Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΙΣΤ΄-ΙΗ΄: Η πτώση των Πρωτοπλάστων και οι συνέπειες

Ανάλυση της απάτης του όφεως, της παράβασης της θείας εντολής, της έκπτωσης των Πρωτοπλάστων από τον Παράδεισο και της επιβολής των επιτιμίων της θνητότητας και του κόπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 17

ΟΜΙΛΙΑ Ιϛʹ. Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.» αʹ. Βούλομαι σήμερον, ἀγαπητοὶ, θησαυρὸν ὑμῖν πνευματικὸν ὑπανοῖξαι, μεριζόμενον, καὶ μηδέποτε δαπανώμενον· πάντας πλουτίζοντα, καὶ ἐν μηδενὶ ἐλαττούμενον, ἀλλὰ καὶ προστιθέμενον. Καθάπερ γὰρ ἐπὶ τοῦ αἰσθητοῦ θησαυροῦ κἂν μικρόν τι ψῆγμα λαβεῖν τις δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦτον.

Τοιαύτη γὰρ ἡ φύσις τοῦ θησαυροῦ τούτου· τοὺς ὑποδεχομένους εὐπόρους ἐργαζόμενος οὐδέποτε ἐλλείπει· πηγὴ γὰρ τοῦτον ἀναβλύζει τοῦ Πνεύματος τοῦ ἁγίου. Ὑμέτερον δ᾽ ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυλάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιάπτωτον διασώζειν, ἵνα μετ᾽ εὐκολίας δύνησθε παρακολουθεῖν τοῖς λεγομένοις, μόνον μετὰ σπουδῆς τὰ παρ᾽ ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν ἐπιζητοῦσα τοὺς μετὰ δαψιλείας ταύτην ὑποδεχομένους. Ἀκούσωμεν δὲ καὶ τῶν σήμερον ἀνεγνωσμένων, ἵνα μάθωμεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ συγκαταβάσει κέχρηται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. Ἐννόησόν μοι μακαριότητος ὑπερβολὴν, πῶς ἀνώτεροι ἦσαν τῶν σωματικῶν ἁπάντων, πῶς καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμενον· οὔτε γὰρ στέγης, οὔτε ὀρόφου, οὔτε ἱματίου, οὔτε ἄλλου οὐδενὸς τῶν τοιούτων ἐδέοντο. Καὶ οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ἡμῖν ἐπεσημήνατο ἡ θεία Γραφὴ, ἀλλ᾽ ἵνα μαθόντες τὴν ἄλυπον αὐτῶν ταύτην διαγωγὴν, καὶ τὸν ἀνώδυνον βίον, καὶ τὴν ἀγγελικὴν, ὡς εἰπεῖν, κατάστασιν, ἐπειδὰν ἴδωμεν μετὰ ταῦτα τούτων ἁπάντων ἐρήμους αὐτοὺς γενομένους, καὶ καθάπερ ἀπὸ πολλῆς πλούτου περιουσίας εἰς ἐλαχίστην πενίαν κατενεχθέντας, τῇ ῥᾳθυμίᾳ αὐτῶν τὸ πᾶν ἐπιγράψωμεν.

Ἀναγκαῖον δὲ ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι γυμνοὶ ἦσαν, καὶ οὐκ ᾐσχύνοντο (οὐδὲ γὰρ ᾔδεισαν ὅτι γυμνοὶ ἦσαν, τῆς δόξης τῆς ἀφάτου περιστελλούσης αὐτοὺς, καὶ παντὸς ἱματίου μᾶλλον αὐτοὺς κοσμούσης), φησίν· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος τῶν θηρίων πάντων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;

Ὅρα πονηροῦ δαίμονος βασκανίαν, καὶ πολύπλοκον μηχανήν. Ἐπειδὴ γὰρ εἶδεν ἐν τῇ ἀνωτάτω τιμῇ τυγχάνοντα τὸν δημιουργηθέντα ἄνθρωπον, καὶ οὐδὲν σχεδὸν ἔλαττον ἔχοντα τῶν ἀγγέλων, καθάπερ καὶ ὁ μακάριος Δαυΐδ φησιν, Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους· καὶ τοῦτο δὲ αὐτὸ τὸ Βραχὺ ἡ τῆς παρακοῆς ἁμαρτία εἰσήγαγε· μετὰ γὰρ τὴν παρακοὴν τοῦτο ἐφθέγξατο ὁ προφήτης· ὁρῶν τοίνυν ἄγγελον ἐπίγειον ἐπὶ γῆς τυγχάνοντα, καὶ ὑπὸ τῆς βασκανίας τηκόμενος ὁ ἀρχέκακος δαίμων, ἐπειδὴ αὐτὸς ἐν ταῖς ἄνω δυνάμεσι τελῶν, διὰ μοχθηρίαν προαιρέσεως καὶ κακίας ὑπερβολὴν ἐκ τοῦ ὕψους ἐκείνου ἐῤῥίφη κάτω, πολλῇ κέχρηται τῇ μηχανῇ, ὥστε τῆς εὐνοίας τοῦ Θεοῦ ἀποστερῆσαι τὸν ἄνθρωπον, καὶ ἀγνώμονα αὐτὸν ἀπεργασάμενος γυμνῶσαι τῶν τοσούτων ἀγαθῶν τῶν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν παρασχεθέντων αὐτῷ. Καὶ τί ποιεῖ; Εὑρὼν τὸ θηρίον τοῦτο, τὸν ὄφιν λέγω, τὰ ἄλλα θηρία τῇ φρονήσει νικῶντα, καθάπερ καὶ ὁ μακάριος Μωϋσῆς ἐμαρτύρησεν εἰπὼν, Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός· τούτῳ ὥσπερ ὀργάνῳ τινὶ χρώμενος, δι᾽ αὐτοῦ τὸ ἄπλαστον καὶ ἀσθενέστερον σκεῦος, τὴν γυναῖκα λέγω, διὰ τῆς ὁμιλίας εἰς τὴν ἑαυτοῦ ἀπάτην ἐκκαλεῖται. Καὶ εἶπε, φησὶν, ὁ ὄφις τῇ γυναικί.

Λογίζου, ἀγαπητὲ, ἐκ τούτου, πῶς οὐδὲν ἦν ἐν προοιμίοις φοβερὸν τῶν θηρίων τῶν γεγενημένων, οὔτε τῷ ἀνδρὶ, οὔτε τῇ γυναικὶ, ἀλλὰ τὴν ὑποταγὴν καὶ τὴν δεσποτείαν ἐπεγίνωσκον, καὶ καθάπερ νῦν τὰ ἥμερα, οὕτω καὶ τὰ ἄγρια καὶ ἀτίθασσα τότε χειροήθη ἐτύγχανεν.

βʹ. Ἀλλ᾽ ἴσως ἐνταῦθα διαπορήσειεν ἄν τις, καὶ μαθεῖν ζητήσειεν, εἰ καὶ τὸ θηρίον λόγου μετεῖχεν. Οὐ τοῦτο· μὴ γένοιτο· ἀλλ᾽ ἀεὶ ἀκολουθοῦντας τῇ Γραφῇ τοῦτο λογίζεσθαι χρὴ, ὅτι τὰ μὲν ῥήματα ἦν τοῦ διαβόλου τοῦ διὰ τὸν οἰκεῖον φθόνον πρὸς τὴν ἀπάτην ταύτην διεγερθέντος· τῷ δὲ θηρίῳ τούτῳ ὥσπερ ἐπιτηδείῳ ὀργάνῳ ἐχρήσατο, ἵνα δυνηθῇ τὸ δέλεαρ τῆς οἰκείας ἀπάτης ἐνιεὶς, ὑποσκελίσαι πρότερον μὲν τὴν γυναῖκα, ἅτε ἀεὶ εὐκολώτερον δυναμένην ἀπατηθῆναι, ἔπειτα δὲ δι᾽ αὐτῆς καὶ τὸν πρωτόπλαστον. Τῷ οὖν ἀλόγῳ τούτῳ χρησάμενος πρὸς τὴν τῆς ἐπιβουλῆς κατασκευὴν, δι᾽ αὐτοῦ τῇ γυναικὶ διαλέγεται, καί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;

Σκοπεῖτε ἐνταῦθα κακουργίας ὑπερβολὴν λεπτοτάτην. Τὸ μὴ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ ἐν τάξει συμβουλῆς καὶ ἐρωτήσεως εἰσάγει, καὶ ὡσανεὶ τὴν ὑπὲρ αὐτῶν κηδεμονίαν ποιούμενος· τοῦτο γάρ ἐστιν ἐνδεικνυμένου, τὸ λέγειν, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; μονονουχὶ λέγων ὁ πονηρὸς οὗτος δαίμων, Τίνος ἕνεκεν ἀπεστέρησεν ὑμᾶς τῆς τοσαύτης ἀπολαύσεως; διὰ τί οὐ συγχωρεῖ μετέχειν τῶν ἐν τῷ παραδείσῳ ἀγαθῶν, ἀλλὰ τῆς μὲν θέας τὴν ἀπόλαυσιν ἐδωρήσατο, οὐκ ἀφίησι δὲ μεταλαβεῖν, καὶ πλείονα καρπώσασθαι τὴν ἡδονήν; Τί ὅτι εἶπεν ὁ Θεός; Διὰ τί, φησὶ, τοῦτο; τί τὸ ὄφελος τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς, ὅταν μὴ ἐξῇ τῶν ἐν αὐτῷ ἀπολαύειν, ἀλλὰ ταύτῃ μάλιστα πλείονα τὴν ὀδύνην ἔχειν, ὅταν θέα μὲν ᾖ, ἀπόλαυσις δὲ ἡ ἀπὸ τῆς μεταλήψεως μὴ γίνηται; Εἶδες πῶς, καθάπερ δέλεαρ, διὰ τῶν ῥημάτων ἐνίησιν αὑτοῦ τὸν ἰόν; Δέον τὴν γυναῖκα ἐξ αὐτῆς τῆς ἐπιχειρήσεως κατανοῆσαι τῆς μανίας τὴν ὑπερβολὴν, καὶ ὅτι τὰ μὴ ὄντα ἐπίτηδες λέγει, καὶ ἐν τάξει δῆθεν κηδεμονίας, ἵνα μαθεῖν δυνηθῇ τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ἐνταλθέντα, καὶ οὕτω πρὸς τὴν παράβασιν αὐτοὺς ἑλκύσῃ. Δυναμένη τοίνυν εὐθέως συνιδεῖν αὐτοῦ τὴν ἀπάτην, καὶ ἀποστραφῆναι λοιπὸν τὴν πρὸς αὐτὸν διάλεξιν ὡς περιττὰ λέγοντα, καὶ μὴ ἑαυτὴν εἰς τοσαύτην ταπεινότητα καταγαγεῖν, οὐκ ἠθέλησεν.

Ἔδει μὲν γὰρ μηδὲ ἐξ ἀρχῆς ἀνασχέσθαι τῆς πρὸς αὐτὸν διαλέξεως, ἀλλ᾽ ἐκείνῳ μόνῳ διαλέγεσθαι, δι᾽ ὂν παρήχθη, καὶ κοινωνὸς κατὰ τὴν ἀξίαν γέγονε, καὶ εἰς βοήθειαν ἐδημιουργήθη. Ἐπειδὴ δὲ οὐκ οἶδ᾽ ὅπως παρασυρεῖσα ἠνέσχετο τῆς ὁμιλίας τῆς πρὸς τὸν ὄφιν, καὶ ἐδέχετο τὰ ὀλέθρια ῥήματα τοῦ διαβόλου διὰ τούτου ὡς δι᾽ ὀργάνου, ἀκόλουθον ἦν εὐθέως μαθοῦσαν ἐκ τῶν παρ᾽ αὐτοῦ λεχθέντων τὴν ἐναντίωσιν τῶν ῥημάτων, καὶ ὅτι ἕτερα μὲν ὁ δημιουργήσας προσέταξεν, ἕτερα δὲ οὗτος καὶ ἀπεναντίας τῷ δημιουργῷ ἔλεγεν, ἀποστραφῆναι καὶ φυγεῖν λοιπὸν τὴν πρὸς αὐτὸν ὁμιλίαν, καὶ βδελύξασθαι τὸν τολμήσαντα τὴν οἰκείαν γλῶσσαν ἀκονῆσαι κατὰ τῆς δοθείσης αὐτοῖς ἐντολῆς. Ἀλλὰ διὰ τὴν πολλὴν ἀπροσεξίαν οὐ μόνον οὐκ ἀπεστράφη, ἀλλὰ καὶ τὴν ἐντολὴν ἅπασαν αὐτῷ ἐκκαλύπτει, καὶ τοὺς μαργαρίτας τῷ χοίρῳ προτίθησι, καὶ πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· Μὴ βάλητε γὰρ, φησὶ, τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς· ὃ δὴ καὶ νῦν γέγονε. Παρέθηκε γὰρ τῷ χοίρῳ, τῷ πονηρῷ τούτῳ θηρίῳ, ἤτοι τῷ δαίμονι τῷ δι᾽ αὐτοῦ ἐνεργοῦντι, τοὺς θείους μαργαρίτας, καὶ οὐ μόνον αὐτοὺς κατεπάτησε, καὶ ἀντετάξατο τοῖς ῥηθεῖσιν, ἀλλὰ καὶ στραφεὶς οὐκ αὐτὴν μόνον, ἀλλὰ μετ᾽ αὐτῆς καὶ τὸν πρωτόπλαστον εἰς τὸ τῆς παρακοῆς ῥῆγμα κατήγαγε.

Τοσοῦτόν ἐστι κακὸν ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν ἐκκαλύπτειν τὰ θεῖα μυστήρια. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀδιαφόρως πρὸς ἅπαντας διαλεγόμενοι. Οὐδὲ γὰρ ἐκεῖ περὶ χοίρου αἰσθητοῦ ὁ Χριστὸς λέγει, ἀλλὰ τοὺς χοιρώδεις τῶν ἀνθρώπων αἰνιττόμενος, καὶ ὁμοίως τοῖς ἀλόγοις ἐγκυλινδουμένους τῷ τῆς ἁμαρτίας βορβόρῳ, παιδεύων ἡμᾶς εἰδέναι καὶ προσώπων διαφορὰν, καὶ πολιτείας ἐπιζητεῖν ἀκρίβειαν, ἡνίκα ἂν δέῃ τι τῶν θείων λογίων ἐκκαλύπτειν, ἵνα μὴ κἀκείνους καὶ ἑαυτοὺς λυμαινώμεθα. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον οὐδὲν κερδαίνουσιν ἀπὸ τῶν λεγομένων, ἀλλὰ καὶ τοὺς ἀνεξετάστως παραθέντας τοὺς καλοὺς τούτους μαργαρίτας, εἰς τὸ αὐτὸ αὐτοῖς βάραθρον τῆς ἀπωλείας πολλάκις κατήγαγον. Διὸ χρὴ μετὰ ἀκριβείας ταῦτα παραφυλάττεσθαι, ἵνα μὴ τὰ αὐτὰ τοῖς νῦν ἀπατηθεῖσιν ὑπομένωμεν. Εἰ γὰρ καὶ νῦν ἡ γυνὴ ἐβουλήθη τοὺς θείους μαργαρίτας μὴ προθεῖναι τῷ χοίρῳ, οὐκ ἂν οὔτε αὐτὴ εἰς τὸν κρημνὸν τοῦτον κατηνέχθη, οὔτε τὸν ἄνδρα συγκατέσπασεν.

γʹ. Ἀλλ᾽ ἀκούσωμεν τί πρὸς αὐτὸν ἀποκρίνεται. Εἰπόντος γὰρ ἐκείνου, Τί ὅτι εἶπεν ὁ Θεὸς, Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου οὐ μὴ φάγητε; φησὶν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγησθε, οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Εἶδες κακουργίαν; Εἶπε τὸ μὴ ὂν, ἵνα ἐκκαλεσάμενος αὐτὴν εἰς διάλεξιν μάθῃ τὸ ὄν. Ἡ γὰρ γυνὴ λοιπὸν, ὡς εὐνοϊκῶς περὶ αὐτὴν διακειμένου, θαῤῥήσασα πᾶσαν ἐκκαλύπτει τὴν ἐντολὴν, καὶ λέγει πάντα μετὰ ἀκριβείας, καὶ δι᾽ ὧν ἀπεκρίνατο πάσης ἑαυτὴν ἀποστερεῖ ἀπολογίας. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὦ γύναι; Εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου. Δέον σὲ ὡς ἐναντία εἰρηκότα ἀποστραφῆναι καὶ εἰπεῖν πρὸς αὐτόν· Ἄπαγε, ἀπατεὼν εἶ σὺ, οὐκ οἶσθα οὐδὲ τῆς ἐντολῆς τῆς δεδομένης ἡμῖν τὴν δύναμιν, οὐδὲ τῆς ἀπολαύσεως τὸ μέγεθος, οὐδὲ τὴν δαψίλειαν τῆς χορηγίας. Σὺ μὲν γὰρ ἔφης εἰρηκέναι τὸν Θεὸν, ἀπὸ μηδενὸς ξύλου ἡμᾶς ἀπογεύσασθαι, ὁ δὲ Δεσπότης καὶ Δημιουργὸς διὰ πολλὴν ἀγαθότητα πάντων ἡμῖν ἀνεὶς τὴν ἀπόλαυσιν καὶ τὴν ἐξουσίαν, ἑνὸς μόνου ἀποσχέσθαι ἐκέλευσε, καὶ τοῦτο πάλιν διὰ τὴν περὶ ἡμᾶς κηδεμονίαν, ὥστε μὴ μετασχόντας ἁλῶναι θανάτῳ.

Δέον, εἴπερ εὐγνώμων ἦν, ταῦτα πρὸς αὐτὸν εἰποῦσα τὰ ῥήματα, πάντη ἀποστραφῆναι, καὶ μηκέτι μήτε διαλεχθῆναι, μήτε ἀκοῦσαί τι τῶν παρ᾽ αὐτοῦ λεγομένων· ἀλλὰ τὴν ἐντολὴν ἐκκαλύψασα καὶ εἰποῦσα τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ῥηθέντα, ἄλλην δέχεται παρ᾽ αὐτοῦ συμβουλὴν ὀλεθρίαν καὶ θανάσιμον. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ἀπὸ παντὸς τοῦ ξύλου τοῦ παραδείσου φαγόμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγητε ἀπ᾽ αὐτοῦ, οὐδ᾽ οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε· πάλιν ὁ πονηρὸς καὶ ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας ἐναντίαν τῷ Δεσπότῃ τὴν συμβουλὴν εἰσάγει.

Τοῦ γὰρ φιλανθρώπου Θεοῦ διὰ πολλὴν κηδεμονίαν τὴν μετάληψιν κωλύσαντος, ἵνα μὴ διὰ τῆς παρακοῆς θνητοὶ γένωνται, οὗτός φησι τῇ γυναικί· Οὐ θανάτῳ ἀποθανεῖσθε. Ποίας ἄν τις ἀξιώσειε συγγνώμης τὴν γυναῖκα, ὅτι ὅλως κἂν ὑποσχεῖν ἠνέσχετο τὰς ἀκοὰς τῷ οὕτω τολμηρὰ φθεγγομένῳ; Εἰπόντος γὰρ τοῦ Θεοῦ, Μὴ ἅψησθε, ἵνα μὴ ἀποθάνητε, οὗτός φησιν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Εἶτα οὐκ ἀρκεσθεὶς τῷ ἀντιφθέγξασθαι τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, καὶ ὡς φθονερὸν διαβάλλει τὸν Δημιουργὸν, ἵν᾽ οὕτω τὴν ἀπάτην εἰσαγαγεῖν δυνηθείη, καὶ τὴν γυναῖκα ὑποσκελίσας τὸν οἰκεῖον σκοπὸν ἀποπληρώσῃ. Οὐ θανάτῳ, φησὶν, ἀποθανεῖσθε. ᾜδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἰδοὺ τὸ δέλεαρ ἅπαν. Πληρώσας γὰρ τὴν κύλικα δηλητηρίου φαρμάκου, ἐπέδωκε τῇ γυναικὶ, ἡ δὲ τὸ θανάσιμον ἰδεῖν οὐ βουληθεῖσα (ἐδύνατο γὰρ, εἴπερ ἐβούλετο, ἐκ προοιμίων τοῦτο γνῶναι), ἀλλ᾽ ἀκούσασα παρ᾽ αὐτοῦ, ὅτι Διὰ τοῦτο τὴν μετάληψιν ἐκώλυσεν ὁ Θεὸς, ἐπειδὴ ᾜδει ὅτι διανοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρὸν, τῇ ἐλπίδι τῆς ἰσοθεΐας φυσηθεῖσα, μεγάλα ἦν λοιπὸν φανταζομένη. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Ἐχθροῦ μηχανήματα· ὅταν εἰς πολὺ ὕψος διὰ τῆς ἀπάτης ἀναγάγῃ, τὸ τηνικαῦτα εἰς τὸν βαθὺν κρημνὸν κατάγει.

Φαντασθεῖσα γὰρ ἰσοθεΐαν, ἐπὶ τὴν μετάληψιν ἔσπευδε, καὶ ἐκεῖ λοιπὸν ἔτεινε καὶ τὸν λογισμὸν καὶ τὴν διάνοιαν, καὶ οὐδὲν ἕτερον περιεσκόπει, ἢ πῶς τὴν κύλικα ἐκπίῃ, τὴν παρὰ τοῦ πονηροῦ δαίμονος κερασθεῖσαν. Μετὰ γὰρ τὸ δέξασθαι τὸν ὀλέθριον ἐκεῖνον ἰὸν διὰ τῆς συμβουλῆς τοῦ ὄφεως, ἵνα μάθῃς ὅτι περὶ τούτων τὴν σπουδὴν εἶχεν, ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι· καὶ ἔλαβεν ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγεν. Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.

Διὰ τί γὰρ πρὸ τῆς συμβουλῆς τοῦ πονηροῦ δαίμονος ἐκείνου μηδὲν τοιοῦτον ἔπαθε, μηδὲ κατενόησε τὸ ξύλον, μηδὲ εἶδεν αὐτοῦ τὴν ὡραιότητα; Ἐπειδὴ ἐδεδοίκει τοῦ Θεοῦ τὴν ἐντολὴν, καὶ τὸ μέλλον ἐπιτίμιον ἔσεσθαι ἐκ τῆς μεταλήψεως· νυνὶ δὲ ἐπειδὴ ἠπατήθη παρὰ τοῦ πονηροῦ θηρίου τούτου, ὅτι οὐ μόνον τοῦτο πείσονται, ἀλλὰ καὶ ἰσόθεοι ἔσονται, τότε λοιπὸν ἡ ἐλπὶς τῆς ὑποσχέσεως ἐπὶ τὴν μετάληψιν αὐτὴν παρώρμησε, καὶ οὐκ ἀνασχομένη μεῖναι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τὸν ἐχθρὸν καὶ πολέμιον τῆς σωτηρίας τῆς ἡμετέρας ἀξιοπιστότερον εἶναι νομίσασα τῶν παρὰ τοῦ Θεοῦ ῥημάτων, ἐμάνθανε διὰ τῆς πείρας αὐτῆς μετ᾽ οὐ πολὺ τῆς συμβουλῆς τὸ ὀλέθριον, καὶ τὴν ἐκ τῆς μεταλήψεως καταληψομένην αὐτοὺς συμφοράν. Ἰδοῦσα γὰρ, φησὶν, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ τοῖς ὀφθαλμοῖς ἀρεστὸν ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, λογισαμένη πρὸς ἑαυτὴν, ἴσως ἐκ τῆς παρὰ τοῦ διαβόλου ἀπάτης, ἣν διὰ τοῦ ὄφεως αὐτῇ προσήγαγεν· Εἰ καὶ εἰς βρῶσιν καλὸν τὸ ξύλον, καὶ τοὺς ὀφθαλμοὺς οὕτω τέρπειν δύναται, καὶ ὡραιότης τίς ἐστιν ἄφατος ἐν αὐτῷ, παρέχει δὲ ἡμῖν ἡ τούτου μετάληψις καὶ τὴν ἀνωτάτω τιμὴν, καὶ τὴν αὐτὴν ἀξίαν τῷ Δημιουργῷ ἕξομεν, τίνος ἕνεκεν οὐ μεταληψόμεθα τούτου;

δʹ. Εἶδες πῶς αὐτὴν αἰχμάλωτον ὁ διάβολος ἀπήγαγε, καὶ ὑπέσυρε τὸν λογισμὸν, καὶ παρεσκεύασε μείζονα τῆς οἰκείας ἀξίας φρονῆσαι, ἵνα κεναῖς ἐλπίσι φυσωμένη ἐκπέσῃ καὶ τῶν ἤδη παρασχεθέντων; Καὶ ἔλαβε, φησὶν, ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν, ὅτι γυμνοὶ ἦσαν. Τί πεποίηκας, ὦ γύναι; Οὐ μόνον αὐτὴν τὴν ὀλεθρίαν συμβουλὴν δεξαμένη τὸν παρὰ τοῦ Θεοῦ δεδομένον νόμον κατεπάτησας, καὶ ἐξύβρισας εἰς τὴν ἐντολὴν, καὶ τοσαύτῃ ἐχρήσω τῇ ἀκρασίᾳ, ὡς μὴ ἀρκεσθῆναι τῇ τοσαύτῃ ἀπολαύσει, ἀλλὰ καὶ τοῦ ἑνὸς ξύλου, οὗ προσέταξεν ὁ Δεσπότης μὴ ἐφάψασθαι, ἐτόλμησας ἐπιλαβέσθαι, καὶ ἐπίστευσας τοῖς παρὰ τοῦ ὄφεως εἰρημένοις, καὶ ἀξιοπιστοτέραν τὴν τούτου συμβουλὴν ἐνόμισας τῆς παρὰ τοῦ δημιουργήσαντος δοθείσης ἐντολῆς, καὶ τοσαύτην ἀπατηθεῖσα ἀπάτην, ὡς μηδὲ συγγνώμης εἶναι ἀξίαν; Μὴ γὰρ ὁμογενής σοι ἦν ὁ τὴν συμβουλὴν εἰσαγαγών; Τῶν ὑποτεταγμένων ἐτύγχανε, τῶν δούλων τῶν ὑπὸ τὴν σὴν ἐξουσίαν τυγχανόντων.

