Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν Γένεσιν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΜΕ΄-ΜΖ΄: Η γέννηση του Ισαάκ και η υπέρτατη δοκιμασία της θυσίας

Η παραμονή στα Γέραρα, η θαυμαστή γέννηση του Ισαάκ από τη στείρα Σάρρα, η εκδίωξη της Άγαρ και η κορυφαία απόδειξη της πίστεως του Αβραάμ μέσω της προσταγής της θυσίας του Ισαάκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 17

ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις. αʹ. Χαίρω ὁρῶν ὑμᾶς συντρέχοντας ἐπὶ τὴν ἀκρόασιν, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς δεχομένους τὴν παρ᾽ ἡμῶν διδασκαλίαν· καὶ διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας καθ᾽ ἑκάστην ἡμέραν ὑμῖν τὴν πτωχὴν ἡμῶν ταύτην καὶ εὐτελῆ τράπεζαν παρατιθέναι σπουδάζω.

Ἡ γὰρ ἐπιτεταμένη ὑμῶν ὄρεξις ἀποκρύπτει τῆς τραπέζης τὴν εὐτέλειαν, καὶ τὰ μικρὰ μεγάλα ποιεῖ φαίνεσθαι. Τοῦτο καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων ἔστιν ἰδεῖν. Ὥσπερ γὰρ ὁ κεκορεσμένους λαβὼν τοὺς δαιτυμόνας, κἂν μεγάλα καὶ πολυτελῆ παραθῇ τὰ ἐδέσματα, ὁ τῶν ἑστιωμένων κόρος ὑποτέμνεται τῶν παρατεθέντων τὴν πολυτέλειαν, καὶ τὰ μεγάλα πολλάκις οὐδενὸς ἄξια λόγου φαίνεται, διὰ τὸ μὴ μεθ᾽ ἡδονῆς προσβάλλειν αὐτοῖς τοὺς ἑστιωμένους· οὕτως ὁ πεινῶντας καὶ ὄρεξιν ἔχοντας παραλαβὼν τοὺς ἑστιᾶσθαι μέλλοντας, κἂν εὐτελῆ παραθῇ τὴν τράπεζαν, μεγάλη αὐτὴ φανεῖται, τῆς προθυμίας τῶν ἑστιωμένων μετὰ πολλῆς ἡδονῆς καταναλισκόντων τὰ παρατιθέμενα. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς θαῤῥοῦντες ὑμῶν τῇ ὀρέξει τῇ πνευματικῇ οὐκ ὀκνοῦμεν, κἂν εὐτελῆ καὶ πτωχὴν ἔχοντες τράπεζαν, ταύτην παρατιθέναι συνεχῶς τῇ ὑμετέρᾳ ἀγάπῃ. Τοῦτο καὶ σοφός τις ἔλεγε· Κρείσσων ξενισμὸς λαχάνων μετὰ ἀγάπης, ἢ βοῦς ἀπὸ φάτνης μετὰ ἔχθρας· δεικνὺς ὅτι ἡ ἀγάπη ἑτέρως ὁρᾷ τὰ παρατιθέμενα, καὶ τοῖς ἐκείνης ὀφθαλμοῖς καὶ τὰ εὐτελῆ πολυτελῆ δείκνυται, καὶ τὰ μικρὰ μεγάλα. Τί οὖν ἂν εἴη μακαριστότερον ἡμῶν ἐπὶ τοσούτων ἀκροατῶν διαλεγομένων, οὕτω θερμὴν καὶ διεγηγερμένην κεκτημένων ἀγάπην; Οὐδενὸς γὰρ οὕτω μάλιστα δεῖ τῷ λέγοντι, ὡς εὐνοίας ἀκροατοῦ.

Ὅταν γὰρ ἴδῃ τὴν προθυμίαν ζέουσαν τῶν ἀκροατῶν, νευροῦται καὶ αὐτὸς, καὶ πολλὴν, ὡς εἰπεῖν, τὴν ἰσχὺν προσλαμβάνει, εἰδὼς ὅτι ὅσῳ ἂν πλείονα παραθῇ τὴν τράπεζαν ταύτην τὴν πνευματικὴν, τοσούτῳ τὰ τῆς εὐπορίας αὐτῷ αὔξεται. Ἀπ᾽ ἐναντίας γὰρ τοῖς αἰσθητοῖς τὰ πνευματικά. Ἐκεῖ μὲν ἡ δαψίλεια τῆς τραπέζης δαπάνην ἐργάζεται, καὶ τὴν οὐσίαν ἐλαττοῖ τοῦ ἑστιάτορος· ἐνταῦθα δὲ ἅπαν τοὐναντίον, ὅσῳ ἂν πλείους ὦσιν οἱ μετέχοντες, τοσούτῳ αὔξεται ἡμῖν τὰ τῆς περιουσίας. Οὐδὲ γὰρ τὰ ἡμέτερα λέγομεν, ἀλλ᾽ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλανθρωπίαν καὶ τὴν ὑμετέραν οἰκοδομὴν χορηγήσῃ.

Φέρε οὖν, ἐπειδὴ μετὰ τοσαύτης ἡδονῆς καὶ προθυμίας τῇ ἀκροάσει προσβάλλετε, πάλιν τῶν προσφάτως ἡμῖν ἀναγνωσθέντων ἔρευναν ποιήσωμεν, καὶ τὸ ἐντεῦθεν κέρδος καρπωσώμεθα. Ἐπειδὴ γὰρ κατὰ τὴν μεγάλην παραίνεσιν τοῦ Χριστοῦ λέγοντος, Ἐρευνᾶτε τὰς Γραφὰς, θησαυρός ἐστι πολὺς ἐναποκείμενος ταῖς Γραφαῖς, καὶ ἐν τῷ βάθει κρυπτόμενος, διὰ τοῦτο ἐρεύνης χρεία, ἵνα τὴν δύναμιν τὴν ἐν τῷ βάθει κρυπτομένην καταμαθόντες, πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν εὑρεῖν δυνηθῶμεν.

Διὰ γὰρ τοῦτο καὶ τὰς ἀρετὰς τῶν δικαίων ἁπάντων ἡ τοῦ Πνεύματος χάρις Γραφῇ παραδοθῆναι ᾠκονόμησε, ἵνα ἡμεῖς ἔχωμεν διηνεκῆ διδασκαλίαν, καὶ πρὸς ζῆλον καὶ μίμησιν τῶν δικαίων τὸν ἑαυτῶν βίον οἰκονομῶμεν.

Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς, τί καὶ σήμερον ἡμῖν περὶ τοῦ πατριάρχου διηγήσασθαι βούλεται. Καὶ ἐκίνησε, φησὶν, ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις. Καὶ ἐκίνησε, φησὶν, ἐκεῖθεν. Πόθεν ἐκίνησεν; Ἀπὸ τοῦ τόπου ἔνθα ἦν ἐνσκηνούμενος, ὅπου καὶ τὸν τῶν ἁπάντων Δεσπότην μετὰ τῶν ἀγγέλων ὑποδέξασθαι κατηξιώθη. Ἐκεῖθεν, φησὶ, κινήσας, Παρῴκησεν ἐν Γεράροις. Ὅρα τῶν δικαίων τὴν διαγωγὴν, ὅπως ἦν συνεσταλμένη καὶ ἀπέριττος, ὅπως μετ᾽ εὐκολίας τὰς μεταναστάσεις ἐποιοῦντο, καὶ καθάπερ οἱ πάροικοι καὶ παρεπίδημοι, οὕτω τὸν ἑαυτῶν βίον ᾠκονόμουν, καὶ ποτὲ μὲν ὧδε, ποτὲ δὲ ἐκεῖ τὰς σκηνὰς ἐπήγνυντο, καθάπερ ἐν ξένῃ διάγοντες· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν, τὴν ξένην ὡς πατρίδα οἰκοῦντες, καὶ οἰκίας οἰκοδομοῦντες λαμπρὰς, καὶ στοὰς καὶ περιπάτους, καὶ ἀγροὺς κεκτημένοι, καὶ λουτρὰ κατασκευάζοντες, καὶ ἕτερα μυρία. Ἀλλ᾽ ὅρα τὸν δίκαιον καὶ ἐν τοῖς οἰκογενέσι μόνοις καὶ τοῖς ποιμνίοις τὴν οὐσίαν ἅπασαν κεκτημένον, καὶ οὐδαμοῦ ἱστάμενον, ἀλλὰ ποτὲ μὲν εἰς τὴν Βεθὴλ τὴν σκηνὴν πηγνύντα, ποτὲ δὲ παρὰ τὴν δρῦν Μαμβρῆ, καὶ ποτὲ μὲν εἰς Αἴγυπτον κατιόντα, νυνὶ δὲ ἐν Γεράροις κατασκηνοῦντα, καὶ πάντα μετ᾽ εὐκολίας ὑπομένοντα, καὶ τὴν εὐγνωμοσύνην τὴν πρὸς τὸν οἰκεῖον Δεσπότην διὰ πάντων σαφῶς ἐπιδεικνύμενον.

Καὶ μετὰ τοσαύτας ὑποσχέσεις καὶ ἐπαγγελίας τὰς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένας, ὁρῶν ἑαυτὸν τοσαύταις περιστάσεσι κυκλούμενον, καὶ ποικίλοις καὶ διαφόροις πειρασμοῖς ἐμπίπτοντα, καθάπερ ἀδάμας τις ἀπερίτρεπτος εἱστήκει, τὴν φιλόθεον αὐτοῦ γνώμην δεικνὺς, καὶ οὐδενὶ τῶν ἐν τῷ μέσῳ κωλυμάτων νωθρότερος γινόμενος. Ὅρα γὰρ καὶ νῦν, ἀγαπητὲ, οἷος αὐτὸν πειρασμὸς εἰς τὰ Γέραρα καταλαμβάνει, καὶ θαύμασον τοῦ δικαίου τῆς ἀρετῆς τὴν ἀνδρείαν, ὅπως τὸ πᾶσιν ἀφόρητον, καὶ ὃ οὐδὲ ἀκοῇ τις παραδέξασθαι ἀνάσχοιτο, τοῦτο οὗτος ὑπέμεινεν, οὐ δυσχεραίνων, οὐδὲ ἀπαιτῶν εὐθύνας τῶν γινομένων τὸν Δεσπότην, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ποιοῦσι, καὶ ταῦτα μυρίοις ἁμαρτημάτων φορτίοις πιεζόμενοι· ἐπειδὰν δυσχερέσι τισὶ περιπέσωσιν, εὐθέως πολυπραγμονοῦντες καὶ περιεργαζόμενοι λέγουσι· Διὰ τί τὸ καὶ τὸ συνέβη; καὶ τίνος ἕνεκεν τόδε συνεχωρήθη; Ἀλλ᾽ οὐχ ὁ δίκαιος οὗτος· δι᾽ ὃ καὶ πλείονος ἀπήλαυσε τῆς ἄνωθεν ῥοπῆς. Τοῦτο γὰρ ἀληθῶς εὐγνώμονος οἰκέτου, μηδὲν τῶν ὑπὸ τοῦ δεσπότου γινομένων πολυπραγμονεῖν, ἀλλὰ σιγῇ πάντα καταδέχεσθαι, καὶ μετὰ πολλῆς τῆς εὐχαριστίας.

βʹ. Καὶ σκόπει, πῶς καὶ δι᾽ αὐτῶν τῶν παρακολουθούντων πειρασμῶν ἡ τοῦ δικαίου ἀρετὴ μᾶλλον ἐξέλαμπε, τοῦ Θεοῦ φανερὸν αὐτὸν διὰ πάντων δεικνύντος. Ὥσπερ γὰρ ἡνίκα εἰς τὴν Αἴγυπτον κατῆλθεν, ὡς ἄγνωστος καὶ ξένος καὶ οὐδενὶ γνώριμος, ἀθρόον μετὰ πολλῆς τῆς τιμῆς ἐκεῖθεν ἐπανῄει· οὕτω καὶ νῦν παροικήσας ἐν Γεράροις, ἐν μὲν τοῖς προοιμίοις τὰ παρ᾽ ἑαυτοῦ ἐπιδείκνυται· μετὰ δὲ ταῦτα τοσαύτης ἀπολαύει τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας, ὡς καὶ τὸν βασιλέα, καὶ τοὺς αὐτόθι πάντας οἰκοῦντας, περὶ τὴν θεραπείαν τοῦ δικαίου πᾶσαν ἐπιδείκνυσθαι τὴν σπουδήν. Εἶπε δὲ, φησὶν, Ἀβραὰμ περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ· Ἀδελφή μου ἐστίν.

Ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι Γυνή μου ἐστὶ, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾽ αὐτήν. Ὅρα πῶς ὑπὸ τυραννικωτάτων παθῶν ἐπολιορκεῖτο ἡ τοῦ δικαίου ψυχὴ, καὶ ὁ φόβος αὐτὸν ἐξωθεῖτο. Ἀλλὰ καίτοι σφόδρα χαλεπὸν ὄντα τὸν πρότερον φόβον, τὸν τῆς προδοσίας τῆς γυναικὸς, παρωθεῖτο ὁ τοῦ θανάτου φόβος. Ἵνα γὰρ τοῦτον διαφύγῃ, ὑπέμεινεν ὁρᾷν τοῖς οἰκείοις ὀφθαλμοῖς τὴν κοινωνὸν αὐτῷ τοῦ βίου ὑπὸ ταῖς τοῦ βασιλέως χερσὶ γενομένην. Ὅσον δὲ τοῦτό ἐστιν ἀφόρητον, ἴσασιν ὅσοι γυναῖκας ἔχουσι. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγε· Μεστὸς ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν. Ἀλλὰ τὸ βαρὺ τοῦτο καὶ πᾶσιν ἀφόρητον ὅρα πῶς διὰ τὸν τοῦ θανάτου φόβον γενναίως ὁ δίκαιος ἤνεγκε. Τοῦτο δὲ καὶ ἐπὶ τῶν σωματικῶν παθῶν συμβαίνειν ἔθος· ἐπειδὰν γὰρ δύο κατὰ ταὐτὸ πάθη πολιορκῇ τὸ σῶμα τὸ ἡμέτερον, ἡ τοῦ ἑνὸς ἐπίτασις ἀποκρύπτει τὸ ἕτερον, καὶ ὅλοι τῆς ὀδύνης ἐκείνης γινόμεθα, καὶ πολλάκις οὐδὲ αἴσθησιν τοῦ ἑτέρου λαμβάνομεν, τῆς πολλῆς ὀδύνης περισπώσης ἡμᾶς, καὶ οὐκ ἀφιείσης τοῦ ἐλάττονος πάθους πεῖραν λαβεῖν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος νῦν ὁρῶν τοῦ θανάτου τὸν φόβον ἐπικείμενον, πάντα τὰ λοιπὰ φορητὰ ἡγεῖτο.

Ἀλλὰ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ καταγνῷς τοῦ δικαίου μικροψυχίαν, εἰ τὸν θάνατον ἐδεδοίκει· ἀλλὰ θαύμασον τοῦ πάντων ἡμῶν Δεσπότου τὴν ὑπερβάλλουσαν περὶ ἡμᾶς φιλανθρωπίαν, ὅτι τὸν θάνατον τὸν τοῖς δικαίοις ἐκείνοις καὶ ἁγίοις τότε φοβερὸν, τοῦτον νῦν εὐκαταφρόνητον εἰργάσατο ὁ Χριστὸς, καὶ ὃν ἐδεδοίκεισαν οἱ ἐνάρετοι ἐκεῖνοι καὶ τοσαύτην παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότες, τοῦτον νῦν καταγελῶσι καὶ νέοι καὶ κόραι ἁπαλαί.

