Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Τα γεγονότα της Γεννήσεως και οι καρποί της ενσαρκώσεως

Περιγραφή των παγκόσμιων σωτηριολογικών αποτελεσμάτων της ενανθρωπήσεως, η προσκύνηση των μάγων, η κένωση του βρέφους στη φάτνη, η απορία του Ιωσήφ και η τυπολογία Εύας και Μαρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἃ διδάσκουσιν, οὐ γινώσκουσι, πεινῶντες τρέφουσι, διψῶντες ποτίζουσι, πενόμενοι πλουτίζουσι. Δεῦτε οὖν, ἑορτάσωμεν, δεῦτε πανηγυρίσωμεν. Ξένος γὰρ ὁ τῆς ἑορτῆς τρόπος, ἐπειδὴ καὶ παράδοξος ὁ τῆς γεννήσεως λόγος. Σήμερον γὰρ ὁ χρόνιος ἐλύθη δεσμὸς, ὁ διάβολος ᾐσχύνθη, οἱ δαίμονες ἐδραπέτευσαν, ὁ θάνατος ἐλύθη, παράδεισος ἠνεῴχθη, ἡ κατάρα ἠφανίσθη, ἡ ἁμαρτία ἐκποδὼν γέγονεν, ἡ πλάνη ἀπηλάθη, ἡ ἀλήθεια ἐπανῆλθε, καὶ τῆς εὐσεβείας ὁ λόγος πανταχοῦ διεσπάρη καὶ ἔδραμεν· ἡ τῶν ἄνω πολιτεία ἐν τῇ γῇ ἐφυτεύθη, ἄγγελοι μετὰ ἀνθρώπων κοινωνοῦσι, καὶ ἄνθρωποι μετὰ ἀγγέλων ἀδεῶς διαλέγονται. Διὰ τί; Ἐπειδὴ Θεὸς ἐπὶ γῆς ἦλθε, καὶ ἄνθρωπος ἐν οὐρανῷ· πάντα ἀναμὶξ γέγονε. Ἦλθε γὰρ ἐπὶ τῆς γῆς, ὅλος ὢν ἐν οὐρανοῖς· ὅλος δὲ ὢν ἐν οὐρανῷ, ὅλος ἐστὶν ἐπὶ τῆς γῆς. Θεὸς ὢν, γέγονεν ἄνθρωπος, οὐκ ἀρνησάμενος τὸ εἶναι Θεός· λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, διὰ τὸ ἐνοικῆσαι ἡμῖν σὰρξ ἐγένετο. Θεὸς γὰρ οὐκ ἐγένετο, ἀλλὰ ἦν. Διὰ τοῦτο σὰρξ ἐγένετο, ἵνα ὃν οὐκ ἐχώρει οὐρανὸς, δέξηται φάτνη. Διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη, ἵνα ὁ τρέφων τὰ σύμπαντα παιδίου τροφὴν παρὰ μητρὸς παρθένου λάβῃ Διὰ τοῦτο ὁ τῶν μελλόντων αἰώνων Πατὴρ ὡς ὑπομάζιον βρέφος παρθενικῶν ἀνέχεται ἀγκαλῶν, ἵνα καὶ μάγοις εὐπρόσιτος γένηται.

Σήμερον γὰρ καὶ μάγοι προσῆλθον, ἀρχὴν λαβόντες ἀρνεῖσθαι τὸν τύραννον, καὶ ὁ οὐρανὸς καυχᾶται ἀστέρι τὸν ἴδιον Δεσπότην μηνύων, καὶ ὁ Κύριος ἐπὶ νεφέλης κούφης τοῦ σώματος καθεζόμενος ἐπὶ τὴν Αἴγυπτον τρέχει, τῷ μὲν δοκεῖν φεύγων τὴν Ἡρώδου ἐπιβουλὴν, τῇ δὲ ἀληθείᾳ ἀποπληρῶν τὸ παρὰ τοῦ Ἡσαΐου εἰρημένον· Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις, καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἔσται ὁ λαός μου ἐν τῇ γῇ, ἣν εὐλόγησε Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ἔσται ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν τοῖς Ἀσσυρίοις καὶ ὁ ἐν Ἰσραήλ.

