Ποῖα ταῦτα; Καί φησι· Χαῖρε, κεχαριτωμένη, οὐρανίου στάχυος ἀθέριστος ἄρουρα· χαῖρε, κεχαριτωμένη, ἀληθινῆς ἀμπέλου ἀψευδὴς μήτηρ παρθένος· χαῖρε, κεχαριτωμένη, ἀτρέπτου θεότητος σαγήνη ἀδιάπτωτος· χαῖρε, κεχαριτωμένη, τῆς ἀχωρήτου φύσεως χωρίον εὐρύχωρον· χαῖρε, κεχαριτωμένη, τοῦ χηρεύοντος κόσμου νυμφίε, τόκε ἀμίαντε· χαῖρε, κεχαριτωμένη, ἡ τῇ κτίσει ὑφάνασα ἀχειρόπλοκον στέφανον· χαῖρε, κεχαριτωμένη, πυρὸς ἅγιον οἰκητήριον, χαῖρε, κεχαριτωμένη, ἡ τῆς φυγάδος οἰκουμένης ἐπάνοδος· χαῖρε, κεχαριτωμένη, τῆς λιμωττούσης κτίσεως ταμιεῖον ἀδαπάνητον· χαῖρε, κεχαριτωμένη, ἡ χάρις ἡ ἀπέραντος τῆς ἁγίας παρθένου· χαῖρε, κεχαριτωμένη, πολλῶν ἀρετῶν κεκοσμημένη λαμπαδηφόρε, τὸ ἄσβεστον καὶ τοῦ ἡλίου λαμπρότερον φῶς· χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἀγκίστρου τὸ δέλεαρ· χαῖρε, κεχαριτωμένη, νοερὰ τῆς δόξης κιβωτέ· χαῖρε, κεχαριτωμένη, ἡ στάμνος ἡ χρυσῆ, ἡ τὸ οὐράνιον ἔχουσα μάννα· χαῖρε, κεχαριτωμένη, ἡ τὴν γλυκεῖαν πόσιν τῆς ἀεννάου πηγῆς τοὺς διψῶντας ἐμπλήσασα· χαῖρε, κεχαριτωμένη, ἡ νοερὰ θάλασσα, καὶ τὸν οὐράνιον ἔχουσα μαργαρίτην Χριστόν· χαῖρε, κεχαριτωμένη, ὁ λαμπρὸς οὐρανὸς, ἡ τὸν ἀχώρητον ἐν οὐρανοῖς ἐν ἑαυτῇ ἔχουσα Θεὸν ἀχώρητον καὶ ἀστενοχώρητον· χαῖρε κεχαριτωμένη, στυλοειδὴς νεφέλη, ἡ τὸν Θεὸν ἔχουσα τὸν ἐν τῇ ἐρήμῳ καθοδηγήσαντα τὸν Ἰσραήλ. Τί εἴπω καὶ τί λαλήσω;