Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γενέθλιον ἡμέραν τοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Το παράδοξο μυστήριο της θείας Γεννήσεως

Εισαγωγή στο ανερμήνευτο θαύμα της θείας Οικονομίας, η καθολική προσκύνηση του τεχθέντος Χριστού και η στάση απέναντι στο υπερφυές γεγονός των δύο γεννήσεων του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Λόγος. Μυστήριον ξένον καὶ παράδοξον βλέπω· ποιμένες μου περιηχοῦσι τὰ ὦτα, οὐκ ἔρημον (sic) συρίζοντες μέλος, ἀλλ᾽ οὐράνιον ᾄδοντες ὕμνον. Ἄγγελοι ᾄδουσιν, ἀρχάγγελοι μέλπουσιν, ὑμνεῖ τὰ Χερουβὶμ, δοξολογεῖ τὰ Σεραφὶμ, πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς ὁρῶντες, καὶ ἄνθρωπον ἐν οὐρανοῖς· τὸν ἄνω κάτω δι᾽ οἰκονομίαν, καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν.

Σήμερον Βηθλεὲμ τὸν οὐρανὸν ἐμιμήσατο· ἀντὶ μὲν ἀστέρων ἀγγέλους ὑμνοῦντας δεξαμένη, ἀντὶ δὲ ἡλίου τὸν τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσασα. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατῆλθεν, ἔσωσε· σύνδρομα τὰ πάντα τῷ Θεῷ. Σήμερον ὁ ὢν τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεὸς, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός.

Οὐδὲ γὰρ κατ᾽ ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὐδὲ πάλιν κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τὸ ἀπαθὲς σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Ἀλλ᾽ ὅτε μὲν ἐτέχθη, Ἰουδαῖοι ἠρνοῦντο τὸν ξένον τόκον, καὶ Φαρισαῖοι παρηρμήνευον τὰς θείας Βίβλους, καὶ γραμματεῖς ὑπεναντία τοῦ νόμου ἐλάλουν. Ἡρώδης τὸν τεχθέντα ἐζήτει, οὐχ ἵνα αὐτὸν τιμήσῃ, ἀλλ᾽ ἵνα αὐτὸν ἀπολέσῃ.

Σήμερον γὰρ πάντα ὑπεναντία εἶδον. Οὐκ ἐκρύβη γὰρ, κατὰ τὸν ψαλμῳδὸν, ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν.

Βασιλεῖς μὲν γὰρ ἦλθον, τὸν ἐπουράνιον βασιλέα θαυμάζοντες, ὅτι πῶς ἐπὶ γῆς ἦλθεν οὐκ ἀγγέλους ἔχων, οὐκ ἀρχαγγέλους, οὐ θρόνους, οὐ κυριότητας, οὐ δυνάμεις, οὐκ ἐξουσίας, ἀλλὰ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδὸν, ἐξ ἀγεωργήτου προῆλθε γαστρὸς, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας αὐτοῦ καταλιπὼν, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει τῆς οἰκείας θεότητος ἐκστάς· ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα τῆς δόξης ἦλθον προσκυνήσοντες, στρατιῶται δὲ τὸν ἀρχιστράτηγον τῆς δυνάμεως θεραπεύσοντες· αἱ γυναῖκες τὸν ἐκ γυναικὸς τεχθέντα, ἵνα τὰς λύπας τῆς γυναικὸς εἰς χαρὰν μεταβάλλῃ· αἱ παρθένοι τὸ τῆς παρθένου παιδίον, ὅτι πῶς ὁ γάλακτος καὶ μαζῶν δημιουργὸς τὰς πηγὰς μαζῶν αὐτόματα ῥεῖθρα φέρεσθαι ποιῶν, παρὰ μητρὸς παρθένου παιδίου τροφὴν ἔλαβε· τὰ νήπια τὸν νήπιον γενόμενον, ἵνα ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσῃ αἶνον· οἱ παῖδες τὸν παῖδα μάρτυρας διὰ τὴν Ἡρώδου μανίαν εἰργασάμενον· οἱ ἄνδρες τὸν ἐνανθρωπήσαντα καὶ τὰ τῶν δούλων θεραπεύσαντα κακά· οἱ ποιμένες τὸν ποιμένα τὸν καλὸν, τὸν τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων προθέμενον· οἱ ἱερεῖς τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερέα γενόμενον· οἱ δοῦλοι τὸν μορφὴν δούλου λαβόντα, ἵνα ἡμῶν τὴν δουλείαν ἐλευθερίᾳ τιμήσῃ· οἱ ἁλιεῖς τὸν ἀπὸ ἁλιέων θηρευτὰς ἀνθρώπων ἐργαζόμενον· οἱ τελῶναι τὸν ἀπὸ τελωνῶν εὐαγγελιστὴν ἀναδείξαντα· αἱ πόρναι τὸν τοῖς πορνικοῖς δάκρυσι τοὺς πόδας προϊέμενον· καὶ ἵνα συντόμως εἴπω, πάντες οἱ ἁμαρτωλοὶ ἦλθον ἰδεῖν τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, μάγοι δορυφοροῦντες, ποιμένες εὐλογοῦντες, τελῶναι εὐαγγελιζόμενοι, πόρναι μυροφοροῦσαι, Σαμαρεῖτις πηγὴν διψῶσα ζωῆς, Χαναναία πίστιν ἀνενδοίαστον ἔχουσα.