Οὐδὲ γὰρ θάνατός ἐστι λοιπὸν, ἀλλ᾽ ὕπνος καὶ ἀποδημία, καὶ μετάστασις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω. Ὁ γὰρ θάνατος τοῦ Δεσπότου τὴν ἀθανασίαν ἡμῖν ἐδωρήσατο, καὶ κατελθὼν εἰς τὸν ᾅδην ἐξέλυσεν αὐτοῦ τὰ νεῦρα, καὶ τὴν ἰσχὺν αὐτοῦ καθεῖλε· καὶ τὸν φοβερὸν πρὸ τούτου καὶ ἀμείλικτον, τοῦτον οὕτως εὐκαταφρόνητον εἰργάσατο, ὡς καὶ ἐπιπηδᾷν τινας καὶ ἐπείγεσθαι πρὸς τὴν ἐντεῦθεν μετάστασιν. Διὰ τοῦτο καὶ Παῦλος βοᾷ λέγων, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον. Ἀλλὰ ταῦτα μὲν νῦν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, μετὰ τὸ συγκλασθῆναι τὰς πύλας τὰς χαλκᾶς, μετὰ τὸ πανταχοῦ τῆς οἰκουμένης τὸν ἥλιον τῆς δικαιοσύνης ἐκλάμψαι. Τότε δὲ ἔτι φοβερὰν εἶχε τὴν πρόσοψιν, καὶ κατέσειε τῶν δικαίων ἐκείνων ἀνδρῶν τὴν διάνοιαν· διὸ καὶ πάντα τὰ ἄλλα κούφως ἔφερον, κἂν ἀφόρητα ἐτύγχανεν ὄντα. Διὰ τοῦτο καὶ ὁ δίκαιος οὗτος φοβούμενος τῶν ἐν Γεράροις οἰκούντων τὴν ἐπιβουλὴν, οὐχ ὡς γυναῖκα, ἀλλ᾽ ὡς ἀδελφὴν ἐπαγόμενος, οὕτω τὴν ἐνταῦθα παροίκησιν ποιεῖται. Καὶ καθάπερ εἰς τὴν Αἴγυπτον κατελθεῖν αὐτὸν συνεχώρησεν ὁ Θεὸς, βουλόμενος καὶ τοὺς ἀγνώμονας ἐκείνους καὶ ἀναισθήτους τοῦ δικαίου μαθεῖν τὴν ἀρετήν· οὕτω καὶ ἐνταῦθα τὴν οἰκείαν μακροθυμίαν ἐπιδείκνυται ὁ Δεσπότης, ἵνα καὶ τοῦ δικαίου ἡ ὑπομονὴ διὰ πάντων ἐκλάμψῃ, καὶ ἡ τοῦ Θεοῦ περὶ αὐτὸν εὔνοια πᾶσι κατάδηλος γένηται.

Ἀπέστειλε δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων, λαβεῖν τὴν Σάῤῥαν. Ἐννόησόν μοι τὸν χειμῶνα τῶν λογισμῶν, ὧν ὑπέμεινεν ὁ δίκαιος ὁρῶν αὐτοῦ τὴν γυναῖκα ἀπαγομένην, καὶ οὐδὲν δυνάμενος ἐπαμῦναι.

Σιγῇ γὰρ ἅπαντα ἔφερεν, εἰδὼς ὅτι οὐ περιόψεται αὐτὸν ὁ Δεσπότης, ἀλλὰ ταχεῖαν παρέξει τὴν συμμαχίαν. Καὶ τῆς Σάῤῥας δὲ θαυμάσαι ἔστι τὴν πολλὴν φιλοστοργίαν, πῶς τοῦ κινδύνου τοῦ θανάτου τὸν δίκαιον ἐξαρπάσαι βουλομένη· ἐξῆν γὰρ αὐτὴν ἐκκαλύψασαν τὸ δρᾶμα, διαφυγεῖν τὴν ὁμολογουμένην ὕβριν· ἀλλ᾽ ὑπέμεινεν ἅπαντα γενναίως, ἵνα τῷ δικαίῳ τὴν σωτηρίαν πραγματεύσηται.

Καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὥσπερ γὰρ μία σὰρξ ὄντες, οὕτω τῆς ἀλλήλων σωτηρίας ἐκήδοντο, καὶ τοσαύτην ἐπεδείκνυντο τὴν ὁμόνοιαν, ὡς ἓν σῶμα τυγχάνοντες καὶ μία ψυχή. Ταῦτα ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· γυναῖκες, ἵνα τοσαύτην περὶ τοὺς ἄνδρας τὴν φιλοστοργίαν ἐπιδεικνύωσι, καὶ μηδὲν ἕτερον προτιμῶσι τῆς ἐκείνων σωτηρίας· καὶ ἄνδρες, ἵν᾽ οὕτω πολλὴν τὴν περὶ αὐτὰς εὔνοιαν ἔχωσι, καὶ ὡς μίαν ψυχὴν κεκτημένοι καὶ ἓν σῶμα ὄντες, οὕτω πάντα διαπράττωνται.

γʹ. Τοῦτο γὰρ ἀληθὲς συνοικέσιον, ὅταν τοσαύτη ἐν αὐτοῖς πολιτεύηται συμφωνία, ὅταν τοσοῦτος ᾖ ὁ σύνδεσμος, ὅταν οὕτως ὦσι τῇ ἀγάπῃ συνεσφιγμένοι. Καθάπερ γὰρ σῶμα πρὸς ἑαυτὸ οὐκ ἄν ποτε διαστασιάσειεν, οὐδὲ ψυχὴ πρὸς ἑαυτήν· οὕτως ἄνδρα καὶ γυναῖκα οὐ διαστασιάζειν, ἀλλ᾽ ἡνῶσθαι χρή. Τότε γὰρ καὶ τὰ μυρία αὐτοῖς ἀγαθὰ ἐπιῤῥεῦσαι δυνήσεται. Ὅπου γὰρ ὁμόνοια τοσαύτη, ἐκεῖ πάντων τῶν ἀγαθῶν ἡ σύνοδος, ἐκεῖ ἡ εἰρήνη, ἐκεῖ ἡ ἀγάπη, ἐκεῖ ἡ εὐφροσύνη ἡ πνευματική· οὐδαμοῦ πόλεμος, οὐδαμοῦ μάχη, οὐδαμοῦ ἔχθρα καὶ φιλονεικία· ἀλλὰ ταῦτα πάντα ἐκποδὼν γίνεται, τῆς ῥίζης τῶν ἀγαθῶν, τῆς ὁμονοίας λέγω, ταῦτα πάντα ἀφανιζούσης. Ἀπέστειλε δὲ Ἀβιμέλεχ βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάῤῥαν. Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ὅρα Θεοῦ φιλανθρωπίαν· ἐπειδὴ εἶδε τὸν δίκαιον διὰ τὸν τοῦ θανάτου φόβον γενναίως ἐνεγκόντα τῆς Σάῤῥας τὴν ἀφαίρεσιν, καὶ τὸν βασιλέα ὡς ἀδελφὴν τοῦ δικαίου οὕτως αὐτὴν ἀγόμενον, λοιπὸν τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται, ὁμοῦ καὶ τὸν δίκαιον περιφανέστερον ἀποδεικνὺς, καὶ τὴν Σάῤῥαν τῆς ὕβρεως ἐλευθερῶν, καὶ τὸν βασιλέα ἀπαλλάττων τῆς παρανομίας. Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα.

Κατ᾽ αὐτὸν, φησὶ, τὸν τοῦ ὕπνου καιρὸν ἐξαρπάσαι αὐτὸν βουλόμενος τῆς παρανομίας, ἐνέθηκεν αὐτοῦ τῇ διανοίᾳ τὴν γνῶσιν, καὶ τὰ λανθάνοντα αὐτῷ εἰς φῶς ἤγαγε, καὶ πολὺν τὸν φόβον αὐτῷ ἐπέτεινε, τὸν θάνατον ἀπειλήσας. Ἀποθνήσκεις γὰρ, φησὶ, περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς. Ταῦτα δὲ πάντα ἐγίνετο, ἵνα ἡ τοῦ Θεοῦ ἐπαγγελία ἡ εἰς τὸν πατριάρχην εἰς ἔργον ἐξέλθῃ. Ἐπειδὴ γὰρ πρὸ βραχέος ὑπέσχετο αὐτῷ τὸν Ἰσαὰκ τεχθήσεσθαι, ἐγγὺς δὲ λοιπὸν ὁ καιρὸς ἦν, ἵν᾽ οὖν μὴ λυμήνηταί τι τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, τοσοῦτον φόβον τῷ Ἀβιμέλεχ ἐπιτίθησιν, ὡς καταπληχθέντα αὐτὸν μὴ τολμῆσαι ἐφάψασθαι τῆς Σάῤῥας. Διὰ γὰρ τοῦτο προσέθηκεν ἡ θεία Γραφὴ, ὅτι Ἀβιμέλεχ οὐχ ἥψατο αὐτῆς· ἀλλὰ καὶ ἀπολογεῖται ὑπὲρ τοῦ τολμήματος, καί φησι, Κύριε, ἔθνος δίκαιον καὶ ἀγνοοῦν ἀπολεῖς; Μὴ γὰρ αὐτοῦ εἰδὼς, φησὶ, γυναῖκα οὖσαν αὐτὴν, τοῦτο πεποίηκα; μὴ γὰρ ἀδικῆσαι βουλόμενος τὸν ξένον; μὴ γὰρ ὡς γυναῖκα ἀφαιρούμενος; Ὡς ἀδελφὴν μέλλων λαμβάνειν τοῦτο διεπραξάμην, νομίζων καὶ ταύτῃ τιμήσειν καὶ αὐτόν.

Ἔθνος οὖν ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; Μετὰ τοῦ δικαίου, φησὶ, πεποιηκότα με τὸ ἐπιχείρημα ἀπολεῖς; Εἶτα σαφέστερον ποιῶν ὅπερ ἔλεγε, φησίν· Οὐκ αὐτός μοι εἶπεν, ὅτι Ἀδελφή μου ἐστὶ, καὶ αὕτη μοι εἶπεν, ὅτι Ἀδελφός μου ἐστί; Σκόπει πῶς εἶχον τὴν ὁμόνοιαν καὶ τὴν συμφωνίαν. Καὶ αὐτὸς, φησὶ, τοῦτό μοι εἶπε, καὶ αὕτη συνέθετο τοῖς παρ᾽ αὐτοῦ λεγομένοις. Ἐν καθαρᾷ καρδίᾳ, καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο, φησίν· οὐχ ὥσπερ παράνομόν τι μέλλων διαπράττεσθαι, ἀλλ᾽ ὡς νενομισμένον καὶ ἀκόλουθον, καὶ οὐδεμίαν ἔχον μέμψιν τοῦτο πεποίηκα. Τί οὖν ὁ φιλάνθρωπος Δεσπότης;

Εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾽ ὕπνον. Ὅρα πόσῃ συγκαταβάσει κέχρηται ὁ τῶν ὅλων Δεσπότης, τὴν οἰκείαν ἀγαθότητα διὰ πάντων ἐπιδεικνύμενος. Κἀγὼ ἔγνων, φησὶν, ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο. Οἶδα, φησὶν, ὅτι αὐτοὶ τοῦτο τὸ δρᾶμα κατεσκεύασαν, καὶ ὅτι ἀπατηθεὶς τοῖς παρ᾽ αὐτῶν λεγομένοις τοῦτο πεποίηκας· καὶ διὰ τοῦτο, ἵνα μὴ διὰ τὴν ἀπάτην ἐκείνων ἁμάρτῃς, Ἐφεισάμην, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Πολλὴ τοῦ ῥήματος ἡ συγκατάβασις, μεγίστη τοῦ Δεσπότου ἡ φιλανθρωπία.

Εἰς ἐμὲ, φησὶν, ἔμελλεν ἀνατρέχειν τὸ ἁμάρτημα. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις εἰς τινα τῶν οἰκετῶν πολλῆς ἀπολαύοντα τῆς τιμῆς παρὰ τοῦ δεσπότου ὑβριστικόν τι διαθῇ, οἰκείαν ἡγεῖται τὴν ὕβριν ὁ δεσπότης, καί φησιν· Ἐμὲ ὕβρισας δι᾽ ὧν τὸν ἐμὸν οἰκέτην οὕτω διέθηκας· καὶ γὰρ τὰ εἰς ἐκεῖνον γινόμενα εἰς ἐμὲ διαβαίνει· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Δεσπότης, Ἐφεισάμην σου, φησὶ, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Ἐμοὶ, φησὶν, οἰκέται τυγχάνουσι, καὶ οὕτως αὐτῶν ποιοῦμαι πολλὴν τὴν κηδεμονίαν, ὅτι οἰκειοῦμαι τὰ εἰς αὐτοὺς γινόμενα, κἄν τε ἀγαθὰ ᾖ, κἄν τε ἐναντία· Ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. Ἐπειδὴ πολὺ αὐτῶν κήδομαι, τοῦτο εἰδὼς ὅτι ἐξ ἀγνοίας μέλλεις τὴν ὕβριν αὐτοῖς ταύτην ἐπάγειν, Ἐφεισάμην σου, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Μὴ δὴ ἁπλῶς ὡς ἑνὶ τῶν τυχόντων πρόσεχε τῷ ἀνδρὶ, ἀλλὰ μάνθανε ὅτι τῶν ἐμοὶ περισπουδάστων ἐστὶ, καὶ τῶν πολλὴν ἐχόντων πρὸς ἐμὲ τὴν οἰκείωσιν. Ἀπόδος τοίνυν τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσῃ. Ὅρα πῶς τὴν ἀρετὴν τοῦ δικαίου ἐκκαλύπτει· καὶ προφήτην αὐτὸν καλεῖ, καὶ μονονουχὶ παρασκευάζει τὸν βασιλέα ἱκέτην αὐτοῦ γενέσθαι. Προσεύξεται γὰρ περὶ σοῦ, καὶ ζήσῃ, φησίν.

Ἐκεῖνος μὲν οὖν, δεδοικὼς τὸν παρὰ σοῦ θάνατον, τὸ δρᾶμα τοῦτο κατεσκεύασε, καὶ μονονουχὶ συνέπραξε πρὸς τὴν τῆς Σάῤῥας ὕβριν· γίνωσκε δὲ ὅτι αἱ παρ᾽ ἐκείνου προσευχαὶ τὴν ζωήν σοι παρέξουσιν. Εἶτα ἵνα μὴ τῇ ἐπιθυμίᾳ φλεγόμενος, καὶ ὑπὸ τοῦ κάλλους τῆς Σάῤῥας ἡττώμενος, ἔλαττον φροντίσῃ τῶν προσταττομένων, ἐπιτείνει τὸν φόβον, καὶ τὴν τιμωρίαν ἐπαγγέλλεται μείζονα ἐπάξειν. Εἰ γὰρ μὴ ἀποδίδως, φησὶ, γνῶθι ὅτι ἀποθανῇ σύ τε καὶ πάντα τὰ σά.

Οὐ μόνον αὐτὸς τῆς παρακοῆς, φησὶν, ὑφέξεις τὴν τιμωρίαν, ἀλλὰ καὶ πάντα τὰ σὰ διὰ σὲ θάνατος καταλήψεται. Διὰ τοῦτο δὲ κατὰ τὸν τῆς νυκτὸς καιρὸν ταῦτα ἅπαντα ὁ Θεὸς αὐτῷ διελέγετο, ἵνα μετὰ ἡσυχίας δεξάμενος τὴν παραίνεσιν, μετὰ πολλοῦ τοῦ φόβου τὸ προσταχθὲν εἰς ἔργον ἀγάγῃ. Εὐθέως γὰρ ὀρθρίσας Ἀβιμέλεχ, φησὶν, ἐκάλεσε τοὺς παῖδας αὐτοῦ, καὶ ἐλάλησε πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν.

