Ἃ διδάσκουσιν, οὐ γινώσκουσι, πεινῶντες τρέφουσι, διψῶντες ποτίζουσι, πενόμενοι πλουτίζουσι. Δεῦτε οὖν, ἑορτάσωμεν, δεῦτε πανηγυρίσωμεν. Ξένος γὰρ ὁ τῆς ἑορτῆς τρόπος, ἐπειδὴ καὶ παράδοξος ὁ τῆς γεννήσεως λόγος. Σήμερον γὰρ ὁ χρόνιος ἐλύθη δεσμὸς, ὁ διάβολος ᾐσχύνθη, οἱ δαίμονες ἐδραπέτευσαν, ὁ θάνατος ἐλύθη, παράδεισος ἠνεῴχθη, ἡ κατάρα ἠφανίσθη, ἡ ἁμαρτία ἐκποδὼν γέγονεν, ἡ πλάνη ἀπηλάθη, ἡ ἀλήθεια ἐπανῆλθε, καὶ τῆς εὐσεβείας ὁ λόγος πανταχοῦ διεσπάρη καὶ ἔδραμεν· ἡ τῶν ἄνω πολιτεία ἐν τῇ γῇ ἐφυτεύθη, ἄγγελοι μετὰ ἀνθρώπων κοινωνοῦσι, καὶ ἄνθρωποι μετὰ ἀγγέλων ἀδεῶς διαλέγονται. Διὰ τί; Ἐπειδὴ Θεὸς ἐπὶ γῆς ἦλθε, καὶ ἄνθρωπος ἐν οὐρανῷ· πάντα ἀναμὶξ γέγονε. Ἦλθε γὰρ ἐπὶ τῆς γῆς, ὅλος ὢν ἐν οὐρανοῖς· ὅλος δὲ ὢν ἐν οὐρανῷ, ὅλος ἐστὶν ἐπὶ τῆς γῆς. Θεὸς ὢν, γέγονεν ἄνθρωπος, οὐκ ἀρνησάμενος τὸ εἶναι Θεός· λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, διὰ τὸ ἐνοικῆσαι ἡμῖν σὰρξ ἐγένετο. Θεὸς γὰρ οὐκ ἐγένετο, ἀλλὰ ἦν. Διὰ τοῦτο σὰρξ ἐγένετο, ἵνα ὃν οὐκ ἐχώρει οὐρανὸς, δέξηται φάτνη. Διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη, ἵνα ὁ τρέφων τὰ σύμπαντα παιδίου τροφὴν παρὰ μητρὸς παρθένου λάβῃ Διὰ τοῦτο ὁ τῶν μελλόντων αἰώνων Πατὴρ ὡς ὑπομάζιον βρέφος παρθενικῶν ἀνέχεται ἀγκαλῶν, ἵνα καὶ μάγοις εὐπρόσιτος γένηται.