁ καταβαλὼν ταύτῃ μᾶλλον τὸν οἰκεῖον πλοῦτον αὔξει, καὶ τοῖς ὑποδεχομένοις μείζων ἡ περιουσία γίνεται. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἕτοιμοι πρὸς εὐγνωμοσύνην, καὶ ὑμεῖς οἱ ὑποδέχεσθαι μέλλοντες τὸν πλοῦτον τοῦτον τὸν πνευματικὸν, εὐτρεπισμένους ἔχετε τοὺς κόλπους τῆς διανοίας· φέρε τὴν ὑπόσχεσιν πληρώσωμεν, καὶ τῆς ἀκολουθίας πάλιν τῶν παρὰ τοῦ μακαρίου Μωϋσέως ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὸν μισθὸν καταβάλωμεν. Τίνα οὖν ἐστι τὰ σήμερον ἀνεγνωσμένα ἀναγκαῖον εἰς μέσον προθεῖναι, ἵν᾽ οὕτω μετὰ ἀκριβείας διερευνώμενον τὸν τοῖς ῥήμασι ἐναποκεκρυμμένον πλοῦτον τῶν νοημάτων, προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἠκούσατε γὰρ ἀρτίως τῆς θείας Γραφῆς λεγούσης· Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Τί βούλεται ἡ βραχεῖα αὕτη λέξις, Τῷ δὲ Ἀδάμ; τίνος ἕνεκεν προσέθηκε τὸν σύνδεσμον;

οὐ γὰρ ἤρκει εἰπεῖν, τῷ Ἀδάμ; Οὐχ ἁπλῶς ταῦτα διερευνᾶσθαι σπουδάζομεν, φιλοτιμίας ἕνεκεν περιττῆς, ἀλλ᾽ ἵνα μετὰ ἀκριβείας ὑμῖν ἅπαντα ἑρμηνεύοντες παιδεύσωμεν ὑμᾶς μηδὲ βραχεῖαν λέξιν, μηδὲ συλλαβὴν μίαν παρατρέχειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων.

Οὐ γὰρ ῥήματά ἐστιν ἁπλῶς, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἁγίου ῥήματα, καὶ διὰ τοῦτο πολύν ἐστι τὸν θησαυρὸν εὑρεῖν καὶ ἐν μιᾷ συλλαβῇ. Προσέχετε οὖν, παρακαλῶ, μετὰ ἀκριβείας· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, πάντες διεγηγερμένην μοι τὴν διάνοιαν παρέχετε· μηδεὶς ἔξω ῥεμβέσθω τὸν λογισμὸν, μηδὲ φροντίδας βιωτικὰς ἐπισυρόμενος ἐνταῦθα στηκέτω, ἀλλ᾽ ἐννοῶν τῆς πνευματικῆς ταύτης συνόδου τὸ ἀξίωμα, καὶ ὅτι διὰ τῆς τῶν προφητῶν γλώττης τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου ἀκούομεν· οὕτω τὴν ἀκοὴν ὑπεχέτω, καὶ συντεταμένον ἐχέτω τὸν νοῦν, ἵνα μηδὲν τῶν παρ᾽ ἡμῶν καταβαλλομένων σπερμάτων εἰς πέτραν κατενεχθῇ, ἢ παρὰ τὴν ὁδὸν, ἢ παρὰ τὰς ἀκάνθας, ἀλλ᾽ ὁλόκληρον τὸ σπέρμα εἰς τὴν γῆν τὴν καλὴν καταβληθὲν, τὸ πλάτος λέγω τῆς διανοίας τῆς ὑμετέρας, δαψιλῆ τὸν καρπὸν ὑμῖν ἐνέγκαι δυνηθῇ, καὶ πολυπλασιάσῃ τὰ παρ᾽ ἡμῶν καταβαλλόμενα.

Ἀλλ᾽ ἴδωμεν λοιπὸν τί βούλεται ἡμῖν αὕτη ἡ τοῦ συνδέσμου συμπλοκή. Τῷ δὲ Ἀδὰμ, φησὶν, οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Θέα μοι τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Εἰποῦσα, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν, Ὅμοιος αὐτῷ, τῇ προσθήκῃ παραδηλοῦσα ἡμῖν τὴν αἰτίαν, δι᾽ ἣν τοῦ συνδέσμου τὴν συμπλοκὴν ἐποιήσατο. Οἶμαι λοιπὸν τοὺς ὀξύτερον ἐπιβάλλειν δυναμένους ἤδη προορᾷν τὸ μέλλον ὑφ᾽ ὑμῶν ῥηθήσεσθαι. Ἀλλ᾽ ἐπειδὴ προσήκει ἡμᾶς κοινὴν πρὸς ἅπαντας ποιουμένους τὴν διδασκαλίαν, πᾶσι σαφῆ ποιεῖν τὰ παρ᾽ ἡμῶν λεγόμενα, φέρε διδάξωμεν ὑμᾶς τίνος ἕνεκεν οὕτως εἴρηκεν· ἀλλὰ μικρὸν ἀνάσχεσθε. Ἐπειδὴ γὰρ ἐν τοῖς πρῴην ῥηθεῖσι, καθάπερ μνημονεύετε, εἰποῦσα ἡ θεία Γραφὴ, ὅτι Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν, εὐθέως ἐδίδαξεν ἡμᾶς τὴν τῶν θηρίων, καὶ τῶν ἑρπετῶν, καὶ τῶν ἀλόγων ἁπάντων δημιουργίαν· φησὶ γὰρ, Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά.