δʹ. Ὅρα πῶς κήρυξ γίνεται λοιπὸν ὁ βασιλεὺς τῆς τοῦ δικαίου ἀρετῆς, καὶ πᾶσιν αὐτὸν κατάδηλον ποιεῖ. Καλέσας γὰρ, φησὶ, πάντας τοὺς παῖδας αὐτοῦ, διηγήσατο πάντα τὰ πρὸς αὐτὸν παρὰ τοῦ Θεοῦ δηλωθέντα, ἵνα πάντες γνῶσι καὶ τοῦ Θεοῦ πρὸς αὐτὸν τὴν εὔνοιαν, καὶ τῆς προνοίας ἧς ἀξιοῦται παρὰ τοῦ Δεσπότου διὰ τὴν τῶν τρόπων ἀρετήν. Ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. Εἶδες πῶς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὰς μεταναστάσεις ἐποιεῖτο ὁ δίκαιος; Εἰ γὰρ ἐπὶ τῆς σκηνῆς τῆς προτέρας ἔμενε, πόθεν εἶχον ἅπαντες οἱ ἐν Γεράροις γνῶναι, ὅσης ὁ δίκαιος ἀπολαύει τῆς παρὰ τοῦ Θεοῦ προνοίας; Ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. Πολὺς αὐτῶν φόβος κατεσκεδάσθη, περὶ τοῦ παντὸς ἠγωνίασαν. Εἶτα, Ἐκάλεσε, φησὶν, Ἀβιμέλεχ τὸν Ἀβραάμ. Ἐννόει μοι μεθ᾽ ὅσης λοιπὸν τῆς περιφανείας ὁ δίκαιος εἰσάγεται πρὸς τὸν βασιλέα, ὁ πρὸ μικροῦ παρ᾽ αὐτοῖς εὐκαταφρόνητος νομιζόμενος, καὶ καθάπερ ἀλήτης καὶ ξένος. Ἀθρόον πάντων συνδραμόντων καλεῖται ὁ πατριάρχης οὐδὲν τούτων εἰδὼς τέως, καὶ ἐμάνθανε λοιπὸν παρ᾽ αὐτοῦ τοῦ βασιλέως τὰ παρὰ τοῦ Θεοῦ δι᾽ αὐτὸν εἰς ἐκεῖνον γεγενημένα. Εἶπε γὰρ αὐτῷ· Τί τοῦτο ἐποίησας ἡμῖν; τί ἡμάρτομεν εἰς σὲ, ὅτι ἐπήγαγες ἐπ᾽ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Ἔργον, ὃ οὐδεὶς ποιήσει, ἐποίησας ἡμῖν. Τί ἐνιδὼν ἐποίησας τοῦτο; Διὰ τί, φησὶ, τοσαύτῃ με περιβαλεῖν ἁμαρτίᾳ ἠβουλήθης;

τίνος ἕνεκεν, καὶ τί ἐννοήσας τοῦτο πεποίηκας; Ὅρα πῶς διὰ τῶν οἰκείων ῥημάτων δείκνυσι τὴν παρὰ τοῦ Θεοῦ ἀπειλὴν τὴν εἰς αὐτὸν γεγενημένην. Ἐπειδὴ γὰρ εἶπεν αὐτῷ, ὅτι Εἰ μὴ ἀποδίδως, ἀποθανῇ σὺ καὶ πάντα τὰ σὰ, τοῦτο αὐτὸ ἑρμηνεύων ὁ Ἀβιμέλεχ φησί· Τί ἥμαρτον εἰς σὲ, ὅτι ἐπήγαγες ἐπ᾽ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Μὴ γὰρ μέχρις ἐμοῦ εἶχε στῆναι τὰ τῆς τιμωρίας; Πᾶσά μου ἡ βασιλεία ἄρδην ἔμελλεν ἀφανίζεσθαι ἐκ τῆς ἀπάτης τῆς παρὰ σοῦ γεγενημένης. Τί οὖν ἐνιδὼν ἐποίησας τοῦτο; Σκόπει ἐνταῦθα, ἀγαπητὲ, τοῦ δικαίου τὸ φρόνημα, ὅπως ἐν τάξει ἀπολογίας διδασκαλίαν αὐτοῖς θεογνωσίας εἰσάγει.

Εἶπα γὰρ, φησὶ, Μήποτε οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου; Ἐναγώνιος, φησὶ, γέγονα, μήποτε διὰ τὸ ἔτι τῇ πλάνῃ ὑμᾶς κατέχεσθαι οὐδεμίαν τοῦ δικαίου πρόνοιαν ποιῆσθε, καὶ διὰ τοῦτο ὑμῶν φειδόμενος, μὴ μαθόντες αὐτὴν γυναῖκά μου γεγενῆσθαι διὰ τὴν περὶ ταύτην ἐπιθυμίαν ἐμὲ ἀνελεῖν ἐπιχειρήσητε, τοῦτο ἐποίησα. Ὅρα πῶς διὰ τῶν ὀλίγων τούτων ῥημάτων ὁμοῦ καὶ καθήψατο αὐτῶν, καὶ ἐδίδαξεν ὅτι δεῖ τὸν ἐπὶ πάντων Θεὸν ἐν νῷ λαμβάνοντα μηδὲν τῶν παρανόμων διαπράττεσθαι, ἀλλὰ τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν δεδοικέναι, καὶ διὰ τὴν ἐκεῖθεν ἐπηρτημένην δίκην πολλὴν τοῦ δικαίου ποιεῖσθαι τὴν πρόνοιαν. Εἶτα βουλόμενος τὴν ὑπὲρ ἑαυτοῦ ἀπολογίαν ποιῆσαι, φησί· Μὴ νομίσητέ με καὶ οὕτως ἐψεῦσθαι. Καὶ γὰρ ἀδελφή μου ἐστὶν ἐκ πατρὸς, ἀλλ᾽ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.

Τὸν αὐτόν μοι, φησὶ, πατέρα ἐπιγράφεται, δι᾽ ὃ καὶ ἀδελφὴν αὐτὴν ἐκάλεσα. Μὴ τοίνυν καταγνῶτέ μου. Εἰ γὰρ καὶ ὁ φόβος τοῦ θανάτου εἰς τὴν ἀνάγκην με ταύτην κατέστησε, καὶ τὸ δεδοικέναι μήποτε διὰ ταύτην ἐμὲ μὲν ἀποκτείνητε, ταύτην δὲ περιποιήσησθε· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἐστὶ ψεῦδος τὸ παρ᾽ ἐμοῦ εἰρημένον.

Ὅρα πόσην ποιεῖται τὴν σπουδὴν ὁ δίκαιος, ὥστε δεῖξαι μηδὲ ἐν τούτῳ ἑαυτὸν ψευσάμενον. Καὶ ἵνα πάντα μετὰ ἀκριβείας μάθητε παρ᾽ ἐμοῦ, ἀκούσατε καὶ τὴν βουλὴν, ἣν μεταξὺ ἀλλήλων ἐσχήκαμεν, Ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Θέα μοι ἐνταῦθα τὴν πολλὴν τοῦ δικαίου σοφίαν, πῶς ἐν τάξει διηγήσεως διδάσκει αὐτοὺς, ὡς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τῶν ᾠκειωμένων ἐστὶ τῷ Θεῷ, καὶ ὅτι αὐτὸς καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ ἐκεῖσε ἤγαγεν, ἵνα μάθῃ ὁ βασιλεὺς, ὅτι τῶν πολλὴν ἐχόντων ἐστὶ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἡνίκα, φησὶν, ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, εἶπον αὐτῇ· Ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ᾽ ἐμέ· εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὲ, ὅτι Ἀδελφός μου ἐστίν.

Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν· Εἶπα γὰρ, Μήποτε οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ· καὶ ἐδόκει πολὺ αὐτῶν καθάπτεσθαι, βουλόμενος τὸ σφοδρὸν τοῦ ῥήματος ὑπεκλῦσαι, ἐνταῦθά φησιν, ὅτι Μὴ νομίσητε, ὅτι ὑμῶν ἕνεκεν μόνον τοῦτο πεποιηκέναι ἐπέγνωμεν. Εὐθέως γὰρ Ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, εἶπον αὐτῇ· Ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμὲ εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθωμεν.

Περὶ πάντων τῶν τὴν γῆν, φησὶν, ταύτην οἰκούντων τὴν παραγγελίαν πρὸς αὐτὴν ἐποιησάμην· καὶ ἐδίδαξε ὅτι καὶ οὕτως ἐκτὸς ψεύδους ἐστὶν ἡ ὑπόκρισις. Ὁ γὰρ τοῦ θανάτου φόβος εἰς τοῦτο ἡμᾶς ἐλθεῖν κατηνάγκασε.

Ταῦτα εἰπὼν ὁ δίκαιος, καὶ τὸν θυμὸν αὐτῶν κατεμάλαξε, καὶ τὴν οἰκείαν ἀρετὴν ἐξεκάλυψε, καὶ ἀρκοῦσαν αὐτοῖς διδασκαλίαν ἐνέθηκε θεοσεβείας. Αἰδεσθεὶς τοίνυν ὁ βασιλεὺς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, τῇ οἰκείᾳ φιλοτιμίᾳ ἀμείβεται τὸν πατριάρχην. Ἔλαβε γὰρ, φησὶν, Ἀβιμέλεχ χίλια δίδραχμα, καὶ πρόβατα, καὶ μόσχους, καὶ παῖδας, καὶ παιδίσκας, καὶ ἀποδέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. Εἶδες, ἀγαπητὲ, τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν; Ὁ γὰρ περὶ τοῦ θανάτου δεδοικὼς, καὶ πάντα ποιῶν ὥστε δυνηθῆναι τοῦτον διαφυγεῖν, οὐ μόνον τὸν θάνατον διέφυγεν, ἀλλὰ καὶ πολλῆς ἀξιοῦται παῤῥησίας, καὶ περιφανὴς ἀθρόον γίνεται.

εʹ. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ· οὐ μόνον τῶν λυπηρῶν ἐλευθεροῖ τοὺς γενναίως ἀντέχειν πρὸς τοὺς ἐπιόντας πειρασμοὺς σπουδάζοντας, ἀλλὰ καὶ τοσαύτην ἐν αὐτοῖς τοῖς λυπηροῖς παρέχει τὴν εὐφροσύνην, ὡς καὶ λήθην ἡμᾶς ἔχειν παντελῆ, καὶ ἐν πολλῇ γίνεσθαι τῶν ἀγαθῶν περιουσίᾳ. Καὶ ὅρα λοιπὸν τοῦ βασιλέως τὴν πρὸς τὸν δίκαιον θεραπείαν. Οὐ μόνον γὰρ τοῖς τοσούτοις αὐτὸν δώροις τιμᾷ, ἀλλὰ καὶ τὴν ἐξουσίαν αὐτῷ δίδωσι τῆς ἐν τῇ γῇ κατοικήσεως. Ἰδοὺ γὰρ, φησὶν, ἡ γῆ μου ἐναντίον σου ἐστίν· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.

Ἐπειδὴ γὰρ ἔμαθεν, ὅτι δι᾽ ἐκεῖνον καὶ διὰ τὰς ἐκείνου προσευχὰς ἡ ζωὴ αὐτῷ κεχάρισται, ὡς εὐεργέτην λοιπὸν καὶ προστάτην, τὸν ξένον, τὸν ἀλήτην, τὸν οὐδαμόθεν γνώριμον οὕτω θεραπεύειν ἐπείγεται Τῇ δὲ Σάῤῥᾳ, φησὶν, εἶπεν· Ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου. Ὅρα πῶς δεξάμενος τὴν παρὰ τοῦ δικαίου διδασκαλίαν, καὶ πιστεύσας τοῖς παρ᾽ αὐτοῦ εἰρημένοις, καὶ αὐτὸς ἀδελφὸν αὐτῆς αὐτὸν καλεῖ. Ἅπερ δέδωκα, φησὶ, τῷ ἀδελφῷ σου, ἔσται εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάντα ἀλήθευσον. Τί ἐστιν, Εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάντα ἀλήθευσον;

Ὑπὲρ ὧν δι᾽ ἄγνοιαν ἐπεχείρησα γαμετήν σε οὖσαν τοῦ δικαίου εἰς τὴν οἰκίαν τὴν ἐμὴν ἀγαγεῖν, ὑπὲρ τούτου μόνου, ἐπειδὴ ὕβρεώς σοι αἴτιος γέγονα, τὰ χίλια δέδωκα δίδραχμα, θεραπεύων τὰ παρ᾽ ἐμοῦ γεγενημένα εἰς σέ. Ἀλλὰ Πάντα ἀλήθευσον. Τί ἐστι, Πάντα ἀλήθευσον;

Πάντες, φησὶ, παρὰ σοῦ μανθανέτωσαν, ὅτι οὐδὲν γέγονε παρ᾽ ἐμοῦ παράνομον, ὅτι ἀνέπαφος ἐξῆλθες ἐκ τῆς οἰκίας τῆς ἐμῆς. Δίδαξον, φησὶ, τὸν ἄνδρα τὸν σὸν, ὅτι ἀθῶός εἰμι τῆς ἁμαρτίας· μανθανέτω παρὰ σοῦ, ὡς οὐδὲν εἴργασταί μοι. Τίνος δὲ ἕνεκεν ταῦτά φησιν; Ἵνα μαθὼν παρ᾽ αὐτῆς ὁ δίκαιος καὶ πληροφορηθεὶς τὰς ὑπὲρ αὐτοῦ προσευχὰς ἀνενέγκῃ τῷ Δεσπότῃ. Ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνος, ὅτι Πάντα ἀλήθευσον, ἀντὶ τοῦ, Δίδαξόν σου τὸν ἄνδρα τὰ γεγενημένα, εὐθέως ἐπήγαγεν ἡ Γραφή· Καὶ προσηύξατο Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτικτον· ὅτι συγκλείων συνέκλεισεν ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Ὅρα πῶς διὰ πάντων περιφανέστερον τὸν δίκαιον ποιῆσαι βουλόμενος ὁ Δεσπότης, ταῖς προσευχαῖς τοῦ πατριάρχου τὴν σωτηρίαν τοῦ βασιλέως καὶ πάντων τῶν ἐν τῷ οἴκῳ αὐτοῦ χαρίζεται. Προσηύξατο γὰρ, φησὶν, Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτικτον· ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ.

Διὰ τοῦτο, καίτοι τῆς ἁμαρτίας ἐκτὸς γενομένου τοῦ βασιλέως, τὴν τιμωρίαν ταύτην αὐτῷ ἐπήγαγεν ὁ ἀγαθὸς Δεσπότης, ἵνα ταῖς προσευχαῖς τοῦ δικαίου ἐπινεύσας, οὕτω τὴν λύσιν ἐπαγάγῃ, καὶ περιφανέστερον καὶ λαμπρότερον τὸν δίκαιον ἀπεργάσηται.

Πάντα γὰρ ἀεὶ ποιεῖ καὶ πραγματεύεται, καὶ οὕτως ἕκαστον οἰκονομεῖ, ὥστε τοὺς αὐτῷ δουλεύοντας, καθάπερ φωστῆρας, οὕτω διαλάμπειν, καὶ τὴν τούτων ἀρετὴν πανταχοῦ κατάδηλον γίνεσθαι Καὶ ὅρα μοι λοιπὸν, ἀγαπητὲ, μετὰ τὴν τῶν λυπηρῶν ἀπαλλαγὴν, πῶς πάλιν διαδέχεται τὸν δίκαιον ἡ κορωνὶς τῶν ἀγαθῶν, ἡ τῆς ἐπαγγελίας ὑπόσχεσις, καὶ εἰς ἔργον λοιπὸν ἐξῄει τὰ πάλαι παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα αὐτῷ. Καὶ Κύριος, φησὶν, ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε, καὶ ἐποίησε τῇ Σάῤῥᾳ, καθὰ ἐλάλησε. Καὶ συλλαβοῦσα ἔτεκε Σάῤῥα τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Τί ἐστι, Καθὰ ἐλάλησε, καὶ, Καθὰ εἶπε; Καθάπερ, φησὶν, ὑπέσχετο, ἡνίκα ἐπεξενώθη μετὰ τῶν ἀγγέλων εἰς τὴν δρῦν τὴν Μαμβρῆ, εἰρηκὼς ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Ταῦτα τοίνυν εἰς ἔργον ἐξῆλθε, καὶ τὰ τῇ φύσει ἀπηγορευμένα, ταῦτα ἑώρων εἰς ἔργον ἐκβεβηκότα, οὐ κατὰ ἀνθρωπίνην ἀκολουθίαν, ἀλλὰ κατὰ θείαν χάριν. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ. Οὐχ ἁπλῶς ἐπεσημήνατο ἡ θεία Γραφὴ τὸ, Ὃν ἔτεκεν αὐτῷ Σάῤῥα· οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐκάλεσε τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ἀλλὰ προσέθηκεν, Ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, τοῦτ᾽ ἔστιν ἡ στεῖρα, ἡ ἄγονος, ἡ γεγηρακυῖα. Καὶ περιέτεμεν αὐτὸν, φησὶ, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ καθὰ ἐνετείλατο Κύριος.