Πάντων οὖν σκιρτώντων, σκιρτῆσαι θέλω κἀγὼ, χορεῦσαι βούλομαι, πανηγυρίσαι θέλω· χορεύω δὲ, οὐ κιθάραν πλήττων, οὐ θυρσὸν κινῶν, οὐκ αὐλοὺς ἔχων, οὐ δᾷδας ἅπτων, ἀλλ᾽ ἀντὶ μουσικῶν ὀργάνων τὰ τοῦ Χριστοῦ σπάργανα φέρων. Αὐτὰ γάρ μοι ἐλπὶς, αὐτά μοι ζωὴ, αὐτά μοι σωτηρία, αὐτά μοι αὐλὸς, αὐτά μοι κιθάρα. Διὸ καὶ αὐτὰ ἔρχομαι φέρων, ἵνα τῇ αὐτῶν δυνάμει ἰσχὺν λόγων λαβὼν μετ᾽ ἀγγέλων εἴπω· Δόξα ἐν ὑψίστοις Θεῷ· μετὰ δὲ ποιμένων, Καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Σήμερον ὁ γεννηθεὶς ἀῤῥήτως ἐκ Πατρὸς, ἐκ παρθένου τίκτεται, ἀφράστως δι᾽ ἐμέ. Ἀλλὰ τότε μὲν κατὰ φύσιν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἐγεννήθη, ὡς ὁ γεννήσας οἶδε· σήμερον δὲ πάλιν παρὰ φύσιν ἐτέχθη, ὡς ἡ τοῦ ἁγίου Πνεύματος ἐπίσταται χάρις. Καὶ ἡ ἄνω αὐτοῦ γέννησις ἀληθὴς, καὶ ἡ κάτω γέννησις ἀψευδὴς, καὶ ἀληθῶς Θεὸς ἐκ Θεοῦ ἐγεννήθη, καὶ ἀληθῶς ἄνθρωπος ὁ αὐτὸς ἐκ παρθένου ἐτέχθη. Ἄνω μόνος ἐκ μόνου Μονογενὴς, κάτω μόνος ἐκ παρθένου μόνης Μονογενὴς ὁ αὐτός. Ὥσπερ γὰρ ἐπὶ τῆς ἄνω γεννήσεως ἀσεβὲς ἐννοῆσαι μητέρα· οὕτω βλάσφημόν ἐστιν ὑπολαβεῖν καὶ ἐπὶ τῆς κάτω γεννήσεως πατέρα. Ὁ Πατὴρ ἀῤῥεύστως ἐγέννησε, καὶ ἡ παρθένος ἀφθόρως ἔτεκεν· οὔτε γὰρ ὁ Θεὸς ῥεῦσιν ὑπέμεινε γεννήσας· θεοπρεπῶς γὰρ ἐγέννησεν· οὔτε ἡ παρθένος φθορὰν ὑπέμεινε τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν.

Ὅθεν οὔτε ἡ ἄνω αὐτοῦ γέννησις ἐξήγησιν ἔχει, οὔτε ἡ ἐν ὑστέροις καιροῖς πρόοδος πολυπραγμονεῖσθαι ἀνέχεται.

Ὅτι μὲν γὰρ ἔτεκεν ἡ παρθένος, σήμερον οἶδα, καὶ ὅτι ἐγέννησεν ὁ Θεὸς ἀχρόνως, πιστεύω· τὸν δὲ τρόπον τῆς γεννήσεως σιωπῇ τιμᾷν μεμάθηκα, καὶ οὐ διὰ λόγων πολυπραγμονεῖν παρέλαβον. Ἐπὶ γὰρ Θεοῦ οὐ δεῖ τῇ φύσει τῶν πραγμάτων προσέχειν, ἀλλὰ τῇ δυνάμει τοῦ ἐνεργοῦντος πιστεύειν. Φύσεως γάρ ἐστι νόμος, ὅταν γυνὴ προσομιλήσασα γάμοις τέκῃ· ὅταν δὲ παρθένος ἀπειρόγαμος τεκοῦσα πάλιν παρθένος φανείη, ὑπὲρ φύσιν τὸ πρᾶγμα. Τὸ οὖν κατὰ φύσιν ζητείσθω, τὸ δὲ ὑπὲρ φύσιν σιγῇ τιμάσθω, οὐχ ὡς φευκτὸν, ἀλλ᾽ ὡς ἀπόῤῥητον, καὶ σιωπῇ τιμᾶσθαι ἄξιον. Ἀλλ᾽ ἀπονείματέ μοι συγγνώμην, παρακαλῶ, ἐν προοιμίοις καταπαῦσαι τὸν λόγον βουλομένῳ.