Καὶ καθάπερ Δεσπότης πᾶσιν ἐπέθηκε τὰ ὀνόματα, καὶ τὴν οἰκείαν προσηγορίαν ἑκάστῳ γένει τῶν θηρίων, καὶ τῶν πετεινῶν, καὶ πάντων τῶν ἀλόγων κατὰ τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἀπένειμεν· ἵνα εἰδέναι ἔχωμεν λοιπὸν, ὅτι ἐκεῖνα μὲν ἅπαντα τὰ γεγενημένα, εἰ γὰρ ὑπηρεσίαν τινὰ πληροῖ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ, ἀλλ᾽ ὅμως ἄλογά ἐστι, καὶ πολλῷ τῷ μέτρῳ λειπόμενα τοῦ ἀνθρώπου· καὶ ἵνα μὴ νομίζωμεν ὅτι περὶ τούτων εἶπε, Ποιήσωμεν αὐτῷ βοηθόν. Εἰ γὰρ καὶ βοηθεῖ, καὶ πρὸς πολλὰ χρήσιμα καθέστηκε τῇ τοῦ ἀνθρώπου ὑπηρεσίᾳ, ἀλλ᾽ ὅμως ἄλογά ἐστιν. Ὅτι μὲν γὰρ βοηθεῖ, δείκνυσιν αὐτὴ ἡ πεῖρα τῶν πραγμάτων. Καὶ γὰρ τὰ μὲν πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς τὴν τῆς γῆς ἐργασίαν. Βοῦς μὲν γὰρ ἄροτρον ἕλκει, καὶ αὔλακας ἀνατέμνει, καὶ πολλὴν ἑτέραν χρείαν πρὸς τὴν γεωργίαν ἡμῖν εἰσφέρει· ὄνος δὲ πάλιν πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν πολλὴν παρέχει τὴν χρείαν, καὶ ἕτερα δὲ πολλὰ τῶν ἀλόγων ἡμῖν ὑπηρετεῖται πρὸς τὰς τοῦ σώματος χρείας. Καὶ γὰρ τὰ πρόβατα τὴν ἐκ τοῦ ἐρίου ἡμῖν χρείαν παρέχει πρὸς τὴν τῶν ἐνδυμάτων κατασκευὴν, καὶ αἱ αἶγες πάλιν ὡσαύτως καὶ τὴν ἀπὸ τῶν τριχῶν ἡμῖν λειτουργίαν εἰσφέρουσι, καὶ τὴν ἀπὸ τοῦ γάλακτος, καὶ ἕτερα πρὸς τροφὴν ἡμῖν ἐπιτήδεια.

Ἵν᾽ οὖν μὴ περὶ τούτων εἶναι νομίσῃς τὸ ἀνωτέρω εἰρημένον, ὅτι Ποιήσωμεν αὐτῷ βοηθὸν, διὰ τοῦτο νῦν ἀρχόμενος τοῦ λόγου, φησὶ, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· μονονουχὶ διδάσκων ἡμᾶς ὁ μακάριος Μωϋσῆς, καὶ ταῦτα λέγων τὰ ῥήματα, ὅτι ταῦτα μὲν ἅπαντα παρήχθη, καὶ τὰς τῶν ὀνομάτων προσηγορίας ἔλαβε παρὰ τοῦ Ἀδὰμ, ἀλλ᾽ ὅμως οὐδὲν ἄξιον τούτων αὐτοῦ πρὸς βοήθειαν ηὑρέθη. Διὸ βούλεται ἡμᾶς διδάξαι τοῦ μέλλοντος ζώου παράγεσθαι τὴν διάπλασιν, καὶ ὅτι τοῦτο τὸ μέλλον δημιουργεῖσθαι ζῶον τοῦτό ἐστι περὶ οὗ ἔλεγε. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν, ὅμοιον αὐτῷ φησι, τῆς αὐτῆς αὐτῷ οὐσίας, ἄξιον αὐτοῦ, μηδὲν αὐτοῦ λειπόμενον· διὰ τοῦτο ἔλεγε, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· δεικνὺς ἡμῖν ὁ μακάριος οὗτος, ὅτι ὅσην ἂν παρέχηται χρείαν ἡμῖν πρὸς ὑπηρεσίαν ταυτὶ τὰ ἄλογα, ἑτέρα τίς ἐστι βοήθεια καὶ πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσα τῷ Ἀδὰμ παρεχομένη παρὰ τῆς γυναικός.