Οὕτω γὰρ ἦν διαταξάμενος, ὥστε τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτέμνεσθαι λοιπὸν τὰ τικτόμενα. Εἶτα ἵνα μάθωμεν λοιπὸν τὴν ἄφατον δύναμιν τοῦ Θεοῦ, ὅτι καὶ τὰ παρὰ ἀνθρώποις ἀδύνατα παρ᾽ αὐτῷ δυνατὰ, διὰ τοῦτο καὶ τὸν χρόνον ἡμῖν πάλιν ἐπισημαίνεται ἡ θεία Γραφὴ, καὶ μετὰ τὸν τόκον διδάσκει ἡμᾶς λέγουσα. Ἀβραὰμ δὲ ἦν ἐτῶν ἑκατὸν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάῤῥα· Γέλωτά μοι ἐποίησεν ὁ Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. Τί ἐστι, Γέλωτά μοι ἐποίησεν ὁ Κύριος; Εὐφροσύνης ὑπόθεσίς μοι ὁ τόκος ἐστίν. Καὶ τί θαυμαστὸν, εἰ ἐμοί; Καὶ πάντας τοὺς ἀκούοντας συνηδομένους ἕξω, οὐκ ἐπειδὴ ἔτεκον, ἀλλ᾽ ἐπειδὴ οὕτως ἔτεκον. Τὸ παράδοξον τοῦ γεγενημένου πάντας εἰς θαῦμα καταστήσει, καὶ πλείονα πᾶσι παρέξει τὴν ἡδονὴν, ὅταν μάθωσιν, ὅτι ἐγὼ ἡ τῶν νεκρῶν οὐδὲν ἄμεινον διακειμένη, ἀθρόον μήτηρ γέγονα, καὶ ἀπὸ κατεψυγμένης μήτρας παιδίον ἔτεκον, καὶ μὴν θηλάζειν δύναμαι, καὶ πηγὰς γάλακτος ἀφιέναι ἡ μηδεμίαν ἐλπίδα λοιπὸν τεκνογονίας ἔχουσα. Καὶ εἶπε· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει τὸ παιδίον Σάῤῥα;

Διὰ γὰρ τοῦτο καὶ τοῦ γάλακτος αἱ πηγαὶ παρεσχέθησαν, ἵνα τὸν τόκον πιστώσωνται, καὶ μή τις ὑπόβλητον εἶναι νομίσῃ τὸ παιδίον· αἱ γὰρ πηγαὶ τοῦ γάλακτος πᾶσιν ἐκήρυττον παρὰ πᾶσαν ἀνθρωπίνην προσδοκίαν εἶναι τὸ γεγενημένον. Τίς ἀναγγελεῖ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; ὅτι ἐγὼ ἡ γεγηρακυῖα τεκεῖν ἠδυνήθην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ παιδίον τρέφειν δύναμαι; Καὶ ηὐξήθη, φησὶ, τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη. Καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ὁ υἱὸς αὐτοῦ.

ϛʹ. Εἶδες τοῦ Θεοῦ τὴν ἄφατον σοφίαν, ὅπως διὰ πάντων τὴν ὑπομονὴν τοῦ δικαίου βασανίσας, ὅτε ἀπαγορεύειν ἔδοξε καὶ αὐτὸς καὶ πάντες οἱ εἰς αὐτὸν ὁρῶντες, τῇ ἀνθρωπείᾳ φύσει κατακολουθοῦντες, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἤγαγε; Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, τὴν αὐτὴν τῷ δικαίῳ ὑπομονὴν ἐπιδεικνυώμεθα, καὶ μηδέποτε ναρκῶμεν, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφώμεθα, εἰδότες ὅτι οὔτε δυσκολία πραγμάτων, οὔτε ἕτερον τι τῶν ἀνθρωπίνων ἱκανὸν κώλυμα ἡμῖν γενέσθαι, ἐπειδὰν ἡ τοῦ Θεοῦ χάρις τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείξασθαι βουληθῇ. Ὅταν γὰρ ἐκεῖνος νεύσῃ, πάντα εἴκει καὶ παραχωρεῖ, καὶ τὰ δύσκολα εὔκολα γίνεται, καὶ τὰ ἀδύνατα δυνατά· μόνον ἐὰν ἡμεῖς στεῤῥὰν τὴν εἰς αὐτὸν πίστιν ἐπιδεικνυώμεθα, καὶ πρὸς τὸ μέγεθος αὐτοῦ ἀφορῶντες, ἀνώτεροι γινώμεθα τῶν ἀνθρωπίνων ἁπάντων.

Ὁ γὰρ τὰ μέλλοντα ἀγαθὰ καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ὑποσχόμενος τοῖς μετ᾽ ἀρετῆς τὴν ἐνταῦθα ζωὴν διανύουσιν, οὐ πολλῷ μᾶλλον καὶ τὰ ἐνταῦθα παρέξει, καὶ μάλιστα, ἐὰν ἡμεῖς ἐκείνων ἐφιέμενοι, τῶν παρόντων ὑπερορῶμεν; Τότε γὰρ αὐτῶν μάλιστα ἀπολαύσομεν μετὰ δαψιλείας, ὅταν αὐτῶν ὑπεριδεῖν βουληθῶμεν. Ταῦτ᾽ οὖν εἰδότες, ἐκεῖνα ποθῶμεν τὰ μένοντα καὶ ἀκίνητα ἀγαθὰ, τὰ τέλος οὐκ ἐπιστάμενα, ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, κἀκείνων ἐπιτυχεῖν δυνηθῶμεν, ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Μϛʹ. Καὶ εἶπε Σάῤῥα· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου. αʹ. Φέρε καὶ σήμερον, ἀγαπητοὶ, τὴν ἀκολουθίαν τῶν χθὲς εἰρημένων ἀναλαβόντες, οὕτω τὴν ἑστίασιν ὑμῖν παραθῶμεν ταύτην τὴν πνευματικὴν, ἵνα μάθωμεν πάλιν, καθάπερ χθὲς ἠκούσατε, τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν καὶ συγκατάβασιν, καὶ τοῦ πατριάρχου τὴν πολλὴν ὑπακοὴν καὶ εὐγνωμοσύνην. Εἴδετε ὅπως ἡ τοῦ Ἰσαὰκ γέννησις περιχαρῆ τὴν Σάῤῥαν ἐποίησεν; Εἶπε γὰρ, φησὶ, Γέλωτά μοι ἐποίησεν ὁ Θεός· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. Ἕκαστον, φησὶ, τῶν ἀκουόντων εἰς κοινωνίαν τῆς χαρᾶς ἐπισπάσομαι. Μεγάλη γάρ ἐστιν ἡ παρὰ τοῦ Θεοῦ παρασχεθεῖσά μοι δωρεὰ, καὶ ὑπερβαίνουσα τὴν ἀνθρωπίνην ἀσθένειαν. Τίς γὰρ, φησὶν, οὐκ ἂν ἐκπλαγείη ὁρῶν ἐμὲ γαλακτοτροφοῦσαν καὶ τιθηνουμένην, τὴν ἐν ἐσχάτῳ γήρᾳ καὶ μέχρι τοῦ παρόντος ἐν ἀπαιδίᾳ γεγενημένην; Καὶ ὡσανεὶ θαυμάζουσα καὶ ἐκπληττομένη τὸ γεγονὸς, ἐπήγαγε· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Ἐπειδὴ ὑπὲρ φύσιν ἐστὶ τὸ γεγονὸς, διὰ τοῦτό φησι, Τίς ἀναγγελεῖ; ἀντὶ τοῦ, Τίς ἀναλογίσεται; τίς ἂν ἐνθυμηθείη; ποία διάνοια καταλαβεῖν δυνήσεται; ποῖος λογισμὸς εὑρεῖν ἱκανὸς τοῦ γεγενημένου τὴν ἀκρίβειαν;

Οὐχ οὕτω θαυμαστὸν ἦν, τὸ ἐκ τῆς πέτρας κατὰ τὴν ἔρημον ἀναβλύσαι τὰς πηγὰς τῶν ὑδάτων, ἡνίκα τῇ ῥάβδῳ Μωϋσῆς ταύτην ἔπαισεν, ὡς τοῦτο τὸ ἀπὸ μήτρας ἤδη νενεκρωμένης παιδίον τεχθῆναι, καὶ γάλακτος πηγὰς ἀναβλύσαι. Ἵνα γὰρ πᾶσιν ὁ τόκος κατάδηλος γένηται, καὶ πάντας, καὶ τοὺς τότε παρόντας καὶ τοὺς μετὰ ταῦτα ἀκούοντας, εἰς πίστιν τοῦ θαύματος ἐναγάγῃ, διὰ τοῦτο καὶ αὐτὴ τρέφει παιδίον καὶ τῆς γαλακτοτροφίας ἀνέχεται. Καί φησι, Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; τοῦτο τὸ καινὸν, παράδοξον, καὶ παρ᾽ ἐλπίδα ἐμοὶ παρασχεθὲν, Ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Τί ἐστιν, Ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Ὅτι καὶ ἄνευ τῆς στειρώσεως ἱκανὸς ἦν, φησὶ, καὶ ὁ τῆς ἡλικίας χρόνος ἀπαγορεῦσαι τὸν τόκον.

Ἀλλὰ ταῦτα πάντα τὰ κωλύματα ὁ Δεσπότης ἐκποδὼν ποιησάμενος, καὶ τοῦ παιδὸς τὸν τόκον ἐμοὶ κεχάρισται, καὶ τοῦ γάλακτος τὰς πηγάς. Ἀλλ᾽ ἴδωμεν λοιπὸν τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἀπήρτιστο τὰ τῆς γαλακτοτροφίας, Εἶδε, φησὶ, Σάῤῥα τὸν υἱὸν Ἅγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς. Καὶ εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Ὅρα μοι, ἀγαπητὲ, ἐνταῦθα τὴν Σάῤῥαν πάλιν οὐ φέρουσαν τοῦ Ἰσμαὴλ τὴν πολλὴν παῤῥησίαν, οὐδὲ ἀνεκτῶς ἐνεγκεῖν δυναμένην τὸν τῆς παιδίσκης υἱὸν μετὰ τοῦ Ἰσαὰκ ἀναστρεφόμενον. Καθάπερ οὖν πρώην καταστεῖλαι τῆς Ἅγαρ τὸ φρόνημα βουλομένη, διὰ τῆς σφοδρᾶς ἀγανακτήσεως εἰς φυγὴν αὐτὴν τραπῆναι παρεσκεύασεν· οὕτω καὶ νῦν βουλομένη ἐκ προοιμίων ἀναστεῖλαι τοῦ Ἰσμαὴλ τὴν προπέτειαν, καὶ μὴ φέρουσα ὁρᾷν τὸν ἐκ χάριτος τεχθέντα υἱὸν καὶ ἐξ αὐτῆς τοῦ Θεοῦ τῆς δωρεᾶς μετὰ τοῦ τῆς παιδίσκης τῆς Αἰγυπτίας συναναστρεφόμενον, φησὶ πρὸς τὸν Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς.

Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου. Ἐπειδὴ ᾔδει ὅτι καὶ αὐτὴ ἐν ἐσχάτῳ γήρᾳ τυγχάνει καὶ τὸν πατριάρχην ἑώρα προβεβηκότα (ἦσαν γὰρ ἀμφότεροι προβεβηκότες ἡμερῶν), ὑφορῶσα μήποτε, ἀθρόον αὐτῶν τελευτησάντων, ὁ Ἰσμαὴλ διὰ τὸ ἐκ τῆς τοῦ πατριάρχου συνουσίας τεχθῆναι, ἐπιχειρήσει εἰς τὸν κλῆρον ἑαυτὸν τοῦ πατρὸς εἰσαγαγεῖν, καὶ κοινωνὸς γενέσθαι τῷ Ἰσαὰκ, διὰ τοῦτό φησιν, Ἔκβαλε τὴν παιδίσκην ἐντεῦθεν, καὶ τὸν υἱὸν αὐτῆς. Μανθανέτω, φησὶν, ἤδη ὅτι οὐδὲν κοινὸν ἕξει ὁ τῆς παιδίσκης υἱὸς μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Οὐδὲ γὰρ εὔλογον τὸν τῆς δούλης υἱὸν μετὰ τοῦ υἱοῦ τοῦ ἐμοῦ τῆς δεσποίνης συναναστρέφεσθαι. Ἀλλ᾽ ἡ μὲν Σάῤῥα οὐκ ἀπεικὸς πρᾶγμα πέπονθεν, ἀλλὰ καὶ σφόδρα ἀκόλουθον, καὶ οὕτως ἀκόλουθον, ὡς καὶ τὸν Θεὸν συναινέσαι τοῖς παρ᾽ αὐτῆς εἰρημένοις. Ὁ δὲ πατριάρχης φιλόστοργος ὢν καὶ συμπαθῶς διακείμενος πρὸς τὸν Ἰσμαὴλ, ἐπαχθῶς ἐδέξατο τὰ παρὰ τῆς Σάῤῥας εἰρημένα. Σκληρὸν γὰρ, φησὶν, ἐφάνη τὸ ῥῆμα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Οὐδὲ γὰρ τῆς Ἅγαρ ἐποιήσατο λόγον· ἀλλὰ συμπαθῶς πρὸς τὸν παῖδα διέκειτο, ἅτε δὴ λοιπὸν ἐν ἡλικίᾳ γεγονότα. Ἀλλὰ σκόπει μοι ἐνταῦθα τοῦ φιλανθρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν συγκατάβασιν.

Ἐπειδὴ γὰρ εἶδε καὶ τὴν Σάῤῥαν κατὰ τὸ εἰκὸς παθοῦσάν τι ἀνθρώπινον, καὶ δυσχεραίνουσαν ἐπὶ τῇ ὁμοτιμίᾳ τῶν παίδων, καὶ τὸν Ἀβραὰμ οὐ φέροντα πράως τὴν ἐκβολὴν τοῦ Ἰσμαὴλ καὶ τῆς παιδίσκης (εἰ γὰρ καὶ μὴ ἀντέτεινε τῇ Σάῤῥᾳ διὰ πολλὴν τὴν ἐπιείκειαν, ἀλλ᾽ ὅμως σκληρὸν αὐτῷ κατεφαίνετο, τοῦτ᾽ ἔστι, βαρὺ, φησὶ, καὶ ἐπαχθὲς καὶ φορτικὸν), τότε λοιπὸν τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος ὁ Δεσπότης, καὶ τῆς ὁμονοίας τὸν σύνδεσμον αὐτῶν συσφίγγων, φησὶ πρὸς τὸν Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου τὸ ῥῆμα περὶ τοῦ παιδίου καὶ τῆς παιδίσκης. Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουσον τῆς φωνῆς αὐτῆς. Μὴ δέξῃ, φησὶ, βαρέως τὸ παρ᾽ αὐτῆς ῥηθέν σοι, ἀλλὰ Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουσον τῆς φωνῆς αὐτῆς.