Τίνος ἕνεκεν οὕτω σαυτὴν κατῄσχυνας, καὶ ἐκεῖνον καταλιποῦσα, δι᾽ ὃν ἐδημιουργήθης, ᾧ πρὸς βοήθειαν παρήχθης, ᾧ κοινωνὸς τῆς ἀξίας ἐγένου, καὶ ὁμοούσιος, καὶ ὁμόφωνος, τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν κατεδέξω, καὶ διὰ τοῦ θηρίου τούτου τὴν παρὰ τοῦ διαβόλου δέξασθαι συμβουλὴν, καὶ φανερῶς ἀπεναντίας οὖσαν τῆς τοῦ δημιουργήσαντος νομοθεσίας, οὐδὲ οὕτως ἀπεστράφης, ἀλλὰ τῇ ἐλπίδι τῆς ὑποσχέσεως κατετόλμησας τῆς μεταλήψεως; Ἔστω τοίνυν· σαυτὴν εἰς τοσοῦτον κρημνὸν κατήγαγες, καὶ τῆς τιμῆς τῆς ὑπερβαλλούσης ἀπεστέρησας· τίνος ἕνεκεν καὶ τὸν ἄνδρα κοινωνὸν λαμβάνεις τοῦ χαλεποῦ τούτου πταίσματος, καὶ ᾧ βοηθὸς εἶναι ἐτάχθης, τούτου ἐπίβουλος γίνῃ, καὶ διὰ μικρᾶς βρώσεως τῆς εὐνοίας τῆς παρὰ τοῦ Θεοῦ ἀλλοτριοῖς κἀκεῖνον μετὰ σαυτῆς; Ποία μανίας ὑπερβολὴ εἰς τοσαύτην σε τὴν τόλμαν ἤγαγεν; Οὐκ ἤρκει σοι τὸν ἀταλαίπωρον ζῇν βίον, τὸ σῶμα μὲν περικεῖσθαι, μηδενὸς δὲ δεῖσθαι τῶν σωματικῶν; τὸ πάντων τῶν ἐν τῷ παραδείσῳ ἀπολαύειν πλὴν ἑνὸς ξύλου; τὸ πάντα τὰ ὁρώμενα ὑπὸ τὴν ἐξουσίαν εἶναι τὴν ὑμετέραν, καὶ τὴν κατὰ πάντων ἀρχὴν κεκτῆσθαι; ἀλλ᾽ ἀπατηθεῖσα ταῖς ἐλπίσι προσεδόκησας καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω κορυφὴν ἥξειν;

Διὰ τοῦτο μαθήσῃ δι᾽ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ μόνον ἐκείνων οὐκ ἐπιτεύξῃ, ἀλλὰ καὶ πάντων τῶν ἤδη δεδομένων ἀποστερήσεις καὶ σαυτὴν, καὶ τὸν ἄνδρα, καὶ εἰς τοσαύτην ἥξετε μεταμέλειαν ὡς ὑμᾶς μὲν ἄπρακτα μεταγινώσκειν, τὸν δὲ πονηρὸν δαίμονα τὸν τὴν ὀλεθρίαν ταύτην συμβουλὴν εἰσαγαγόντα ἐπιγελᾷν, καὶ ἐπεμβαίνειν, ἅτε δὴ λοιπὸν κειμένοις, καὶ τὰ αὐτὰ ἐκείνῳ πεπονθόσι. Καθάπερ γὰρ ἐκεῖνος τὰ ὑπὲρ τὴν ἀξίαν φρονήσας, καὶ τῆς παρασχεθείσης ἀξίας ἐξεβλήθη, καὶ ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατηνέχθη· τὸ αὐτὸ δὴ καὶ ὑμᾶς ἐργάσασθαι ἐβουλήθη, καὶ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς εἰς τὸ τοῦ θανάτου ἐπιτίμιον ἀγαγεῖν, καὶ τὸν οἰκεῖον φθόνον πληρῶσαι, καθὼς καὶ σοφός τις ἔλεγε· Φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. Καὶ ἔδωκε, φησὶ, καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Πολλὴ καὶ τοῦ ἀνδρὸς ἡ ῥᾳθυμία. Εἰ γὰρ καὶ ὁμογενὴς ἦν, καὶ γυνὴ ἦν, ἀλλ᾽ ἐχρῆν ἔναυλον ἔχοντα τοῦ Θεοῦ τὴν ἐντολὴν, προτιμοτέραν ταύτην ποιήσασθαι τῆς ἀκαίρου ἐπιθυμίας ἐκείνης, καὶ μὴ κοινωνῆσαι τῆς παραβάσεως, μηδὲ διὰ βραχεῖαν ἡδονὴν τῶν τοσούτων ἀγαθῶν ἑαυτὸν ἀποστερῆσαι, καὶ προσκροῦσαι τῷ οὕτως εὐεργέτῃ, καὶ τοσαύτην φιλανθρωπίαν ἐπιδειξαμένῳ, καὶ οὕτως ἀνώδυνον καὶ μόχθου παντὸς ἀπηλλαγμένον βίον χαρισαμένῳ.

Μὴ γὰρ οὐκ ἐξῆν τῶν ἄλλων ἁπάντων τῶν ἐν τῷ παραδείσῳ μετὰ δαψιλείας ἀπολαύειν; τίνος ἕνεκεν οὕτως εὔκολον οὖσαν τὴν ἐντολὴν φυλάξαι οὐδὲ αὐτὸς ἐβουλήθης; Ἀλλ᾽ ἴσως ἀκούσας παρὰ τῆς γυναικὸς τῆς ὀλεθρίου συμβουλῆς τὴν ὑπόσχεσιν, καὶ τῇ ἐλπίδι καὶ αὐτὸς φυσηθεὶς, ἑτοίμως ἐκοινώνησας τῆς βρώσεως. Διὰ τοῦτο καὶ τὸ ἐπιτίμιον ἀμφοτέρους διαδέχεται, καὶ τῶν πραγμάτων ἡ πεῖρα διδάξει ὑμᾶς, μὴ τοῦ Θεοῦ ἀξιοπιστοτέραν ἡγεῖσθαι τὴν τοῦ πονηροῦ δαίμονος συμβουλήν. Καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν.

εʹ. Ζήτημα μέγιστον ἡμῖν ἐντεῦθεν τίκτεται, ὅπερ πρώην ὑπεσχόμην τῇ ὑμετέρᾳ ἀγάπῃ. Δικαίως γὰρ ἄν τις ἔροιτο, τίνα ἰσχὺν εἶχε τὸ ξύλον ἐκεῖνο, ὥστε τὴν ἐξ αὐτοῦ βρῶσιν τοὺς ὀφθαλμοὺς αὐτῶν διανοῖξαι, καὶ διὰ τί γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται. Καὶ εἰ βούλεσθε, ἀνάσχεσθε· μικρὰ γὰρ ὑμῖν καὶ περὶ τούτου διαλεχθῆναι βούλομαι, καὶ διδάξαι τὴν ὑμετέραν ἀγάπην, ὅτι εἰ βουληθείημεν εὐγνωμόνως δέχεσθαι τὰ ἐν τῇ θείᾳ Γραφῇ λεγόμενα, οὐδὲν ἡμῖν τῶν εἰρημένων δυσχερὲς φανεῖται. Οὐδὲ γὰρ ἡ ἐκ τοῦ ξύλου βρῶσις αὐτῶν τοὺς ὀφθαλμοὺς διήνοιξε· καὶ γὰρ καὶ πρὸ τῆς βρώσεως ἔβλεπον· ἀλλ᾽ ἐπειδὴ ἡ τούτου βρῶσις παρακοῆς ἦν ὑπόθεσις, καὶ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης ἐντολῆς παράβασις, δι᾽ ἣν αἰτίαν λοιπὸν καὶ τὴν δόξαν τὴν περιστέλλουσαν αὐτοὺς ἀφῃρέθησαν, ἀναξίους ἑαυτοὺς τῆς τιμῆς τῆς τοσαύτης καταστήσαντες· διὰ τοῦτο τῇ οἰκείᾳ συνηθείᾳ κατακολουθοῦσα ἡ Γραφή φησιν· Ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· διὰ τὴν παράβασιν τῆς ἐντολῆς γυμνωθέντες τῆς ἄνωθεν ῥοπῆς, αἴσθησιν λαμβάνουσι καὶ τῆς αἰσθητῆς γυμνότητος, ἵνα διὰ τῆς καταλαβούσης αὐτοὺς αἰσχύνης γνῶσιν ἀκριβῶς, εἰς οἷον αὐτοὺς ὄλισθον ἤγαγε τὸ παραβῆναι τὴν ἐντολὴν τοῦ Δεσπότου.

Οἱ γὰρ πρὸ τούτου τοσαύτης παῤῥησίας ἀπολαύσαντες, καὶ οὐδὲ εἰδότες ὅτι γυμνοὶ τυγχάνουσιν (οὐδὲ γὰρ ἦσαν γυμνοί· ἡ γὰρ ἄνωθεν δόξα παντὸς ἱματίου μᾶλλον αὐτοὺς περιέσκεπε), μετὰ δὲ τὴν βρῶσιν, τοῦτ᾽ ἔστι, μετὰ τὴν παράβασιν τῶν προσταχθέντων, εἰς τοσαύτην ταπεινότητα κατηνέχθησαν, ὡς σκέπην λοιπὸν ἐπιζητεῖν διὰ τὸ μὴ φέρειν τὴν αἰσχύνην. Ἡ γὰρ παράβασις τῆς ἐντολῆς ἐπεισελθοῦσα, τὸ ἱμάτιον ἐκεῖνο τὸ καινὸν καὶ παράδοξον, τὸ τῆς δόξης λέγω καὶ τῆς ἄνωθεν εὐνοίας, ὅπερ ἦσαν ἠμφιεσμένοι, περιελοῦσα, καὶ τῆς γυμνότητος αἴσθησιν παρέσχε, καὶ αἰσχύνῃ ἀφάτῳ περιέβαλε. Καὶ ἔῤῥαψαν, φησὶ, φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ἐννόησόν μοι, ἀγαπητὲ, ἀπὸ ποταποῦ ὕψους πῶς εἰς βαθὺν κρημνὸν αὐτοὺς κατήγαγεν ἡ παρὰ τοῦ διαβόλου συμβουλή. Οἱ γὰρ τοσαύτῃ δόξῃ περιεσταλμένοι, νῦν φύλλα συκῆς ῥάπτουσι, καὶ ποιοῦσιν ἑαυτοῖς περιζώματα. Τοῦτο τῆς τοῦ διαβόλου ἀπάτης τὸ κέρδος· αὕτη τῆς συμβουλῆς ἐκείνου ἡ μηχανὴ, τὸ μὴ μόνον τὰ μείζονα μὴ προξενῆσαι, ἀλλὰ καὶ τῶν ὄντων γυμνὸν καὶ ἔρημον ἀποφῆναι. Ἐπεὶ οὖν ἡ τοιαύτη πρόφασις τῆς βρώσεως τὴν παρακοὴν εἰργάσατο, διὰ τοῦτό φησιν ἡ Γραφὴ, Καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, οὐ περὶ τῶν αἰσθητῶν ὀφθαλμῶν φάσκουσα, ἀλλὰ περὶ τῆς κατὰ διάνοιαν αἰσθήσεως.

Ἐπειδὴ γὰρ παρέβησαν τὰ προστεταγμένα, αἰσθάνεσθαι αὐτοὺς λοιπὸν ἐποίησεν, ὧν πρότερον οὐκ ἐλάμβανον αἴσθησιν διὰ τὴν εὔνοιαν, ἣν περὶ αὐτοὺς ὁ Δεσπότης ἐπεδείκνυτο. Ὅταν οὖν ἀκούσῃς, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, τοῦτο νόει, ὅτι παρεσκεύασεν αὐτοὺς αἴσθησιν λαβεῖν λοιπὸν τῆς γυμνότητος, καὶ τῆς ἐκπτώσεως τῆς δόξης, ἧς πρὸ τῆς βρώσεως ἀπήλαυον. Ὅτι δὲ τοῦτο τῆς Γραφῆς ἐστι τὸ ἔθος, ἄκουε αὐτῆς καὶ ἀλλαχοῦ λεγούσης· ἡνίκα γὰρ ἡ παιδίσκη τῆς Σάῤῥας ἀποδιδράσκουσα τὴν δεσποτείαν ἐπλανᾶτο, ῥίψασα τὸ παιδίον πλησίον μιᾶς ἐλάτης, ἀπὸ διαστήματος περιεσκόπει τούτου τὴν τελευτὴν, καί φησι· Διήνοιξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς Ἅγαρ, οὐκ ἐπειδὴ πρὸ τούτου οὐκ ἔβλεπεν, ἀλλ᾽ ὅτι τὴν διάνοιαν αὐτῆς διήγειρεν. Ὁρᾷς ὅτι τὸ, Διήνοιξεν, οὐ περὶ τῶν σωματικῶν ὀφθαλμῶν λέγει, ἀλλὰ περὶ τῆς αἰσθήσεως τῆς κατὰ διάνοιαν;

Τὸ αὐτὸ ἂν εἴποιμεν καὶ περὶ τοῦ ἑτέρου ζητήματος τοῦ ἐντεῦθεν ἀνακύπτοντος. Φασὶ γάρ· Διὰ τί τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται; Καὶ γὰρ πολλοὶ τῶν φιλονείκως διακειμένων λέγειν ἐπιχειροῦσιν, ὅτι μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὴν γνῶσιν ἔσχεν ὁ Ἀδὰμ τοῦ διακρίνειν τὸ καλὸν καὶ τὸ χεῖρον· τοῦτο δὲ τῆς ἐσχάτης ἂν εἴη ἀνοίας. Διὰ τοῦτο γὰρ πρώην ταῦτα προορῶντες, τοσαῦτα περὶ τῆς σοφίας τῆς παρὰ τοῦ Θεοῦ παρασχεθείσης τῷ ἀνθρώπῳ διεξήλθομεν, δεικνύντες ταύτην ἐκ τῆς τῶν ὀνομάτων θέσεως, ἢν τοῖς θηρίοις πᾶσι, καὶ τοῖς πετεινοῖς, καὶ τοῖς ἀλόγοις ἐπέθηκεν, καὶ ὅτι μετὰ τῆς ἀφάτου ταύτης σοφίας καὶ προφητικοῦ χαρίσματος ἦν ἠξιωμένος, ἵνα μηδενὶ ἐξῇ τοῦτο λέγειν. Ὁ τοίνυν καὶ τὰς προσηγορίας ἐπιθεὶς, καὶ προφητεύσας τὴν οὕτω θαυμαστὴν προφητείαν περὶ τῆς γυναικὸς, καθάπερ ἤδη εἰρήκαμεν, πῶς ἂν ἠγνόει τί μὲν καλὸν, τί δὲ πονηρόν; Εἰ γὰρ δὴ τοῦτο καταδεξώμεθα (ὃ μὴ γένοιτο), πάλιν εἰς τὸν Δημιουργὸν τὰ τῆς βλασφημίας μετενεχθήσεται. Πῶς γὰρ καὶ ἐνετέλλετο ἀγνοοῦντι, ὅτι κακὸν ἡ παράβασις; Ἀλλ᾽ οὐκ ἔστι τοῦτο, μὴ γένοιτο· ἀλλ᾽ ᾔδει σαφῶς. Διὰ γὰρ τοῦτο ἐξ ἀρχῆς αὐτεξούσιον τουτὶ τὸ ζῶον κατεσκεύασεν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὔτε παραβάντα τὴν ἐντολὴν κολασθῆναι ἔδει, οὔτε φυλάξαντα ἀποδοχῆς ἀξιωθῆναι.

Ὅτι γὰρ διὰ τὴν παράβασιν θνητὸς γέγονε, δῆλον καὶ ἐξ αὐτῆς τῆς ἐντολῆς, καὶ ἐκ τῶν μετὰ ταῦτα συμβάντων. Ἄκουε γὰρ αὐτῆς τῆς γυναικὸς λαλούσης τῷ ὄφει· Ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, οὐ μὴ φάγεσθε ἀπ᾽ αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.

Ὥστε πρὸ τῆς βρώσεως ἀθάνατοι ἐτύγχανον· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν μετὰ τὴν βρῶσιν ἐν τάξει τιμωρίας αὐτοῖς ἐπήγαγε τὸν θάνατον. ϛʹ. Τίς ἂν οὖν ἀνάσχοιτο τῶν λέγειν βουλομένων, ὅτι μετὰ τὴν ἀπὸ τοῦ ξύλου βρῶσιν ἔσχε τὴν γνῶσιν τοῦ τε καλοῦ καὶ τοῦ πονηροῦ ὁ ἄνθρωπος, ὁπότε καὶ πρὸ τῆς βρώσεως τοσαύτης ἦν σοφίας πεπληρωμένος, καὶ μετὰ τῆς σοφίας καὶ προφητικοῦ χαρίσματος ἠξιωμένος;

Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, αἶγας μὲν καὶ πρόβατα, καὶ πᾶσαν τὴν τῶν ἀλόγων φύσιν εἰδέναι, ποία μὲν βοτάνη πρὸς τροφὴν ἐπιτηδεία, ποία δὲ ὀλεθρία, καὶ τῶν μὲν ἀπέχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς, ταῖς δὲ ἐπιτρέχειν· τὸν δὲ ἄνθρωπον, τὸ λογικὸν ζῶον, ἀγνοεῖν τί μὲν καλὸν, τί δὲ πονηρόν; Ἀλλ᾽ ἰδοὺ, φησὶ, ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ Γραφή. Οἶδα κἀγώ· ἀλλ᾽ ἐὰν τὰ ἰδιώματα τῆς θείας Γραφῆς μαθεῖν βουληθῇς, εἴσῃ τίνος ἕνεκεν τὴν ὀνομασίαν ταύτην ἐπέθηκε τῷ ξύλῳ. Οὐ γὰρ ἐπειδὴ αὐτὸ τὴν γνῶσιν παρεῖχεν, οὕτως ἐκαλεῖτο ἀλλ᾽ ἐπειδὴ περὶ αὐτὸ γέγονεν ἡ παράβασις τῆς ἐντολῆς, καὶ ἐξ ἐκείνου λοιπὸν τῆς ἁμαρτίας ἐπεισῆλθεν ἡ γνῶσις, καὶ ἡ αἰσχύνη. διὰ τοῦτο οὕτως ἐκέκλητο. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀπὸ τῶν συμβαινόντων πραγμάτων τὴν ὀνομασίαν τοῖς τόποις ἐπιτιθέναι, ἔνθα ἂν συμβαίνῃ τὰ πράγματα.

Διὰ τοῦτο οὖν καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν ἡ θεία Γραφὴ, ἐπειδὴ περὶ αὐτὸ ἦν ἡ παράβασις καὶ ἡ φυλακὴ τῆς ἐντολῆς. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὸν ἄνθρωπον, καὶ διδάξαι βουλόμενος αὐτὸν, ὅτι ἔχει δημιουργὸν καὶ ποιητὴν τὸν τὰ ὁρώμενα πάντα παραγαγόντα, καὶ αὐτὸν διαπλάσαντα, διὰ τῆς μικρᾶς ταύτης ἐντολῆς τὴν οἰκείαν αὐτῷ δεσποτείαν δεικνύναι ἐβούλετο· καὶ ὡσανεὶ δεσπότης φιλότιμος οἶκον μέγαν καὶ θαυμαστόν τινι παρεσχηκὼς πρὸς ἀπόλαυσιν, οὐ τὴν ἀξίαν τιμὴν, ἀλλὰ βραχύ τι μέρος λαμβάνειν βούλεται, ὥστε καὶ αὐτῷ τὰ τῆς δεσποτείας φυλάττεσθαι, κἀκεῖνον ἀκριβῶς εἰδέναι, ὡς οὐ τῆς κτήσεως δεσπότης ἐστὶν, ἀλλὰ χάριτι καὶ φιλοτιμίᾳ τῆς χρήσεως ἀπολαύει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος πάντα τὰ ὁρώμενα ἐμπιστεύσας τῷ ἀνθρώπῳ, καὶ τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν, καὶ πάντων τῶν ἐν αὐτῷ παρεσχηκὼς τὴν ἀπόλαυσιν, ἵνα μὴ κατὰ μικρὸν ὑποσυρεὶς τὴν διάνοιαν, νομίσῃ αὐτόματα εἶναι τὰ ὁρώμενα, καὶ πλέον τι τῆς οἰκείας ἀξίας φαντασθῇ, κελεύει τοῦ ἑνὸς ἀπέχεσθαι ξύλου, σφοδρὸν τὸ ἐπιτίμιον ὁρίσας, εἰ παραβαίη, ἵνα εἰδέναι ἔχῃ, ὡς ὑπὸ δεσπότην ἐστὶ, καὶ ὅτι καὶ τῶν λοιπῶν μετέχει διὰ τὴν τοῦ δεσπότου φιλοτιμίαν.

Ἀλλ᾽ ἐπειδὴ πολλῇ τῇ ἀπροσεξίᾳ χρησάμενος, ἅμα τῇ γυναικὶ εἰς τὸν ὄλισθον τοῦτον κατέπεσεν ἐκ τοῦ παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ τοῦ ξύλου ἀπογεύσασθαι, διὰ τοῦτο ξύλον αὐτὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν. Οὐκ ἐπειδὴ πρὸ τούτου ἠγνόει τὸ καλὸν καὶ τὸ πονηρὸν (οὕτω γὰρ οὐκ ἠγνόει, ὡς τὴν γυναῖκα πρὸς τὸν ὄφιν διαλεγομένην εἰπεῖν, Εἶπεν ὁ Θεὸς, Οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ, ἵνα μὴ ἀποθάνητε· ὥστε ᾔδει ὅτι τιμωρία ὁ θάνατος ἦν, εἰ παραβῶσι τὴν ἐντολὴν), ἀλλ᾽ ἐπειδὴ μετὰ τὴν τούτου βρῶσιν καὶ τῆς ἄνωθεν ἐγυμνώθησαν δόξης, καὶ τῆς αἰσθητῆς γυμνώσεως πεῖραν ἔλαβον, διὰ τοῦτο γνωστὸν αὐτὸ καλοῦ καὶ πονηροῦ ὠνόμασεν, ἐπειδὴ περὶ αὐτὸ, ὡς ἂν εἴποι τις, ἡ γυμνασία ἦν τῆς ὑπακοῆς καὶ τῆς παρακοῆς.