βʹ. Ἐπεὶ οὖν πάντων παραχθέντων τῶν ζώων, καὶ τὰς προσηγορίας δεξαμένων παρὰ τοῦ πρωτοπλάστου ἐπεζήτει τὸν ὅμοιον αὐτῷ βοηθὸν ὁ φιλάνθρωπος Δεσπότης παραγαγεῖν, ὁ πάντα διὰ τὸν δημιουργηθέντα ὑπ᾽ αὐτοῦ οἰκονομῶν, καὶ πᾶσαν τὴν κτίσιν ταύτην τὴν ὁρωμένην διὰ τοῦτον παραγαγὼν, μετὰ τῶν ἄλλων ἁπάντων καὶ τὴν γυναῖκα δημιουργεῖ. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει καὶ τῆς δημιουργίας αὐτῆς τὴν διάπλασιν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς, ὅτι βούλεται βοηθὸν αὐτῷ παραγαγεῖν ὅμοιον αὐτῷ· καὶ γὰρ ἀνωτέρω ἔλεγε· Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν, καὶ ἐνταῦθά φησιν, Οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· διὰ τοῦτο ἐκ τῆς οὐσίας αὐτοῦ ταύτης τὴν διάπλασιν ἐργάζεται, καί φησι· Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾽ αὐτῆς. Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Μεγάλη τῶν εἰρημένων ἡ δύναμις, καὶ πάντα λογισμὸν ἀνθρώπινον ὑπερβαίνουσα. Οὐδὲ γὰρ δυνατὸν ἑτέρως τούτων συνιέναι τὸ μέγεθος, μὴ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα κατοπτεύσαντα. Καὶ ἐπέβαλεν ὁ Θεὸς, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Ὅρα τὴν ἀκρίβειαν τῆς διδασκαλίας.

Ἀμφότερα τέθεικεν ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης, παιδεῦον ἡμᾶς τῶν γεγενημένων τὴν ἀκολουθίαν. Ἐπέβαλε, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Οὔτε ἔκστασις μόνον ἦν τὸ συμβὰν, οὔτε ὕπνος ὁ συνήθης, ἀλλ᾽ ἐπειδὴ ὁ σοφὸς καὶ εὐμήχανος τῆς ἡμετέρας φύσεως δημιουργὸς ἔμελλεν ἐκ τῆς πλευρᾶς αὐτοῦ μίαν ἀφαιρεῖσθαι, ἵνα μὴ ἡ αἴσθησις ὀδύνην αὐτῷ ἐργάσηται, καὶ μετὰ ταῦτα πρὸς τὴν ἐξ ἐκείνης τῆς πλευρᾶς διαπλαττομένην ἀπεχθῶς ἔχῃ διακεῖσθαι, καὶ μισήσῃ τὸ πλαττόμενον ζῶον τῆς ὀδύνης μεμνημένος, διὰ τοῦτο τοσοῦτον αὐτῷ ὕπνον ἐπήγαγεν, ἔκστασιν ἐπιβαλὼν, καὶ ὥσπερ κάρῳ τινὶ κατασχεθῆναι προστάξας, ἵνα μηδεμίαν αἴσθησιν δέξηται τοῦ γινομένου, ἀλλὰ καθάπερ τεχνίτης ἄριστος καὶ ἀφέληται τὸ δοκοῦν, καὶ ἀναπληρώσῃ τὸ λεῖπον, καὶ οὕτω τὸ ληφθὲν δημιουργήσῃ κατὰ τὴν οἰκείαν φιλανθρωπίαν.

Ἐπέβαλε γὰρ, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾽ αὐτῆς· ἵνα μὴ ἔχῃ μετὰ τὴν τοῦ ὕπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος αἰσθάνεσθαι τοῦ γεγενημένου. Εἰ γὰρ καὶ ἐν τῷ τῆς ἀφαιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ᾽ ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός. Ἵν᾽ οὖν μήτε ἐν τῷ ἀφαιρεῖσθαι ὀδύνην αὐτῷ ἐμποιήσῃ, μήτε μετὰ ταῦτα ἡ ἔλλειψις ἀθυμίαν ἐργάσηται, ἀμφότερα οὕτως ᾠκονόμησε, καὶ ἀφελόμενος ἀνωδύνως, καὶ πληρώσας τὸ λεῖπον, καὶ μὴ συγχωρήσας μηδενὸς αὐτὸν τῶν γεγενημένων αἴσθησιν δέξασθαι. Λαβὼν οὖν, φησὶ, ταύτην τὴν πλευρὰν, ᾠκοδόμησε Κύριος ὁ Θεὸς εἰς γυναῖκα. Παράδοξον τὸ εἰρημένον, καὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς τὸν ἡμέτερον λογισμόν. Τοιαῦτα γὰρ ἅπαντα τὰ παρὰ τοῦ Δεσπότου.

Τοῦ γὰρ ἀπὸ τοῦ χοὸς πλασθῆναι τὸν ἄνθρωπον οὐκ ἔλαττον τοῦτο. Καὶ ὅρα τὴν συγκατάβασιν τῆς θείας Γραφῆς, ὅσοις ῥήμασι κέχρηται διὰ τὴν ἡμετέραν ἀσθένειαν. Καὶ ἔλαβε, φησὶ, μίαν τῶν πλευρῶν αὐτοῦ. Μὴ ἀνθρωπίνως δέχου τὰ λεγόμενα, ἀλλὰ τὴν παχύτητα τῶν λέξεων τῇ ἀσθενείᾳ λογίζου τῇ ἀνθρωπίνῃ. Εἰ γὰρ μὴ τούτοις τοῖς ῥήμασιν ἐχρήσατο, πῶς ἂν μαθεῖν ἠδυνήθημεν ταῦτα τὰ ἀπόῤῥητα μυστήρια; Μὴ τοῖς ῥήμασιν οὖν μόνοις ἐναπομείνωμεν, ἀλλὰ θεοπρεπῶς ἅπαντα νοῶμεν ὡς ἐπὶ Θεοῦ. Τὸ γὰρ, Ἔλαβε, καὶ ὅσα τοιαῦτα, διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν εἴρηται. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα πάλιν τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ᾗ καὶ ἐπὶ τοῦ Ἀδάμ. Ὥσπερ γὰρ ἐκεῖ καὶ ἅπαξ, καὶ δεύτερον, καὶ πολλάκις εἶπε· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ πάλιν, Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ· καὶ πάλιν, Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτόν· οὕτω καὶ νῦν φησι, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβε ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα· καὶ ἀνωτέρω, Καὶ ἐπέβαλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· ἵνα μάθῃς ὡς οὐδεμία διαφορά ἐστι Πατρὸς καὶ υἱοῦ ἐν ταῖς λέξεσιν, ἀλλὰ διὰ τὸ μίαν εἶναι τὴν οὐσίαν ἀμφοτέρων, ἀδιαφόρως ἡ Γραφὴ κέχρηται τοῖς ὀνόμασιν.