βʹ. Ταῦτα πάντα, φησὶν, ἅπερ σοι νῦν διαλέγεται περὶ τοῦ Ἰσμαὴλ καὶ τῆς Ἅγαρ, κατάδεξαι, καὶ ὑπάκουσον τῆς φωνῆς αὐτῆς. Μὴ θελήσῃς λυπῆσαι τὴν ἐν παντὶ τῷ χρόνῳ τοσαύτην περὶ σὲ τὴν φιλοστοργίαν ἐπιδειξαμένην, τὴν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δεύτερον, ἵνα τοῦ θανάτου σε ἐξαρπάσῃ, ἑαυτὴν ἐκδεδωκυῖαν ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ ὑπόθεσίν σοι γενομένην τοσαύτης περιφανείας· καὶ πρότερον μὲν μετὰ τοσούτου πλούτου ἀπὸ τῆς Αἰγύπτου ἐπανελθεῖν πεποιηκυῖαν· μετὰ ταῦτα δὲ τοσαύτης τιμῆς ποιήσασαν ἀξιωθῆναί σε ὑπὸ τοῦ Ἀβιμέλεχ.

Μὴ τοίνυν ἀνάσχῃ ἐναντία τοῖς παρ᾽ αὐτῆς λεγομένοις βουλεύσασθαι· καὶ γὰρ οὐδὲ ἄλλως ἔσται. Ἐν γὰρ τῷ Ἰσαὰκ τῷ παρ᾽ αὐτῆς τεχθέντι τὸ σπέρμα σοι κληθήσεται, καὶ οὗτος ἔσται σου κληρονόμος. Καὶ τὸν υἱὸν δὲ τοῦτον τῆς παιδίσκης αὐξηθῆναι παρασκευάσω, καὶ εἰς ἔθνος μέγα ποιήσω αὐτὸν, ἐπειδὴ σπέρμα σόν ἐστι. Ποίει οὖν τὰ παρ᾽ αὐτῆς σοι λεγόμενα, καὶ ὑπάκουσον τῆς φωνῆς αὐτῆς. Ἐννόησόν μοι λοιπὸν, ὅση ἀθρόον ἡ εἰρήνη καὶ ἡ ὁμόνοια εἰς τὸ συνοικέσιον αὐτῶν ἐπολιτεύετο, τῆς τοῦ Θεοῦ ἀγαθότητος τὸν σύνδεσμον αὐτῶν συσφιγγούσης. Ἀνέστη γὰρ, φησὶ, τῷ πρωῒ, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν Ἅγαρ, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς καὶ τὸ παιδίον, καὶ ἀπέστειλεν αὐτήν. Ὅρα μοι πάλιν τοῦ δικαίου τὴν πολλὴν εὐγνωμοσύνην, καὶ ὅπως διὰ πάντων τὸν φιλόθεον αὐτοῦ σκοπὸν δείκνυσιν. Ὅτε μὲν γὰρ ἤκουσε τῆς Σάῤῥας λεγούσης, Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, πονηρὸν αὐτῷ ἐφάνη, ἐπειδὴ φιλοστόργως πρὸς τὸν Ἰσμαὴλ διέκειτο· ἐπειδὴ δὲ ὁ Δεσπότης ἐκέλευσεν, εὐθέως ἐποίει τὸ ἐπιταχθὲν, καὶ ἐπελανθάνετο τῆς φυσικῆς φιλοστοργίας. Ὅταν γὰρ, φησὶν, αὐτὸς ἐπιτάττῃ, σχολαζέτω πάντα τὰ πάθη· ὁ γὰρ τῆς φύσεώς ἐστι Δεσπότης ὁ κελεύων. Λαβοῦσα τοίνυν ἡ παιδίσκη, φησὶ, τοὺς ἄρτους καὶ τὸν ἀσκὸν τοῦ ὕδατος, ἐξῄει μετὰ τοῦ παιδίου.

Ἀλλ᾽ ὅρα μοι πάλιν, διὰ τὴν πρὸς τὸν δίκαιον εὔνοιαν πῶς καὶ αὐτὴ ἀξιοῦται τῆς κηδεμονίας τῆς ἄνωθεν. Ἀπελθοῦσα τοίνυν ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ τοῦ ὕδατος ἀναλωθέντος, καὶ οὐδεμίαν οὐδαμόθεν εὑρίσκουσα παραμυθίαν, Ἔῤῥιψε, φησὶ, τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης· καὶ διακοπτομένη τὰ σπλάγχνα, καὶ ὑπὸ τῆς ὀδύνης συνεχομένη καὶ τῆς πρὸς τὸ παιδίον φιλοστοργίας, Ἐκάθητο, φησὶν, ἀπέναντι αὐτοῦ, ὡσεὶ τόξου βολήν. Εἶπε γάρ· Οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. Καὶ ἐκάθισεν ἀπέναντι παιδίου. Καὶ ἀναβοῆσαν τὸ παιδίον ἔκλαυσεν.

Ἀλλ᾽ ὁ ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς, καὶ πατρὸς καὶ μητρὸς φιλοστοργίαν εἰς τὴν περὶ ἡμᾶς κηδεμονίαν ὑπερακοντίζων, Εἰσήκουσε τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν· ᾤκτειρε τὸ παιδίον, ἠλέησε τὴν συμφορὰν τῆς Ἅγαρ· συνεχώρησεν αἴσθησιν αὐτὴν λαβεῖν τῆς ἐρημίας, καὶ εὐθέως τὴν παρ᾽ ἑαυτοῦ ἀντίληψιν ἐχαρίσατο. Καὶ ἐκάλεσε, φησὶν, ἄγγελος τοῦ Θεοῦ τὴν Ἅγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ· Τί ἐστιν, Ἅγαρ; Μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὗ ἐστιν. Ἀνάστηθι, λάβε τὸ παιδίον, καὶ κράτησον τῆς χειρὸς αὐτοῦ· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. Ὢ φιλανθρωπίας Δεσπότου! Οὐκ ἐπειδὴ παιδίσκη ἦν, ὑπερεῖδεν αὐτὴν, ἀλλ᾽ ἐπειδὴ ἐπαγγελίαν ἐποιήσατο πρὸς τὸν πατριάρχην, καὶ ἐπειδὴ ἐκείνου τὸ σπέρμα ἐτύγχανε, τοσαύτης προνοίας καὶ αὐτὴν ἀξιοῖ, καί φησι· Τί ἐστιν, Ἅγαρ; Μὴ φοβοῦ· ἐπήκουσε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου. Ἀνάστηθι καὶ λάβε αὐτὸ, καὶ κράτησον τῆς χειρὸς αὐτοῦ· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.

Μὴ ἀθύμει, φησὶ, διὰ τὸ ἐκβληθῆναί σε τῆς οἰκίας. Τοσαύτης γὰρ ἀπολαύσεται τῆς παρ᾽ ἐμοῦ προνοίας, ὡς καὶ εἰς ἔθνος μέγα γενέσθαι καὶ αὐτό. Καὶ ἤνοιξε, φησὶ, τοὺς ὀφθαλμοὺς αὐτῆς· οὐκ ἐπειδὴ πρὸ τούτου οὐχ ἑώρα, ἀλλ᾽ ἐπειδὴ καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων οὐδὲν αὐτῇ ὄφελος, ἐγένετο πρὸ τῆς ἄνωθεν ἐπισκοπῆς. Διὰ τοῦτο, ὅτε ἐβουλήθη τὴν παρ᾽ ἑαυτοῦ κηδεμονίαν ἐπιδείξασθαι, φησὶν, Ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτῆς· ἀντὶ τοῦ, Ὑπέδειξεν αὐτῇ ἀγνοούσῃ, τὴν διάνοιαν αὐτῆς διέγειρεν, ὡδήγησεν αὐτὴν, ὥστε ἰδεῖν τὸν τόπον τὸν ἀναβλύζοντα τοῦ ὕδατος τὰς πηγάς. Καὶ εἶδε, φησὶ, φρέαρ ὕδατος ζῶντος, καὶ ἐπορεύθη, καὶ ἔπλησε τὸν ἀσκὸν, καὶ ἐπότισε τὸ παιδίον. Ἐν ἀπόροις πόρον ἐχαρίσατο ὁ Κύριος, καὶ ἐν ἀμηχανίᾳ τοιαύτῃ τυγχανούσῃ καὶ οὐδεμίαν ἐλπίδα σωτηρίας ἐχούσῃ, τὴν οἰκείαν φιλοτιμίαν εἰς αὐτὴν ἐπεδείξατο, ὁμοῦ καὶ αὐτὴν παραμυθησάμενος, καὶ τοῦ παιδίου τὴν πρόνοιαν ποιησάμενος. Οὕτως ὅταν βούληται ὁ Θεὸς, κἂν ἐν ἐρημίᾳ ὦμεν, κἂν ἐν αὐτοῖς τοῖς ἐσχάτοις κακοῖς, κἂν μηδεμίαν ἐλπίδα σωτηρίας ἔχωμεν, οὐδενὸς ἑτέρου δεησόμεθα, τῆς τοῦ Θεοῦ ῥοπῆς τὰ πάντα ἡμῖν γινομένης. Ἐὰν γὰρ τὴν παρ᾽ αὐτοῦ εὔνοιαν ἐπισπασώμεθα, οὐδεὶς ἡμῶν περιέσται, ἀλλὰ πάντων ἐσόμεθα ὑψηλότεροι. Καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, φησὶ, καὶ ηὐξήθη, καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ.

Οὕτως ὅταν εὐμενῆ τὸν Θεὸν ἔχωμεν, κἂν ἐν ἐρήμῳ ὦμεν, τῶν ἐν ταῖς πόλεσι διαγόντων ἀσφαλέστερον διατρίψομεν.

Μεγίστη γὰρ ἀσφάλεια καὶ τεῖχος ἀκαταγώνιστον ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Καὶ ἵνα μάθῃς ὅπως ὁ ἐν ἐρήμῳ τυγχάνων τοῦ ἐν μέσαις ταῖς πόλεσι διατρίβοντος, καὶ πολλῆς τῆς ἀνθρωπίνης συμμαχίας ἀπολαύοντος, καὶ ἀσφαλέστερος καὶ δυνατώτερος καθέστηκεν, ἴδωμεν πῶς ὁ μὲν Δαυῒδ τόπους ἐκ τόπων ἀμείβων, καὶ καθάπερ ἀλήτης διάγων, ὑπὸ τῆς ἄνωθεν χειρὸς ἐτειχίζετο· ὁ δὲ Σαοὺλ ἐν μέσαις ταῖς πόλεσι τυγχάνων, καὶ στρατόπεδα τοσαῦτα ἐπαγόμενος, καὶ δορυφόρους καὶ ὑπασπιστὰς ἔχων, καθ᾽ ἑκάστην ἡμέραν ἐδεδοίκει καὶ ἔτρεμε τῶν πολεμίων τὴν ἔφοδον. Καὶ ὁ μὲν, μόνος ὢν, καὶ οὐδένα ἔχων μεθ᾽ ἑαυτοῦ ἕτερον, οὐκ ἐδεῖτο τῆς παρὰ τῶν ἀνθρώπων συμμαχίας· ὁ δὲ τὸ διάδημα περικείμενος καὶ τὴν ἁλουργίδα ἔχων, τῆς παρὰ τούτου βοηθείας ἔχρῃζεν· ὁ βασιλεὺς τοῦ ποιμένος ἐδεῖτο, καὶ ὁ τὸ διάδημα περικείμενος τοῦ ἰδιώτου.

γʹ. Ἀλλ᾽ εἰ βούλεσθε, ἀνωτέρω ἀναγάγωμεν τὴν ἀκολουθίαν τοῦ λόγου, ἵνα πᾶσαν αὐτοῦ τὴν ἱστορίαν εἰς μέσον ἀγαγόντες, μάθωμεν ὡς οὐδὲν ἰσχυρότερον τοῦ πεφραγμένου τῇ ἄνωθεν συμμαχίᾳ, καὶ οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρατοπέδων κυκλούμενος ᾖ. Οὗτος οὖν ὁ Δαυῒδ νέος ὢν κομιδῆ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ διάγων, ἐπειδή ποτε καιρὸς ἐκάλει τούτου τὴν ἀρετὴν φανερὰν γενέσθαι, προτραπεὶς ὑπὸ τοῦ πατρὸς ἐπισκέψασθαι τοὺς ἑαυτοῦ ἀδελφοὺς, ὑπήκουσε, καὶ ἀπεστέλλετο πρὸς αὐτούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτηχότα τὸν μετὰ τοῦ Σαοὺλ, καὶ αὐτὸν τὸν βασιλέα εἰς τὸν περὶ τοῦ παντὸς κίνδυνον καθεστῶτα, τέως θεατὴς ἐβούλετο γενέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο. Ἀλλ᾽ οἱ ἀδελφοὶ τοῦ φρονήματος αὐτοῦ οὐκ ἐνεγκόντες τὴν ἀνδρείαν, εἰς φθόνον διηγέρθησαν, καί φασι πρὸς αὐτόν· Δι᾽ οὐδὲν ἕτερον ἐλήλυθας, ἢ ἵνα τὸν πόλεμον ἴδῃς;

Οὐδὲ γὰρ διὰ τὴν ἐπίσκεψιν τὴν ἡμετέραν παραγέγονας. Ἀλλ᾽ ὅρα τούτου τὴν σύνεσιν καὶ τὴν πολλὴν ἐπιείκειαν. Οὐδὲν προπετὲς πρὸς αὐτοὺς φθέγγεται, οὐδὲν τραχὺ, ἀλλὰ καταστέλλων αὐτῶν τὴν φλόγα, καὶ τὸν φθόνον καταπραΰνων, φησίν· Οὐχὶ ῥῆμά ἐστι; Μὴ γὰρ ὅπλα με εἴδετε μεταχειριζόμενον, μὴ γὰρ παραταττόμενον ἐθεάσασθε; Ἁπλῶς ἰδεῖν ἐβουλήθην, καὶ πυθέσθαι πόθεν τούτῳ τῆς τοσαύτης μανίας ἡ ὑπερβολή. Τίς γάρ ἐστιν ὁ ἀλλόφυλος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; Εἶτα ἀκούων κἀκείνου τὴν πολλὴν μεγαλοῤῥημοσύνην, καὶ τῶν μετὰ τοῦ Σαοὺλ ἀφιγμένων τὴν ἄφατον δειλίαν, φησί· Τί ἔσται τῷ ἀνθρώπω τῷ τούτου τὴν κεφαλὴν ἐκτέμνοντι; Καὶ πολλὴν τῆς ψυχῆς τὴν ἀνδρείαν ἐδείκνυ διὰ τῶν ῥημάτων πάντας εἰς ἔκπληξιν ἀγαγών.

Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον τὸν τῆς ποιμαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν ἡλικίαν ἐξευτέλισεν. Εἶτα μαθὼν παρ᾽ αὐτοῦ, ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις· ἠναγκάσθη γὰρ ταῦτα διηγήσασθαι ὁ θαυμάσιος οὗτος, οὐ κενοδοξῆσαι βουλόμενος, ἀλλ᾽ εἰς ἀνάγκην καταστὰς, ὥστε ἐκείνῳ θάρσος ἐνθεῖναι, καὶ μὴ πρὸς τὴν εὐτέλειαν τοῦ φαινομένου ἰδεῖν, ἀλλὰ πρὸς τὴν πίστιν τὴν ἔνδοθεν κρυπτομένην, καὶ τὴν συμμαχίαν τὴν ἄνωθεν, δι᾽ ἣν ὁ νέος τῶν ἀνδρῶν ἦν ἰσχυρότερος, καὶ ὁ ἄοπλος τῶν ὡπλισμένων, καὶ ὁ ποιμὴν τῶν στρατιωτῶν· εἶτα ἰδὼν αὐτοῦ τὸ παράστημα τῆς γνώμης ὁ βασιλεὺς, τὰ οἰκεῖα ὅπλα ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος οὐδὲ ἐνεγκεῖν αὐτὰ ἴσχυσε. Τοῦτο δὲ ἐγίνετο, ἵνα γυμνὴ δειχθῇ ἡ τοῦ Θεοῦ δύναμις, ἡ δι᾽ αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα ἐχώλευεν, ἀπέθετο τὰ ὅπλα, καὶ τὴν κάδον τὴν ποιμαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σάρκινον ἐκεῖνον πύργον ἐξῄει. Ἀλλ᾽ ὅρα πάλιν καὶ τὸν ἀλλόφυλον πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦθεν ἐξευτελίζοντα τὸν δίκαιον, καὶ καθάπερ παιδίου εὐτελοῦς κατεξανιστάμενον διὰ τῶν ῥημάτων.

Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντικῆς ἐπ᾽ αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους μόνας ἐπιφερόμενον, μονονουχὶ πρὸς αὐτὸν ἔλεγεν· Ἐνόμισας σὺ πάλιν προβάτοις ἐφεστάναι, καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ τῶν ὀργάνων ἐκείνων ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησάμενος ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ᾽ ὁ μὲν τῇ δυνάμει τῶν ὅπλων πεποιθὼς ἥπτετο τῆς μάχης· ὁ δὲ, τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυτόν. Καὶ πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου τὸ φρύαγμα κατενεγκὼν, καὶ εἰπὼν πρὸς αὐτόν· Σὺ μὲν ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ ἰσχύϊ νομίζεις περιγενέσθαι· ἐγὼ δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ. Καὶ ταῦτα εἰπὼν, καὶ ἀνελόμενος ἐκ τῆς κάδου τῆς ποιμενικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ, οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, παραχρῆμα κατὰ τοῦ μετώπου πλήξας τὸν ἀλλόφυλον κατήνεγκε, καὶ σπεύσας καὶ ἀφελὼν αὐτοῦ τὸ ξίφος, δι᾽ ἐκείνου τὴν κεφαλὴν ἀποτεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι᾽ ἐκείνου καὶ ὁ βασιλεὺς τὴν σωτηρίαν εὕρατο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε.

Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, τὸν ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμενικῆς πλέον εἰδότος μηδὲν πίπτοντα. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν εἶχε συμμαχίαν συνεφαπτομένην αὐτῷ, ὁ δὲ ταύτης ἔρημος ὢν ὑπὸ ταῖς τούτου χερσὶν ἐγίνετο. Ἀλλ᾽ ὅρα λοιπὸν ἐνταῦθα τὸ πάθος τοῦ φθόνου ὅσην εἰργάσατο τὴν ἀτοπίαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ βασιλεὺς εὐφημίας πολλῆς ἀπολαύσαντα τὸν δίκαιον τοῦτον, καὶ τὰς χορευούσας κραζούσας· Ἐνίκησε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν, οὐκ ἐνεγκὼν πράως τὰ παρ᾽ αὐτῶν ῥηθέντα (καίτοι κατὰ τὸν τοῦ δικαίου λόγον αὐτῷ μᾶλλον ἐχαρίσαντο, ἢ τῷ Δαυῒδ), ἡττηθεὶς ὑπὸ τοῦ φθόνου τὸν εὐεργέτην τοῖς ἐναντίοις λοιπὸν ἠμείβετο, καὶ ὃν ἐχρῆν σωτῆρα καὶ εὐεργέτην ἐπιγράφεσθαι, τοῦτον ἀνελεῖν ἐπεχείρει.

Ὢ μανίας ὑπερβολή! ὢ παραπληξίας ἐπίτασις! Τὸν τὴν ζωὴν αὐτῷ χαρισάμενον, καὶ πάντα τὸν στρατὸν αὐτοῦ ἐλευθερώσαντα τῆς τοῦ ἀλλοφύλου μανίας, τοῦτον ὡς πολέμιον λοιπὸν ὑφωρᾶτο, καὶ οὐδὲ ἔναυλος οὖσα ἡ εὐεργεσία περιεγίνετο τοῦ πάθους, ἀλλὰ καθάπερ ὑπὸ μέθης τινὸς, ὑπὸ τοῦ φθόνου σκοτωθεὶς τὸν τῆς διανοίας λογισμὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἑώρα.

εʹ. Τοιοῦτον γὰρ ἡ κακία τοῦ πάθους τούτου· αὐτῷ πρότερον λυμαίνεται τῷ τοῦτο τίκτοντι. Καὶ καθάπερ σκώληξ ὑπὸ τοῦ ξύλου τικτόμενος αὐτὸ πρότερον τὸ ξύλον καταναλίσκει· οὕτω καὶ ὁ φθόνος ἐκείνην πρότερον διαφθείρει τὴν τεκοῦσαν αὐτὸν ψυχὴν, καὶ τὸ ἐναντίον ἢ βούλεται τὸν φθονούμενον διατίθησι. Μὴ γάρ μοι τὰ προοίμια σκόπει ἐπὶ τῶν φθονουμένων, ἀλλὰ πρὸς τὸ τέλος ἀφόρα, καὶ ἐννόει ὅτι αὐτὴ ἡ κακία τῶν φθονούντων εἰς μείζονα περιφάνειαν ἄγει τοὺς φθονουμένους.

Οἱ μὲν γὰρ καὶ τὸν Θεὸν ἐφέλκονται εἰς συμμαχίαν, καὶ τῆς ἄνωθεν ἀπολαύουσι ῥοπῆς· ὁ δὲ ταύτης ἔρημος, πᾶσιν εὐεπιχείρητος γίνεται, καὶ πρὸ τῶν ἔξωθεν πολεμίων ὑπ᾽ αὐτοῦ τοῦ πάθους πολιορκούμενος μονονουχὶ καταναλίσκεται, καὶ ὥσπερ ἀδήλοις γνάθοις κατεσθιόμενος, οὕτω δαπανώμενος, ὑποβρύχιος, ὡς εἰπεῖν, γίνεται.

Ὅπερ εἰδότες φεύγωμεν, παρακαλῶ, τὴν λύμην τοῦ πάθους, καὶ πάσῃ δυνάμει ἐξορίζωμεν τοῦτο τῆς ἑαυτῶν ψυχῆς. Πάντων γὰρ τῶν παθῶν τοῦτο ὀλεθριώτερον, καὶ αὐτῇ ἡμῶν τῇ σωτηρίᾳ λυμαινόμενον· τοῦ γὰρ πονηροῦ διαβόλου ἐστὶν εὕρημα. Δι᾽ ὃ καί τις σοφὸς ἔλεγε· Φθόνῳ [δὲ] διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.

Τί ἐστι· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον; Ἐπειδὴ γὰρ εἶδε τὸ πονηρὸν τοῦτο θηρίον ἀθάνατον γενόμενον τὸν πρωτόπλαστον, διὰ τῆς οἰκείας πονηρίας εἰς τὴν τῆς ἐντολῆς παρακοὴν αὐτὸν ἤγαγε, καὶ δι᾽ ἐκείνης τοῦ θανάτου τὴν τιμωρίαν παρεσκεύασεν αὐτὸν ἐπισπάσασθαι. Ὁ φθόνος τοίνυν τὴν ἀπάτην εἰργάσατο, ἡ ἀπάτη τὴν παρακοὴν, ἡ παρακοὴ τὸν θάνατον.

Διὰ τοῦτό φησι· Φθόνῳ [δὲ] διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Εἶδες πόση τοῦ πάθους ἡ λύμη; Τὸν ἀθανασίᾳ τιμηθέντα θανάτῳ ὑποκεῖσθαι πεποίηκεν. Ἀλλ᾽ ὁ μὲν ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας, τὸν οἰκεῖον φθόνον κινήσας, ὄντα ἀθάνατον τὸν πρωτόπλαστον θανάτῳ καταδικασθῆναι πεποίηκεν· ὁ δὲ κηδεμὼν καὶ φιλάνθρωπος Δεσπότης διὰ τοῦ θανάτου τοῦ οἰκείου πάλιν τὴν ἀθανασίαν ἡμῖν ἐχαρίσατο, καὶ μείζονα ὧν ἀπωλέσαμεν εὕραμεν. Παραδείσου ἐκεῖνος ἐξήγαγε, καὶ εἰς τὸν οὐρανὸν οὗτος ἀνήγαγε· θανάτῳ καταδικασθῆναι ἐκεῖνος πεποίηκε, καὶ τὴν ἀθανασίαν ἡμῖν οὗτος ἐχαρίσατο· τῆς ἐν παραδείσῳ τρυφῆς ἀπεστέρησεν ἐκεῖνος, καὶ βασιλείαν ἡμῖν οὐρανῶν εὐτρέπισεν οὗτος. Εἶδες τοῦ Δεσπότου σου τὸ εὐμήχανον, καὶ ὅπως τὰ παρὰ τῆς βασκανίας ὅπλα τοῦ διαβόλου κατὰ τῆς ἡμετέρας σωτηρίας γεγενημένα, ἐκεῖνα αὐτὰ περιέτρεψεν εἰς τὴν αὐτοῦ κεφαλήν; Οὐ μόνον γὰρ ἡμᾶς μειζόνων ἠξίωσεν, ἀλλὰ καὶ ἐκεῖνον ἡμῖν ὑποχείριον ἔδωκεν, εἰπών· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι καὶ τὸν φθόνον τῆς ἑαυτῶν ψυχῆς ἐξορίζωμεν, καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ ἐπισπώμεθα. Τοῦτο γὰρ ἡμῶν τὸ ὅπλον τὸ ἀκαταγώνιστον· τοῦτο ἡμῶν ἡ μεγίστη περιουσία.

Διὰ τοῦτο καὶ ὁ Ἰσμαὴλ, καίτοι νέος καὶ ἐν ἐρημίᾳ ὢν καὶ πολλῇ ἀπορίᾳ, ἀθρόον ηὐξήθη, καὶ εἰς ἔθνος μέγα ἐπέδωκεν· ἐπειδὴ Ὁ Θεὸς ἦν, φησὶ, μετὰ τοῦ παιδίου. Ἐντεῦθεν γὰρ ἡμῖν ὁ λόγος ἅπας ἐξεκυλίσθη. Ὑπερίδωμεν οὖν, παρακαλῶ, τῶν παρόντων, ποθήσωμεν τὰ μέλλοντα, τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ πάντων προτιμῶμεν, καὶ διὰ τῆς ἀρίστης πολιτείας ἑαυτοῖς πολλὴν προαποθώμεθα τὴν παῤῥησίαν, ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσαι δυνηθῶμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΜΖʹ. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. αʹ. Πολὺ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων τὸ κέρδος, καὶ ἄφατος ὁ θησαυρὸς ὁ τοῖς βραχέσι τούτοις ῥήμασιν ἐγκεκρυμμένος. Τοιαῦτα γὰρ τὰ θεῖα λόγια· οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ᾽ ἐν τῇ συντομίᾳ τῶν λόγων πολὺν ἐναποκείμενον ἔχει τὸν πλοῦτον. Φέρε οὖν, ἀναπτύξωμεν τὰ εἰρημένα, καὶ καταμάθωμεν ἀκριβῶς τῶν σήμερον ἀναγνωσθέντων τὴν δύναμιν. Οὕτω γὰρ πάλιν εἰσόμεθα καὶ τοῦ πατριάρχου τὴν πολλὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν. Καὶ ἐγένετο, φησὶ, μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. Τί βούλεται ταυτὶ τὰ ῥήματα. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ;

Σκόπει μοι τὴν θείαν Γραφὴν, πῶς ἐντεῦθεν ἤδη βούλεται ἐκκαλύψαι ἡμῖν τοῦ δικαίου τὴν ἀρετήν. Καὶ ἐπειδὴ μέλλει διηγεῖσθαι τὴν πεῖραν τὴν παρὰ τοῦ Θεοῦ ἐπαγομένην τῷ Ἀβραὰμ, πρότερον ἡμᾶς βούλεται τὸν καιρὸν διδάξαι, καθ᾽ ὃν ταῦτα ὁ πατριάρχης ἐπετάττετο, καὶ πότε τὸν Ἰσαὰκ ἀνενεγκεῖν ἐκελεύετο, ἵνα μάθῃς τὴν πολλὴν τοῦ πατριάρχου ὑπακοὴν, καὶ ὅπως τῶν τῷ Θεῷ δοκούντων οὐδὲν προτιμᾷν ἠνέσχετο. Τί οὖν ἐστιν, Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα; Ἐπειδὴ γὰρ μετὰ τὸν τοῦ Ἰσαὰκ τόκον, ἡνίκα ἐθεάσατο ἡ Σάῤῥα τὸν Ἰσμαὴλ συναναστρεφόμενον τῷ Ἰσαὰκ, καθάπερ χθὲς πρὸς ὑμᾶς διελέχθημεν, δυσχεράνασα πρὸς τοῦτο ἡ Σάῤῥα ἔλεγε πρὸς τὸν Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου· ἐφάνη δὲ τοῦτο σκληρὸν τῷ πατριάρχῃ, βουλόμενος ὁ Θεὸς παραμυθήσασθαι τὸν δίκαιον, φησίν· Ὑπάκουσον Σάῤῥας τῆς γυναικός σου, καὶ ποίει τὸ παρ᾽ αὐτῆς λεχθέν· καὶ μὴ σκληρόν σοι φαινέσθω τὸ περὶ τοῦ παιδίου καὶ τῆς παιδίσκης. Ἐν γὰρ τῷ Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, καὶ τοῦτον δὲ ποιήσω εἰς ἔθνος μέγα, ἐπειδὴ σπέρμα σόν ἐστι. Καὶ πᾶσα ἡ ὑπόσχεσις αὐτῷ καὶ ἡ παρὰ τοῦ Θεοῦ ἐπαγγελία αὕτη ἦν, ὥστε εἰς πολὺ πλῆθος ἐκτείνεσθαι τοὺς ἐκ τοῦ Ἰσαὰκ τεχθέντας.

Ἐπειδὴ ταύταις ταῖς ἐλπίσι τρεφόμενος ὁ δίκαιος διετέλει, καὶ ὡς τῶν τοσούτων καὶ ἐπαλλήλων θλίψεων καὶ πειρασμῶν τὰς ἀμοιβὰς κομισάμενος, καὶ ἐν ἀσφαλείᾳ λοιπὸν γεγονὼς, καὶ ὁρῶν ἐν ὀφθαλμοῖς τὸν μέλλοντα διαδέχεσθαι αὐτοῦ τὸν κλῆρον, οὕτω μετὰ ἀδείας καθειστήκει, μεγίστην ἐντεῦθεν παραμυθίαν καρπούμενος.

Ἀλλ᾽ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, βουλόμενος ἡμῖν ἐκκαλύψαι τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τὸν πολὺν πόθον, ὃν περὶ αὐτὸν ἐπεδείκνυτο, μετὰ τὰς τοσαύτας ὑποσχέσεις, καὶ ταύτην τὴν πρόσφατον γεγενημένην, καὶ ἧς τὴν μνήμην ἔναυλον εἶχεν, ὅτε λοιπὸν ἐν ἡλικίᾳ γέγονεν ὁ Ἰσαὰκ, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐτύγχανε, καὶ τὸν πόθον τοῦ πατρὸς τὸν περὶ αὐτὸν ἦν ἰδεῖν αὐξανόμενον, τότε μετὰ τὰ ῥήματα ταῦτα τῆς ἐπαγγελίας, καὶ μετὰ τὸ εἰπεῖν, ὅτι Ἐν αὐτῷ κληθήσεταί σοι σπέρμα, καὶ αὐτὸς ἔσται σου διάδοχος· Μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ.