Τί λέγεις, ὦ Ἰουδαῖε; ὁ πρῶτος τρίτος γέγονας; Αἰγύπτιοι καὶ Ἀσσύριοι προετάχθησαν, καὶ ὁ πρωτότοκος Ἰσραὴλ ὑπαριθμεῖται; Ναί· εἰκότως Ἀσσύριοι πρῶτοι ἔσονται, ἐπειδὴ καὶ αὐτοὶ αὐτὸν πρῶτοι διὰ τῶν μάγων προσεκύνησαν· Αἰγύπτιοι δὲ μετὰ τοὺς Ἀσσυρίους, ἐπειδὴ καὶ αὐτοὶ φεύγοντα αὐτὸν τὴν Ἡρώδου ἐπιβουλὴν ἐδέξαντο· τελευταῖος δὲ Ἰσραὴλ ὑπαριθμεῖται, ἐπειδὴ μετὰ τὴν ἄνοδον τὴν ἐκ τοῦ Ἰορδάνου διὰ τῶν ἀποστόλων αὐτὸν ἔγνωσαν.

Εἰσῆλθε δὲ εἰς Αἴγυπτον, σείων τὰ χειροποίητα τῆς Αἰγύπτου οὐχ ἁπλῶς, ἀλλ᾽ ἐπειδὴ ἀπέκλεισε τῆς Αἰγύπτου τὰ πρόθυρα τῇ τῶν πρωτοτόκων ἀπωλείᾳ· Διὰ τοῦτο σήμερον εἰσῆλθεν ὡς πρωτότοκος, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος. Καὶ ὅτι πρωτότοκος λέγεται ὁ Χριστὸς, μαρτυρεῖ σήμερον ὁ Λουκᾶς ὁ εὐαγγελιστὴς, λέγων· Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος, ἀντὶ μαστίγων χαρὰν ἐπιβαλὼν, ἀντὶ νυκτὸς καὶ σκότους σωτηρίας φέγγος χαρισάμενος. Βέβηλον ἦν τότε τοῦ ποταμοῦ τὸ ὕδωρ τῇ τῶν ἀώρων νηπίων σφαγῇ. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον ὁ πάλαι τὸ ὕδωρ φοινίξας, καὶ ἐποίησε τὰ ῥεῖθρα τοῦ ποταμοῦ σωτηρίας γεννητικὰ, τὸ ἐναγὲς αὐτῶν καὶ βέβηλον δυνάμει καθαρίσας τοῦ Πνεύματος. Ἐκακώθησαν οἱ Αἰγύπτιοι, καὶ μανέντες ἠρνοῦντο τὸν Θεόν. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, καὶ γνώσεως Θεοῦ ψυχὰς θεοφιλεῖς ἐπλήρωσε· τῷ ποταμῷ δὲ παρέσχε μάρτυρας τρέφειν σταχύων εὐφορωτέρους. Ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ ἐνταῦθα βούλομαι καταπαῦσαι τὸν λόγον· ὧδε δὲ καταπαύσω, τὸν λόγον πληρώσας, ὅτι πῶς Λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Τί δὲ εἴπω, ἢ τί λαλήσω;

Τέκτονα καὶ φάτνην ὁρῶ, καὶ βρέφος, καὶ σπάργανα, λοχὸν παρθένου τῶν χρειῶν ἔρημον, ὅλα πτωχείας ἐχόμενα, ὅλα πενίας γέμοντα. Εἶδες πλοῦτον ἐν πενίᾳ πολλῇ; πῶς πλούσιος ὢν δι᾽ ἡμᾶς ἐπτώχευσε; πῶς οὔτε κλίνην, οὔτε στρωμνὴν εἶχεν, ἀλλ᾽ ἐπὶ ξηρᾶς ἔῤῥιπτο φάτνης; Ὦ πενία πλούτου πηγή! ὦ πλοῦτε ἄμετρε, πενίας πρόσχημα φέρων! Ἐν φάτνῃ κεῖται, καὶ τὴν οἰκουμένην σαλεύει· ἐν σπαργάνοις ἐμπλέκεται, καὶ τὰ τῆς ἁμαρτίας διαῤῥήσσει δεσμά· οὔπω ἔναρθρον ἔῤῥηξε φωνὴν, καὶ τοὺς μάγους ἐδίδαξε, καὶ ἐκίνησε πρὸς ἐπιστροφήν. Τί εἴπω, ἢ τί λαλήσω;

Ἰδοὺ βρέφος σπαργάνοις ἐμπλέκεται, καὶ ἐν φάτνῃ κεῖται· πάρεστι δὲ καὶ Μαρία παρθένος οὖσα καὶ μήτηρ· παρῆν δὲ καὶ Ἰωσὴφ ὀνομαζόμενος πατήρ. Οὗτος ἀνὴρ λέγεται, ἐκείνη γυνὴ προσαγορεύεται· ὀνόματα ἔννομα συζυγίας ἔρημα. Μέχρι ῥημάτων νόησαί μοι, ἀλλ᾽ οὐ μέχρι πραγμάτων. Μόνον οὗτος ἐμνηστεύσατο, καὶ Πνεῦμα ἅγιον αὐτῇ ἐπεσκίασεν.