Ἰδοὺ γοῦν καὶ ἐπὶ τῆς διαπλάσεως τῆς γυναικὸς τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο εἰποῦσα, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Τί ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετικοὶ, οἱ πάντα περιεργάζεσθαι βουλόμενοι, καὶ τοῦ δημιουργοῦ τῶν ὅλων τὴν γέννησιν κατειληφέναι οἰόμενοι;

Ποῖος λόγος τοῦτο ἑρμηνεῦσαι δύναται; ποῖος νοῦς καταλαβεῖν; Μίαν πλευρὰν, φησὶν, ἔλαβε· καὶ πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ὅλον ζῶον διέπλασε; Τί δὲ λέγω, πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ζῶον διέπλασεν; Εἰπέ μοι πῶς ἡ ἀφαίρεσις γέγονε; πῶς αἴσθησιν οὐκ ἔλαβε τῆς ἀφαιρέσεως;

Ἀλλ᾽ οὐδὲν τούτων δυνήσῃ εἰπεῖν· μόνος γὰρ ἐκεῖνος οἶδεν ὁ τὴν δημιουργίαν ἐργασάμενος. Εἰ τοίνυν ταῦτα τὰ ἐν χερσὶ, καὶ τὰ τῆς διαπλάσεως τοῦ ὁμογενοῦς ἡμῖν εὑρεῖν ζώου οὐ καταλαμβάνομεν, πόσης ἂν εἴη μανίας καὶ παραφροσύνης τὰ κατὰ τὸν δημιουργὸν περιεργάζεσθαι, καὶ ἐκεῖνα φάσκειν κατειληφέναι ὧν οὔτε αἱ ἀσώματοι καὶ θεῖαι δυνάμεις τὴν ἀκριβῆ γνῶσιν ἔχουσιν, ἀλλὰ μετὰ φόβου καὶ τρόμου δοξολογοῦσαι διηνεκῶς διατελοῦσι;

γʹ. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν. Οὐκέτι γὰρ εἶπεν, ἔπλασεν, ἀλλ᾽ ᾨκοδόμησεν· ἐπειδὴ ἐκ τοῦ ἤδη πλασθέντος τὸ μέρος ἔλαβε, καὶ ὡς ἂν εἴποι τις, τὸ λεῖπον ἐχαρίσατο. Διὰ τοῦτό φησι, Καὶ ᾠκοδόμησεν· οὐκ ἄλλην πλάσιν εἰργάσατο, ἀλλ᾽ ἐκ τῆς ἤδη γενομένης πλάσεως βραχύ τι μέρος λαβὼν, τοῦτο τὸ μέρος ᾠκοδόμησε, καὶ τέλειον εἰργάσατο τὸ ζῶον. Πόση τοῦ ἀριστοτέχνου Θεοῦ ἡ δύναμις, ἀπὸ τοῦ βραχυτάτου μέρους ἐκείνου τοσούτων μελῶν ἀναλογίαν ἐργάσασθαι, καὶ τοσαύτας αἰσθήσεις δημιουργῆσαι, καὶ τέλειον καὶ ὁλόκληρον καὶ ἀπηρτισμένον ζῶον κατασκευάσαι, τὸ δυνάμενον καὶ προσδιαλέγεσθαι, καὶ τῇ τῆς οὐσίας κοινωνίᾳ πολλὴν αὐτῷ τὴν παραμυθίαν εἰσφέρειν. Διὰ γὰρ τὴν τούτου παράκλησιν τοῦτο τὸ ζῶον ἐδημιουργήθη. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ὁρᾷς πῶς ἅπαντα δι᾽ αὐτὸν γίνεται;