Τί ἐστιν, Ἐπείραζεν; Οὐχ ὡς αὐτὸς ἀγνοῶν, ἀλλὰ προσῆγεν αὐτῷ τὴν πεῖραν, ἵνα καὶ οἱ τότε παρόντες, καὶ οἱ ἐξ ἐκείνου μέχρι τοῦ παρόντος παιδεύωνται τὸν αὐτὸν πόθον τῷ πατριάρχῃ, καὶ τὴν ὑπακοὴν ἐπιδείκνυσθαι περὶ τὰ τοῦ Δεσπότου προστάγματα. Καὶ εἶπε, φησὶ, πρὸς αὐτόν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Τί βούλεται ὁ τοῦ ὀνόματος διπλασιασμός;

Τῆς πολλῆς εὐνοίας τῆς περὶ τὸν πατριάρχην σημεῖόν ἐστι, καὶ ἐδείκνυ αὐτῷ καὶ διὰ τῆς κλήσεως, ὅτι μέλλει τι τῶν ἀναγκαίων αὐτῷ ἐπιτάττειν. Παρασκευάζων τοίνυν αὐτὸν συντεῖναι ἑαυτὸν καὶ μετὰ σπουδῆς προσέχειν τοῖς παρ᾽ αὐτοῦ λεγομένοις, τῷ διπλασιασμῷ τῆς κλήσεως ἐχρήσατο, καί φησιν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ᾽ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.

Μέγας ὁ ὄγκος τοῦ ἐπιτάγματος, καὶ ὑπερβαῖνον ἀνθρωπίνην φύσιν τὸ πρᾶγμα. Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Ὅρα πῶς δι᾽ αὐτῶν τῶν ῥημάτων μείζονα τὴν πυρὰν ἀνάπτει, καὶ τὴν κάμινον τῆς φιλοστοργίας τοῦ δικαίου, ἣν περὶ τὸν Ἰσαὰκ ἐκέκτητο, σφοδρότερον διεγείρει. Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Ἕκαστον καθ᾽ ἑαυτὸ ἱκανὸν καθικέσθαι τῆς τοῦ δικαίου ψυχῆς.

Οὐ γὰρ ἁπλῶς εἶπε, Τὸν Ἰσαὰκ, ἀλλὰ προσέθηκε, Τὸν υἱόν σου, ὃν παρὰ πᾶσαν προσδοκίαν ἐκτήσω, καὶ ἐν αὐτῷ τῷ γήρᾳ σχεῖν ἠδυνήθης, Τὸν ἀγαπητὸν, τὸν περιπόθητόν σου, ὃν μεθ᾽ ὑπερβολῆς ἀγαπᾷς, τὸν Ἰσαὰκ, ὃν διάδοχον ἕξειν προσδοκᾷς, ἐξ οὗ καὶ τὸ σπέρμα σου αὔξεσθαι ἐπηγγειλάμην, καὶ τοσοῦτον αὔξεσθαι, ὡς τῷ πλήθει τῶν ἄστρων, καὶ τῇ ἄμμῳ τῇ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐξισωθῆναι. Τοῦτον οὖν αὐτὸν Λάβε, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκαύτωσιν ἐφ᾽ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Θαυμάσαι μοι ἔπεισι, πῶς καὶ τὴν ἀκοὴν ἤνεγκεν ὁ δίκαιος. Τοῦτον γὰρ αὐτὸν, φησὶ, τὸν οὕτω σοι περιπόθητον, ἀνένεγκέ μοι εἰς ὁλοκαύτωσιν ἐφ᾽ ἓν τῶν ὀρέων. Τί οὖν ὁ δίκαιος; Οὐκ ἐταράχθη τὸν λογισμὸν, οὐ συνεχύθη τὴν διάνοιαν, οὐκ ἠπόρησε πρὸς τὸ ξένον τοῦ ἐπιτάγματος, οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο πρὸς ἑαυτόν· Τί τοῦτο; ὁ παρὰ πᾶσαν προσδοκίαν σπέρμα χαρισάμενος, ὁ διὰ τὴν οἰκείαν φιλανθρωπίαν τὴν μήτραν τῆς Σάῤῥας ζωογονήσας νεκρωθεῖσαν, λοιπὸν μετὰ τὸ γαλακτοτροφηθῆναι καὶ αὐξηθῆναι, καὶ λοιπὸν ἐν ἡλικίᾳ γενέσθαι, σφαγῆναι τὸ τεχθέν μοι κελεύει, καὶ εἰς ὁλοκαύτωσιν ἀνενεχθῆναι· ὁ πρὸ βραχέως εἰπὼν, Ἐν αὐτῷ κληθήσεταί σοι σπέρμα, νῦν τὰ ἐναντία ἐπιτάττει; Καὶ πῶς ἂν εἰς ἔργον ἐξέλθοι ποτὲ τὰ παρ᾽ αὐτοῦ ἐπαγγελθέντα;

Πῶς γὰρ οἷόν τε τῆς ῥίζης ἐκτεμνομένης τοὺς κλάδους φυῆναί ποτε, ἢ τοῦ δένδρου ἐκκοπτομένου τὸν καρπὸν ἐνεχθῆναι, ἢ τῆς πηγῆς ξηρανθείσης ποταμοὺς ἀναδοθῆναι; Κατὰ μὲν τὴν ἀνθρωπίνην ἀκολουθίαν ταῦτα γενέσθαι ἀμήχανον· Θεοῦ δὲ βουληθέντος πάντα γενέσθαι δυνατόν.

βʹ. Ἀλλὰ τούτων μὲν οὐδὲν ἐλογίσατο ὁ δίκαιος οὗτος, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης, πάντα λογισμὸν ἀνθρώπινον παρωσάμενος, ἑνὸς μόνου ἐγίνετο, τοῦ τὸ ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν, καὶ ὥσπερ ἐκτὸς γεγονὼς τῆς ἀνθρωπείας φύσεως, καὶ πᾶσαν συμπάθειαν καὶ πατρικὴν φιλοστοργίαν δευτέραν ἡγησάμενος τῶν τοῦ Θεοῦ προσταγμάτων, ἐπὶ τὴν ἐκπλήρωσιν ἔσπευδε. Καὶ ἀναστὰς, φησὶν, Ἀβραὰμ τὸ πρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ. Παρέλαβε δὲ μεθ᾽ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Ὅρα τὸν φιλάνθρωπον Δεσπότην, πῶς καὶ ἐν τῷ διαστήματι βασανίζει τοῦ δικαίου τὴν ἀρετήν. Ἐννόησον δὲ καὶ τὸν δίκαιον τί εἰκὸς ἦν ὑπομένειν ταῖς τρισὶν ἡμέραις, αὐτὸν καθ᾽ ἑαυτὸν μὲν ἀναλογιζόμενον τὸ ἐπίταγμα, καὶ ὅτι αὐτὸς μέλλει ταῖς οἰκείαις χερσὶ τὸν οὕτω ποθούμενον σφάζειν υἱὸν ἐνθυμούμενον, οὐδενὶ δὲ τὸ πρᾶγμα κοινώσασθαι ἔχοντα· καὶ καταπλάγηθι τὴν γνώμην αὐτοῦ τὴν φιλόθεον καὶ τὴν σύνεσιν.

Ἐπειδὴ γὰρ ᾔδει τὸ μέγεθος τοῦ ἐπιτάγματος, οὐδενὶ ὅλως τοῦτο γνώριμον ποιεῖ, οὔτε τοῖς παισὶν, οὔτε αὐτῷ τῷ Ἰσαὰκ, ἀλλὰ μόνος καθ᾽ ἑαυτὸν τὸν ἀγῶνα τοῦτον ἠγωνίζετο, καὶ καθάπερ ἀδάμας τις οὕτως ἀκαταγώνιστος ἔμενε, τὴν ἀνδρείαν τῶν λογισμῶν ἐπιδεικνύμενος, οὐδὲ πολυπραγμονῶν, ἀλλ᾽ εἴκων μετὰ πολλοῦ τοῦ πόθου τῷ τοῦ Θεοῦ νεύματι. Καὶ ἐπειδὴ περὶ τὸν τόπον ἔφθασεν, Ἀναβλέψας, φησὶν, Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου. Ὅρα καὶ ἐνταῦθα τοῦ δικαίου τὴν πολλὴν σύνεσιν· καὶ τοὺς παῖδας λαθεῖν ἐβούλετο, διὰ πάντων δεικνὺς ὅτι μετὰ προθυμίας ζεούσης καὶ ἐπιτεταμένου πόθου πληροῦν ἐβούλετο τὸ τῷ Θεῷ δοκοῦν. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι καινὸν καὶ παράδοξον ἦν, καὶ οὐ πρότερον ὑφ᾽ ἑτέρου γεγονὸς τὸ παρ᾽ αὐτοῦ μέλλον γίνεσθαι, κρύπτει τοὺς παῖδας καὶ καταλιπὼν αὐτοὺς μετὰ τῆς ὄνου, φησίν· Ἐνταῦθα ἀναμείνατε, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀνακάμψομεν πρὸς ὑμᾶς. Οὐκ εἰδὼς ὅτι τοῦτο ἔσται, ὃ ἔλεγεν, ἀλλὰ προεφήτευσε μὲν, ἴσως τοῦτο ἀγνοῶν. Ἔλεγε δὲ τοῖς παισὶ, τάχα ἐξαπατῶν αὐτοὺς καὶ παρασκευάζων αὐτόθι μένειν· καὶ λοιπὸν ἦν ὁ πατριάρχης μετὰ τοῦ παιδός.

Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἔλαβε δὲ μετὰ χεῖρας τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Ὢ ψυχῆς ἀνδρεία! ὢ φρονήματος στεῤῥότης! Ἐπέθηκε, φησὶ, τῷ Ἰσαὰκ τὰ ξύλα τῆς ὁλοκαρπώσεως· αὐτὸς δὲ τὴν μάχαιραν καὶ τὸ πῦρ ἔλαβε, καὶ ἐπορεύοντο οἱ δύο ἅμα. Ποίοις ὀφθαλμοῖς ἑώρα τὸ παιδίον τὰ ξύλα ἐπιφερόμενον, οἷς ἔμελλεν αὐτὸν μετ᾽ οὐ πολὺ ἐπιθύειν; πῶς ἡ χεὶρ φέρειν ἠδύνατο τὸ πῦρ καὶ τὴν μάχαιραν; Καὶ ἡ μὲν χεὶρ ἐπεφέρετο τὸ πῦρ τὸ αἰσθητὸν, τὸ δὲ ἔνδοθεν πῦρ κατέφλεγεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἐδαπάνα τὸν λογισμὸν, πεῖθον νικᾷν τῷ πρὸς τὸν Θεὸν πόθῳ, καὶ παρασκευάζον λογίζεσθαι, ὅτι ὁ ἤδη παρασχὼν καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην πατέρα γενέσθαι παρασκευάσας δυνήσεται καὶ νῦν τὰ ὑπερβαίνοντα τὸν ἀνθρώπινον λογισμὸν ἐργάσασθαι. Ἀλλ᾽ ὅρα μοι λοιπὸν πρὸ τοῦ αἰσθητοῦ πυρὸς τὴν ἔνδοθεν κατὰ μικρὸν ἐξαπτομένην κάμινον καὶ φλέγουσαν τοῦ δικαίου τὴν ψυχήν. Εἶπε δὲ, φησὶν, Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτοῦ· Πάτερ. Ἱκανὸν τὸ ῥῆμα τῶν σπλάγχνων αὐτῶν τοῦ δικαίου καθάψασθαι. Ὁ δὲ εἶπε· Τί ἐστι, τέκνον; Πατέρα καλεῖς τὸν μετὰ μικρὸν ἄπαιδα ἐσόμενον, κἀγὼ τέκνον προσαγορεύω τὸν μετ᾽ οὐ πολὺ μέλλοντα ἐπὶ τὸν βωμὸν ἀνιέναι, καὶ ὃν ταῖς οἰκείαις χερσὶ μέλλω σφάζειν.

Εἶτα ὁ παῖς φησιν· Ἰδοὺ τὸ πῦρ ἐπιφέρῃ, κἀγὼ τὰ ξύλα· ποῦ ἔστι τὸ θῦμα τὸ μέλλον προσάγεσθαι;

Ποῦ ἔστι τὸ πρόβατον τὸ εἰς τὴν ὁλοκάρπωσιν; Ἐννόει μοι ἐνταῦθα τοῦ δικαίου τὴν βάσανον· πῶς ἤνεγκε τὴν ἀκοὴν, πῶς ἴσχυσε ἀποκρίνασθαι τῷ παιδὶ, πῶς οὐ συνεχύθη, πῶς ἤνεγκε ταμιεύσασθαι, καὶ μὴ κατάδηλον ποιῆσαι τῷ παιδὶ τὸ μέλλον ἔσεσθαι, ἀλλά φησι γενναίῳ φρονήματι καὶ ἀνδρείᾳ τῇ ψυχῇ· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον.

Ὅρα καὶ ἐνταῦθα πῶς οὐκ εἰδὼς πάλιν μηνύει τὸ μέλλον ἔσεσθαι. Ἔδοξε γὰρ διὰ τῆς ἀποκρίσεως παραλογίζεσθαι τὸν Ἰσαὰκ, ἀλλ᾽ ἐκεῖνον μὲν διὰ τῶν ῥημάτων πρὸς τὸ παρὸν ἔπεισεν, αὐτὸς δὲ μείζονα τὴν ὀδύνην καὶ ἐπιτεταμένην ὑπέμενε, τὰ ῥήματα αὐτὰ στρέφων ἐν τῇ διανοίᾳ, καὶ ἐννοῶν τοῦ παιδὸς τὴν εὐμορφίαν τὴν ἔξωθεν, τῆς ψυχῆς τὸ κάλλος, τὸ πειθήνιον, τὸ ἐπέραστον, αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. Πορευθέντες δὲ ἀμφότεροι ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. Παρεγένοντο, φησὶν, ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν, ὅπερ αὐτῷ ὁ Θεὸς ἐγνώρισε· Καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον.

Πάλιν ἐκπλήττομαι τοῦ δικαίου τὴν ἀνδρείαν, πῶς ἠδυνήθη τὸ θυσιαστήριον οἰκοδομῆσαι, πῶς ἴσχυσε, πῶς οὐ διελύθη ὑπὸ τῆς ἀγωνίας. Ἀλλὰ καὶ τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ ἐπέθηκε τὰ ξύλα. Καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ, λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ.

γʹ. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, ἀλλ᾽ ἐννοήσωμεν πῶς οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχὴ, πῶς ἤνεγκε ταῖς οἰκείαις χερσὶ συμποδίσαι, καὶ τοῖς ξύλοις ἐπιθεῖναι τὸν ἀγαπητὸν, τὸν ἐπέραστον, τὸν μονογενῆ· Καὶ ἐξέτεινε, φησὶν, Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ, λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ.

