Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Η Γέννηση, η προσκύνηση των Μάγων και η καταληκτική δοξολογία

Αναφορά στο γεγονός της Γεννήσεως, στην καθοδήγηση των Μάγων από τον αστέρα, στην προσφορά των δώρων και κατακλείδα του λόγου με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, ὃν οὐκ ἐφύτευσεν ἀνήρ· ἔτεκε τὸν υἱὸν αὐτῆς, ὃν οὐκ ἐβάστασε πατήρ· ἔτεκε τὸν στάχυν, ὃν οὐκ ἔσπειρε σῶμα· ἔτεκε δημιουργὸν γενόμενον ἄνθρωπον· ἔτεκεν ἐν σπηλαίῳ, καὶ ἐν Περσίδι ἐφάνη. Τοῦ γὰρ Χριστοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἰδοὺ, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες. Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Ποῦ ἐστιν ὁ μὴ σπαρεὶς καὶ τεχθείς; ὁ πρὸ ἑαυτοῦ τὸν ἑαυτοῦ ἀποστείλας ἀστέρα; ποῦ ἐστιν ὁ διὰ ξένης ἀκτῖνος ἕλκων ἡμᾶς πρὸς φῶς ἀγνοούμενον; ποῦ ἐστιν ὁ ἀμετρήτῳ παλάμῃ τειχίζων τὴν οἰκουμένην; ποῦ ἐστιν ὁ πανταχοῦ φαινόμενος, καὶ ἐν σαρκὶ κρυπτόμενος; ποῦ ἐστιν ὁ λύσας ἡμᾶς τῆς πλάνης, καὶ ὁδηγῶν πρὸς τὴν χάριν; ποῦ ἐστιν ὁ φανεὶς ὑπὸ τὴν δρῦν εἰς τριάδα ἀγγέλων; ποῦ ἐστιν ὁ τὴν βάτον μὴ φλέξας, καὶ τὴν μητέρα μὴ φθείρας; ποῦ ἐστιν ὁ ἐκ Πατρὸς, μὴ ὁρώμενος, καὶ μητρὸς κατεχόμενος; ποῦ ἐστιν ὁ ξηράνας τὴν ἐρυθρὰν θάλασσαν, καὶ γάλα ποτιζόμενος; ποῦ ἐστιν ὁ πατάξας τὸν Φαραὼ, καὶ Ἡρώδην κρυπτόμενος; ποῦ ἐστιν ὁ τὸν δράκοντα δύσας, καὶ ἐν σπαργάνοις κείμενος; ποῦ ἐστιν ὃν οὐκ εἶδον ἀρχάγγελοι, καὶ θεωροῦσιν ἄνθρωποι;

Καὶ ἰδοὺ ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἔστη ἐπάνω, οὗ ἦν τὸ παιδίον· καὶ προσκυνήσαντες, προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Τῷ δὲ γεννηθέντι Χριστῷ τῷ Θεῷ ἡμῶν ὑμνῶμεν, καὶ δοξάζωμεν, ἅμα τῷ αὐτοῦ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, εἰς τοὺς αἰῶνας. Ἀμήν.