Μετὰ γὰρ τὴν δημιουργίαν τῆς κτίσεως, μετὰ τὸ παραχθῆναι τὰ ἄλογα, τὰ πρὸς βρῶσιν ἐπιτήδεια, τὰ πρὸς ὑπηρεσίαν χρησιμεύειν δυνάμενα, ἐπειδὴ ἐδεῖτο ὁ πλασθεὶς ἄνθρωπός τινος τοῦ προσδιαλεγομένου, καὶ δυναμένου τῇ κοινωνίᾳ τῆς οὐσίας πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν, διὰ τοῦτο ἐκ τῆς πλευρᾶς αὐτοῦ δημιουργεῖται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ κατὰ τὴν εὐμήχανον αὐτοῦ σοφίαν τέλειον καὶ ἀπηρτισμένον αὐτὸ εἰργάσατο, κατὰ πάντα τῷ ἀνθρώπῳ ὅμοιον, ἀντὶ τοῦ, λογικὸν, δυνάμενον ἐν τοῖς καιρίοις αὐτῷ καὶ τοῖς ἀναγκαίοις καὶ συνέχουσι τὴν ζωὴν τὰ τῆς βοηθείας εἰσφέρειν. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα σοφίᾳ τινὶ καὶ δημιουργίᾳ οἰκονομῶν. Εἰ γὰρ καὶ ἡμεῖς διὰ τὴν τῶν λογισμῶν ἀσθένειαν καταλαμβάνειν μὴ δυνάμεθα τὸν τρόπον τῶν γεγενημένων, ἀλλ᾽ ὅμως πιστεύομεν, ὅτι τῷ βουλήματι αὐτοῦ πάντα εἴκει, καὶ ὅπερ ἂν προστάξῃ, τοῦτο εἰς μέσον παράγεται. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ· δεικνὺς, ὅτι δι᾽ αὐτὸν αὐτὴν παρήγαγεν.

Ἤγαγεν αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Ἐπειδὴ γὰρ οὐδεὶς εὑρέθη, φησὶν, ἐν πᾶσι τοῖς ἄλλοις ὅμοιός σοι βοηθὸς, ἰδοὺ ὅπερ ὑπεσχόμην (ἐπηγγειλάμην γὰρ βοηθὸν ὅμοιόν σοι κατασκευάζειν), τοῦτο πληρώσας παραδίδωμί σοι. Ἤγαγε γὰρ αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδὰμ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου.

Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς μετὰ τῆς σοφίας ἐκείνης τῆς ἀφάτου, τῆς παρὰ τοῦ Θεοῦ αὐτῷ χορηγηθείσης, τὰ δείγματα ἡμῖν ἐδείκνυ διὰ τῆς τῶν ὀνομάτων θέσεως ἅπερ ἐπέθηκε τοσούτοις τοῖς γένεσι τῶν ἀλόγων ζώων, καὶ προφητικῆς ἠξίωτο χάριτος.

Διὰ γὰρ τοῦτο ἐν τοῖς ἀνωτέρω ἐδίδαξεν ἡμᾶς ὁ μακάριος οὗτος προφήτης, ὅτι μετὰ τοῦ ὕπνου καὶ ἔκστασις αὐτὸν ἔλαβεν, ὡς μηδὲ ὅλως αἴσθησιν δέξασθαι τοῦ γενομένου, ἵν᾽ ἐπειδὰν μάθῃς νῦν, ὅτι μετὰ τὴν θέαν τῆς γυναικὸς μετὰ ἀκριβείας ἀπαγγέλλει τὸ γεγονὸς, πεισθῇς ἀκριβῶς, ὅτι προφητικῇ χάριτι ταῦτα φθέγγεται, καὶ ἐνηχούμενος ὑπὸ τῆς τοῦ ἁγίου Πνεύματος διδασκαλίας. Ὁ γὰρ μηδὲν τῶν γεγενημένων εἰδὼς, ἐπειδὴ ἤγαγεν αὐτὴν πρὸς αὐτὸν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἕτερος δέ τις ἑρμηνευτής φησιν, ἀντὶ τοῦ Νῦν, Τοῦτο ἅπαξ, δηλῶν ὅτι νῦν τοῦτο μόνον γέγονε, καὶ οὐκέτι οὕτως ἔσται τῆς γυναικὸς ἡ διάπλασις. Νῦν, φησὶν, ἐξ ἀνδρὸς γέγονεν ἡ γυνὴ, μετὰ δὲ ταῦτα οὐχ οὕτως, ἀλλ᾽ ἐκ τῆς γυναικὸς ὁ ἀνήρ· μᾶλλον δὲ οὐκ ἐκ τῆς γυναικὸς, ἀλλ᾽ ἐκ τῆς ἀμφοτέρων συνεργίας· ὡς καὶ ὁ Παῦλός φησιν· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ναί· ἀλλὰ ταῦτα, φησὶ, τὰ εἰρημένα δείκνυσιν, ὅτι ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς ἐγένετο. Ἀλλ᾽ ἀνάμεινον, καὶ ὄψει διὰ τοῦ ἐπαγομένου τὴν ἀκριβῆ διδασκαλίαν. Φησὶ γάρ· Πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς, διδάσκων ἡμᾶς, ὅτι λοιπὸν διὰ τῆς ἀμφοτέρων συνουσίας ἡ σύστασις ἔσται καὶ ἀνδρὸς καὶ γυναικός.

Διὰ τοῦτο καὶ ὁ Ἀδὰμ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.