Ἐμάθετε τίνος ἕνεκεν εἶπεν, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν; Ἔγνωτε τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον; Ἐννόησον γὰρ ὅσης αἰσχύνης πλήρεις γεγόνασι λοιπὸν, μετὰ τὴν τούτου βρῶσιν παραβάντες τὴν ἐντολὴν τοῦ Δεσπότου· Ἔῤῥαψαν γὰρ φύλλα συκῆς· καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ὅρα ἀφ᾽ οἵας δόξης εἰς οἵαν εὐτέλειαν κατηνέχθησαν. Οἱ πρὸ τούτου καθάπερ ἐπίγειοι ἄγγελοι διάγοντες, τὴν ἀπὸ τῶν φύλλων σκέπην ἑαυτοῖς ἐπινοοῦσι. Τοσοῦτόν ἐστιν ἁμαρτία κακόν. Οὐ μόνον γὰρ τῆς ἄνωθεν εὐνοίας ἡμᾶς ἀφίστησιν, ἀλλὰ καὶ εἰς πολλὴν ἡμᾶς αἰσχύνην καὶ ταπεινότητα κατάγει, καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν ἀποστερήσασα, πᾶσαν ἡμῶν ἀφαιρεῖται τὴν παῤῥησίαν. Ἀλλ᾽ ἵνα μὴ δι᾽ ὅλου σκυθρωπὸν ποιῶμεν τὸν λόγον, τὴν ἁμαρτίαν περιστρέφοντες, τὴν ἀπὸ τῆς τοῦ ξύλου βρώσεως καὶ τῆς παρακοῆς καταλαβούσης τὸν ἄνθρωπον, φέρε, εἰ δοκεῖ, ἀπὸ τοῦ ξύλου τούτου ἐφ᾽ ἕτερον μεταγάγωμεν τὸν λόγον, ἀπὸ τοῦ ξύλου τούτου ἐπὶ τὸ ξύλον τοῦ σταυροῦ, καὶ ἴδωμεν τίνα μὲν τοῦτο εἰσήγαγε τὰ κακὰ, τίνα δὲ ἐκεῖνο προεξένησεν τὰ ἀγαθά· μᾶλλον δὲ οὐδὲ τὸ ξύλον εἰσήγαγε τὰ κακὰ, ἀλλ᾽ ἡ προαίρεσις ἡ ῥᾴθυμος καὶ ἡ καταφρόνησις, ἣν περὶ τὴν ἐντολὴν ἐπεδείξατο.

Ἐκεῖνο τὸ ξύλον θάνατον ἐπεισήγαγε· μετὰ γὰρ τὴν παράβασιν ὁ θάνατος ἐπεισῆλθεν· ἀλλὰ τοῦτο τὴν ἀθανασίαν ἐχαρίσατο· ἐκεῖνο παραδείσου ἐξέβαλε, τοῦτο εἰς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν· ἐκεῖνο διὰ μίαν παράβασιν τοσαύτῃ τιμωρίᾳ ὑπεύθυνον τὸν Ἀδὰμ κατέστησε· τοῦτο τὰ μυρία ἡμῶν φορτία τῶν ἁμαρτημάτων ἀφανίσαν, τὴν πρὸς τὸν Δεσπότην ἡμῶν παῤῥησίαν δεδώρηται. Εἴδετε ξύλου καὶ ξύλου διαφοράν; εἴδετε διαβόλου κακουργίαν, καὶ ἀνθρώπου ῥᾳθυμίαν, καὶ Δεσπότου φιλανθρωπίαν; Καθοπλίσωμεν τοίνυν, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ἑαυτοὺς τῷ ὅπλῳ τοῦ ζωοποιοῦ τούτου ξύλου, καὶ νεκρώσωμεν τὰ ψυχοφθόρα πάθη τῇ τούτου δυνάμει, καθὼς καὶ ὁ Ἀπόστολος οὕτω πώς φησιν· Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ ὁλικῶς ἀναθέντες ἑαυτοὺς τῷ Χριστῷ, ἀπενέκρωσαν πᾶσαν ἐπιθυμίαν ἄτοπον ἐπιγινομένην τῇ σαρκὶ, πρὸς τὸ λυμήνασθαι πάσας τὰς τῆς ψυχῆς ἐνεργείας.

Τούτοις οὖν καὶ ἡμεῖς κατακολουθοῦντες, ἀνενέργητα ἡμῶν κατασκευάσωμεν τὰ μέλη πρὸς τὴν τυραννίδα τὴν ἐκ διαβολικῆς ἐνεργείας ἡμῖν ἐπανισταμένην, ἵνα καὶ ἐν τῷ παρόντι βίῳ ἀταράχως διαπλεύσωμεν τὸ ζαλῶδες τοῦτο καὶ ἐπικίνδυνον πέλαγος, καὶ εἰς τοὺς γαληνοὺς λιμένας καταντήσαντες τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπιτυχεῖν ἀξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΖʹ. Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν. αʹ. Ἱκανῶς, οἶμαι, κατὰ δύναμιν τὴν ἡμετέραν πρώην τὴν διὰ τοῦ ξύλου ἑρμηνείαν διεξήλθομεν, διδάξαντες τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ θεία Γραφή· διὸ βούλομαι σήμερον τοῖς ἑξῆς ἐπεξελθεῖν, ἵνα μάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ κέχρηται συγκαταβάσει διὰ τὴν περὶ τὸ γένος τὸ ἡμέτερον κηδεμονίαν. Πάντα γὰρ ἐποίησε καὶ ἐπραγματεύσατο, ὥστε τὸ ζῶον τοῦτο τὸ λογικὸν τὸ ὑπ᾽ αὐτοῦ δημιουργηθὲν ἐν πάσῃ τιμῇ τυγχάνειν, καὶ κατὰ μηδὲν ἐλαττοῦσθαι τῆς τῶν ἀγγέλων διαγωγῆς, ἀλλὰ καὶ ἐν σώματι τὴν ἐκείνων ἀπάθειαν κεκτῆσθαι.

Ἐπειδὴ δὲ διὰ ῥᾳθυμίαν εἶδε παραβάντας ἀμφοτέρους τὰ ὑπ᾽ αὐτοῦ προστεταγμένα, καὶ ταῦτα προαναστείλαντος αὐτοῦ διὰ τῆς ἀπειλῆς, καὶ ἀσφαλεστέρους ἐργασαμένου, οὐδὲ οὕτως ἵσταται τῆς φιλανθρωπίας τῆς ἑαυτοῦ, ἀλλὰ τὴν οἰκείαν ἀγαθότητα μιμούμενος, καθάπερ πατὴρ φιλόστοργος τὸν ἑαυτοῦ παῖδα ὁρῶν διὰ ῥᾳθυμίαν ἀνάξια τῆς ἑαυτοῦ εὐγενείας διαπραττόμενον, καὶ ἀπὸ τῆς ἀνωτάτω τιμῆς εἰς ἐσχάτην εὐτέλειαν κατενεχθέντα, τοῖς πατρικοῖς σπλάγχνοις διαθερμαινόμενος, οὐδὲ οὕτως αὐτὸν περιιδεῖν ἀνέχεται, ἀλλὰ πάλιν τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείκνυται, βουλόμενος κατὰ μικρὸν τῆς εὐτελείας ἐκείνης ἀπαλλάξαι, καὶ εἰς τὴν ἀρχαίαν ἀναγαγεῖν τιμήν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς οἰκτείρας τὸν ἄνθρωπον τῆς ἐπιβουλῆς, ἧς ὑπέμεινε συναπατηθεὶς τῇ γυναικὶ, καὶ δεξάμενος τὴν τοῦ διαβόλου συμβουλὴν τὴν διὰ τοῦ ὄφεως, καθάπερ ἰατρὸς πρὸς ἀῤῥωστοῦντα καὶ κάμνοντα καὶ κείμενον, καὶ δεόμενον πολλῆς τῆς θεραπείας καὶ τῶν τοῦ ἰατροῦ χειρῶν, παραγίνεται εὐθέως πρὸς αὐτόν. Ἀλλ᾽ ἵνα καὶ ἐξ αὐτῶν τῶν ῥημάτων μάθητε τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν, ἀναγκαῖον ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.

Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα παρὰ τῆς θείας Γραφῆς, μηδὲ ταῖς λέξεσιν ἐναπομείνωμεν, ἀλλ᾽ ἐννοῶμεν, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν ἡ ταπεινότης τῶν λέξεων ἔγκειται, καὶ θεοπρεπῶς ἅπαντα γίνεται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰπὲ γάρ μοι, εἰ βουληθείημεν τῇ προφορᾷ τῶν ῥημάτων κατακολουθῆσαι, καὶ μὴ θεοπρεπῶς ἐκλαβεῖν τὰ λεγόμενα, πῶς οὐ πολλὰ ἕψεται τὰ ἄτοπα; Ἰδοὺ γὰρ ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν ἀνεγνωσμένων σκοπήσωμεν· Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν. Τί λέγεις; ὁ Θεὸς περιπατεῖ; καὶ πόδας αὐτῷ περιάψομεν; καὶ οὐδὲν ὑψηλὸν ἐκ τούτου ἐννοήσομεν; Οὐ περιπατεῖ ὁ Θεός· μὴ γένοιτο. Πῶς γὰρ ἂν, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; οὗ ὁ οὐρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον, οὗτος τῷ παραδείσῳ ἐμπεριέχεται; Καὶ τίς ταῦτα ἂν εἴποι τῶν νοῦν ἐχόντων;

Τί οὖν ἐστι τὸ, Ἥκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν; Αἴσθησιν αὐτοῖς τοιαύτην ἠβουλήθη παρασχεῖν, ἵνα εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλῃ· ὃ δὴ καὶ γέγονε. Τοσαύτην γὰρ ἔσχον τὴν αἴσθησιν, ὡς τοῦ Θεοῦ παραγενομένου κρύπτεσθαι ἐπιχειρεῖν. Ἐπεισῆλθε γὰρ ἡ ἁμαρτία καὶ ἡ παράβασις, καὶ κατεσκεδάσθη αὐτοῖς ἡ αἰσχύνη.

Ὁ γὰρ ἀδέκαστος δικαστὴς, τὸ συνειδὸς λέγω, κατεξανιστάμενος λαμπρᾷ τῇ φωνῇ ἐβόα, καὶ κατηγόρει, καὶ ἐδείκνυ, καὶ ὡσανεὶ πρὸ τῶν ὀφθαλμῶν ὑπέγραφεν αὐτοῖς τῶν ἁμαρτημάτων τὸ μέγεθος. Διὰ τοῦτο γὰρ ὁ φιλάνθρωπος Δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων διαπλάττων τὸν ἄνθρωπον, τὸ συνειδὸς αὐτῷ ἐνέθετο κατήγορον ἀδιάλειπτον, παραλογισθῆναι μὴ δυνάμενον, μηδὲ ἀπάτην ὑπομεῖναί ποτε. Ἀλλὰ κἂν πάντας ἀνθρώπους λαθεῖν τις δυνηθείη τὴν ἁμαρτίαν ἐργασάμενος καὶ τὴν ἄτοπον πρᾶξιν ἐπιτελέσας, ἐκεῖνον τὸν κατήγορον λαθεῖν οὐ δύναται, ἀλλὰ περιέρχεται διηνεκῶς αὐτὸν ἔνδον ἔχων ἐνοχλοῦντα, καταξαίνοντα, μαστίζοντα, οὐδέποτε ἠρεμοῦντα, ἀλλὰ καὶ ἐν ἀγορᾷ, καὶ ἐν συλλόγοις, καὶ ἐν τραπέζῃ, καὶ καθεύδοντι, καὶ διανισταμένῳ ἐπιτιθέμενον, καὶ δίκην ἀπαιτοῦντα τῶν πεπλημμελημένων, καὶ ὑπ᾽ ὄψιν ἄγοντα καὶ τῶν ἡμαρτημένων τὴν ἀτοπίαν, καὶ τὴν ἑπομένην αὐτῷ κόλασιν. καὶ καθάπερ ἰατρὸς ἄριστος οὐ παύεται τὰ παρ᾽ ἑαυτοῦ φάρμακα ἐπιτιθείς· κἂν ἴδῃ διακρουόμενον, οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ διηνεκῆ τὴν ἐπιμέλειαν ποιεῖται.

βʹ. Τοῦτο γὰρ αὐτοῦ ἔργον, ἀδιάλειπτον ὑπόμνησιν εἰσάγειν, καὶ μὴ συγχωρεῖν αὐτῷ λήθην ποτὲ ποιήσασθαι τῶν εἰργασμένων, ἀλλ᾽ ὑπ᾽ ὄψιν αὐτῷ τιθέναι, ἵνα κἂν ταύτῃ ὀκνηροτέρους ἡμᾶς ἐργάσηται πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Εἰ γὰρ καὶ τὴν ἐντεῦθεν ἔχοντες συμμαχίαν, καὶ τὴν ἀπὸ τοῦ συνειδότος βοήθειαν, καὶ τὸν σφοδρὸν τοῦτον κατήγορον ἐπικείμενον, καὶ μαστίζοντα ἡμῶν τὸ συνειδὸς, καταξαίνοντα τὴν καρδίαν, καὶ δημίου παντὸς βαρύτερον ἐπικείμενον, οὐδὲ οὕτως οἱ πολλοὶ τῆς ῥᾳθυμίας περιγινόμεθα· εἰ μὴ ταύτην εἴχομεν τὴν βοήθειαν, ποῦ οὐκ ἂν ταχέως ἐξωκείλαμεν; Διά τοι τοῦτο καὶ ὁ πρωτόπλαστος νῦν αἴσθησιν λαβὼν τοιαύτην, καὶ τὴν παρουσίαν τοῦ Δεσπότου ἐννοήσας, εὐθέως κρύπτεται.

Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐπειδὴ ἑώρα σφοδρὸν αὐτῷ τὸν κατήγορον ἐφεστῶτα, τὸ συνειδὸς λέγω. Οὐδένα γὰρ ἕτερον εἶχε τὸν διελέγχοντα καὶ μάρτυρα ὄντα τῶν ἐπταισμένων, ἀλλ᾽ ἐκεῖνον μόνον, ὃν ἔνδοθεν περιέφερεν.

Ἄλλως δὲ μετὰ τῆς τοῦ συνειδότος κατηγορίας καὶ ἡ ἀφαίρεσις τῆς δόξης τῆς πρότερον αὐτοὺς καθάπερ ἱμάτιον λαμπρὸν περιστελλούσης ἐδίδασκεν αὐτοὺς διὰ τῆς γυμνότητος τῆς ἁμαρτίας ἧς εἰργάσαντο τὸ μέγεθος.

Ἐπεὶ οὖν μετὰ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν αἰσχύνῃ περιεβλήθησαν, κρύπτεσθαι ἐπεχείρουν. Ἤκουσαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ παραδείσου.

Οὐδὲν ἁμαρτίας χεῖρον, ἀγαπητέ· αὕτη γὰρ ἐπεισελθοῦσα οὐ μόνον αἰσχύνης ἡμᾶς πληροῖ, ἀλλὰ καὶ ἀνοήτους ἐργάζεται τοὺς πρότερον συνετοὺς, καὶ σοφίας πολλῆς πεπληρωμένους. Ἐννόησον γάρ μοι πόσῃ τῇ ἀνοίᾳ λοιπὸν κέχρηται ὁ τοσαύτης μετέχων σοφίας πρὸ τούτου, ὁ διὰ τῶν πραγμάτων ἡμῖν τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἐπιδεικνύμενος, ὁ τοιαῦτα προφητεύσας· Ἀκούσας, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, ἐκρύβη αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Πόσης οὐκ ἂν εἴη τοῦτο ἀνοίας, τὸν Θεὸν τὸν πανταχοῦ παρόντα, τὸν Δημιουργὸν, τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα, τὸν τὰ λανθάνοντα ἐπιστάμενον, τὸν πλάσαντα καταμόνας τὰς καρδίας τῶν ἀνθρώπων, καὶ συνιέντα εἰς πάντα τὰ ἔργα αὐτῶν, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, τὸν αὐτὰ τὰ κινήματα τῆς καρδίας ἡμῶν ἐπιστάμενον, τοῦτον κρύπτεσθαι ἐπεχείρουν;

Ἀλλὰ μὴ θαυμάσῃς, ἀγαπητέ· τοιοῦτον γὰρ τῶν ἁμαρτανόντων τὸ ἔθος· κἂν μὴ δύνωνται λανθάνειν, ὅμως σπουδάζουσι λανθάνειν. Ὅτι γὰρ οὐ φέροντες τὴν αἰσχύνην ἣν μετὰ τὴν ἁμαρτίαν ἑαυτοὺς περιέβαλον, γυμνώσαντες ἑαυτοὺς τῆς ἀφθάρτου δόξης ἐκείνης, τοῦτο ἐποίουν, ἐννόει καὶ ποῦ κρύπτονται· ἐν μέσῳ τοῦ παραδείσου. Καθάπερ γὰρ μαστιγίαι τινὲς καὶ οἰκέται, ἀγνώμονες, οὐ δυνάμενοι λαθεῖν τὸν οἰκεῖον δεσπότην, ὧδε κἀκεῖσε περὶ τὰς γωνίας τοῦ οἴκου περιτρέχειν ἐπιχειροῦσι, τοῦ φόβου κατασείοντος αὐτῶν τὴν διάνοιαν· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οὐδεμίαν εὑρίσκοντες ἀποφυγὴν, ἐν αὐτῷ τῷ οἴκῳ περιστρέφονται, τοῦτ᾽ ἔστιν ἐν τῷ παραδείσῳ. Οὐχ ἁπλῶς δὲ πρόσκειται ὁ καιρός· Ἤκουσαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· ἀλλ᾽ ἵνα μάθῃς τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, ὅτι οὐδὲ τὸ τυχὸν ἀνεβάλετο, ἀλλ᾽ εὐθέως εἶδε τὸ γεγονὸς, καὶ τοῦ ἕλκους τὸ μέγεθος, καὶ ἐπὶ τὴν ἰατρείαν ἔσπευσεν, ἵνα μὴ νομὴν ἐργασάμενον τὸ ἕλκος, ἀνίατον τὸ τραῦμα κατασκευάσῃ· διὰ τοῦτο προκαταλαμβάνειν ἐπείγεται, καὶ εὐθέως πρὸς τὴν νομὴν τοῦ ἕλκους ἵσταται, καὶ οὐδὲ πρὸς βραχὺ κατέλιπεν ἀπρονόητον, τὴν οἰκείαν ἀγαθότητα μιμούμενος.

Καὶ γὰρ τοσαύτην ἀπεδείξατο τὴν μανίαν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, ἀεὶ βασκαίνων τοῖς ἡμετέροις ἀγαθοῖς, ὡς ἐξ αὐτῶν τῶν προοιμίων τὴν ἐπιβουλὴν ἐργάσασθαι, καὶ διὰ τῆς ὀλεθρίου συμβουλῆς τῆς θαυμαστῆς ἐκείνης διαγωγῆς αὐτοὺς ἀποστερῆσαι.

Ἀλλ᾽ ὁ εὐμήχανος Θεὸς, ὁ κατὰ τὴν αὑτοῦ σοφίαν τὰ ἡμέτερα οἰκονομῶν, ὁρῶν μὲν καὶ τοῦ διαβόλου τὴν γεγενημένην κακουργίαν, καὶ τοῦ ἀνθρώπου δὲ τὴν ῥᾳθυμίαν, δι᾽ ἧς εἰς τοσαύτην αἰσχύνην ἑαυτὸν περιέβαλε συναπατηθεὶς τῇ γυναικὶ, ἐφίσταται, καὶ καθάπερ δικαστὴς ἥμερος καὶ φιλάνθρωπος καθίζει δικαστήριον φόβου καὶ φρίκης γέμον, καὶ τὴν ἐξέτασιν μετὰ ἀκριβείας ποιεῖται· ἡμᾶς διὰ τούτου παιδεύων, μὴ πρότερον τοὺς ὁμογενεῖς καταδικάζειν, πρὶν ἂν ἀκριβῆ τὴν ἐξέτασιν ποιησώμεθα.

γʹ. Ἀκούσωμεν τοίνυν, εἰ δοκεῖ, τίνα μὲν ὁ δικαστὴς ἐπερωτᾷ, τίνα δὲ οἱ κατάδικοι ἀποκρίνονται, καὶ ποίας τιμωρίας δέχονται, καὶ ποίᾳ καταδίκῃ ὑπεύθυνος γίνεται ὁ τὴν τοσαύτην ἐπιβουλὴν εἰς αὐτοὺς ἐργασάμενος. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ διὰ πολλοῦ τοῦ φόβου τοῖς λεγομένοις προσέχετε. Εἰ γὰρ δικαστὴν ὁρῶντες ἐπίγειον ἐφ᾽ ὑψηλοῦ βήματος καθήμενον, καὶ τοὺς καταδίκους εἰς μέσον ἄγοντα, καὶ καταξαίνοντα, καὶ τιμωρούμενον, μετὰ πολλοῦ τοῦ δέους παρεστήκαμεν ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ δικαστὴς λέγει, τί δὲ ὁ ὑπεύθυνος ἀποκρίνεται· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν ἡμᾶς δίκαιον, ὁρῶντας τὸν Δημιουργὸν τῆς φύσεως δίκην εἰσπραττόμενον τῶν ὑπ᾽ αὐτοῦ δημιουργηθέντων. Ἀλλ᾽ ἐὰν προσέχητε μετὰ ἀκριβείας, ὄψεσθε πόσον τὸ μέσον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τῶν ἀνθρώπων περὶ τοὺς ὁμογενεῖς αὐστηρότητος. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ἐξ αὐτῆς τῆς ἐρωτήσεως ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, οὐχ ὅτι ἐκάλεσε μόνον, ἀλλ᾽ ὅτι καὶ δι᾽ ἑαυτοῦ ἐκάλεσεν· ὅπερ ἄνθρωποι οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπὶ τῶν ὁμογενῶν, καὶ τῆς αὐτῆς αὐτοῖς φύσεως κοινωνούντων.

Ἴστε γὰρ ὅτι, ἐπειδὰν ἐφ᾽ ὑψηλοῦ τοῦ βήματος καθήμενοι δίκην εἰσπράττονται τοὺς τὰ φαῦλα ἐργασαμένους, οὐκ ἀξιοῦσιν αὐτοὺς τῆς οἰκείας ἀποκρίσεως, καὶ διὰ τοῦτο δεικνύντες αὐτοῖς, ὅσῃ ἀτιμίᾳ ἑαυτοὺς περιέβαλον διὰ τῆς τῶν πονηρῶν πράξεων ἐργασίας· ἀλλ᾽ ὁ μὲν δικαστὴς ἀποκρίνεται, ἕτερος δέ τις ἑστὼς διαβιβάζει τὰ παρὰ τοῦ δικαστοῦ τῷ ὑπευθύνῳ, καὶ τὰ παρ᾽ ἐκείνου πάλιν διαπορθμεύει τῷ δικαστῇ· καὶ τοιοῦτον ἂν ἴδοι τις τῶν δικαζόντων πανταχοῦ τὸ ἔθος.

Ἀλλ᾽ ὁ Θεὸς οὐχ οὕτως, ἀλλὰ τί; Αὐτὸς δι᾽ ἑαυτοῦ καλεῖ· Καὶ ἐκάλεσε, φησὶ, Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ὅρα πόση δύναμις ἐναπόκειται ἐν τῇ βραχείᾳ ταύτῃ λέξει. Καὶ αὐτὸ μὲν γὰρ τὸ καλέσαι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας, καὶ τὸ τῷ καταισχυνομένῳ, καὶ μηδὲ ἆραι τὸ στόμα τολμῶντι, μηδὲ διανοῖξαι γλῶτταν, καὶ ἀφορμὴν δοῦναι, διὰ τῆς ἐρωτήσεως, πολλῆς ἀγαθότητος· τὸ δὲ καὶ λέγειν, Ποῦ εἶ; πολλὴν ἔχει τὴν ἰσχὺν μετὰ τῆς φιλανθρωπίας.

