Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω. Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Ἐννόει μοι ἐνταῦθα τοῦ συνειδότος τὴν κατηγορίαν, καὶ ὅπως ὠθούμενος, ὡς εἰπεῖν, ὑπὸ τῆς συνειδήσεως οὐκ ἔστη μέχρι τοῦ εἰπεῖν, Οὐ γινώσκω, ἀλλ᾽ ἐπήγαγε, Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; μονονουχὶ ἑαυτὸν ἐλέγχων. Καίτοι εἴ σοι κατὰ ἀκολουθίαν ἅπαντα ἐπέπρακτο, καὶ κατὰ τὸν τῆς φύσεως νόμον, ἐχρῆν σε καὶ φύλακα εἶναι τῆς τοῦ ἀδελφοῦ σωτηρίας. Τοῦτο γὰρ ἡ φύσις ἐπέτρεπε, καὶ ἔδει τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας, ἀλλήλων φύλακας εἶναι. Εἰ δὲ μὴ τοῦτο ἐβούλου, μηδὲ ἤθελες εἶναι φύλαξ τοῦ ἀδελφοῦ, τίνος ἕνεκεν καὶ σφαγεὺς ἐγένου, καὶ τὸν οὐδὲν ἠδικηκότα ἐφόνευσας, καὶ ἐνόμισας μηδὲ τὸν ἐλέγχοντα ἔχειν; Ἀλλ᾽ ἀνάμεινον, καὶ ὄψει αὐτόν σου κατήγορον γινόμενον τὸν ἀνῃρημένον, καὶ νεκρὸν κείμενόν σου τοῦ ζῶντος καὶ βαδίζοντος λαμπρᾷ τῇ φωνῇ κατηγοροῦντα. Καὶ εἶπεν ὁ Θεὸς, Τί ἐποίησας τοῦτο; Πολλὴ καὶ τοῦ ῥήματος ἡ ἔμφασις. Τίνος ἕνεκεν, φησὶ, τοῦτο διεπράξω; τί ἐποίησας τοῦτο τὸ ἀνόσιον τόλμημα, τὸ μιαρὸν ἐπιχείρημα, τὴν πρᾶξιν τὴν ἀσύγγνωστον, τὴν μανίαν τὴν ἀφόρητον, τὸν φόνον τὸν καινὸν καὶ ξένον, καὶ πρῶτον τῷ τῶν ἀνθρώπων βίῳ εἰσενεχθέντα διὰ τῆς σῆς δεξιᾶς; τί ἐποίησας τοῦτο τὸ μέγα καὶ φοβερὸν, τὸ μὴ ἔχον ἑτέραν ὑπερβολὴν ἁμαρτήματος; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.