δʹ. Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς προφητείας τὴν ἀκρίβειαν, καὶ ὅπως μέχρι τοῦ νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς διαλάμπει τὸ ὑπ᾽ αὐτοῦ εἰρημένον, ἄκουε καὶ τῶν ἑξῆς· Αὕτη κληθήσεται γυνὴ, φησὶν, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Εἶδες πῶς ἅπαντα ἡμῖν παρήνοιξε, διὰ τῆς οἰκείας προφητείας ἕκαστον μετὰ ἀκριβείας δηλώσας; Αὕτη, φησὶ, κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Πάλιν ἡμῖν τὴν ἀφαίρεσιν τῆς πλευρᾶς αἰνίττεται· εἶτα δηλῶν τὰ μέλλοντα συμβήσεσθαι, φησίν· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Πόθεν, εἰπέ μοι, ταῦτα ἐπῆλθεν αὐτῷ φθέγξασθαι; πόθεν ᾔδει τὰ μέλλοντα, καὶ ὅτι εἰς πλῆθος ἐπιδώσει τὸ τῶν ἀνθρώπων γένος; ὅτι γὰρ συνουσία ἔσται ἀνδρὸς καὶ γυναικὸς, πόθεν ἠπίστατο; Μετὰ γὰρ τὴν παράβασιν τὰ τῆς συνουσίας γέγονεν· ἐπεὶ μέχρις ἐκείνου καθάπερ ἄγγελοι οὕτω διῃτῶντο ἐν τῷ παραδείσῳ, οὐχ ὑπὸ ἐπιθυμίας φλεγόμενοι, οὐχ ὑπὸ ἑτέρων παθῶν πολιορκούμενοι, οὐ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενοι, ἀλλὰ δι᾽ ὅλου ἄφθαρτοι κτισθέντες καὶ ἀθάνατοι, ὅπου γε οὐδὲ τῆς τῶν ἱματίων περιβολῆς ἐδέοντο.

Ἦσαν γὰρ, φησὶν, οἱ δύο γυμνοὶ, καὶ οὐκ ᾐσχύνοντο. Οὐδέπω γὰρ τῆς ἁμαρτίας ὑπεισελθούσης, καὶ τῆς παρακοῆς, τῇ ἄνωθεν ἦσαν δόξῃ ἠμφιεσμένοι, δι᾽ ὃ οὐδὲ ᾐσχύνοντο· μετὰ δὲ τὴν παράβασιν τῆς ἐντολῆς, τότε καὶ ἡ αἰσχύνη ἐπεισῆλθε, καὶ ἡ γνῶσις τῆς γυμνότητος. Πόθεν οὖν, εἰπέ μοι, ταῦτα αὐτῷ ἐπῆλθε φθέγγεσθαι; ἢ δῆλον ὅτι προφητικοῦ χαρίσματος μετέχων πρὸ τῆς παρακοῆς, ἅπαντα ταῦτα ἑώρα τοῖς πνευματικοῖς ὀφθαλμοῖς; Ταῦτα δὲ οὐχ ἁπλῶς νῦν μηνύω, ἀλλ᾽ ἵνα ἐντεῦθεν ἤδη καὶ τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν καταμάθητε, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἀγγελικὸν αὐτῷ βίον ἐξ ἀρχῆς χαρισάμενος, καὶ μυρίας εἰς αὐτὸν εὐεργεσίας παραθέμενος, καὶ μετὰ τῶν ἄλλων ἁπάντων καὶ προφητικοῦ χαρίσματος αὐτὸν ἀξιώσας, καὶ τοῦ ἀνθρώπου δὲ τὴν μετὰ τοσαύτας εὐεργεσίας ῥᾳθυμίαν ἰδόντες, μηκέτι ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγητε, ἀλλὰ τούτῳ τὸ πᾶν λογίζησθε.

Αὐτὸς γὰρ ἑαυτῷ πάντων αἴτιος γέγονε τῶν κακῶν, ὡς καὶ μετὰ ταῦτα μαθήσεσθε, καὶ τῆς ἐκπτώσεως τῶν τοσούτων ἀγαθῶν καὶ τῆς καταδίκης, ἣν διὰ τὴν παρακοὴν ὑπέμεινεν.

Ὅταν γὰρ ἐννοήσω τῆς διαγωγῆς αὐτοῦ τὴν κατάστασιν, ἣν ὁ Δεσπότης αὐτῷ ἐχαρίσατο, οὕτω δαψιλεῖς εἰς αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος· καὶ πρῶτον μὲν, ὅτι, καὶ πρὸ τῆς αὐτοῦ διαπλάσεως, τοῦτον ὅλον τῆς κτίσεως κόσμον δι᾽ αὐτὸν παρήγαγε, καὶ τότε αὐτὸν ἐδημιούργησεν, ἵνα γενόμενος ἀπολαύσῃ πάντων τῶν ὁρωμένων· εἶτα τὸν παράδεισον γενέσθαι προστάξας, ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι ἐβουλήθη, χωρίσας τῶν ἀλόγων ζώων, καὶ πάντων αὐτῷ τὴν ἐξουσίαν δεδωκὼς, καθάπερ δεσπότην τινὰ δούλοις καὶ ὑπηκόοις τὰ ὀνόματα θεῖναι πᾶσιν ἐπέταξεν· εἶτα ἐπειδὴ μόνος ὢν ἐδεῖτό τινος τῆς αὐτῆς αὐτῷ κοινωνοῦντος οὐσίας βοηθοῦ, οὐδὲ τοῦτο παρέλιπεν, ἀλλὰ τὴν γυναῖκα παραγαγὼν, καθ᾽ ὃν αὐτὸς ἐβουλήθη τρόπον, ἐνεχείρισεν αὐτῷ ταύτην, καὶ μετὰ τούτων ἁπάντων καὶ προφητείας αὐτῷ ἀξίωμα χαρισάμενος· καὶ μετὰ τὰς ἀφάτους ταύτας εὐεργεσίας καὶ τὸ κεφάλαιον ἁπάντων ἐδωρήσατο, πάντων αὐτὸν ἐλευθερώσας τῶν τοῦ σώματος φροντίδων, καὶ μήτε ἱματίων περιβολῆς, μήτε ἑτέρας τινὸς χρείας δεῖσθαι συγχωρήσας, ἀλλὰ, καθάπερ ἔφθην εἰπὼν, ὡς ἄγγελον ἐπίγειον, οὕτως αὐτὸν ἐπὶ τῆς γῆς διάγειν βουληθείς· ὅταν τοίνυν πάντα ταῦτα λογίσωμαι, καὶ τοῦ Δεσπότου ἐκπλήττομαι τὴν περὶ τὸ γένος τὸ ἡμέτερον φιλανθρωπίαν, καὶ τοῦ ἀνθρώπου τὴν ῥᾳθυμίαν, καὶ τοῦ διαβόλου τὴν βασκανίαν· οὐ γὰρ ἤνεγκεν ὁ πονηρὸς δαίμων ὁρῶν ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὴν διαγωγήν.