Μονονουχὶ γὰρ αἰνίττεται αὐτῷ διὰ τούτου λέγων πρὸς αὐτόν· Τί γέγονεν; Ἑτέρωθί σε κατέλιπον, καὶ ἑτέρωθι νῦν εὑρίσκω· ἑτέρᾳ δόξῃ ἠμφιεσμένον καταλιπὼν, νῦν εὗρον ἐν γυμνότητι. Ποῦ εἶ; Πόθεν σοι συνέβη τοῦτο; Τίς σε εἰς τοσαύτην ἤγαγε μεταβολήν; Ποῖος λῃστὴς καὶ τοιχωρύχος οὕτως ἀθρόον ἅπασαν τοῦ πλούτου τὴν περιουσίαν ἀφελόμενος, ἐν τοσαύτῃ σε πενίᾳ κατέστησε; Πόθεν σοι τῆς γυμνώσεως ἡ αἴσθησις γέγονε;

Τίς σοι αἴτιος τῆς ἀφαιρέσεως τοῦ θαυμαστοῦ ἐκείνου ἐνδύματος, ὃ περιβεβλημένος ἐτύγχανες; Τίς ἡ ἀθρόα αὕτη μεταβολή; Ποία καταιγὶς οὕτω σφοδρὰ ταχέως ἅπαντά σου τὸν φόρτον κατέδυσε; Τί γέγονεν, ὅτι τὸν τοσαῦτα εὐεργετήσαντα, καὶ εἰς τοσαύτην ἀναγαγόντα τιμὴν κρύπτεσθαι ἐπιχειρεῖς; Τίνα δεδοικὼς νῦν λανθάνειν σπουδάζεις; Μὴ γὰρ κατήγορος παρέστηκε; μὴ γὰρ μάρτυρες ἐφεστήκασι; Πόθεν σοι ἡ τοσαύτη δειλία καὶ ὁ φόβος κατεσκεδάσθη; Τῆς φωνῆς σου ἤκουσα, φησὶ, περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Πόθεν σοι ἡ γνῶσις τῆς γυμνώσεως γέγονεν; εἰπέ μοι· τί τὸ καινὸν καὶ παράδοξον; Τίς ἂν τοῦτο ἠδυνήθη ποτὲ ἀναγγεῖλαί σοι, εἰ μὴ σὺ σαυτῷ ταύτης αἴτιος ἐγένου τῆς αἰσχύνης; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες; Ὅρα φιλανθρωπίαν Δεσπότου καὶ ἀνεξικακίας ὑπερβολήν.

Δυνάμενος γὰρ εὐθέως μηδὲ ἀποκρίσεως ἀξιῶσαι τὸν τοσαῦτα ἡμαρτηκότα, ἀλλ᾽ ὑπὸ τὸ ἐπιτίμιον ἀγαγεῖν, ὃ προλαβὼν ὥρισεν, εἰ παραβαίη, μακροθυμεῖ, καὶ ἀνέχεται, καὶ ἐρωτᾷ, καὶ ἀπόκρισιν δέχεται, καὶ πάλιν ἐρωτᾷ μονονουχὶ εἰς ἀπολογίαν αὐτὸν ἐκκαλούμενος, ἵνα ἀφορμὴν λαβὼν, τὴν οἰκείαν φιλανθρωπίαν καὶ μετὰ τὴν τοσαύτην παράβασιν περὶ αὐτὸν ἐπιδείξηται· παιδεύων ἡμᾶς καὶ διὰ τούτου, ἐπειδὰν δικάζωμεν τοῖς ὑπευθύνοις, μὴ ἀνημέρως αὐτοῖς προσφέρεσθαι, μηδὲ τὴν τῶν θηρίων ὠμότητα περὶ αὐτοὺς ἐπιδείκνυσθαι, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ καὶ τῇ φειδοῖ κεχρῆσθαι, ἅτε δὴ ὡς οἰκείοις μέλεσι δικάζοντας, καὶ τὸ ὁμογενὲς ἐννοοῦντας φιλανθρωπίᾳ τὴν τιμωρίαν κεραννύναι. Οὐδὲ γὰρ ἁπλῶς τοσαύτῃ συγκαταβάσει ἡ θεία Γραφὴ κέχρηται, ἀλλὰ διὰ τῆς παχύτητος τῶν λέξεων διδάσκουσα ἡμᾶς τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ εἰς ζῆλον ἄγουσα, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην μιμεῖσθαι τοῦ Δεσπότου τὴν ἀγαθότητα· Καὶ εἶπεν αὐτῷ, Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες; Πόθεν ἂν, φησὶν, ἠδυνήθης τοῦτο γνῶναι, καὶ τοσαύτῃ αἰσχύνῃ περιβληθῆναι, εἰ μὴ πολλῇ τῇ ἀκρασίᾳ ἐχρήσω, καὶ κατεφρόνησάς μου τῆς ἐντολῆς;

δʹ. Σκόπει, ἀγαπητὲ, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ὅπως καθάπερ φίλος φίλῳ διαλεγόμενος, καὶ ἐγκαλῶν ὡς παραβάντι τὰ παρ᾽ αὐτοῦ ἐνταλθέντα, οὕτω πρὸς αὐτὸν τὴν διάλεξιν ποιεῖται. Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες; Οὐ μικρὰν ἔμφασιν ἔχει καὶ τὸ λέγειν· Τούτου μόνου. Μὴ γὰρ ἐστενοχώρησά σου, φησὶ, τὴν ἀπόλαυσιν; Οὐχὶ πᾶσαν ἄδειάν σοι παρέσχον, καὶ πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἐξουσίαν δεδωκὼς, ἑνὸς τούτου μόνου ἀπέχεσθαι ἐνετειλάμην, ἵνα εἰδέναι ἔχῃς, ὅτι ὑπὸ δεσπότην εἶ, καὶ ὀφείλεις ὑπακοήν τινα ἐπιδεικνύναι; Τίς οὖν ἡ τοσαύτη ῥᾳθυμία, ὥστε τοσαύτην ἔχοντα ἀπόλαυσιν, μὴ ἀνασχέσθαι μηδὲ τούτου τοῦ ἑνὸς ἀποσχέσθαι, ἀλλ᾽ οὕτω ταχέως εἰς τὴν παρ᾽ ἐμοῦ δοθεῖσαν ἐντολὴν ἐξυβρίσαι, καὶ τοσούτοις κακοῖς ἑαυτὸν περιβαλεῖν; Τί σοι τὸ ὄφελος γέγονεν; Οὐ προλαβὼν ταῦτα εἶπον; οὐ τῷ φόβῳ τοῦ ἐπιτιμίου προαναστεῖλαι ἠβουλήθην, καὶ ἀσφαλεστέρους ἐργάσασθαι; οὐκ εἶπον τὸ μέλλον ὑμῖν συμβήσεσθαι; οὐ διὰ τοῦτο τὴν βρῶσιν ἐκώλυσα, ἵνα μὴ τούτοις περιπέσητε; Τίς ἄν σε συγγνώμης ἀξιώσειε, τὸν μετὰ τοσαύτας παραγγελίας οὕτως ἀγνώμονα γενόμενον;

Οὐ καθάπερ πατὴρ παιδὶ γνησίῳ, οὕτω πάντα διεστειλάμην, καὶ ἐδίδαξα τῶν μὲν ἄλλων ἀπογεύσασθαι, τούτου δὲ ἀποσχέσθαι, ἵνα μὴ πᾶσί σου τοῖς ἀγαθοῖς λυμαίνηται; Ἀλλ᾽ ἴσως ἀγαθὴν καὶ ἀξιοπιστοτέραν ἡγησάμενος τῆς ἐμῆς ἐντολῆς τὴν ἑτέρου συμβουλὴν, καὶ προσδοκήσας μειζόνων ἐφικέσθαι τοῦτο πεποίηκας, καὶ τὰς ἐμὰς ἐντολὰς παρωσάμενος κατετόλμησας τῆς τοῦ ξύλου βρώσεως. Ἰδοὺ διὰ τῆς πείρας ὧν πέπονθας, ἔμαθες ὅσον τῆς συμβουλῆς ἐκείνης τὸ ὀλέθριον. Εἴδετε δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἡμερότητα καὶ ἀνεξικακίαν ἄφατον; εἴδετε συγκατάβασιν πάντα λόγον καὶ διάνοιαν ὑπερβαίνουσαν; εἴδετε πῶς διὰ τῆς ἐρωτήσεως καὶ τοῦ λέγειν, Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες, θύρας αὐτῷ ἀνοῖξαι βούλεται ἀπολογίας, ἵνα καὶ πρὸς τὸν οὕτως ἡμαρτηκότα τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται; Ἀκούσωμεν τοίνυν καὶ τοῦ καταδίκου, τί πρὸς ταῦτα ἀποκρίνεται.

Καὶ εἶπε, φησὶν, ὁ Ἀδάμ· Ἡ γυνὴ, ἢν ἔδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ἐλεεινὰ τὰ ῥήματα, καὶ πολλοῦ τοῦ οἴκτου γέμοντα, καὶ ἱκανὰ πρὸς φιλανθρωπίαν ἐπισπάσασθαι τὸν Δεσπότην, τὸν οὕτως ἥμερον, καὶ ἀγαθότητι νικῶντα τὰ ἡμέτερα πλημμελήματα. Ἐπειδὴ γὰρ διὰ τῆς πολλῆς μακροθυμίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἔδειξεν αὐτῷ τοῦ ἁμαρτήματος τὸ μέγεθος, μονονουχὶ ἀπολογίαν Ἀδὰμ συντιθεὶς, φησὶ πρὸς αὐτὸν, Ἡ γυνὴ ἣν ἔδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Οἶδα, φησὶν, ἡμαρτηκὼς, ἀλλ᾽ ἡ γυνὴ ἣν ἔδωκας μετ᾽ ἐμοῦ, περὶ ἧς αὐτὸς εἶπας, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾽ αὐτὸν, αὕτη μοι αἰτία τοῦ ὀλίσθου γέγονεν.

Ἡ γυνὴ ἣν ἔδωκας μετ᾽ ἐμοῦ. Πότε γὰρ προσεδόκησα ταύτην τῇ αἰσχύνῃ με ταύτῃ περιβαλεῖν, τὴν διὰ τοῦτο δημιουργηθεῖσαν, ἵνα μοι τὴν παρ᾽ ἑαυτῆς παραμυθίαν εἰσαγάγῃ; Σύ μοι αὐτὴν δέδωκας, σὺ αὐτὴν ἤγαγες πρός με. Αὕτη τοίνυν, οὐκ οἶδα πόθεν κινουμένη, ἔδωκέ μοι ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ταῦτα δοκεῖ μὲν ἀπολογίαν τινὰ ἔχειν, πάσης δὲ ἀπεστέρηται συγγνώμης.

Ποίας γὰρ ἂν εἴης συγγνώμης ἄξιος, φησὶ, τῶν ἐμῶν ἐντολῶν ἐπιλαθόμενος, καὶ τῶν παρ᾽ ἐμοῦ ῥηθέντων προτιμοτέραν ἡγησάμενος τὴν παρὰ τῆς γυναικὸς δόσιν; Εἰ γὰρ καὶ ἡ γυνὴ ἔδωκεν, ἀλλ᾽ ἡ ἐντολὴ ἡ ἐμὴ καὶ ὁ φόβος τοῦ ἐπιτιμίου ἱκανὸς ἦν παρασκευάσασθαι φυγεῖν τὴν μετάληψιν. Μὴ γὰρ οὐκ ᾔδεις; μὴ γὰρ ἠγνόεις;

Προλαβὼν διὰ τοῦτο εἶπον κηδόμενος ὑμῶν, ἵνα μὴ τούτοις περιπέσητε· ὥστε, εἰ καὶ ἡ γυνή σοι πρὸς τὴν παράβασιν τῆς ἐντολῆς ὑπηρετήσατο, ἀλλ᾽ οὐδὲ οὕτως ἀνεύθυνος ἔσῃ. Ἀξιοπιστοτέραν γὰρ ἐχρῆν ἡγήσασθαι τὴν παρ᾽ ἐμοῦ ἐντολὴν, καὶ οὐ μόνον αὐτὸν σὲ παραιτήσασθαι τὴν βρῶσιν, ἀλλὰ καὶ τῇ γυναικὶ δεῖξαι τῶν ἡμαρτημένων τὸ μέγεθος. Κεφαλὴ γὰρ εἶ τῆς γυναικὸς, καὶ διὰ σὲ ἐκείνη παρήχθη· σὺ δὲ τὴν τάξιν ἀνέστρεψας, καὶ οὐ μόνον ἐκείνην οὐ διώρθωσας, ἀλλὰ καὶ συγκατεσπάσθης· καὶ δέον τὸ λοιπὸν σῶμα τῇ κεφαλῇ ἕπεσθαι, τὸ ἐναντίον γέγονε, καὶ ἡ κεφαλὴ τῷ λοιπῷ σώματι ἐξηκολούθησε, καὶ τὰ ἄνω κάτω γέγονε. Διὰ τοῦτο, ἐπειδὴ τὴν τάξιν ἅπασαν ἀνέστρεψας, ἐν τούτοις εἶ νῦν, ὁ πρὸ τούτου τοσαύτῃ δόξῃ περιβεβλημένος. Τίς σε οὖν κατ᾽ ἀξίαν ὀδύρηται τῆς ἀφαιρέσεως τῶν τοσούτων ἀγαθῶν;

Ἀλλ᾽ ὅμως, εἰ καὶ ταῦτά σοι ἅπαντα συμβέβηκε, μηδενὶ ἑτέρῳ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ σαυτῷ καὶ τῇ σῇ ῥᾳθυμίᾳ· οὐ γὰρ ἂν, εἰ μὴ ἠβουλήθης, ἡ γυνή σε ἠδύνατο εἰς τὸν ὄλισθον τοῦτον ἀγαγεῖν. Μὴ γὰρ παρεκάλεσε; μὴ γὰρ διελέχθη; μὴ γὰρ ἠπάτησεν; Ἔδωκε μόνον, καὶ εὐθέως μετὰ τοσαύτης εὐκολίας ἐπὶ τὴν μετάληψιν ὑπήχθης, οὐδεμίαν μνήμην ποιησάμενος τῆς ἐμῆς ἐντολῆς, ἀλλ᾽ ἐνόμισας ἠπατῆσθαι παρ᾽ ἐμοῦ, καὶ διὰ τοῦτο μὴ συγχωρηθῆναί σοι τὴν βρῶσιν, ἵνα μὴ μειζόνων ἐπιτύχῃς. Καὶ πῶς ἂν ἔχοι λόγον παρ᾽ ἐμοῦ ἠπατῆσθαί σε, τοῦ τοσαύτας εὐεργεσίας εἰς σὲ καταθεμένου;

Καὶ τοῦτο δὲ αὐτὸ ὅσης ἦν εὐεργεσίας μέγεθος τὸ προλαβεῖν καὶ διαστείλασθαι τὴν ἀποχὴν, ὥστε μὴ τούτοις περιπεσεῖν, οἷς νῦν ἑαυτὸν περιέβαλες; Ἀλλὰ πάντα ταῦτα παρ᾽ οὐδὲν θέμενος, ἰδοὺ διὰ τῆς πείρας ἔμαθες τῶν ἡμαρτημένων σοι τὸ μέγεθος· λοιπὸν μηδὲ τῇ γυναικὶ μόνῃ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ καὶ τῇ ῥᾳθυμίᾳ τῇ σαυτοῦ.

εʹ. Ἐπειδὴ τοίνυν ἀρκούντως πρὸς τὸν Ἀδὰμ διελέχθη, καὶ τὴν ὁμολογίαν ἐκεῖνος ἐποιήσατο τῶν ἡμαρτημένων, ὡς ἐνόμισε τὴν αἰτίαν εἰς τὴν γυναῖκα μεταθείς· ὅρα τὸν ἀγαθὸν Δεσπότην, πόσῃ τῇ συγκαταβάσει πάλιν κέχρηται, καὶ ἀξιοῖ καὶ ταύτην τῆς παρ᾽ αὑτοῦ ἀποκρίσεως.

Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Ἤκουσας, φησὶ, τοῦ ἀνδρὸς ἐπὶ σὲ τὴν αἰτίαν μεταφέροντος, καὶ τὸ πᾶν ἐπιγράφοντός σοι τῇ πρὸς βοήθειαν αὐτοῦ δεδομένῃ, καὶ διὰ τοῦτο παραχθείσῃ, ἵνα τὴν παρὰ σαυτῆς παραμυθίαν εἰσαγάγῃς αὐτῷ, οἵα δὴ ὁμογενὴς καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοινωνοῦσα.

Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησας, ὦ γύναι; καὶ διὰ τί καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ τοσαύτης αἰσχύνης αἰτία κατέστης; Τί σοι τὸ ὄφελος γέγονεν ἀπὸ τῆς τοσαύτης ἀκρασίας; τί σοι τῆς ἀπάτης τὸ κέρδος, ἣν ἑκοῦσα ἠπατήθης, καὶ τὸν ἄνδρα κοινωνὸν τῆς ἀπάτης εἰργάσω; Τί οὖν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα καὶ ταύτην ἐν πολλῇ δειλίᾳ καθεστῶσαν, καὶ ἀπολογουμένην ὑπὲρ τῶν ἡμαρτημένων. Καθάπερ γὰρ ὁ ἀνὴρ τὴν αἰτίαν ἐπὶ τὴν γυναῖκα ἔδοξε μετάγειν λέγων· Ἡ γυνὴ ἤνεγκε, καὶ ἔδωκέ μοι, καὶ ἔφαγον· οὕτω καὶ αὐτὴ οὐδεμίαν εὑρίσκουσα ἀποφυγὴν ὁμολογεῖ τὸ γεγενημένον, καί φησιν, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Τὸ πονηρὸν ἐκεῖνο, φησὶ, θηρίον τοῦτον ἡμῖν τὸν ὄλισθον προεξένησεν, ἐκείνου ἡ ὀλέθριος συμβουλὴ εἰς ταύτην ἡμᾶς τὴν αἰσχύνην ἤνεγκεν, ἐκεῖνός με ἠπάτησε, καὶ ἔφαγον. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, ἀλλ᾽ ἀκριβῶς διερευνώμενοι πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν ὠφέλειαν. Δικαστήριον γάρ ἐστι φοβερὸν, καὶ φρίκης γέμον, καὶ δεῖ πάντα μετὰ ἀσφαλείας ἀκούσαντας πολὺν τὸν ἀπὸ τῶν λεγομένων θησαυρὸν ἐναποτίθεσθαι τῇ διανοίᾳ. Σκόπει γὰρ καὶ τὸν ἄνδρα λέγοντα, ὅτι Ἡ γυνὴ ἣν ἔδωκας μετ᾽ ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Οὐδαμοῦ ἀνάγκη, οὐδαμοῦ βία, ἀλλὰ προαίρεσις καὶ γνώμη· ἔδωκε μόνον, οὐκ ἠνάγκασεν, οὐκ ἐβιάσατο.

Καὶ αὐτὴ πάλιν ἀπολογίαν συντιθεῖσα, οὐκ εἶπεν· Ὁ ὄφις ἠνάγκασέ με, καὶ ἔφαγον.

Ἀλλὰ τί; Ὁ ὄφις ἠπάτησέ με· τοῦ δὲ ἀπατηθῆναι, καὶ μὴ ἀπατηθῆναι κυρία ἦν. Ὁ ὄφις, φησὶν, ἠπάτησέ με. Ὁ γὰρ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἐνεργήσας διὰ τοῦ πονηροῦ ἐκείνου θηρίου, καὶ τὴν συμβουλὴν εἰσαγαγὼν ἠπάτησεν, οὐκ ἠνάγκασεν, οὐδὲ ἐβιάσατο, ἀλλὰ διὰ τῆς ὀλεθρίας συμβουλῆς τὴν ἀπάτην εἰς ἔργον ἤγαγεν, ἐπειδὴ εὗρε τὴν γυναῖκα εὐκόλως δυναμένην δέξασθαι τὴν ἀπάτην τὴν πάσης συγγνώμης ἀπεστερημένην.

Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα τοίνυν τὸν ἀγαθὸν Δεσπότην ἀρκούμενον αὐτῶν τοῖς ῥήμασι, καὶ οὐδὲν περαιτέρω καταναγκάζοντα λέγειν. Ἐπειδὴ γὰρ οὐκ ἀγνοῶν ταῦτα ἠρώτα, ἀλλ᾽ εἰδὼς, καὶ σφόδρα εἰδὼς, ἵνα δὲ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, συγκαταβαίνει αὐτῶν τῇ ἀσθενείᾳ, καὶ ἐκκαλεῖται αὐτοὺς εἰς ὁμολογίαν τῶν ἐπταισμένων. Διὰ τοῦτο οὖν οὐδὲν πλέον ἐρωτᾷ. Ἐχρῆν γὰρ ἄρα μαθεῖν καὶ τὸ εἶδος τῆς ἀπάτης· ἀλλ᾽ ἵνα ἡμῖν δείξῃ ὅτι οὐκ ἀγνοίας ἦν ἡ ἐρώτησις, ἀρκεῖται τοῖς ῥηθεῖσιν. Εἰποῦσα γὰρ, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον, ἐκείνην ᾐνίξατο τὴν ὀλεθρίαν συμβουλὴν, ἣν ἐδέξατο παρὰ τοῦ διαβόλου διὰ τοῦ ὄφεως, ὅτι Ἔσεσθε μετὰ τὴν βρῶσιν ὡς θεοί. Εἴδετε μεθ᾽ ὅσης ἀκριβείας ἠρωτήθη ὁ Ἀδάμ; μεθ᾽ ὅσης ἀνεξικακίας εἰσήχθη εἰς τὸ δικαστήριον καὶ ἡ γυνή; πῶς ἑκάτερος αὐτῶν τὴν ἀπολογίαν ἐποιήσατο; Βλέπετε λοιπὸν ἐνταῦθα τῆς ἀφάτου φιλανθρωπίας τοῦ δικαστοῦ τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον· οὐκέτι λοιπὸν ἀποκρίσεως ἀξιοῖ τὸν ὄφιν, οὐδὲ ἀπολογίας χώραν αὐτῷ παρέχει, οὐδὲ ἐρωτᾷ καθάπερ τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἀλλὰ τὰς παρ᾽ ἐκείνων ἀπολογίας δεξάμενος, ἐπὶ τοῦτον ὡς αἴτιον τῶν ὅλων κακῶν γεγενημένον ὁρμᾷ.

Καὶ ἐπειδὴ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα ἐπιστάμενος ᾔδει, ὅτι αὐτὸς ἦν ὁ ὑπηρετησάμενος τῇ τοῦ διαβόλου ἐπιβουλῇ, καὶ τῇ βασκανίᾳ, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἵνα μάθῃς αὐτοῦ τὴν ἀγαθότητα, πῶς ἐπ᾽ ἐκείνων μὲν καὶ εἰδὼς τῷ μὲν ἔλεγε, Ποῦ εἶ; Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; τῇ δὲ ἔλεγε, Τί τοῦτο ἐποίησας; ἐπὶ τοῦ πονηροῦ τούτου θηρίου οὐδὲν τοιοῦτον ποιεῖ, ἀλλὰ τί; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Εἶδες διαφοράν; Τῇ μὲν γυναικὶ ἔλεγε, Τί τοῦτο ἐποίησας; τῷ δὲ ὄφει, Ὅτι ἐποίησας τοῦτο.

Ὅτι τὸ κακὸν, φησὶν, τοῦτο εἰργάσω, ὅτι τὴν ὀλέθριον συμβουλὴν ταύτην εἰσήγαγες, ὅτι τοσαύτῃ βασκανίᾳ ὑπηρετήσω, ὅτι οὕτω τὸν φθόνον ἠκόνησας κατὰ τοῦ δημιουργηθέντος ὑπ᾽ ἐμοῦ, Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.