Ὅθεν ἀπορῶν ὁ Ἰωσὴφ οὐκ ᾔδει τί καλέσει τὸ βρέφος. Ἐκ μοιχείας αὐτὸς εἰπεῖν οὐκ ἐτόλμα, κατὰ τῆς παρθένου βλάσφημον καταχέειν λόγον οὐκ ἠδύνατο, τέκνον αὐτὸ εἰπεῖν ἴδιον οὐκ ἠνείχετο· ᾔδει γὰρ καλῶς, ὅτι οὐκ ἔγνω πῶς ἢ πόθεν ἐτέχθη τὸ βρέφος· ὅθεν ἀποροῦντι αὐτῷ πρὸς τὸ πρᾶγμα χρησμὸς οὐρανόθεν διὰ τῆς τοῦ ἀγγέλου φωνῆς ἐπεφέρετο, ὅτι Μὴ φοβοῦ, Ἰωσήφ· τὸ γὰρ γεννώμενον ἐξ αὐτῆς ἐκ Πνεύματός ἐστιν ἁγίου. Πνεῦμα γὰρ ἅγιον ἐπεσκίασεν τῇ παρθένῳ. Διὰ τί δὲ ἐκ παρθένου τίκτεται, καὶ τὴν παρθενίαν ἀζήμιον τηρεῖ; Ὅτι πάλαι παρθένον οὖσαν τὴν Εὔαν ἠπάτησεν ὁ διάβολος, διὰ τοῦτο παρθένον οὖσαν τὴν Μαριὰμ ὁ Γαβριὴλ εὐηγγελίσατο.

Ἀλλ᾽ ἀπατηθεῖσα μὲν ἡ Εὔα ῥῆμα ἔτεκε θανάτου αἴτιον· εὐαγγελισθεῖσα δὲ ἡ Μαρία Λόγον ἐν σαρκὶ ἐγέννησε, ζωῆς αἰωνίου ἡμῖν πρόξενον. Τὸ ῥῆμα τῆς Εὔας ξύλον ἔδειξε, δι᾽ οὖ τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐξέωσεν· ὁ Λόγος δὲ ὁ ἐκ τῆς Παρθένου τὸν σταυρὸν ἔδειξε, δι᾽ οὗ τὸν λῃστὴν εἰς πρόσωπον τοῦ Ἀδὰμ εἰς τὸν παράδεισον εἰσήγαγεν. Ἐπειδὴ γὰρ οὐκ ἐπίστευον Ἕλληνες, οὐκ Ἰουδαῖοι, οὐχ αἱρετικῶν παῖδες, ὅτι ὁ Θεὸς ἀῤῥεύστως καὶ ἀπαθῶς ἐγέννησε, διὰ τοῦτο σήμερον ἐκ παθητοῦ σώματος προελθὼν, ἀπαθὲς τὸ παθητὸν διετήρησε σῶμα, ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς τὴν παρθενίαν οὐκ ἔλυσεν, οὕτω καὶ ὁ Θεὸς ἀῤῥεύστου καὶ ἀναλλοιώτου μενούσης τῆς ἁγίας οὐσίας, ὡς Θεὸς Θεὸν θεοπρεπῶς ἐγέννησεν. Ἐπειδὴ γὰρ καταλιπόντες αὐτὸν οἱ ἄνθρωποι ἀνθρωπόμορφα ἔγλυφον ξόανα, οἷς καὶ ἐλάτρευον ἐφ᾽ ὕβρει τοῦ κτίσαντος, διὰ τοῦτο σήμερον ὁ τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν, ἐν μορφῇ ἀνθρώπου ὤφθη, ἵνα καὶ τὸ ψεῦδος λύσῃ, καὶ λανθανόντως εἰς ἑαυτὸν τὴν λατρείαν ἀπενέγκηται.