εʹ. Ἀλλ᾽ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, εἰ δοκεῖ, τὰ κατὰ τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλὴν εἰς τὴν ἑξῆς ταμιευσάμενοι, ἐνταῦθα καταπαύσωμεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μεμνῆσθαι τῶν εἰρημένων μετὰ ἀκριβείας, καὶ καθ᾽ ἑαυτοὺς ἅπαντα ἀναλογίζεσθαι, ἵνα ἔχητε αὐτὰ ἐνιδρυμένα ταῖς διανοίαις ταῖς ὑμετέραις. Ἐὰν γὰρ συνεχῶς ἀναμιμνησκώμεθα τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὧν εἰς τὴν ἡμετέραν φύσιν κατέθετο, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν προτροπὴ ἡμῖν μεγίστη τοῦτο γενήσεται. Ὁ γὰρ τῶν εὐεργεσιῶν μεμνημένος τοῦ Θεοῦ, δηλονότι σπουδάσει μὴ ἀνάξιον ἑαυτὸν ἀποφῆναι, ἀλλὰ τοσαύτην ἐπιδείξασθαι τὴν σπουδὴν, καὶ τὴν εὐγνωμοσύνην, ὡς καὶ ἑτέρων πάλιν ἀξιωθῆναι.

Φιλότιμος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ ἐπειδὰν ἴδῃ περὶ τὰ ἤδη ἡμῖν ὑπάρξαντα παρ᾽ αὐτοῦ εὐγνώμονας γενομένους, πολλὴν ἐπιδαψιλεύεται τὴν χάριν, καὶ μειζόνων ἡμᾶς πάλιν ἀξιοῖ τῶν δωρεῶν· μόνον ἐὰν ἡμεῖς τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες μὴ ἁπλῶς τὸν χρόνον παρατρέχωμεν, μηδὲ τοῦτο σκοπῶμεν, εἰ τὸ ἥμισυ τῆς ἁγίας Τεσσαρακοστῆς παρέδραμεν, ἀλλ᾽ εἴ τινα ἡμῖν κατώρθωται ἐν τούτῳ τῷ χρόνῳ, καὶ εἴ τι τῶν ἐνοχλούντων ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μέλλοιμεν καθ᾽ ἑκάστην ἡμέραν τῆς πνευματικῆς διδασκαλίας ἀπολαύοντες οἱ αὐτοὶ διαμένειν, καὶ μὴ ἐπιδιδόναι πρὸς ἀρετὴν, μηδὲ τὰ τῆς κακίας εἴδη ἐξορίζειν τῆς ἑαυτῶν ψυχῆς, οὐ μόνον ἡμῖν οὐδὲν ὄφελος ἔσται, ἀλλὰ καὶ πλείων ἡ βλάβη. Ὅταν γάρ τις καὶ ἐπιμελείας τοσαύτης ἀπολαύων μηδὲν κερδαίνῃ, μεῖζον ἑαυτῷ ἐπισωρεύει τὸ τῆς γεέννης πῦρ. Διὸ, παρακαλῶ, κἂν τῷ ὑπολειπομένῳ χρόνῳ τῆς νηστείας εἰς δέον χρησώμεθα, καὶ καθ᾽ ἑκάστην ἑβδομάδα, μᾶλλον δὲ καθ᾽ ἑκάστην ἡμέραν ἑαυτοὺς περισκοπῶμεν, καὶ τὰ μὲν ἐλαττώματα ἡμῶν ἐξορίζωμεν τῆς ἑαυτῶν ψυχῆς, κατορθωμάτων δὲ κτῆσιν προσλαμβάνωμεν, καθάπερ ὁ προφήτης παρῄνεσεν, καὶ ἐκκλίνωμεν ἀπὸ τῶν κακῶν, καὶ μετέλθωμεν ἐπὶ τὴν ἀρετήν· αὕτη γὰρ ἡ ἀληθὴς νηστεία. Ὁ θυμώδης τὸ μὲν πάθος τὸ ἐνοχλοῦν εὐσεβεῖ λογισμῷ ἐξοριζέτω τῆς ψυχῆς, πραότητα δὲ καὶ ἐπιείκειαν ἀσπαζέσθω.