ϛʹ. Σκόπει μοι ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν φιλανθρωπίας πεπληρωμένην. Τὴν μὲν γὰρ ἐρώτησιν ποιούμενος ἀπὸ τοῦ ἀνδρὸς ἤρξατο, εἶτα μετῆλθεν ἐπὶ τὴν γυναῖκα. Καὶ ἐπειδὴ εἶπεν αὐτὴ τὸν αἴτιον αὐτῇ γεγενημένον, ἐλθὼν ἐπὶ τὸν ὄφιν, καὶ οὐκέτι αὐτὸν ἀποκρίσεως ἀξιώσας, τὴν τιμωρίαν ἐπάγει, καὶ τοιαύτην ὡς παντὶ τῷ χρόνῳ παρεκτείνεσθαι, καὶ διὰ τῆς ὄψεως διηνεκῆ διδάσκαλον γίνεσθαι τοῖς ἑξῆς ἅπασι, μηκέτι δέχεσθαι τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν, μηδὲ ἀπατᾶσθαι τοῖς παρ᾽ ἐκείνου μηχανήμασιν. Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· καὶ εἰ ὁ διάβολος ἐνεργήσας διὰ τοῦ ὄφεως τὴν συμβουλὴν εἰσήγαγε, τίνος ἕνεκεν τὸ θηρίον τοσαύτην ὑπέμεινε τιμωρίαν; Καὶ τοῦτο τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ ἔργον γέγονε. Καθάπερ γὰρ πατὴρ φιλόστοργος τὸν ἀπεκτακότα τὸν υἱὸν τὸν ἑαυτοῦ τιμωρούμενος, καὶ τὴν μάχαιραν καὶ τὸ ξίφος, δι᾽ οὗ τὸν φόνον εἰργάσατο, διασπᾷ, καὶ εἰς πολλὰ κατατέμνει μέρη· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς, ἐπειδὴ ὥσπερ μάχαιρά τις ὑπηρετήσατο τὸ θηρίον τοῦτο τῇ τοῦ διαβόλου πανουργίᾳ, ἐπάγει αὐτῷ διηνεκῆ τὴν τιμωρίαν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου καὶ ὁρωμένου λογιζώμεθα ἐν ὅσῃ ἀτιμίᾳ κἀκεῖνος τυγχάνει. Εἰ γὰρ οὗτος ὁ καθάπερ ὄργανον ὑπηρετησάμενος τοσαύτης ἐπειράθη ἀγανακτήσεως, ποίαν εἰκὸς ἐκεῖνον δέξασθαι τιμωρίαν;

Μᾶλλον δὲ καὶ τοῦτο ἤδη ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς διὰ τῶν θείων Εὐαγγελίων φάσκων πρὸς τοὺς ἐξ εὐωνύμων ἑστῶτας, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐκείνῳ γὰρ πάλαι τοῦτο ἡτοίμασται, καὶ ἐκεῖνο τὸ ἄσβεστον πῦρ αὐτὸν ἐκδέχεται. Τί οὖν ἂν εἴη ἀθλιώτερον τῶν δι᾽ ἀμέλειαν τῆς οἰκείας σωτηρίας ἑαυτοὺς ἐκείνῃ τῇ τιμωρίᾳ καθιστώντων ὑπευθύνους τῇ ἐκείνῳ ἡτοιμασμένῃ; Ὅτι γὰρ ἡμῖν, εἰ βουληθείημεν ἀρετὴν ἐπιδείξασθαι, καὶ τοῖς παρὰ τοῦ Χριστοῦ τεθεῖσι νόμοις ἕπεσθαι, ἡ βασιλεία ἡτοίμασται, αὐτοῦ πάλιν ἄκουσον λέγοντος· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Εἶδες ἐκείνῳ μὲν τὸ ἄσβεστον πῦρ ἡτοιμασμένον, ἡμῖν δὲ, εἰ μὴ ῥᾳθυμήσαιμεν, τὴν βασιλείαν; Ταῦτα τοίνυν ἐννοοῦντες καὶ βίου ἐπιμελώμεθα, καὶ τὴν κακίαν φεύγωμεν, καὶ μηδέποτε ἀπατώμεθα ταῖς τοῦ διαβόλου μηχαναῖς. Ἀλλ᾽, εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, πάλιν εἰς μέσον ἀγάγωμεν τὴν τιμωρίαν τὴν τῷ ὄφει ἐπαγομένην, ἵν᾽ οὕτω κατὰ μικρὸν εἰς τὸ τέλος τῆς δίκης φθάσαντες ἴδωμεν τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος.

Εἰ γὰρ ἄνθρωποι δικαστὴν ὁρῶντες πολλάκις δημοσίᾳ καθήμενον, καὶ τὴν κατὰ τῶν καταδίκων ψῆφον ἐκφέροντα, διὰ πάσης ἡμέρας παραμένουσι, καὶ οὐκ ἀφίστανται μέχρις ἂν ἴδωσιν ἀναστάντα τὸν δικαστήν· πολλῷ μᾶλλον ἡμᾶς νῦν προσήκει μετὰ πλείονος τῆς προθυμίας ἰδεῖν τὸν ἀγαθὸν Θεὸν, πῶς μὲν τῷ ὄφει σφοδρὰν τὴν τιμωρίαν ἐπιτίθησιν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου θηρίου, ᾧ ὥσπερ ὀργάνῳ ἐχρήσατο ὁ πονηρὸς δαίμων ἐκεῖνος, αἴσθησιν ἡμῖν παράσχῃ τῆς μελλούσης ἐκεῖνον τιμωρίας ἐκδέχεσθαι· πῶς δὲ μετὰ φειδοῦς σύμμετρον ἐπάγει καὶ τῇ γυναικὶ καὶ τῷ ἀνδρὶ τὴν ἐπιτίμησιν, νουθεσίαν μᾶλλον ἔχουσαν, ἢ κόλασιν· ἵνα ταῦτα πάντα μετὰ ἀκριβείας σκοπήσαντες θαυμάσωμεν τὴν τοῦ φιλανθρώπου Θεοῦ κηδεμονίαν, ἣν περὶ τὴν φύσιν ἐπιδείκνυται τὴν ἡμετέραν.

Τί οὖν φησι; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.

ζʹ. Μεγάλη καὶ σφοδρὰ ἡ ἀγανάκτησις, ἐπειδὴ καὶ μεγάλη τῆς ἀπάτης ἡ ὑπερβολὴ, ἣν δι᾽ αὐτοῦ προσήγαγεν ὁ πονηρὸς διάβολος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ἐπειδὴ, φησὶ, τοιαύτῃ ὑπηρετήσω πανουργίᾳ, καὶ οὕτω τὴν ἀπάτην εἰς ἔργον ἤγαγες, ὀλεθρίαν συμβουλὴν εἰσαγαγὼν, καὶ τὸ δηλητήριον αὐτοῖς φάρμακον κεράσας· ἐπειδὴ τοῦτο εἰργάσω, καὶ τῆς ἐμῆς εὐνοίας ἐκβαλεῖν ἠβουλήθης τοὺς ὑπ᾽ ἐμοῦ δημιουργηθέντας, ὑπηρετησάμενος τῇ τοῦ πονηροῦ δαίμονος γνώμῃ, τοῦ διὰ τὴν βασκανίαν καὶ τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατενεχθέντος· διὰ τοῦτο, ἐπειδὴ ἐν τούτοις ὀργάνῳ σοὶ ἐχρήσατο, διηνεκῆ σοι τὴν τιμωρίαν ἐπιτίθημι, ἵνα διὰ τῶν εἰς σὲ γενομένων κἀκεῖνος εἰδέναι ἔχῃ οἵα τιμωρία αὐτὸν ἐκδέχεται, καὶ οἱ ἑξῆς ἄνθρωποι παιδεύωνται, μηκέτι ὑπάγεσθαι ταῖς τούτου συμβουλαῖς, μηδὲ τὴν ἀπάτην προσίεσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσωσι. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων, ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσω τῇ φρονήσει, ἀλλὰ τὸ προτέρημα, ὅπερ εἶχες ὑπὲρ ἅπαντα τὰ θηρία, τοῦτό σοι γέγονε τῶν κακῶν ἁπάντων αἴτιον. Ὁ γὰρ ὄφις, φησὶν, ἦν φρονιμώτατος πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς γενήσῃ.

Ἀλλ᾽ ἐπειδὴ τὸ τῆς κατάρας οὐκ ἦν αἰσθητὸν, οὐδὲ ὀφθαλμοῖς φαινόμενον, διὰ τοῦτο καὶ αἰσθητὴν αὐτῷ τιμωρίαν ἐπάγει, ἵνα διηνεκῶς πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν ὁρᾷν τῆς τιμωρίας αὐτοῦ τὰ ὑπομνήματα. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐπειδὴ, φησὶ, τῇ διαπλάσει οὐ δεόντως ἐχρήσω, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐλθεῖν ἐτόλμησας τῷ ὑπ᾽ ἐμοῦ δημιουργηθέντι λογικῷ ζώῳ. Καθάπερ τοίνυν ὁ διάβολος ὁ ἐνεργήσας διὰ σοῦ, καὶ ὀργάνῳ σοὶ χρησάμενος, ἐπειδὴ ὑπὲρ τὴν οἰκείαν ἀξίαν ἐφρόνησεν, ἐκ τῶν οὐρανῶν κατηνέχθη· τὸν αὐτὸν δὴ τρόπον καὶ σὲ ἕτερον σχῆμα διαπλάσεως ἀναλαβεῖν προστάττω, καὶ ἐπὶ τῆς γῆς σύρεσθαι, καὶ ταύτην ἔχειν τροφὴν, ὥστε μὴ ἐξεῖναί σοι λοιπὸν ἀνανεύειν ἄνω, ἀλλὰ διηνεκῶς ἐν ταύτῃ τυγχάνειν τῇ καταστάσει, καὶ παρὰ πάντα λοιπὰ τὰ θηρία τὴν γῆν σιτεῖσθαι· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς.

Καὶ οὐδὲ τούτῳ ἀρκεσθήσομαι, τῷ ἐπὶ τῆς γῆς σύρεσθαί σε, ἀλλὰ καὶ ἐχθρὰν ἄσπονδόν σοι καταστήσω τὴν γυναῖκα· καὶ οὐκ αὐτὴν μόνην, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῆς τῷ σπέρματί σου πολέμιον διηνεκῆ ἐργάσομαι. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.

Καὶ γὰρ τοσαύτην ἐκείνῳ μὲν παρέξω τὴν ἰσχὺν, ὡς διηνεκῶς ἐπικεῖσθαι τῇ σῇ κεφαλῇ, σὲ δὲ τοῖς ἐκείνου ποσὶν ὑποκεῖσθαι. Ὅρα, ἀγαπητὲ, διὰ τῆς κατὰ τοῦ θηρίου τούτου τιμωρίας, ὅσην ἡμῖν ἐνδείκνυται τὴν κηδεμονίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἔχει. Καὶ ταῦτα μὲν περὶ τοῦ αἰσθητοῦ ὄφεως· ἔξεστι δὲ τῷ βουλομένῳ μετὰ τοῦτο τηρεῖν τῶν ἐγγεγραμμένων τὴν ἀκολουθίαν, καὶ εἰδέναι, ὅτι εἰ περὶ τοῦ αἰσθητοῦ ταῦτα εἴρηται, πολλῷ μᾶλλον ἐκλαμβάνειν τὰ εἰρημένα δεῖ καὶ περὶ τοῦ νοητοῦ ὄφεως. Καὶ γὰρ καὶ ἐκεῖνον ὑπὸ τοὺς πόδας ἡμῶν ταπεινώσας κατήνεγκε, καὶ ἡμᾶς ἐπικεῖσθαι αὐτοῦ τῇ κεφαλῇ πεποίηκεν. Ἢ οὐχὶ τοῦτο σημαίνει λέγων, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων; Εἶτα ἵνα μὴ νομίσωμεν περὶ τῶν αἰσθητῶν θηρίων ταῦτα εἰρῆσθαι, ἐπήγαγε· Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.

Εἴδετε καὶ ἐκ τῆς ἐπαχθείσης τῷ ὀργάνῳ τοῦ διαβόλου τιμωρίας τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν; Ἔλθωμεν πάλιν, εἰ δοκεῖ, ἐπὶ τὴν γυναῖκα. Ἐπειδὴ γὰρ οὗτος τὴν ἀπάτην εἰσήγαγε, διὰ τοῦτο οὗτος πρῶτος τὴν τιμωρίαν ἐδέξατο· καὶ ἐπειδὴ πρώτην τὴν γυναῖκα ἠπάτησε, καὶ τότε ἐκείνη τὸν ἄνδρα συγκατέσπασε, διὰ τοῦτο ἐκείνην πρῶτον τιμωρεῖται τιμωρίαν νουθεσίαν πολλὴν ἔχουσαν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ὅρα Δεσπότου ἀγαθότητα, ὅσῃ κέχρηται τῇ ἡμερότητι μετὰ τὴν τοσαύτην παράβασιν. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐγὼ μὲν ἠβουλήθην, φησὶν, ἀνώδυνον καὶ ἀταλαίπωρόν σε ἔχειν ζωὴν, πάσης λύπης καὶ ἀθυμίας ἀπηλλαγμένην, καὶ πάσης ἡδονῆς πεπληρωμένην καὶ μηδενὸς αἰσθάνεσθαι τῶν σωματικῶν σῶμα περικειμένην· ἐπειδὴ δὲ οὐκ ἐχρήσω εἰς δέον τῇ τοσαύτῃ ἀνέσει, ἀλλ᾽ ἡ περιουσία τῶν ἀγαθῶν εἰς τοσαύτην σε ἀγνωμοσύνην ἤγαγε, διὰ τοῦτό σοι χαλινὸν ἐπιτίθημι, ὥστε μὴ ἐπὶ πλέον ἀποσκιρτῆσαι, καὶ λύπαις καὶ στεναγμοῖς σε καταδικάζω. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα.

Τὴν ὑπόθεσιν, φησὶ, τῆς πολλῆς εὐφροσύνης, καὶ τῶν τέκνων τὴν διαδοχὴν ἀπὸ λύπης ἄρχεσθαί σοι παρασκευάσω, ἵνα διηνεκῆ ἔχῃς καὶ αὐτὴ τὴν ὑπόμνησιν διὰ τῶν καθ᾽ ἕκαστον καιρὸν ὠδίνων, καὶ τῶν λυπηρῶν τῶν καθ᾽ ἑκάστην τικτομένων, πόσον τῆς ἁμαρτίας ταύτης καὶ τῆς παρακοῆς τὸ μέγεθος, καὶ μὴ τοῦ χρόνου προϊόντος λήθῃ παραδῷς τὸ γεγενημένον, ἀλλ᾽ εἰδέναι ἔχῃς ὡς ἡ ἀπάτη τούτων σοι αἴτιος γεγένηται. Διὰ τοῦτο Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὰς ὠδῖνας ἐνταῦθα αἰνίττεται καὶ τὸν πολὺν κάματον ἐκεῖνον, ὃν ὑπομένειν ἀνάγκη, καθάπερ φορτίον ἐν μησὶ τοσούτοις τὸ βρέφος βαστάζουσαν, καὶ τὰς κατὰ μέρος φυομένας ἐντεῦθεν ἀλγηδόνας, καὶ τῶν μελῶν τὸν διασπασμὸν, καὶ τὰς ὀδύνας ἐκείνας τὰς ἀφορήτους, ἃς ἐκεῖναι μόναι ἴσασιν αἱ διὰ τῆς πείρας ἐλθοῦσαι.

ηʹ. Ἀλλ᾽ ὅμως τοσαύτην ὁ φιλάνθρωπος Θεὸς παρέσχε μετὰ τῶν λυπηρῶν τὴν παραμυθίαν, ὡς ἰσόῤῥοπον εἶναι τὴν διὰ τὸ τεχθὲν βρέφος εὐφροσύνην τῶν ὠδίνων ἐκείνων τῶν ἐν τοσούτοις μησὶ τὴν γαστέρα διακοπτουσῶν. Αἱ γὰρ τοσοῦτον πόνον ὑπομένουσαι, καὶ οὕτως ὑπὸ τῶν ἀλγηδόνων σπαραττόμεναι, καὶ ὡς εἰπεῖν πρὸς αὐτὴν τὴν ζωὴν ἀπαγορεύουσαι, μετὰ τὸ τεκεῖν καὶ τῆς ἀπὸ τῶν καμάτων εὐφροσύνης ἀπολαῦσαι, πάλιν ὥσπερ ἐπιλαθόμεναι τῶν γεγενημένων ἁπάντων ἑαυτὰς ἐκδιδόασι πρὸς τὴν τῶν τέκνων γονὴν, τοῦ φιλανθρώπου Θεοῦ οὕτως οἰκονομήσαντος πρὸς σύστασιν τῆς τῶν ἀνθρώπων σωτηρίας. Ἡ γὰρ ἐλπὶς ἀεὶ τῶν μελλόντων ἀγαθῶν κούφως ποιεῖ φέρειν τὰ παρόντα λυπηρά. Καὶ τοῦτο ἴδοι τις ἂν καὶ τοὺς ἐμπόρους ὑπομένοντας, καὶ μακρὰ πελάγη διαπερῶντας, καὶ ναυαγίων ἀνεχομένους καὶ πειρατῶν, καὶ μετὰ τοὺς πολλοὺς κινδύνους ἐκείνους πολλάκις καὶ διαμαρτόντας τῆς προσδοκίας, καὶ μηδὲ οὕτως ἀποστάντας, ἀλλὰ πάλιν τῶν αὐτῶν ἁπτομένους. Τοῦτο καὶ ἐπὶ τῶν γηπόνων ἔστιν εἰπεῖν· καὶ γὰρ καὶ οὗτοι ὅτε βαθεῖαν αὔλακα ἀνατέμωσι, καὶ πολλὴν τὴν ἐπιμέλειαν τῆς γῆς ἐπιδείξωνται, καὶ δαψιλῆ τὰ σπέρματα καταβάλωσι, πολλάκις αὐχμοῦ γενομένου ἢ ἐπομβρίας, ἢ πρὸς αὐτῷ τῷ τέλει τῶν δραγμάτων ἐρυσίβης κατενεχθείσης, τῆς ἐλπίδος διήμαρτον· ἀλλ᾽ οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ πάλιν τοῦ καιροῦ καταλαβόντος, ἅπτονται τῆς γεωργίας.

Καὶ τοῦτο ἐφ᾽ ἑκάστου εὕροι τις ἂν ἐπιτηδεύματος γινόμενον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ γυνὴ καὶ αὐτὴ πολλάκις μετὰ τοὺς πολλοὺς μῆνας ἐκείνους, μετὰ τὰς ὠδῖνας τὰς ἀφορήτους, μετὰ τὰς νύκτας τὰς ἀΰπνους, μετὰ τὸν τῶν μελῶν διασπασμὸν, μικρᾶς τινος περιστάσεως γενομένης, πρὸ τοῦ προσήκοντος καιροῦ τὸ βρέφος ὠθήσασα ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἢ μεμορφωμένον μὲν, οὐκ ἄρτιον δὲ, οὐδὲ ὑγιὲς, ἢ καὶ νεκρὸν πολλάκις, μόλις τὸν κίνδυνον διέφυγε, καὶ ὅμως ὥσπερ ἐπιλαθομένη τούτων ἁπάντων, τῶν αὐτῶν ἀνέχεται, καὶ τὰ αὐτὰ ὑπομένει. Καὶ τί λέγω τὰ αὐτά; Πολλάκις καὶ συναποθανεῖν τῷ τεχθέντι συνέβη, καὶ οὐδὲ τοῦτο τὰς λοιπὰς ἐσωφρόνισε καὶ ἀνέπεισε φυγεῖν τὸ πρᾶγμα· τοσαύτην ὁ Θεὸς ἐγκατέσπειρε τοῖς λυπηροῖς τὴν ἡδονὴν ὁμοῦ καὶ τὴν εὐφροσύνην. Διὰ τοῦτο ἔλεγε, Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τοῦτο τοίνυν καὶ ὁ Χριστὸς διαλεγόμενος τοῖς μαθηταῖς καὶ δεικνὺς καὶ τῆς ὀδύνης τὸ μέγεθος καὶ τῆς εὐφροσύνης τὴν ὑπερβολὴν, ἔλεγεν· Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· εἶτα παραστῆσαι ἡμῖν βουλόμενος ὅπως τὰ μὲν τῆς λύπης ἀθρόον ἐκποδὼν γίνεται, τὰ δὲ τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης διαδέχεται, φησίν· Ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. Εἶδες κηδεμονίαν ὑπερβάλλουσαν;

εἶδες τιμωρίαν νουθεσίας πεπληρωμένην; Ἐν λύπαις τέξῃ τέκνα. Εἶτα, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Μονονουχὶ ἀπολογούμενος πρὸς τὴν γυναῖκα ὁ φιλάνθρωπος Θεὸς ταῦτά φησιν, ὅτι Ἐγὼ μὲν ἐξ ἀρχῆς ὁμότιμόν σε ἐδημιούργησα, καὶ τῆς αὐτῆς ἀξίας ἐν ἅπασιν αὐτῷ κοινωνεῖν ἠβουλήθην, καὶ ὥσπερ τῷ ἀνδρὶ, οὕτω καὶ σοὶ τὴν κατὰ πάντων ἀρχὴν ἐνεχείρισα· ἀλλ᾽ ἐπειδὴ οὐκ ἐχρήσω εἰς δέον τῇ ὁμοτιμίᾳ· διὰ τοῦτό σε ὑποτάττω τῷ ἀνδρὶ, Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ καταλιποῦσα τὸν ὁμότιμον, καὶ τὸν τῆς αὐτῆς σοὶ φύσεως κοινωνοῦντα, καὶ δι᾽ ὃν ἐδημιουργήθης, τῷ πονηρῷ θηρίῳ τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν ἠβουλήθης, καὶ τὴν παρ᾽ ἐκείνου δέξασθαι συμβουλήν· διὰ τοῦτό σε λοιπὸν τούτῳ ὑποτάττω, καὶ τοῦτόν σου κύριον ἀποφαίνω, ὥστε τὴν τούτου δεσποτείαν ἐπιγινώσκειν, καὶ ἐπειδὴ οὐκ ἔγνως ἄρχειν, μάθε καλῶς ἄρχεσθαι. Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Βέλτιόν σε ὑπὸ τοῦτον εἶναι, καὶ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνειν, ἢ ἀδείας ἀπολαύουσαν καὶ ἐξουσίας κατὰ κρημνῶν φέρεσθαι.

Ἐπεὶ καὶ ἵππῳ λυσιτελὲς ἂν γένοιτο χαλινὸν ἔχειν, καὶ εὔτακτα βαδίζειν, ἢ ἄνευ τούτου κατὰ κρημνῶν φέρεσθαι. Τὸ συμφέρον τοίνυν σκοπῶν τὸ σὸν, πρὸς τοῦτόν σε ἔχειν τὴν ἀποστροφὴν βούλομαι, καὶ καθάπερ σῶμα κεφαλῇ ἕπεσθαι, καὶ τὴν δεσποτείαν μεθ᾽ ἡδονῆς ἐπιγινώσκειν. Οἶδα ὅτι ἀπεκάμετε πρὸς τὸ μῆκος τῶν εἰρημένων· ἀλλὰ διεγέρθητε μικρὸν, παρακαλῶ, μὴ ἀτέλεστον τὴν δίκην καταλίπωμεν, μηδὲ ἀφέντες ἔτι τὸν δικαστὴν καθήμενον ἀναχωρήσωμεν· καὶ γὰρ πρὸς αὐτὸ τὸ τέλος λοιπὸν ἀπηντήκαμεν.

θʹ. Ἴδωμεν τοίνυν τί μετὰ τὴν γυναῖκα πρὸς τὸν ἄνδρα φησὶ, καὶ ποίαν καὶ τούτῳ τιμωρίαν ἐπάγει. Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.

Μεγάλη καὶ ἄφατος καὶ ἐντεῦθεν δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τοῦ Δεσπότου κηδεμονία· ἀλλ᾽ ἀκούσωμεν ἀκριβῶς ἕκαστον τῶν εἰρημένων· Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες. Ἐπειδὴ ἤκουσας, φησὶ, τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, καὶ τῆς ἐμῆς ἐντολῆς προετίμησας τὴν παρ᾽ ἐκείνης συμβουλὴν, καὶ οὐκ ἠβουλήθης τοῦ ξύλου τοῦ ἑνὸς τούτου μόνου ἀποσχέσθαι, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν (μὴ γὰρ πολλῶν σε ἀπέχεσθαι ἐκέλευσα; Ἑνὸς μόνου, καὶ οὐδὲ τούτου ἠνέσχου, ἀλλ᾽ ἐπιλαθόμενος τῶν ἐμῶν ἐντολῶν ἐπείσθης τῇ γυναικί)· διὰ τοῦτο μαθήσῃ δι᾽ αὐτῶν τῶν ἔργων, ὅσον εἰργάσω κακόν.