Ὢ φιλοθέου ψυχῆς! ὢ γνώμης ἀνδρείας! ὢ πόθου ἐπιτεταμένου! ὢ λογισμοῦ νικῶντος ἀνθρωπίνην φύσιν! Ἔλαβε, φησὶ, τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Τίνα θαυμάσω καὶ ἐκπλαγῶ; τοῦ πατριάρχου τὸ ἀνδρεῖον φρόνημα, ἢ τοῦ παιδὸς τὴν ὑπακοήν; ὅτι οὐκ ἀπεσκίρτησεν, οὐδὲ ἐδυσχέρανε πρὸς τὸ γινόμενον, ἀλλ᾽ ἐπείθετο καὶ εἶκε τοῖς ὑπὸ τοῦ πατρὸς γινομένοις, καὶ καθάπερ ἀρνίον μεθ᾽ ἡσυχίας τῷ βωμῷ ἐπέκειτο, ἀναμένων τοῦ πατρὸς τὴν δεξιάν; Ἀλλ᾽ ἐπειδὴ τὰ τῆς γνώμης ἅπαντα ἀπηρτίσθη, καὶ οὐδὲν λοιπὸν ἐνέλιπε, δεικνὺς ὁ ἀγαθὸς Δεσπότης ὅτι οὐ σφαγῆναι τὸν παῖδα βουλόμενος ταῦτα ἐπέταξεν, ἀλλὰ τοῦ δικαίου θέλων ἐκκαλύψαι τὴν ἀρετὴν ἀπὸ τῆς γνώμης στεφανώσας τὸν δίκαιον, καὶ ἀπὸ τῆς προαιρέσεως, τοῦ πατριάρχου τὴν ἀπηρτισμένην θυσίαν δεξάμενος λοιπὸν τὴν οἰκείαν ἐπιδείκνυται φιλανθρωπίαν. Καὶ ἐκάλεσεν αὐτὸν, φησὶν, ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν· Ἀβραὰμ, Ἀβραάμ. Ἐπειδὴ γὰρ ἑώρα συντεταμένον τὸν δίκαιον, καὶ ἕτοιμον ὄντα πρὸς τὴν σφαγὴν, καὶ τὸ ἐπίταγμα πληρῶσαι βουλόμενον, διὰ τοῦτο καλεῖ αὐτὸν ἐκ τοῦ οὐρανοῦ, καί φησιν, Ἀβραὰμ, Ἀβραάμ.

Καλῶς καὶ ἐνταῦθα τῷ διπλασιασμῷ ἐχρήσατο, ἵνα περιγένηται τῆς ὁρμῆς τοῦ δικαίου, καὶ μονονουχὶ διὰ τῆς φωνῆς κατάσχῃ τοῦ πατριάρχου τὴν δεξιὰν ἐπειγομένην πρὸς τὴν τοῦ παιδὸς σφαγήν. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σὺ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ. —Μὴ ἐπιβάλῃς, φησὶ, τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Οὐ τὸ ἔργον γενέσθαι βουλόμενος τοῦτο ἐπέταξα, οὐδὲ σφαγῆναι θέλων τὸν παῖδα τὸν σὸν, ἀλλὰ τὴν ὑπακοὴν τὴν σὴν ἅπασι κατάδηλον ποιῆσαι. Μὴ τοίνυν ποιήσῃς αὐτῷ μηδέν· ἀρκοῦμαι γὰρ τῇ γνώμῃ τῇ σῇ, καὶ ἐντεῦθεν στεφανῶ καὶ ἀνακηρύττω σε. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεόν. Ὅρα λέξεως συγκατάβασιν. Τί οὖν; πρὸ τούτου ἠγνόει τοῦ δικαίου τὴν ἀρετὴν, καὶ νῦν ἔγνω ὁ τῶν ὅλων Δεσπότης;

Οὐ τοῦτό φησιν, ὅτι αὐτὸς νῦν ἔγνω. Ἀλλὰ τί; Νῦν, φησὶν, ἅπασιν ἐγνώρισας, ὅπως εἰλικρινῆ τὸν φόβον ἔχεις τὸν πρὸς τὸν Θεόν. Ἐγὼ μὲν γὰρ ᾔδειν τὸν ἐμὸν θεράποντα· τὰ δὲ νῦν παρὰ σοῦ γενόμενα τοῖς τε νῦν οὖσι, ταῖς τε μετὰ ταῦτα γενεαῖς διδασκαλίας ὑπόθεσις γενήσεται. Ἐγνώρισας γὰρ νῦν ἅπασιν ὅπως φοβῇ τὸν Θεὸν, καὶ τὰ προσταττόμενα εἰς ἔργον ἀγαγεῖν σπεύδεις· Καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ· τοῦ σφόδρα σοι περιποθήτου καὶ γνησίως ὑπὸ σοῦ ἀγαπωμένου οὐκ ἐφείσω δι᾽ ἐμὲ, διὰ τὸ πρόσταγμα τὸ ἐμὸν, διὰ τὸ ἐπίταγμα τὸ παρ᾽ ἐμοῦ· ἀλλὰ προετίμησας τὸ παρ᾽ ἐμοῦ κελευσθὲν τοῦ παιδὸς τοῦ σοῦ. Διὰ τοῦτο καὶ τὸν παῖδα δέχου τὸν σόν. Διὰ τοῦτο γάρ σοι ἐπηγγειλάμην τὸ σπέρμα τὸ σὸν ἐκταθήσεσθαι· καὶ τὸν ἐπὶ τῇ ὑπακοῇ στέφανον ἀναδησάμενος ἄπιθι. Ἐγὼ γὰρ τὴν προαίρεσιν οἶδα στεφανοῦν, καὶ ἀπὸ τῆς γνώμης τὰ βραβεῖα παρέχειν. Εἰς ἔργον γὰρ ἐκβῆναι προσήκει τὰ παρὰ σοῦ ῥηθέντα καὶ τοῖς παισὶ τοῖς σοῖς καὶ τῷ Ἰσαάκ· ἐκείνοις γὰρ ἐπηγγείλω, ὅτι Προσκυνήσαντες ἀναστρέψομεν· καὶ τοῦτο ἤδη ἔσται· καὶ τῷ παιδὶ πυθομένῳ, Ποῦ ἔστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;

Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, εἶπας. Ἰδοὺ οὖν ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ὅρα τὸ προῤῥηθὲν παρὰ σοῦ πρόβατον, ὅπερ ἀντὶ τοῦ παιδὸς ὁλοκαρπώσεις. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος τῶν κεράτων ἐν φυτῷ Σαβέκ. Καὶ ἐπορεύθη Ἀβραὰμ, καὶ ἔλαβε τὸν κριὸν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Εἶδόν σου, φησὶ, τῆς γνώμης τὸ φιλόθεον, ἰδοὺ ὅπερ προλαβὼν εἶπες τῷ παιδὶ, τοῦ τό σοι παρεσκεύασα. Καὶ ἔλαβε, καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Εἶδες Θεοῦ φιλανθρωπίαν;

Καὶ ἡ θυσία ἀπηρτίσθη, καὶ ὁ πατριάρχης τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης ἐπεδείξατο, καὶ ἀπὸ τῆς προαιρέσεως τὸν στέφανον ἐκομίσατο, καὶ τὸν Ἰσαὰκ λαβὼν ἐπάνεισι μετὰ μυρίων στεφάνων. Ταῦτα δὲ πάντα τύπος ἐγίνετο τοῦ σταυροῦ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἔλεγεν· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πῶς εἶδεν ὁ πρὸ τοσούτων γεγενημένος χρόνων; Διὰ τοῦ τύπου, διὰ τῆς σκιᾶς. Καθάπερ γὰρ ἐνταῦθα τὸ πρόβατον προσηνέχθη ἀντὶ τοῦ Ἰσαὰκ, οὕτως ὁ λογικὸς ἀμνὸς προσηνέχθη ὑπὲρ τῆς οἰκουμένης.

Ἔδει γὰρ ἐν τῇ σκιᾷ προδιαγραφῆναι τὴν ἀληθείαν. Ὅρα μοι γὰρ, ἀγαπητὲ, πῶς ἅπαντα διὰ τῆς σκιᾶς προετυποῦτο· μονογενὴς ἐκεῖ, καὶ μονογενὴς ἐνταῦθα· ἀγαπητὸς ἐκεῖ καὶ γνήσιος, ἀγαπητὸς καὶ ἐνταῦθα καὶ γνήσιος. Οὗτος γάρ ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, φησὶν, ἐν ᾧ ηὐδόκησα. Ὑπὸ τοῦ πατρὸς ἐκεῖνος εἰς ὁλοκαύτωσιν ἀνεφέρετο, καὶ τοῦτον ὁ Πατὴρ ἐξέδωκε. Καὶ βοᾷ Παῦλος λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Μέχρι τούτου ἡ σκιά· λοιπὸν δὲ τῶν πραγμάτων ἡ ἀλήθεια πολὺ τὸ ὑπερέχον ἐπιδείκνυται.

Ὁ γὰρ ἀμνὸς οὗτος ὁ λογικὸς ὑπὲρ ἁπάσης τῆς οἰκουμένης προσεφέρετο, οὗτος τὴν οἰκουμένην ἅπασαν ἐξεκάθηρεν· οὗτος τοὺς ἀνθρώπους τῆς πλάνης ἠλευθέρωσε, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήγαγεν· οὗτος τὴν γῆν οὐρανὸν ἐποίησεν, οὐ τῶν στοιχείων ἐναλλάξας τὴν φύσιν, ἀλλὰ τὴν ἐν τοῖς οὐρανοῖς πολιτείαν εἰς τοὺς ἐπὶ γῆς ἀνθρώπους μεταστήσας. Διὰ τούτου πᾶσα ἡ τῶν δαιμόνων θεραπεία λέλυται· διὰ τούτου οὐκ ἔτι λίθοις καὶ ξύλοις προσκυνοῦσιν ἄνθρωποι, οὐδὲ οἱ λόγῳ τετιμημένοι τοῖς ἀναισθήτοις ὑποκύπτουσιν, ἀλλὰ πᾶσα ἀπελήλαται ἡ πλάνη, καὶ τὸ τῆς ἀληθείας φῶς τὴν οἰκουμένην κατηύγασεν.

δʹ. Εἶδες τῆς ἀληθείας τὴν ὑπεροχήν; εἶδες τί μὲν ἡ σκιὰ, τί δὲ ἡ ἀλήθεια; Καὶ ἐκάλεσε, φησὶν, Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴπωσι σήμερον, Ἐν τῷ ὄρει Κύριος ὤφθη. Ὅρα τοῦ δικαίου τὴν φιλόθεον γνώμην, πῶς ἑκάστοτε ἐκ τῶν συμβαινόντων τὰς προσηγορίας τοῖς τόποις ἐπιτίθησι.

Τὴν γὰρ παρὰ τοῦ Θεοῦ γενομένην ἐπίσκεψιν βουλόμενος, καθάπερ ἐν στήλῃ χαλκῇ, ἐναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας, φησὶ, Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Κύριος εἶδεν. Ἤρκει μὲν οὖν πρὸς ἀμοιβὴν τῷ δικαίῳ καὶ τὸ ζῶντα ἐπαναγαγεῖν τὸν Ἰσαὰκ, καὶ τὸ ἀξιωθῆναι τοῦ ἐγκωμίου τοῦ μεγάλου, τοῦ, Νῦν ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σύ· ἀλλ᾽ ὁ φιλότιμος ταῖς δωρεαῖς ἀεὶ νικῶν καὶ ταῖς εὐεργεσίαις τὴν ἔννοιαν τὴν ἡμετέραν, ἐπιδαψιλεύεται καὶ νῦν τοῦ δικαίου τὴν γνώμην, καὶ ἀμειβόμενός φησι πάλιν πρὸς αὐτόν· Καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· Κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο· καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμὲ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾽ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. Ἐπειδὴ ἐπλήρωσας, φησὶ, τὸ ἐπίταγμα τὸ ἐμὸν, καὶ τὴν οἰκείαν ὑπακοὴν διὰ πάντων ἐπεδείξω, διὰ τοῦτο ἄκουε, ὅτι Κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος. Ὅρα Θεοῦ συγκατάβασιν· Κατ᾽ ἐμαυτοῦ, φησὶν, ὤμοσα, ἵνα θαῤῥεῖν ἔχῃς, ὅτι πάντως ἔσται τὰ παρ᾽ ἐμοῦ εἰρημένα.

Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι, ἐπὰν δὴ ὅρκον ἐπιθῶσι τοῖς ἐπαγγελθεῖσι, τότε ὡς βεβαίαν τὴν ὑπόσχεσιν δεξάμενοι, οὕτω διάκεινται οἱ τὴν ἐπαγγελίαν ἐσχηκότες· διὰ τοῦτο καὶ ὁ Δεσπότης τῇ ἀνθρωπίνῃ συνηθείᾳ χρησάμενός φησι· Κατ᾽ ἐμαυτοῦ ὤμοσα, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ. Σκόπει μοι φιλανθρωπίαν Δεσπότου. Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ. Καὶ μὴν ζῶντα αὐτὸν ἐπανάγει. Μὴ τὸ τέλος ἴδῃς, ἀγαπητὲ, ἀλλὰ τὴν γνώμην μάθε, μεθ᾽ ἧς ἀσυλλογίστως τὰ προσταττόμενα ἐπλήρου. Ὅσον γὰρ εἰς προαίρεσιν, ᾕμαξε τὴν δεξιὰν ὁ πατριάρχης, καὶ κατὰ τῆς δέῤῥας τοῦ παιδὸς ἐπαφῆκε τὸ ξίφος, καὶ ἀπηρτισμένην ἀπειργάσατο τὴν θυσίαν· δι᾽ ὃ καὶ ὁ Δεσπότης, ὡς εἰς ἔργον τῆς θυσίας ἐνεχθείσης, οὕτω τὸν ἔπαινον τοῦ δικαίου συντίθησι, καί φησιν, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ. Σὺ μὲν οὐκ ἐφείσω διὰ τὸ ἐμὸν πρόσταγμα· ἐγὼ δὲ ἐφεισάμην διὰ τὴν σὴν ὑπακοήν. Ἕνεκεν οὖν τῆς ὑπακοῆς ταύτης ἀμειβόμενός σε, Εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Ὅρα εὐλογίας ἐπίτασιν, ἀντὶ τοῦ, Ἐπὶ πλέον πληθυνῶ τὸ σπέρμα σου. Οὗτος γὰρ ὁ τῇ γνώμῃ σου σφαγιασθεὶς, οὕτως εἰς πλῆθος ἐκτεινόμενον ἕξει τὸ σπέρμα, ὡς τοῖς ἄστροις καὶ τῇ ἄμμῳ παρισωθῆναι, Καὶ πάντα τὰ ἔθνη ἐνευλογηθῆναι ἐν τῷ σπέρματί σου, ἀνθ᾽ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.

Ταῦτα δέ σοι, φησὶν, ἅπαντα ἔσται διὰ τὴν πολλὴν ὑπακοήν. Ἆρα τῶν μυρίων ἡμῖν ἀγαθῶν πρόξενον γίνεται τὸ ὑπακούειν τῷ Δεσπότῃ, καὶ πείθεσθαι αὐτοῦ τοῖς προστάγμασι, καὶ ὁμοίως τῷ πατριάρχῃ τούτῳ μὴ περιεργάζεσθαι τὰ παρ᾽ αὐτοῦ ἐπιταττόμενα· ἀλλὰ καθάπερ εὐγνώμονας οἰκέτας πληροῦν τὰ διατεταγμένα, καὶ τὸν ὑπὲρ τούτων λόγον παραχωρεῖν τῷ Δεσπότῃ;

Ἐὰν οὖν οὕτω παιδεύσωμεν ἑαυτοὺς, δυνησόμεθα καὶ τὴν αὐτὴν ὑπακοὴν τῷ δικαίῳ ἐπιδείξασθαι, καὶ τῶν αὐτῶν στεφάνων ἐπιτυχεῖν. Πῶς δὲ ὑπακούσομεν; Ἐὰν τὰς ἐντολὰς αὐτοῦ διὰ τῶν ἔργων πληρώσωμεν. Οὐ γὰρ οἱ ἀκροαταὶ, φησὶ, τοῦ νόμου δικαιωθήσονται, ἀλλ᾽ οἱ ποιηταί. Τί γὰρ ὄφελος, ἐὰν καθ᾽ ἑκάστην μὲν ἀκούωμεν, ἀμελῶμεν δὲ τῆς τούτων ἐργασίας; Διὸ παρακαλῶ, ἐπὶ τὴν ἐργασίαν αὐτῶν τῶν ἔργων σπεύσωμεν· οὐδὲ γὰρ ἄλλως σωθῆναι δυνατόν· ἵνα καὶ τὰ ἡμαρτημένα ἀπονιψώμεθα, καὶ τῆς παρ᾽ αὐτοῦ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.