Ὁ ῥᾴθυμος καὶ ἀκόλαστος, καὶ μετὰ ἀδείας πρὸς τὰ κάλλη τῶν σωμάτων ἐπτοημένος, χαλινώσας αὑτοῦ τὸν λογισμὸν, καὶ τὸν νόμον τοῦ Χριστοῦ εἰς τὸ πλάτος αὑτοῦ τῆς διανοίας ἐγγράψας, τὸν λέγοντα, Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ, τὸ μὲν τῆς ἀκολασίας πάθος φυγαδευέτω, τὴν δὲ σωφροσύνην κατορθούτω.

Ὁ προπετὴς ἐν γλώσσῃ καὶ ἁπλῶς τὰ ἐπιόντα φθεγγόμενος, μιμείσθω πάλιν τὸν μακάριον προφήτην καὶ λεγέτω· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· καὶ μηδέποτε ἁπλῶς καὶ ὡς ἔτυχε προφερέτω τὰ ῥήματα, ἀλλ᾽ ἀκουέτω Παύλου λέγοντος· Πᾶσα κραυγὴ, καὶ θυμὸς, καὶ βλασφημία, καὶ αἰσχρολογία, καὶ εὐτραπελία ἀρθήτω ἀφ᾽ ὑμῶν, σὺν πάσῃ κακίᾳ· καὶ πάλιν· Εἴ τις λόγος ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.

Καὶ τοὺς ὅρκους δὲ παντελῶς φευγέτω, ἀκούων τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι Ἐῤῥήθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Μὴ τοίνυν μοι λέγε, ὅτι Ἐπὶ δικαίῳ ὄμνυμι· οὐκ ἔξεστι γὰρ οὔτε ἐπὶ δικαίῳ, οὔτε ἐπὶ ἀδίκῳ ὀμνύναι. Καθαρὸν τοίνυν τηρῶμεν ὅρκῳ τὸ στόμα, καὶ τούτοις ἅπασι τειχίζωμεν ἡμῶν καὶ τὴν γλῶτταν, καὶ τὰ χείλη, καὶ τὴν διάνοιαν, ὥστε μὴ ἔνδοθεν τίκτεσθαί τι τῶν πονηρῶν λογισμῶν, μήτε διὰ γλώττης προφέρεσθαι.

Καὶ τὰς ἀκοὰς δὲ ἀσφαλῶς ἀποφράττωμεν, ὥστε μήτε ἀκοὴν ματαίαν παραδέχεσθαι, καθάπερ ὁ μακάριος Μωϋσῆς παρήγγειλε λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ· καὶ πάλιν ὁ μακάριος Δαυῒδ ἔλεγε· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἶδες, ἀγαπητὲ, ὅσης ἡμῖν ἀγρυπνίας χρεία, ὅσου πόνου πρὸς τὴν ἀρετήν; πῶς καὶ βραχὺ μέρος ἀμεληθὲν, ὁλόκληρον ἡμῖν ἐπάγει τὸν κίνδυνον; Διὰ τοῦτο καὶ ἑτέρωθι ἐβόα ὁ μακάριος Δαυῒδ ἐγκαλῶν τῷ τοῦτο ποιοῦντι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ἐὰν οὕτως ἡμῶν ἅπαντα τὰ μέλη τειχίσωμεν, δυνησόμεθα καὶ πρὸς τὰ τῆς ἀρετῆς ἔργα διεγερθῆναι, καὶ τὴν μὲν γλῶτταν πρὸς δοξολογίαν καὶ ὕμνους τοὺς εἰς τὸν τῶν ὅλων Θεὸν ἀπασχολεῖν, τὴν δὲ ἀκοὴν πρὸς ἀκρόασιν καὶ μάθησιν τῶν θείων λογίων, καὶ τὴν διάνοιαν πρὸς τὴν κατανόησιν τῶν πνευματικῶν διδαγμάτων, καὶ τὰς χεῖρας μὴ πρὸς ἁρπαγὴν καὶ πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην καὶ τὴν τῶν ἀγαθῶν πράξεων ἐργασίαν, καὶ τοὺς πόδας μὴ εἰς θέατρα καὶ ἱπποδρομίας, καὶ τὰς ἐπιβλαβεῖς θεωρίας, ἀλλ᾽ εἰς ἐκκλησίαν καὶ εἰς εὐκτηρίους οἴκους, καὶ πρὸς τὰς τῶν ἁγίων μαρτύρων θήκας, ἵνα τὴν παρ᾽ αὐτῶν εὐλογίαν καρπούμενοι, ἀχειρώτους ἑαυτοὺς καταστήσωμεν ταῖς τοῦ διαβόλου παγίσιν.

Ἐὰν οὕτως ὦμεν μεμεριμνημένοι, καὶ τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες, δυνησόμεθα καὶ τὸ ἀπὸ τῆς νηστείας κέρδος καρπώσασθαι, καὶ τὰς τοῦ Πονηροῦ μηχανὰς διαφυγεῖν, καὶ πολλὴν τὴν ἄνωθεν ῥοπὴν ἐπισπάσασθαι· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.