Ἀκουέτωσαν ἄνδρες· ἀκουέτωσαν γυναῖκες· οἱ μὲν, ἵνα μὴ ἀνέχωνται τῶν πονηρὰ συμβουλευουσῶν· αἱ δὲ, ἵνα μὴ τοιαῦτα συμβουλεύωσιν. Εἰ γὰρ οὗτος ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν μεταγαγὼν, οὐδεμιᾶς ἠξιώθη συγγνώμης, ποίαν ἄν τις ἀπολογίαν σχοίη λέγων, ὅτι διὰ τὴν γυναῖκα τὸ καὶ τὸ ἥμαρτον, καὶ τὸ καὶ τὸ ἔπραξα;

Διὰ τοῦτο γὰρ καὶ ὑπὸ τὴν δεσποτείαν γέγονε τὴν σὴν, καὶ κύριος αὐτῆς ἀπεφάνθης, ἵνα ἐκείνη σοὶ κατακολουθῇ, καὶ μὴ ἡ κεφαλὴ τοῖς ποσὶν ἕπηται. Ἀλλ᾽ οὖν ἔστιν ἰδεῖν πολλάκις τὸ ἐναντίον συμβαῖνον, καὶ τὸν ἐν τάξει κεφαλῆς εἶναι ὀφείλοντα, οὐδὲ τῶν ποδῶν τὴν τάξιν ἐπέχοντα· καὶ τὴν ἐν τάξει ποδῶν οὖσαν, ταύτην ἐν τάξει κεφαλῆς καθισταμένην. Δι᾽ ὃ καὶ ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ταῦτα πάντα προορῶν ἐβόα· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ἀλλ᾽ ὅμως καὶ ὁ ἀνὴρ πολλὴν τὴν φυλακὴν ἐπιδεικνύσθω, ὥστε τὰ ὀλέθρια συμβουλεύουσαν ἀποσείεσθαι, καὶ ἡ γυνὴ ἔναυλον ἔχουσα τὴν τιμωρίαν ἣν ἐδέξατο ἡ Εὔα τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν εἰσαγαγοῦσα τῷ ἀνδρὶ, μὴ τολμάτω τοιαῦτα συμβουλεύειν, μηδὲ μιμείσθω τὴν Εὔαν, ἀλλὰ τῷ ὑποδείγματι σωφρονιζέσθω κἀκεῖνα συμβουλευέτω, ἃ καὶ αὐτὴν καὶ τὸν ἄνδρα πάσης ἀπαλλάξει κολάσεως καὶ τιμωρίας. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

Τῷ δὲ Ἀδὰμ, φησὶν, εἶπεν ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾽ αὐτοῦ ἔφαγες. Ἐπειδὴ, φησὶ, τοσαύτῃ ῥᾳθυμίᾳ ἐχρήσω περὶ τὴν φυλακὴν τῆς παρ᾽ ἐμοῦ δοθείσης ἐντολῆς, καὶ οὔτε ὁ φόβος, οὔτε τὸ προλαβόντα με διαστείλασθαι τὰ μέλλοντα συμβήσεσθαι ὑμῖν ἀπὸ τῆς βρώσεως, ὠφέλησέ τι, ἀλλ᾽ εἰς τοσαύτην κακίαν ἐξώκειλας, ὡς μὴ δυνηθῆναι μηδὲ τοῦ ἑνὸς ἀποσχέσθαι ξύλου μετὰ τὴν τοσαύτην ἀπόλαυσιν· διὰ τοῦτο Ἐπικατάρατος ἔσται ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς μὲν τὸν ὄφιν τιμωρεῖται, πῶς δὲ τὸ λογικὸν τοῦτο ζῶον. Ἐκείνῳ γάρ φησιν, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς; ἐνταῦθα δὲ οὐχ οὕτως. Ἀλλὰ τί; Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Καὶ εἰκότως. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον παρήχθη, ἵνα οὕτως ἀπολαύειν δύνηται τῶν ἐξ αὐτῆς ἀναδιδομένων, διὰ τοῦτο πάλιν διὰ τὸν ἄνθρωπον ἁμαρτόντα ταύτῃ τὴν κατάραν ἐπιτίθησιν· ἐπειδὴ ἡ εἰς αὐτὴν κατάρα πάλιν τοῦ ἀνθρώπου ἐλυμαίνετο τῇ ἀνέσει καὶ τῇ ἀδείᾳ, Ἐπικατάρατος, φησὶν, ἡ γῆ ἐν τοῖς ἔργοις σου. Εἶτα ἵνα μάθῃς τί ἐστιν, Ἐπικατάρατος, ἐπήγαγεν, Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.

Ὅρα ἑκάστην τιμωρίαν τῷ αἰῶνι παρεκτεινομένην, ἵνα μὴ μόνον αὐτοὶ κερδάνωσιν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες γίνεσθαι δι᾽ αὐτῶν τῶν πραγμάτων διδάσκωνται, πόθεν αὐτοῖς τὰ τῆς τιμωρίας ταύτης ἐπήχθη· Ἐν λύπαις, φησὶ, φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Εἶτα ἀκριβέστερον διδάσκων τῆς κατάρας τὸ εἶδος, καὶ τῆς λύπης τὴν αἰτίαν, ἐπήγαγεν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Ἰδοὺ τῆς κατάρας τὰ ὑπομνήματα. Ἀκάνθας, φησὶν, ἐκδώσει καὶ τριβόλους· ὥστε πολὺν τὸν πόνον καὶ τὴν ταλαιπωρίαν ἐργάσασθαι, καὶ μετὰ λύπης πάντα τὸν χρόνον διάγειν σε ποιήσω, ἵνα τοῦτο χαλινός σοι γένηται τοῦ μὴ ὑπὲρ ἀξίαν φαντάζεσθαι, ἀλλὰ διηνεκῶς ἔχῃς ἐννοεῖν τὴν σαυτοῦ οὐσίαν, καὶ μηδέποτε ἀνάσχῃ τοιαῦτα ἀπατηθῆναι.

Καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ὅρα πῶς ἀπεναντίας τῆς προτέρας διαγωγῆς τὰ μετὰ τὴν παρακοὴν ἅπαντα αὐτῷ ἐπήχθη. Ἐγὼ μὲν γὰρ, φησὶ, παραγαγών σε εἰς τόνδε τὸν κόσμον ἠβουλήθην ἄνευ λύπης καὶ μόχθων καὶ ταλαιπωρίας καὶ ἄνευ ἱδρώτων διάγειν σε, καὶ ἐν ἀπολαύσει εἶναι καὶ εὐημερίᾳ, καὶ μηδὲ ταῖς τοῦ σώματος ἀνάγκαις ὑποκεῖσθαι, ἀλλὰ πάντων τούτων ἀπηλλάχθαι, καὶ ἐν ἐλευθερίᾳ πάσῃ τυγχάνειν. Ἐπειδὴ δὲ οὐκ ὤνησέ σε ἡ τοσαύτη ἄδεια, διὰ τοῦτο καὶ τὴν γῆν καταράσομαι, ὥστε μὴ ἄσπαρτά σοι καὶ ἀνήροτα, καθάπερ πρότερον, τὰ ἐξ αὐτῆς ἀναδιδόμενα παρέχειν, ἀλλὰ καὶ μετὰ πολλοῦ τοῦ πόνου, καὶ τοῦ μόχθου, καὶ τῆς ταλαιπωρίας, καὶ λύπαις σε διηνεκέσι καὶ ἀθυμίαις περιβαλῶ, καὶ μετὰ ἱδρώτων πάντα σε κατορθοῦν παρασκευάσω ἵνα τούτοις πιεζόμενος ἔχῃς διδασκαλίαν διηνεκῆ τοῦ μετριάζειν, καὶ τὴν ἑαυτοῦ φύσιν ἐπιγινώσκειν. Καὶ τοῦτο οὐ πρὸς ὀλίγον οὐδὲ πρὸς βραχὺν χρόνον ἔσται, ἀλλὰ παντὶ τῷ τῆς ζωῆς χρόνῳ παρεκταθήσεται.

Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Μέχρις ἐκείνου ταῦτα ὑπομενεῖς, ἕως ἂν τὸ τέλος τῆς ζωῆς σοι ἐπαχθήσεται, καὶ εἰς ἐκείνην διαλυθῇς, ἐξ ἧς καὶ ἐπλάσθης. Εἰ γὰρ καὶ σώματός σοι φύσιν ἐχαρισάμην διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν, ἀλλ᾽ αὐτὸ τὸ σῶμα ἀπὸ γῆς ὂν, γῆ πάλιν ἔσται. Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἵνα γὰρ μὴ ταῦτα γένηται, διὰ τοῦτο εἶπον, Μὴ ἅψησθε τοῦ ξύλου, εἰπὼν, ὅτι ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Οὐ γὰρ ἐβουλόμην τοῦτο· ἀλλ᾽ ἐπειδὴ τὰ μὲν παρ᾽ ἐμοῦ ἅπαντα γεγένηται, σὺ δὲ σαυτῷ ταῦτα προεξένησας, ἐπὶ μηδένα ἕτερον τὴν αἰτίαν ἔπαγε, ἀλλὰ τῇ σαυτοῦ ῥᾳθυμίᾳ πᾶν ἐπίγραφε. Ἀλλὰ πάλιν ἡμῖν ἕτερον ζήτημα ἐντεῦθεν τίκτεται, ὅπερ, εἰ βούλεσθε, συντόμως διαλύσαντες τὸ τηνικαῦτα καταπαύσομεν τὸν λόγον. Εἶπε, φησὶν, ὁ Θεός· ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· δείκνυνται δὲ ζήσαντες μετὰ τὴν παρακοὴν, καὶ τὸ τῆς βρώσεως μετασχεῖν, πολλῶν ἐτῶν ἀριθμόν. Τοῦτο δοκεῖ μὲν ἁπλῶς τοῖς ἐπιπολαίως ἐντυγχάνουσι τοῖς ἐγκειμένοις ἔχειν ζήτησίν τινα· εἰ δέ τις εὐγνωμόνως τὴν ἀκοὴν ὑπόσχοιτο, σαφές ἐστι τὸ εἰρημένον καὶ οὐδεμίαν τῷ προσέχοντι ζήτησιν ἔχον.

Εἰ γὰρ καὶ πολὺν ἐτῶν χρόνον ἔζησαν, ἀλλ᾽ ὅμως ἀφ᾽ ἧς ἤκουσαν τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ τὴν ἀπόφασιν ἐδέξαντο τοῦ θανάτου, καὶ θνητοὶ γεγόνασι, καὶ ἐξ ἐκείνου ἄν τις εἶπεν αὐτοὺς τεθνηκέναι. Τοῦτο οὖν καὶ ἡ Γραφὴ αἰνιττομένη εἶπεν, ὅτι ᾟ δ᾽ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀντὶ τοῦ, Τὴν ἀπόφασιν δέξεσθε τοῦ θνητοὶ λοιπὸν εἶναι. Καθάπερ γὰρ ἐπὶ τῶν δικαστηρίων τῶν ἀνθρωπίνων, ἐπειδὰν ἀπόφασίν τις δεξάμενος τοῦ πάντως τὴν κεφαλὴν ἀποτμηθῆναι, εἶτα εἰς τὸ δεσμωτήριον ἐμβληθῇ, κἂν ἐπὶ πολὺν χρόνον διαμένῃ, οὐδὲν ἄμεινον τῶν νεκρῶν καὶ τεθνηκότων διάξει, τῇ ἀποφάσει τεθνηκώς· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, ἐξ ἐκείνης τῆς ἡμέρας, ἐξ ἧς τὴν ἀπόφασιν ἐδέξαντο τῆς θνητότητος, εἰ καὶ πολὺν διήρκεσαν χρόνον, ἀλλὰ τῇ ἀποφάσει τεθνήκασιν.

Οἶδα ὅτι πολλὰ τὰ εἰρημένα καὶ εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη τὰ τῆς διδασκαλίας· διὸ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι κατὰ δύναμιν ἡμετέραν ἅπαντα εἰς μέσον ὑμῖν προθέντες τέλος ἐπεθήκαμεν τοῖς ἀναγνωσθεῖσι, συστείλωμεν ἐνταῦθα τὸν λόγον.

ιʹ. Ἐνῆν μὲν γὰρ καὶ ἕτερα προσθέντας δεῖξαι πάλιν καὶ ταύτην αὐτὴν τὴν τιμωρίαν τὴν ἐπαχθεῖσαν, καὶ τὸ θνητοὺς γενέσθαι πολλὴν ἔχουσαν ἄβυσσον φιλανθρωπίας· ἀλλὰ ἵνα μὴ τῷ πολλῷ πλήθει καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, φέρε, παρακαλέσωμεν ὑμᾶς ἐντεῦθεν ἐξελθόντας μὴ εἰς ἀνονήτους συλλόγους ἑαυτοὺς ἐκδιδόναι, μηδὲ εἰς φλυαρίας ἀκαίρους, ἀλλὰ καθ᾽ ἑαυτοὺς συνιέντας μετ᾽ ἀλλήλων συλλέγειν τὰ εἰρημένα, καὶ εἰς ὑπόμνησιν ἑαυτοὺς ἄγειν, τί μὲν ὁ δικαστὴς ἀπεκρίνατο, τί δὲ οἱ ὑπεύθυνοι ἀπελογήσαντο, καὶ πῶς ὁ μὲν ἐπ᾽ ἐκείνην τὴν αἰτίαν μετήγαγεν, ἐκείνη δὲ ἐπὶ τὸν ὄφιν, καὶ πῶς καὶ τοῦτον ἐτιμωρήσατο, καὶ ὅτι διηνεκῆ καὶ τῷ παντὶ αἰῶνι συμπαρεκτεινομένην αὐτῷ τὴν τιμωρίαν ἐπήγαγε, καὶ σφοδρὰν τὴν κατ᾽ αὐτοῦ ἀγανάκτησιν ἐποιήσατο, καὶ διὰ τούτου δεικνὺς τὴν πρὸς τοὺς ἀπατηθέντας κηδεμονίαν. Δι᾽ ὧν γὰρ τὸν ἀπατήσαντα οὕτως ἠμύνατο, δῆλον ὅτι εἰς τοὺς πάνυ αὐτῷ περισπουδάστους τὴν ἀπάτην εἰργάσατο.

Εἶτα ἐντεῦθεν μνημονεύσατε τοῦ ἐπιτιμίου τῆς γυναικὸς, καὶ τῆς κολάσεως τῆς ἐπαχθείσης αὐτῇ, μᾶλλον δὲ τῆς νουθεσίας, καὶ οὕτω τὰ πρὸς τὸν Ἀδὰμ εἰρημένα μνημονεύσαντες, καὶ τῆς ἀποφάσεως εἰς ἔννοιαν ἐλθόντες, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἐντεῦθεν ἐκπλάγητε τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ὅτι ἡμᾶς τοὺς ἐκ τῆς γῆς ὄντας, καὶ εἰς γῆν διαλυομένους, εἰ βουληθείημεν ἀρετὴν μετελθεῖν, καὶ κακίαν φυγεῖν, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιοῦν ἐπηγγείλατο τῶν ἡτοιμασμένων τοῖς ἠγαπηκόσιν αὐτὸν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Χάριν τοίνυν πολλὴν ὀφείλομεν ἡμῶν ὁμολογεῖν τῷ Δεσπότῃ ὑπὲρ τῶν τηλικούτων εὐεργεσιῶν, καὶ μηδέποτε λήθῃ ταῦτα παραπέμπειν, ἀλλὰ διὰ τῶν ἀγαθῶν ἔργων καὶ τῆς πολλῆς τῶν φαύλων ἀποφυγῆς, τοῦτον ἐξιλεωσώμεθα καὶ εὐμενῆ ἡμῖν καταστήσωμεν.

Πῶς γὰρ οὐ πάσης τοῦτο ἀγνωμοσύνης δεῖγμα, εἰ αὐτὸς μὲν, Θεὸς ὢν καὶ ἀθάνατος, τὴν φύσιν ἀναλαβέσθαι τὴν θνητὴν ἡμῶν καὶ γήϊνον οὐσίαν οὐ παρῃτήσατο, καὶ τῆς ἀρχαίας νεκρώσεως ἀπαλλάξαι, καὶ ὑπὲρ τὸν οὐρανὸν ταύτην ἀναβιβάσαι, καὶ τῇ πατρικῇ συνεδρίᾳ τιμῆσαι, καὶ ὑπὸ πάσης τῆς οὐρανίας στρατιᾶς προσκυνεῖσθαι καταξιῶσαι, ἡμεῖς δὲ τὰ ἐναντία τούτῳ ἀνταμεῖψαι οὐ κατῃδέσθημεν, ἀλλὰ καὶ τὴν ἀθάνατον ψυχὴν, ὡς ἄν τις εἴποι, τῇ σαρκὶ προσκολλήσαντες, γήϊνον αὐτὴν καὶ νεκρὰν καὶ ἀνενέργητον γενέσθαι κατεσκευάσαμεν; Μὴ, παρακαλῶ, μὴ οὕτως ἀγνώμονες ὦμεν περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα, ἀλλὰ τοῖς αὐτοῦ νόμοις ἑπόμενοι, τὰ αὐτῷ δοκοῦντα καὶ εὐάρεστα ὄντα διαπραττώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἀξίους ἡμᾶς ἀναδείξῃ· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ. Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. αʹ. Εἴδετε χθὲς Δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἐξέτασιν ἀγαθότητος γέμουσαν; εἴδετε τιμωριῶν διαφοράν; πῶς μὲν ὁ διὰ τῆς ἀπάτης ὑποσκελίσας ἐτιμωρήθη, πῶς δὲ ἡ τοῖς ὑποσκελισθεῖσιν ἐπαχθεῖσα τιμωρία πολλὴν δείκνυσι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν; εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις τὸ παραστῆναι τῷ δικαστηρίῳ, καὶ ἰδεῖν ὅπως προεχώρησεν ἡ ἐξέτασις; Ἔγνωμεν γὰρ, ὅσων τε καὶ ἡλίκων ἀγαθῶν ἑαυτοὺς ἀπεστέρησαν ὅ τε Ἀδὰμ, ἥ τε Εὔα, διὰ τῆς παραβάσεως τῆς δοθείσης ἐντολῆς, γυμνωθέντες τῆς δόξης ἐκείνης τῆς ἀφάτου, καὶ τῆς ζωῆς τῆς οὐδὲν ἔλαττον σχεδὸν ἐχούσης τῶν ἀγγέλων. Εἴδομεν τὴν ἀνεξικακίαν τοῦ Δεσπότου, ἐπαιδεύθημεν ὅσον κακόν ἐστι ῥᾳθυμία, καὶ ὅπως καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἐργάζεται, καὶ ἐν πολλῇ καθίστησι τῇ αἰσχύνῃ. Διὸ, παρακαλῶ, νήφωμεν, καὶ τὰ ἐκείνων πτώματα ἡμῖν γενέσθω φάρμακα, καὶ ἡ ἐκείνων ῥᾳθυμία ἡμῖν γενέσθω ἀσφαλείας ὑπόθεσις· ἐπειδὴ καὶ μείζων ἡ τιμωρία τοῖς εἰς τὸ ἑξῆς τὰ αὐτὰ πλημμελοῦσιν, ὅσῳ μηδὲ τοῖς ὑποδείγμασι σωφρονέστεροι γενέσθαι ἠβουλήθησαν.

Οὐδὲ γὰρ οἱ μετὰ ταῦτα τὰ αὐτὰ τοῖς προτέροις ἁμαρτάνοντες τὴν αὐτὴν εἰσπράττονται δίκην. Καὶ τοῦτο συντόμως μαθεῖν ἔξεστιν ἀπὸ τοῦ σοφοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ μακαρίου Παύλου φημὶ, λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐννόμως ἥμαρτον, διὰ νόμου κριθήσονται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν αὐτὴν δώσουσι δίκην οἱ πρὸ τοῦ νόμου, καὶ οἱ μετὰ τὸν νόμον, ἀλλὰ βαρυτέρας ὑποστήσονται τιμωρίας οἱ μετὰ τὴν τοῦ νόμου δόσιν ἁμαρτάνοντες.

Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμερωτέραν αὐτοῖς ποιεῖ τὴν τιμωρίαν τὸ μὴ ἔχειν τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν τε καὶ βοήθειαν. Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.

Οὗτοι δὲ, φησὶν, ἐπειδὴ καὶ τὸν νόμον ἔσχον διδάσκαλον, καὶ οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλὰ τὰ αὐτὰ ἐκείνοις ἥμαρτον, μείζονα καὶ τὴν δίκην τίσουσι. Ἀλλ᾽ ἀκούσωμεν καὶ τῶν σήμερον ἀναγνωσθέντων. Καὶ ἐκάλεσε, φησὶν, Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.

Ὅρα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐδὲ τοῦτο παρῆκεν, ἀλλ᾽ ἐδίδαξεν ἡμᾶς, ὅτι καὶ τῇ γυναικὶ προσηγορίαν ὁ Ἀδὰμ ἐπέθηκεν. Ἐκάλεσε, γὰρ, φησὶ, τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων· τουτέστιν, αὕτη ἀρχή ἐστι πάντων τῶν ἐξ αὐτῆς ἐσομένων, καὶ ῥίζα καὶ θεμέλιος τῆς μετὰ ταῦτα γενεᾶς. Εἶτα μετὰ τὸ διδάξαι ἡμᾶς τὴν ἐπιτεθεῖσαν τῇ γυναικὶ προσηγορίαν, πάλιν δείκνυσιν ἡμῖν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅπως οὐ περιορᾷ ἐν τοσαύτῃ αἰσχύνῃ καὶ γυμνότητι τοὺς ὑπ᾽ αὐτοῦ δημιουργηθέντας. Καὶ ἐποίησε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς.

Καθάπερ γὰρ πατὴρ εὔσπλαγχνος παῖδα ἔχων εὐγενῆ, καὶ μετὰ πάσης ἐπιμελείας ἀνατρεφόμενον, καὶ τρυφῆς ἁπάσης ἀπολαύοντα, καὶ ἑστίᾳ λαμπρᾷ κεχρημένον, καὶ σηρικὰ ἱμάτια περιβεβλημένον, καὶ μετὰ ἀδείας τῇ περιουσίᾳ καὶ τῷ πλούτῳ κεχρημένον τῷ πατρικῷ, ὁρῶν ὕστερον ἀπὸ τῆς ἀνέσεως ταύτης τῆς πολλῆς εἰς κρημνὸν κακίας ἐξοκείλαντα, πάντων ἐκείνων ἀποστερήσας καὶ τῇ ἑαυτοῦ ἐξουσίᾳ ὑποτάξας, καὶ τῆς ἐσθῆτος γυμνώσας, ἱμάτιον εὐτελὲς αὐτῷ πολλάκις καὶ δουλικὸν περιτίθησιν, ὥστε μὴ πάντη γυμνὸν εἶναι καὶ ἀσχημονεῖν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος Θεὸς, ἐπειδὴ ἀναξίους ἑαυτοὺς κατέστησαν τοῦ λαμπροῦ ἐκείνου καὶ φαιδροῦ ἐνδύματος, τοῦ περιστέλλοντος αὐτοὺς, καὶ παρασκευάζοντος ἀνωτέρους εἶναι τῶν σωματικῶν ἀναγκῶν, γυμνώσας αὐτοὺς τῆς δόξης ἐκείνης ἁπάσης, καὶ τῆς ἀπολαύσεως, ἧς πρότερον μετεῖχον, πρὶν ἢ πεσεῖν τὸ πτῶμα τοῦτο τὸ χαλεπὸν, πολὺν περὶ αὐτοὺς τὸν οἶκτον ἐπιδεικνύμενος, καὶ ἐλεῶν αὐτοὺς τῆς ἐκπτώσεως, καὶ ὁρῶν πολλὴν τὴν ἀσχημοσύνην περιβεβλημένους, καὶ οὐκ εἰδότας, ὅ τι καὶ πράξουσι, πρὸς τὸ μὴ γυμνοὺς εἶναι καὶ ἐνασχημονεῖν, χιτῶνας αὐτοῖς ἐργάζεται δερματίνους καὶ ἀμφιέννυσι.

Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα· ἐπειδὰν γὰρ εὕρῃ τοὺς αὐτῷ πειθομένους, διὰ τῆς βραχείας ἡδονῆς ὑποσκελίσας, καὶ εἰς αὐτὸν τῆς κακίας τὸν βυθὸν καταγαγὼν, καὶ πάσης αἰσχύνης καὶ ἀτιμίας πληρώσας, ἀφίησι κεῖσθαι κάτω, ἐλεεινὸν θέαμα τοῖς ὁρῶσιν.

