Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο: Το παράδοξο μυστήριο της θείας ενανθρωπήσεως

Εισαγωγική θεώρηση των ανερμήνευτων παραδόξων της σαρκώσεως του Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν Χριστοῦ γέννησιν. Ὁ τῆς δικαιοσύνης ἀνέτειλε σήμερον ἥλιος, καὶ τὸν πρὶν ἀνατέλλοντα ἐκάλυψεν· ἐλυτρώθην τοῦ σκότους, καὶ οὐ φέρω τὰς ἀκτῖνας· ἐτέχθη μοι πάλιν τὸ φῶς, καὶ ἀμαυροῦμαι τῷ φόβῳ· τὸν τόκον ἀγάλλομαι, καὶ τὸν τρόπον ταράττομαι· νέαν πηγὴν προϊοῦσαν ὁρῶ, καὶ ἀρχαίαν πληγὴν φεύγουσαν· βρέφος εἶδον τικτόμενον, καὶ οὐρανὸν κλινόμενον εἰς τὴν τούτου προσκύνησιν· μητέρα τίκτουσαν, καὶ μήτραν μὴ ἀνοίγουσαν· παιδίον τὴν ἰδίαν σφραγίζον κύησιν· γεννήτορα ἄνανδρον, καὶ υἱὸν ἀπάτορα· σωτῆρα τικτόμενον, καὶ ἀστέρα κτιζόμενον· σπαργανούμενον νήπιον, καὶ βαστάζων τὴν ἄπειρον· φάτνην ἐκτυπουμένην εἰς θρόνον ἐπουράνιον, καὶ κτήνη ἀπεικάζοντα χερουβικὴν παράστασιν· φωστῆρα φαινόμενον, καὶ τὸ θαῦμα φθεγγόμενον· ἀγγέλους προαναγγέλλοντας, καὶ ποιμένας προφητεύοντας· μάγους θεολογοῦντας, καὶ ἱερεῖς θεομαχοῦντας· Ἡρώδην πίπτοντα, καὶ θάνατον θρηνούμενον· τὸν Ἀδὰμ λυόμενον, τὴν Εὔαν χαίρουσαν, καὶ τὸν ὄφιν πενθοῦντα· αἰχμαλώτους ἐν ἀφέσει γενομένους, καὶ τυράννους ἐν κολάσει· βρέφος γαλουχούμενον, καὶ τρέφοντα τὴν τρέφουσαν· χερσὶ περιφερόμενον, καὶ φέροντα τὴν φέρουσαν· τὴν κτίσιν ἐπιγνοῦσαν, καὶ τὴν φύσιν δειλιῶσαν. Ὅθεν κἀγὼ ἐξίσταμαι τῷ θαύματι, τρέμων τὸ μυστήριον. Θαῤῥήσω τῷ Γαβριὴλ, καὶ φυγαδεύω μου τὸν φόβον. Τὰ πρὸς Μαρίαν ῥήματα, ἑρμηνεύοντα θαύματα.