Ἀλλ᾽ ὁ τῶν ἡμετέρων ψυχῶν κηδεμὼν, ὁρῶν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ, οὐδὲ οὕτω περιιδεῖν ἀνέχεται, ἀλλὰ σκέπην αὐτοῖς ἐπινοεῖ, διὰ τῆς εὐτελείας τοῦ ἐνδύματος δεικνὺς αὐτοῖς οἵων ἑαυτοὺς κατέστησαν ἀξίους ἐνδυμάτων.

Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Ὅρα πόση τῆς θείας Γραφῆς ἡ συγκατάβασις. Ἀλλ᾽ ὅπερ πολλάκις εἶπον, καὶ νῦν λέγω· θεοπρεπῶς ἅπαντα νοῶμεν, καὶ τὸ, Ἐποίησεν, ἀντὶ τοῦ, Προσέταξεν, νοῶμεν. Ἐκέλευσε χιτῶνας δερματίνους αὐτοὺς περιβαλέσθαι ὑπόμνημα διηνεκὲς τῆς παρακοῆς.

βʹ. Ἀκουέτωσαν οἱ πλουτοῦντες, οἱ ἐντρυφῶντες τοῖς τῶν σκωλήκων νήμασι, καὶ τὰ σηρικὰ περιβαλλόμενοι, καὶ μανθανέτωσαν πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παιδεύων τὴν ἀνθρωπίνην φύσιν ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ διὰ τὴν παράβασιν τῷ ἐπιτιμίῳ τοῦ θανάτου γέγονεν ὑπεύθυνος ὁ πρωτόπλαστος, ἐχρῆν δὲ ἱμάτιον αὐτῷ περιτεθῆναι τὸ τὴν αἰσχύνην καλύπτον, δερματίνους αὐτοῖς ἐποίησε χιτῶνας, διδάσκων ἡμᾶς φεύγειν τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, καὶ μὴ τὸν ἀνειμένον καὶ βλακείας γέμοντα μεταδιώκειν, ἀλλὰ τὸν αὐστηρὸν μᾶλλον ἀσπάζεσθαι. Ἀλλ᾽ ἴσως ἀχθόμενοι πρὸς τὰ λεγόμενα οἱ πλουτοῦντες ἐροῦσι· Τί οὖν; δερματίνους ἡμᾶς χιτῶνας κελεύεις περιβαλέσθαι; Οὐ τοῦτο λέγω· οὐδὲ γὰρ ἐκεῖνοι εἰς τὸ διηνεκὲς ἐκείνοις τοῖς χιτῶσιν ἐκέχρηντο· ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἀεὶ ταῖς προλαβούσαις εὐεργεσίαις ἑτέρας προστίθησιν. Ἐπειδὴ γὰρ λοιπὸν ὑπευθύνους ἑαυτοὺς κατέστησαν ταῖς σωματικαῖς ἀνάγκαις, τῆς ἀπαθείας ἐκείνης καὶ τῆς ἀγγελικῆς διαγωγῆς ἀποστερηθέντες, μετὰ ταῦτα ᾠκονόμησεν, ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν, ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνῃ διάγειν.

Ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γενέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδασκαλία, ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γένος ἐδέξατο. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ τοσαύτῃ κεχρημένοι τῇ φαντασίᾳ, ὡς μηδὲ εἰδέναι λοιπὸν τὰ ἀπὸ τοῦ ἐρίου τῶν προβάτων ἐνδύματα, ἀλλὰ τὰ σηρικὰ περιβαλλόμενοι καὶ εἰς τοσοῦτον ἐξοκείλαντες μανίας, ὡς καὶ χρυσίον συνυφαίνειν τοῖς ἐνδύμασι· μάλιστα γὰρ τὸ τῶν γυναικῶν γένος ταύτην ἡμῖν ἐπιδείκνυται τὴν βλακείαν· τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τούτοις τὸ σῶμα καλλωπίζεις, καὶ χαίρεις τῇ ἐντεῦθεν περιβολῇ, καὶ οὐκ ἐννοεῖς ὅτι ἀντὶ μεγίστης τιμωρίας διὰ τὴν παράβασιν ἡ σκέπη αὕτη ἐπενοήθη; Διὰ τί γὰρ μὴ ἀκούεις Παύλου λέγοντος· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα;

Ὁρᾷς ὅτι ἑνὸς μόνου δεῖ φροντίζειν, τοῦ μὴ γυμνὸν εἶναι τὸ σῶμα, τοῦ σκέπεσθαι μόνον, μηκέτι δὲ καὶ περὶ διαφορᾶς ἐσθῆτος φροντίδα ποιεῖσθαι; Ἀλλ᾽ ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν· Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα πάλιν Θεοῦ συγκατάβασιν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Εἶδες πόση τῆς λέξεως ἡ ταπείνωσις;

Ταῦτα δὲ ἅπαντα θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ ἐνταῦθα διὰ τῶν ῥημάτων τούτων τῆς ἀπάτης ἡμᾶς ὑπομνῆσαι, ἣν ἠπατήθησαν ὑπὸ τοῦ διαβόλου διὰ τοῦ ὄφεως. Ἐπειδὴ γὰρ ἔλεγεν ἐκεῖνος, ὅτι Ἐὰν φάγητε, ἔσεσθε ὡς θεοὶ, καὶ ἰσοθεΐας ἐλπίδι τῆς βρώσεως κατετόλμησαν· διὰ τοῦτο καὶ ὁ Θεὸς πάλιν ἐντρέψαι αὐτοὺς βουλόμενος, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῶν ἐπταισμένων, καὶ τῆς παρακοῆς τὸ μέγεθος δεῖξαι, καὶ τῆς ἀπάτης τὴν ὑπερβολὴν, φησίν· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Μεγάλη τοῦ ῥήματος ἡ ἐντροπὴ, καθικέσθαι δυναμένη τοῦ παραβάντος. Διὰ τοῦτο, φησὶ, κατεφρόνησας τῆς ἐντολῆς τῆς ἐμῆς ἰσοθεΐαν φαντασθείς; Ἰδοὺ γέγονας ὃ προσεδόκησας· μᾶλλον δὲ οὐχ ὃ προσεδόκησας, ἀλλ᾽ ὅπερ ἦς ἄξιος γενέσθαι. Ἰδοὺ, φησὶ, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν.

Τοῦτο γὰρ ὁ ἀπατεὼν διάβολος αὐτοῖς ἔλεγε διὰ τοῦ ὄφεως, ὅτι Διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα.

Ὅρα μοι ἐνταῦθα φιλανθρωπίαν Δεσπότου. Δεῖ γὰρ μετὰ ἀκριβείας διερευνῆσαι τὸ εἰρημένον, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ τῶν ἐν τῷ βάθει τούτῳ κεκρυμμένων. Ἡνίκα τὴν ἐντολὴν ἐδίδου τῷ Ἀδὰμ ὁ Θεὸς, οὐδενὸς ἑτέρου ἀποσχέσθαι αὐτὸν προσέταξεν, ἢ μόνον τοῦ ξύλου, οὗ τῆς βρώσεως κατατολμήσας τὸ ἐπιτίμιον τοῦ θανάτου ἐδέξατο· ὅπερ ἐντελλόμενος αὐτῷ ὥρισεν, εἰ παραβαίη, περὶ τοῦ τῆς ζωῆς ξύλου οὐδὲν διαστειλάμενος.

Ἐπειδὴ γὰρ, ὡς ἡγοῦμαι καὶ ἔστι συνιδεῖν, ἀθάνατον αὐτὸν ἐδημιούργησεν, ἐξῆν αὐτῷ, εἴπερ ἐβούλετο, μετὰ τῶν ἄλλων καὶ ἐκείνου μεταλαμβάνειν, δυναμένου διηνεκῆ τὴν ζωὴν αὐτῷ προξενεῖν· διόπερ οὐδεμίαν ἐντολὴν περὶ ἐκείνου δέχεται.

γʹ. Εἰ δέ τις βούλοιτο περίεργος ὢν ζητεῖν, διὰ τί ξύλον ζωῆς ἐκαλεῖτο, μανθανέτω μὴ πάντα μετὰ ἀκριβείας τοῖς οἰκείοις λογισμοῖς ἀκολουθοῦντα δύνασθαι τὸν ἄνθρωπον καὶ τὰ τοῦ Θεοῦ ἔργα κατοπτεύειν. Ἔδοξε γὰρ τῷ Δεσπότῃ, ἵνα γυμνασίαν ἔχῃ ὑπακοῆς καὶ παρακοῆς ὁ ὑπ᾽ αὐτοῦ δημιουργηθεὶς ἄνθρωπος ἐν τῷ παραδείσῳ διάγων, καὶ τὰ δύο ταῦτα ξύλα ἐκεῖ ἀναδεῖξαι, τὸ μὲν τῆς ζωῆς, τὸ δὲ, ὡς εἰπεῖν, τοῦ θανάτου. Ἡ γὰρ τούτου βρῶσις καὶ ἡ παράβασις τῆς ἐντολῆς τὸν θάνατον αὐτῷ ἐπήγαγεν.

Ἐπεὶ οὖν τούτου μετασχὼν θνητὸς γέγονε, καὶ ταῖς τοῦ σώματος ἀνάγκαις λοιπὸν ὑπεύθυνος, καὶ ἀρχὴν ἔλαβε τῆς ἁμαρτίας ἡ εἴσοδος, δι᾽ ἣν καὶ ὁ θάνατος ὑπὸ τοῦ Δεσπότου συμφερόντως ᾠκονομήθη, οὐκέτι λοιπὸν ἀφίησιν ἐν τῷ παραδείσῳ τὸν Ἀδὰμ, ἀλλ᾽ ἐξελθεῖν ἐκεῖθεν προστάττει, δεικνὺς, ὅτι δι᾽ οὐδὲν ἕτερον τοῦτο ποιεῖ, ἢ διὰ τὴν φιλανθρωπίαν τὴν περὶ αὐτόν. Καὶ ἵνα μάθωμεν ἀκριβῶς, ἀναγκαῖον αὐτὰ πάλιν ἀναγνῶναι τὰ ῥήματα τῆς θείας Γραφῆς. Καὶ νῦν, φησὶ, μή ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ, φησὶ, πολλῆς ἀκρασίας δείγματα παρέσχε διὰ τῆς ἤδη δοθείσης ἐντολῆς, καὶ θνητὸς γέγονεν, ἵνα μὴ πάλιν, φησὶ, κατατολμήσῃ καὶ τούτου τοῦ ξύλου ἐφάψασθαι τοῦ τὴν ζωὴν παρέχοντος τὴν διηνεκῆ, καὶ μέλλῃ ἀθάνατα ἁμαρτάνειν, βέλτιον αὐτὸν ἐντεῦθεν ἔξω βληθῆναι· ὥστε κηδεμονίας μᾶλλον ἦν ἢ ἀγανακτήσεως ἡ ἐκβολὴ τοῦ παραδείσου. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· καὶ τιμωρούμενος οὐκ ἔλαττον ἢ εὐεργετῶν τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείκνυται, καὶ τὴν τιμωρίαν δὲ ἕνεκεν νουθεσίας ἡμῖν ἐπάγει.

Ὡς εἴγε ᾔδει ἡμᾶς μὴ χείρους γενομένους τῷ ἀτιμωρητὶ ἁμαρτάνειν, οὐκ ἂν οὐδὲ ἐτιμωρήσατο· ἀλλὰ προαναστέλλων ἡμῶν τὴν ἐπὶ τὸ χεῖρον πρόοδον, καὶ τὴν πονηρίαν ἐκκόπτων τὴν ἐπὶ τὸ πρόσω, τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος τιμωρεῖται· ὃ δὴ καὶ νῦν πεποίηκε. Κηδόμενος γὰρ τοῦ πρωτοπλάστου, ἐκβληθῆναι τοῦ παραδείσου αὐτὸν προσέταξε. Καὶ ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα μοι πάλιν ἐνταῦθα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ἰδοὺ τὰς ἀποφάσεις αὐτοῦ εἰς ἔργον ἄγει, καὶ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐξαγαγὼν ἐργάζεσθαι τὴν γῆν αὐτὸν ποιεῖ, ἐξ ἧς ἐλήφθη. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐξ ἧς ἐλήφθη· ἀλλ᾽ ἵνα διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ τῆς ταπεινοφροσύνης τὴν ἐργασίαν, καὶ εἰδέναι ἔχῃ ὡς ἐκεῖθεν αὐτῷ ἡ σύστασις, καὶ ἡ οὐσία τοῦ σώματος ἐκ τῆς γῆς ἐξ ἀρχῆς γεγένηται· ἐκείνην, φησὶν, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς καὶ αὐτὸς συνέστη. Τοῦτο γὰρ καὶ ἐν τῇ ἀποφάσει ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Τὸ αὐτὸ τοίνυν καὶ νῦν λέγει διὰ τοῦ εἰπεῖν, Ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη.

Εἶτα, ἵνα μάθωμεν πόσῳ διαστήματι αὐτὸν ἀπῴκισε τοῦ παραδείσου, καὶ τοῦτο διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ λέγουσα· Καὶ ἐξέβαλε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.

Σκόπει πῶς ἕκαστον τῶν γινομένων ὑπὸ τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίας ὑπόθεσις ἦν, καὶ ἕκαστον τιμωρίας εἶδος ἀγαθότητος γέμει πολλῆς. Οὐ γὰρ τὸ ἐκβαλεῖν μόνον φιλανθρωπίας καὶ ἀγαθότητος ἦν· ἀλλὰ καὶ τὸ ἀπέναντι τοῦ παραδείσου ἐγκατοικίσαι αὐτὸν, ἵνα ἀδιάλειπτον ὀδύνην ἔχῃ, καθ᾽ ἑκάστην ἡμέραν ἀναλογιζόμενος, οἵων ἐκπεπτωκὼς εἰς οἵαν ἑαυτὸν κατάστασιν ἤγαγεν.

Ἀλλ᾽ ὅμως εἰ καὶ ὀδύνην ἀφόρητον ἡ θέα εἶχεν, ἀλλ᾽ οὐ μικρᾶς ὠφελείας ὑπόθεσίς ἐστι, καὶ πρὸς τὸ ἑξῆς ἀσφάλεια τῷ ὀδυνωμένῳ ἡ συνεχὴς θέα ἐγίνετο, πρὸς τὸ μὴ τοῖς αὐτοῖς πάλιν αὐτὸν περιπεσεῖν. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τῆς ἀνθρωπίνης φύσεως τοιοῦτον τὸ ἔθος· ἐπειδὰν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ εἰδῶμεν αὐτοῖς κεχρῆσθαι δεόντως, τῇ στερήσει τούτων σωφρονιζόμεθα, καὶ τότε διὰ τῆς πείρας μαθόντες αἴσθησιν λαμβάνομεν τῆς οἰκείας ῥᾳθυμίας, καὶ οὕτω διὰ τῆς τῶν πραγμάτων μεταβολῆς διδασκόμεθα τίνων μὲν ἐξεπέσαμεν, τίσι δὲ κακοῖς ἑαυτοὺς περιεπείραμεν. Ὥστε καὶ τὸ πλησίον καὶ ἀπέναντι τοῦ παραδείσου προστάξαι κατοικεῖν τὸν ἐκεῖθεν ἐκπεπτωκότα μεγίστης κηδεμονίας σημεῖον ἦν, ἵνα καὶ τὴν ἐκ τῆς θέας ὑπόμνησιν ἔχῃ, καὶ τοῦ ἐντεῦθεν κέρδους ἀπολαύῃ, καὶ μηδὲ ἐπιθυμίαν τῆς φιλοζωΐας ἔχων, καὶ ἔξω τυγχάνων, κατατολμήσῃ τῆς τοῦ ξύλου βρώσεως. Ὡς γὰρ πρὸς τὴν ἀνθρωπίνην ἀσθένειαν συγκαταβαίνουσα ἅπαντα διαλέγεται ἡμῖν ἡ θεία Γραφή. Καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. Ἡ ῥᾳθυμία αὐτοῖς, ἣν ἤδη περὶ τὴν δοθεῖσαν ἐντολὴν ἐπεδείξαντο, αἴτιον γέγονε τοῦ μετὰ τοσαύτης ἀσφαλείας ἀποτειχισθῆναι αὐτοῖς τὴν εἴσοδον.

Ἐννόησον γάρ μοι ὅτι οὐδὲ τῇ ἀπέναντι τοῦ παραδείσου οἰκήσει ἠρκέσθη ὁ φιλάνθρωπος, ἀλλ᾽ ἔταξε τὰς δυνάμεις ταύτας τὰ Χερουβὶμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τὴν ἐκεῖσε εἰσάγουσαν.

Οὐχ ἁπλῶς δὲ προσέθηκε, Τὴν στρεφομένην, ἀλλ᾽ ἵνα διδάξῃ ἡμᾶς, ὅτι πᾶσα ὁδὸς αὐτῷ ἀποτετείχιστο, τῆς ῥομφαίας ἐκείνης διὰ τοῦ στρέφεσθαι πάσας τὰς ἐκεῖ φερούσας· ὁδοὺς ἀποφραττούσης, καὶ διηνεκῆ τὸν φόβον αὐτῷ καὶ τὴν ὑπόμνησιν παρέχειν δυναμένης.

δʹ. Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ. Σκόπει πότε τοῦτο ἐγένετο. Μετὰ τὴν παρακοὴν, μετὰ τὴν ἔκπτωσιν τὴν ἐκ τοῦ παραδείσου, τότε τὰ τῆς συνουσίας ἀρχὴν λαμβάνει. Πρὸ γὰρ τῆς παρακοῆς ἀγγελικὸν ἐμιμοῦντο βίον, καὶ οὐδαμοῦ συνουσίας λόγος. Πῶς γὰρ, ὁπότε οὐδὲ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπέκειντο; Ὥστε ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ τῆς παρθενίας ἀρχὴν ἐλάμβανεν· ἀλλ᾽ ἐπειδὴ ἐπεισῆλθε διὰ ῥᾳθυμίαν ἡ παρακοὴ, καὶ εἴσοδον ἔσχε τὰ τῆς ἁμαρτίας, ἐκείνη μὲν ἀπέπτη, ἅτε δὴ ἀναξίων αὐτῶν γενομένων τοῦ τοσούτου μεγέθους τῶν ἀγαθῶν· ἐπεισῆλθε δὲ λοιπὸν ὁ τῆς συνουσίας νόμος. Ἐννόησόν μοι τοίνυν, ἀγαπητὲ, ὅσον τῆς παρθενίας τὸ ἀξίωμα, ὅπως ὑψηλόν τί ἐστι καὶ μέγα χρῆμα, καὶ ὑπεραναβαῖνον τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ τῆς ἄνωθεν δεόμενον χειρός. Ὅτι γὰρ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυνται δυνάμεων οἱ τὴν παρθενίαν προθύμως ἑλόμενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος τοῖς Σαδδουκαίοις· ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κινοῦντες λόγον πυνθάνεσθαι ἐβούλοντο λέγοντες· Διδάσκαλε, ἦσαν παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοὶ, καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, μὴ ἔχων τέκνα, καὶ ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· καὶ ὁ δεύτερος ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ πέμπτος, καὶ ὁ ἕκτος, καὶ ὁ ἕβδομος.

Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν. Τί οὖν ὁ Χριστὸς πρὸς αὐτούς; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι. Εἶδες πῶς ἐν γῇ βαδίζοντες, καὶ σώματι συμπεπλεγμένοι τὴν ἀγγελικὴν μιμοῦνται διαγωγὴν οἱ τὸν τῆς παρθενίας κλῆρον ἀναδεξάμενοι διὰ τὸν τοῦ Χριστοῦ πόθον; Ὅσῳ γὰρ μέγα καὶ ὑψηλὸν τὸ πρᾶγμα, τοσούτῳ μᾶλλον δὲ καὶ πολλῷ μείζους οἱ στέφανοι, καὶ αἱ ἀντιδόσεις, καὶ τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς μετ᾽ αὐτῆς καὶ τὴν τῶν ἀγαθῶν πράξεων ἐργασίαν ἐπιδειξαμένοις. Ἀδὰμ δὲ, φησὶν, ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν. Ἐπειδὴ ἐπῆλθεν ἡ ἁμαρτία διὰ τῆς παρακοῆς, καὶ ἡ ἀπόφασις θνητοὺς αὐτοὺς εἰργάσατο, λοιπὸν ὁ εὐμήχανος Θεὸς κατὰ τὴν ἑαυτοῦ σοφίαν τὴν διαμονὴν τοῦ τῶν ἀνθρώπων γένους οἰκονομῶν, συνεχώρησε διὰ τῆς συνουσίας αὐξηθῆναι τὸ γένος.

Καὶ εἶπεν, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ὅρα πῶς τὸ γενόμενον ἐπιτίμιον σωφρονεστέραν εἰργάσατο τὴν γυναῖκα. Τὸ γὰρ τεχθὲν παιδίον οὐ τῇ φύσει, ἀλλὰ τῷ Θεῷ λογίζεται, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται. Εἶδες πῶς ἡ τιμωρία νουθεσίας ὑπόθεσις αὐτοῖς γέγονεν; Ἐκτησάμην γὰρ, φησὶν, ἄνθρωπον διὰ τοῦ Θεοῦ. Οὐχ ἡ φύσις, φησὶ, τὸ παιδίον μοι ἐχαρίσατο, ἀλλ᾽ ἡ ἄνωθεν χάρις δεδώρηται. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Ἐπειδὴ εὐγνώμων γέγονεν ἐπὶ τῷ τεχθέντι, καὶ ἐπέγνω τὴν προτέραν εὐεργεσίαν, ἐπέτυχε καὶ τῆς δευτέρας. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἐπὶ τοῖς προλαβοῦσι τὴν ἑαυτῶν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὸν εὐεργέτην ἐπιγνῶμεν, ἐπιδαψιλεύεται τὰς ἑαυτοῦ δωρεάς. Καὶ αὕτη τοίνυν ἐπειδὴ τῷ Θεῷ τὸν τόκον ἐλογίσατο, διὰ τοῦτο καὶ ἕτερον λαμβάνει παιδίον. Μεγίστη γὰρ ἦν λοιπὸν παραμυθία τῆς θνητότητος ἐπεισελθούσης ἡ τῶν παίδων διαδοχή. Διά τοι τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς εὐθέως καὶ ἐξ ἀρχῆς τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως ὑποτεμνόμενος, καὶ τοῦ θανάτου τὸ φοβερὸν προσωπεῖον περιαιρῶν, τὴν τῶν παίδων διαδοχὴν ἐχαρίσατο, ὡς ἂν εἴποι τις, εἰκόνα ἀναστάσεως ἐντεῦθεν ὑποφαίνων, καὶ ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι οἰκονομῶν. Καὶ ἐγένετο, φησὶν, Ἄβελ ποιμὴν προβάτων· Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.

Ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἑκάστου τῶν τεχθέντων τὰ ἐπιτηδεύματα· καὶ ὅτι ὁ μὲν τὴν ποιμαντικὴν εἵλετο, ὁ δὲ τὴν γῆν εἰργάζετο. Καὶ ἐγένετο μεθ᾽ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. Σκόπει πῶς τῷ συνειδότι τὴν γνῶσιν ἐναπέθετο τῆς φύσεως ὁ Δημιουργός. Τίς γὰρ, εἰπέ μοι, τοῦτον ὡδήγησε πρὸς τὴν τοιαύτην ἔννοιαν;

Οὐδεὶς ἕτερος, ἀλλ᾽ ἡ ἐν τῷ συνειδότι γνῶσις. Ἤνεγκε, φησὶν, ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. ᾜδει γὰρ καὶ ἠπίστατο, ὅτι προσήκει καθάπερ Δεσπότῃ ἐκ τῶν οἰκείων κτημάτων προσάγειν τι τῶν γενῶν· οὐκ ἐπειδὴ ὁ Θεὸς τούτων δεῖται, ἀλλ᾽ ἵνα τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται αὐτὸς τῆς τοιαύτης εὐεργεσίας ἀπολαύων. Ἀνενδεὴς γὰρ ὁ Θεὸς καὶ οὐδενὸς χρῄζει τῶν παρ᾽ ἡμῖν· διὰ δὲ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγκαταβαίνων ἡμῖν, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν ἀνέχεται ταῦτα γίνεσθαι, ἵνα διδασκαλεῖον ἀρετῆς εἴη τῇ τῶν ἀνθρώπων φύσει ἡ ἐπίγνωσις τοῦ Δεσπότου. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ προοιμιαζόμενος ἐν ἀρχῇ τοῦ λόγου ἐδίδασκον ὑμῶν τὴν ἀγάπην, ὅτι διαφορὰν προσώπων οὐκ οἶδεν ὁ Δεσπότης ὁ ἡμέτερος, ἀλλὰ ἐκ προαιρέσεως ἐξετάζων τὴν γνώμην στεφανοῖ.

Ἰδοὺ γοῦν καὶ νῦν τοῦτο σκόπει γεγενημένον. Προσέχωμεν τοίνυν μετὰ ἀκριβείας, ἀγαπητοὶ, τῷ εἰρημένῳ, καὶ ἴδωμεν τί μὲν περὶ τοῦ Κάϊν διηγεῖται ἡ Γραφὴ, τί δὲ περὶ τοῦ Ἄβελ, καὶ μὴ ἁπλῶς παραδράμωμεν.

Οὐδὲν γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν φθέγγεται ἡ θεία Γραφὴ, ἀλλὰ κἂν συλλαβὴ τυγχάνῃ, κἂν κεραία μία, ἔχει τινὰ ἐγκεκρυμμένον θησαυρόν· τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά. Τί οὖν φησι; Καὶ ἐγένετο μεθ᾽ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ, καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν.

εʹ. Τοῖς ὀξύτερον ἐπιβάλλειν δυναμένοις ἤδη καὶ ἐκ τῆς ἀναγνώσεως δῆλόν ἐστι τὸ εἰρημένον. Ἀλλ᾽ ἐπειδὴ προσήκει ἡμᾶς πάντων κοινῶς ποιεῖσθαι τὴν πρόνοιαν (οὐ γὰρ οἶδε διαφορὰν ἡ πνευματικὴ διδασκαλία), φέρε σαφέστερον ὑμῖν ἐκκαλύψωμεν τὰ εἰρημένα, πάλιν τὰ αὐτὰ ἐπαναλαμβάνοντες. Κάϊν, φησὶν, ἤνεγκεν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ εἶτα βουλομένη καὶ περὶ τοῦ Ἄβελ διδάξαι ἡμᾶς ἡ θεία Γραφή φησιν, ὅτι καὶ αὐτὸς ἀπὸ τοῦ ἐπιτηδεύματος αὐτοῦ, καὶ ἐκ τῆς ποιμαντικῆς τὴν θυσίαν προσήνεγκε. Ἤνεγκε γὰρ, φησὶ, καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Σκόπει πῶς ἡμῖν αἰνίττεται τὸ φιλόθεον τούτου τῆς γνώμης, καὶ ὅτι οὐχ ἁπλῶς ἀπὸ τῶν προβάτων προσήνεγκεν, ἀλλ᾽ Ἀπὸ τῶν πρωτοτόκων, τουτέστιν, ἀπὸ τῶν τιμίων, τῶν ἐξαιρέτων· εἶτα καὶ ἐξ αὐτῶν τούτων τῶν πρωτοτόκων πάλιν τὰ τιμιώτερα· Καὶ ἀπὸ τῶν στεάτων, φησὶν, αὐτῶν, τῶν εὐπαθεστέρων, τῶν τιμιωτέρων. Ἐπὶ δὲ τοῦ Κάϊν οὐδὲν τοιοῦτον ἐπεσημήνατο· ἀλλ᾽ ὅτι προσήνεγκεν Ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν· ὡς ἂν εἴποι τις, τὰ τυχόντα, οὐδεμίαν σπουδὴν οὐδὲ ἀκρίβειαν ἐπιδειξάμενος. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, οὐκ ἐπειδὴ ὁ Θεὸς τῶν παρ᾽ ἡμῶν δεῖται, ἀνέχεται τῶν προσαγομένων, ἀλλὰ βούλεται καὶ διὰ τούτων δείκνυσθαι τὴν ἡμετέραν εὐγνωμοσύνην.

Τὸν γὰρ Θεῷ προσάγοντα, καὶ ἐκ τῶν αὐτοῦ προσάγοντα, καὶ ἐννοοῦντα τὸ μέσον τῆς φύσεως, καὶ ὅτι ἄνθρωπος τοσαύτης ἀξιοῦται τῆς τιμῆς, ἐχρῆν κατὰ τὸ ἐγχωροῦν τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείκνυσθαι, καὶ τὰ τιμιώτερα προσάγειν. Ἀλλ᾽ ὅρα μοι, ἀγαπητέ. Καὶ ἐντεῦθεν ἔχων ἀφορμὰς πρὸς τὸ συνιδεῖν τὸ δέον, εἰκότως εὐθύνας δίδωσι διὰ ῥᾳθυμίαν τὴν οἰκείαν προδιδοὺς σωτηρίαν. Οὔτε γὰρ ἐκεῖνός τινα ἔσχε τὸν διδάσκοντα, οὔτε οὗτός τινα τὸν ὑποτιθέμενον καὶ συμβουλεύοντα, ἀλλ᾽ ἕκαστος ἐκ τῆς τοῦ συνειδότος διδασκαλίας, καὶ τῆς ἄνωθεν σοφίας τῷ τῶν ἀνθρώπων γένει χορηγηθείσης κινούμενος ὥρμησεν ἐπὶ τὴν τοιαύτην προσαγωγήν· ἀλλ᾽ ἡ διαφορὰ τῆς γνώμης λοιπὸν καὶ τῆς προαιρέσεως ἡ ῥᾳθυμία τοῦ μὲν εὐπρόσδεκτον ἐποίησε τὴν προσαγωγὴν, τοῦ δὲ ἀπόβλητον. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Ὅρα πῶς πληροῦται ἐνταῦθα τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον, ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Ἰδοὺ γὰρ καὶ ἀπὸ τῶν πρωτοτοκίων ἔχων προτέρημα, καὶ πρῶτος δῆθεν προσενεγκὼν, ἐπειδὴ μὴ δεόντως προσήνεγκεν, ἐλάττων ὤφθη τοῦ ἀδελφοῦ. Ἀμφοτέρων γὰρ προσενεγκάντων, φησὶν ἡ θεία Γραφὴ, Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Τί ἐστι, Καὶ ἐπεῖδεν; Ἀντὶ τοῦ, ἀπεδέξατο, ἐπῄνεσε τὴν γνώμην, ἐστεφάνωσε τὴν προαίρεσιν, ἠρκέσθη, ὡς ἂν εἴποι τις, τῷ γεγονότι.

Εἰ γὰρ καὶ περὶ Θεοῦ φθεγγόμεθα, καὶ περὶ τῆς ἀκηράτου φύσεως ἐκείνης τολμῶμεν διᾶραι στόμα, ἀλλ᾽ ἄνθρωποι ὄντες οὐκ ἄλλως δυνηθείημεν ταῦτα ἢ διὰ τῆς γλώττης νοεῖν. Σκόπει δὲ τὸ θαυμαστόν. Ἐπεῖδε, φησὶν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Τὴν τῶν προβάτων προσαγωγὴν δῶρα ἐκάλεσε διὰ τὸ τίμιον, διὰ τὸ ἐξαίρετον, διὰ τὸ ἄμωμον τῶν προσενεχθέντων. Ἐπεῖδε τοίνυν ἐπ᾽ αὐτὸν, ὅτι ὑγιεῖ γνώμῃ τὴν προσαγωγὴν ἐποιήσατο, καὶ ἐπὶ τὰ δῶρα τὰ προσενεχθέντα, οὐχ ὅτι ἀκηλίδωτα μόνον, ἀλλ᾽ ὅτι πανταχόθεν τίμια φαινόμενα, ἀπό τε τῆς γνώμης τοῦ προσάγοντος, ἀπό τε τοῦ πρωτότοκα εἶναι, καὶ τούτων τὰ ἐξαίρετα, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, καὶ αὐτῶν τούτων τὰ βέλτιστα. Καὶ ἐπεῖδε, φησὶν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ἐπειδὴ ὀρθῇ γνώμῃ καὶ εἰλικρινεῖ διανοίᾳ προσήνεγκεν ὁ Ἄβελ, Ἐπεῖδε, φησὶν, ὁ Θεὸς, τουτέστιν, ἐδέξατο, ἠρέσθη, ἐπῄνεσε· δῶρα δὲ ἐκάλεσε τὰ προσενεχθέντα, τιμῶν καὶ διὰ τούτου τοῦ προσενέγκαντος τὴν γνώμην. Ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Τῷ εἰπεῖν, Οὐ προσέσχεν, ἔδειξε τὴν ἀποβολὴν τῶν προσενεχθέντων, καὶ τῷ θυσίας καλέσαι τὰ ἀπὸ τῆς γῆς προσενεχθέντα, πάλιν ἕτερον ἡμᾶς τι διδάσκει.

Ὅρα γὰρ πῶς δείκνυσι δι᾽ αὐτῶν τῶν γεγενημένων καὶ διὰ τῶν ῥημάτων, ὅτι ταῦτα ἅπαντα βούλεται παρ᾽ ἡμῶν ὁ Δεσπότης γίνεσθαι, ἵνα τὰ τῆς γνώμης ἡμῶν διὰ τῶν ὑφ᾽ ἡμῶν πραττομένων δῆλα καθιστᾶται, καὶ ἵνα εἰδέναι ἔχωμεν, ὅτι ὑπὸ Δεσπότην ἐσμὲν καὶ δημιουργὸν τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα. Τὰ γὰρ πρόβατα δῶρα ὀνομάσασα ἡ θεία Γραφὴ, καὶ τὰ ἀπὸ τῆς γῆς θυσίας προσειποῦσα, παιδεύει ἡμᾶς, ὅτι οὔτε ἡ τῶν ἀλόγων προσκομιδὴ, οὔτε ἡ τῶν ἀπὸ τῆς γῆς καρπῶν προσαγωγὴ ζητεῖται παρὰ τῷ Δεσπότῃ, ἀλλ᾽ ἡ τῆς γνώμης διάθεσις μόνον. Ὅθεν καὶ νῦν ὁ μὲν ἀπ᾽ αὐτῆς ἀπόδεκτος γέγονε μετὰ τοῦ δώρου· ὁ δὲ πάλιν διὰ ταύτην ἀπεβλήθη μετὰ τῆς θυσίας. Τὸ δὲ, Ἐπεῖδεν ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε, θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ εἰπεῖν, ὅτι τοιαύτην αὐτοῖς γνῶσιν ἐνέθηκεν, ὅτι τοῦ μὲν ἠρέσθη τῇ προαιρέσει, τοῦ δὲ ἀπεσείσατο τὴν ἀγνωμοσύνην. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα· ἴδωμεν δὲ λοιπὸν τὰ ἑξῆς. Καὶ ἐλύπησε, φησὶ, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Τί ἐστι, Καὶ ἐλύπησε τὸν Κάϊν λίαν; Διπλῆ τὰ τῆς λύπης αὐτῷ γέγονεν, οὐχ ὅτι αὐτὸς μόνος ἀπόβλητος γέγονεν, ἀλλ᾽ ὅτι καὶ τὸ τοῦ ἀδελφοῦ δῶρον προσεδέχθη. Καὶ ἐλύπησε, φησὶ, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Τί ἐλύπησεν αὐτόν;

Ἀμφότερα αὐτὸν ἐλύπησε, καὶ τὸ μὴ προσχεῖν τῇ θυσίᾳ αὐτοῦ τὸν Δεσπότην, καὶ τὸ εὐπρόσδεκτον γενέσθαι τὸ τοῦ ἀδελφοῦ δῶρον. Δέον οὖν τὴν αἰτίαν συνειδότα ἐξ αὐτῶν τῶν γεγενημένων διορθώσασθαι τὸ πλημμεληθέν· φιλάνθρωπος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, ἐπειδάν τι πλημμελήσωμεν, οὐχ οὕτως ἡμᾶς ἀποστρέφεται διὰ τὸ πλημμεληθὲν, ὡς ἐπειδὰν ἐπιμείνωμεν τῷ πλημμελήματι· ὁ δὲ λόγον οὐδένα τούτου ποιεῖται.

ϛʹ. Καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῶς, καὶ ἴδῃς ἄφατον μέγεθος φιλανθρωπίας, σκόπει ἐκ τῶν νῦν γινομένων τῆς ἀγαθότητος αὐτοῦ τὴν ὑπερβολὴν, καὶ τῆς ἀνεξικακίας τὸ μέγεθος. Ἐπειδὴ γὰρ εἶδεν ἀμέτρως αὐτὸν λυπηθέντα, καὶ, ὡς εἰπεῖν, μέλλοντα καταβαπτίζεσθαι ὑπὸ τῶν τῆς λύπης κυμάτων, οὐ περιορᾷ, ἀλλ᾽ ἣν ἐπεδείξατο φιλανθρωπίαν περὶ τὸν τούτου πατέρα, ἀφορμὰς αὐτῷ διδοὺς ἀπολογίας, καὶ παῤῥησίας αὐτῷ θύραν ἀνοίγων καὶ λέγων, Ποῦ εἶ; μετὰ τὸ χαλεπὸν ἐκεῖνο παράπτωμα, τὴν αὐτὴν καὶ νῦν ἐπιδείκνυται περὶ τὸν οὕτως ἀγνώμονα γεγονότα, καὶ ὡσανεὶ μέλλοντα κατὰ κρημνῶν φέρεσθαι, χεῖρα ὀρέγων, καὶ πρόφασιν παρασχεῖν βουλόμενος τοῦ διορθώσασθαι τὸ πλημμέλημα, φησὶ πρὸς αὐτόν· Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;

Ἡσύχασον. Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Σκόπει μοι, ἀγαπητὲ, συγκατάβασιν κηδεμονίας ἄφατον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν πολιορκούμενον, ὡς εἰπεῖν, ὑπὸ τοῦ τῆς βασκανίας πάθους, ὅρα πῶς τὴν οἰκείαν ἀγαθότητα μιμούμενος κατάλληλα αὐτῷ τὰ φάρμακα ἐπιτίθησιν, ὥστε ταχέως αὐτὸν ἀνιμήσασθαι, καὶ μὴ ὑποβρύχιον γενέσθαι. Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Τίνος ἕνεκεν, φησὶ, τοσαύτῃ λύπῃ κατεσχέθης, ὡς καὶ διὰ τοῦ προσώπου δεικνύναι τῆς ἀθυμίας τὸ μέγεθος; Ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; διὰ τί οὕτω σου ἥψατο τὸ γεγενημένον; τίνος ἕνεκεν οὐκ ἀφ᾽ ἑαυτοῦ συνεῖδες τὸ δέον; Μὴ γὰρ ἀνθρώπῳ προσέφερες παραλογισθῆναι δυναμένῳ; οὐκ ᾔδεις ὅτι οὐχὶ τῶν προσαγομένων ἐδεόμην, ἀλλὰ τῆς τῶν προσαγόντων ὑγιοῦς γνώμης; Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;

Τὸ μὲν γὰρ εἰς ἔννοιαν ἐλθεῖν τοῦ προσενεγκεῖν ἐπαινετὸν, τὸ δὲ μὴ ὀρθῶς διελεῖν, τοῦτο τὴν ἀποβολὴν εἰργάσατο τοῦ προσενεχθέντος. Ἔδει γὰρ Θεῷ προσάγοντα πολλὴν ἐπιδείξασθαι περὶ τὴν διαίρεσιν τὴν ἀκρίβειαν, καὶ ὅσον ἐστὶ τὸ μέσον τοῦ δεχομένου καὶ τοῦ προσάγοντος, τοσαύτην ποιήσασθαι καὶ ἐν τῇ διαιρέσει τὴν διαφοράν. Ἀλλὰ τούτων οὐδὲν ἐννοήσας σὺ ἁπλῶς τὰ τυχόντα προσήγαγες.

Διὰ τοῦτο οὐδὲ δεκτὰ γενέσθαι ἠδυνήθη. Ὥσπερ γὰρ ἡ σὴ γνώμη, μεθ᾽ ἧς τὴν προσαγωγὴν ἐποιήσω, οὐδὲν τὸ μέσον λογισάμενος, ἀποβληθῆναι ἐποίησε τὴν παρὰ σοῦ προσενεχθεῖσαν θυσίαν· οὕτως ἡ τοῦ ἀδελφοῦ γνώμη ὀρθή τε τυγχάνουσα, καὶ πολλὴν ἐπιδειξαμένη ἐν τῇ διαιρέσει τὴν ἀκρίβειαν, εὐπρόσδεκτα αὐτοῦ τὰ δῶρα πεποίηκεν.

Ὅμως οὐδὲ οὕτω δίκην ἀπαιτῶ τοῦ πλημμελήματος, ἀλλὰ δείκνυμι μόνον τὸ ἁμαρτηθὲν, καὶ συμβουλὴν εἰσάγω σοι, ἣν εἰ βουληθείης δέξασθαι, καὶ τὸ ἁμαρτηθὲν διορθώσῃ, καὶ χείροσιν οὐ περιβαλεῖς σαυτὸν κακοῖς.

Τί οὖν; Ἥμαρτες, καὶ μέγα ἥμαρτες, ἀλλ᾽ οὐ κολάζω διὰ τὸ ἁμαρτηθέν· φιλάνθρωπος γάρ εἰμι, καὶ Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ἐπεὶ οὖν ἥμαρτες, Ἡσύχασον, γαλήνην ἔργασαί σου τοῖς λογισμοῖς, καὶ ἀπαλλάγηθι τῆς τῶν κυμάτων σφοδρότητος, τῶν πολιορκούντων σου τὴν διάνοιαν, κατάστειλον τὴν ταραχὴν, μὴ τῷ προλαβόντι ἁμαρτήματι ἕτερον χαλεπώτερον προσθῇς, μηδὲ βουλεύσῃ μηδὲν τῶν ἀνηκέστων. Μὴ αἰχμάλωτον σαυτὸν ἐκδῷς τῷ πονηρῷ δαίμονι. Ἥμαρτες, ἡσύχασον. ᾜδει καὶ ἐκ προοιμίων τὴν μέλλουσαν ἐπιχείρησιν κατὰ τοῦ ἀδελφοῦ γίνεσθαι, καὶ διὰ τούτων αὐτὴν προαναστέλλει τῶν ῥημάτων. Ἐπειδὴ γὰρ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει τῆς καρδίας αὐτοῦ τὰ κινήματα, τῇ πολλῇ παραινέσει καὶ τῇ τῶν ῥημάτων συγκαταβάσει κατάλληλον αὐτῷ τὴν ἰατρείαν εἰσφέρει, τὰ παρ᾽ ἑαυτοῦ ἅπαντα πληρῶν, εἰ καὶ οὗτος τὸ φάρμακον ἀπωσάμενος εἰς τὸ τῆς ἀδελφοκτονίας βάραθρον ἑαυτὸν κατεκρήμνισεν. Ἥμαρτες, ἡσύχασον.

Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἀπεστράφην σου τὴν θυσίαν διὰ τὴν οὐκ ὀρθὴν γνώμην, καὶ εἰ τὸ τοῦ ἀδελφοῦ δῶρον προσεδεξάμην διὰ τὴν ὑγιῆ προαίρεσιν, ὅτι τῶν πρωτείων σε ἀποστερῶ, καὶ τῆς ἀξίας τῶν πρωτοτόκων ἐκβάλλω. Ἡσύχασον· εἰ γὰρ καὶ τῆς παρ᾽ ἐμοῦ τιμῆς ἠξίωται, καὶ εὐπρόσδεκτα αὐτοῦ γέγονε τὰ δῶρα, ἀλλὰ Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

Ὥστε καὶ μετὰ τὴν ἁμαρτίαν ταύτην ἔχειν σε συγχωρῶ τὰ προτερήματα τῆς πρωτοτοκίας, κἀκεῖνον ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι κελεύω, καὶ ὑπὸ τὴν ἀρχὴν τὴν σήν. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς αὐτοῦ βούλεται τὸν θυμὸν καὶ τὴν μανίαν καταστεῖλαι, καὶ τὴν ὁρμὴν ἐκκόψαι διὰ τῶν ῥημάτων τούτων. Τὰ γὰρ κινήματα τῆς διανοίας αὐτοῦ κατοπτεύων, καὶ τῆς φονικῆς αὐτοῦ γνώμης ἐπιστάμενος τὸ ἀπηνὲς, ἤδη προλεᾶναι αὐτοῦ βούλεται τὸν λογισμὸν, καὶ γαλήνην ἐργάσασθαι αὐτοῦ τῇ διανοίᾳ, ὑποτάττων αὐτῷ τὸν ἀδελφὸν, καὶ τὴν ἐξουσίαν αὐτοῦ μὴ ὑποτεμνόμενος. Ἀλλὰ καὶ μετὰ τὴν τοσαύτην ἐπιμέλειαν καὶ μετὰ τοσαῦτα τὰ φάρμακα οὐδὲν πλέον ὁ Κάϊν ἀπώνατο. Τοσοῦτόν ἐστι γνώμης διαφορὰ, καὶ κακίας ὑπερβολή.

ηʹ. Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλέον ἐκτείναντες τὸν λόγον δόξωμεν παρενοχλεῖν τὴν ὑμετέραν ἀγάπην, καὶ προσκορὴς ὑμῖν νομισθῇ ἡ παρ᾽ ἡμῶν ὁμιλία τὰς ἀκοὰς ὑμῶν ἀποκναίουσα, ἐνταῦθα καταπαύσαντες τὸν λόγον, ἐκεῖνο παρακαλέσωμεν ὑμῶν τῇ φιληκοΐᾳ, μισῆσαι τὴν τοιαύτην μίμησιν, καὶ τῇ κακίᾳ πολλὰ χαίρειν προσειπόντας, τὰς τοῦ Κυρίου ἐντολὰς μετ᾽ ἐπιμελείας πολλῆς καὶ ἐξ ὅλης καρδίας μετέρχεσθαι, καὶ μάλιστα μετὰ τοσούτων καὶ τηλικούτων παραδειγμάτων. Οὐδὲ γὰρ εἰς ἄγνοιαν λοιπὸν ἡμῶν τις καταφυγεῖν δυνήσεται. Εἰ γὰρ οὗτος, λέγω δὴ ὁ Κάϊν, μηδένα ἔχων τῶν πρὸ αὐτοῦ γεγονότων εὑρεῖν τοιοῦτόν τι διαπραξάμενον, ὅμως τὴν ἀνύποιστον ἐκείνην καὶ χαλεπὴν ὑπέμεινε τιμωρίαν, ὡς μετέπειτα γνωσθήσεται, τί πείσεσθαι ἡμᾶς εἰκὸς, τὰ αὐτὰ ἢ καὶ χείρονα ἁμαρτάνοντας, μετὰ τὴν τοσαύτην τῆς χάριτος δαψίλειαν; ἢ πάντως τὸ πῦρ τὸ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸ σκότος τὸ ἐξώτερον, τὴν γέενναν τοῦ πυρὸς, καὶ τὰς ἄλλας τὰς ἀπαραιτήτους τιμωρίας ἡμᾶς ὑποδέξασθαι; Οὐδὲ γὰρ ἀπολογία τις λοιπὸν ὑπολείπεται, οὕτω ῥᾳθύμως ἡμῶν διακειμένων καὶ ἀναπεπτωκότων.

Μὴ γὰρ οὐκ ἴσμεν ἅπαντες τὰ πρακτέα, καὶ τὰ μὴ τοιαῦτα; καὶ ὅτι οἱ μὲν τὰ πρῶτα πράττοντες, τὰ πρωτεῖα τῶν στεφάνων ἕξουσιν, οἱ δὲ τοῖς ἐσχάτοις ὑποπεσόντες τῶν ἐσχάτων ὑποστήσονται κολαστηρίων τὴν καταδίκην;

Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ, μὴ ἀνόνητος ἡμῶν ἡ ἐνταῦθα συνέλευσις γενέσθω, ἀλλὰ τῇ τῶν λόγων ἀκροάσει καὶ τὰ ἔργα ἐπακολουθείτω, ἵνα τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες πληροφορίαν καὶ ταῖς χρησταῖς ἐλπίσιν ἐντεῦθεν ἤδη τρεφόμενοι, δυνηθῶμεν τῶν δυσχερῶν τοῦ παρόντος βίου εὐμαρῶς τὸ πέλαγος διαπλεύσαντες, εἰς τὸν λιμένα καταντῆσαι τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτυχεῖν, ὧν ἐπηγγείλατο Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ᾽ οὗ τῷ ἁγίῳ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.