Εἰ τοίνυν ὁ ἥλιος, σῶμα φθαρτὸν ὢν, πανταχοῦ τὰς ἀκτῖνας ἀφίησι, καὶ βορβόροις καὶ μολυσμοῖς καὶ πολλοῖς ἄλλοις τοιούτοις ὁμιλῶν πράγμασι, οὐδὲν ἀπὸ τῆς ὁμιλίας τῶν σωμάτων εἰς τὴν οἰκείαν καθαρότητα παραβλάπτεται, ἀλλὰ καὶ καθαρὰς συστέλλει τὰς ἀκτῖνας πάλιν, τῆς οἰκείας ἀρετῆς πολλοῖς τῶν ὑποδεξαμένων αὐτὸν σωμάτων μεταδιδοὺς, τῆς δὲ δυσωδίας καὶ τοῦ μολυσμοῦ οὐδὲ τὸ τυχὸν αὐτὸς προσλαμβάνων· πολλῷ μᾶλλον ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ τῶν ἀσωμάτων δυνάμεων Δεσπότης, εἰς καθαρὰν σάρκα ἐλθὼν, οὐ μόνον οὐκ ἐμολύνθη, ἀλλὰ καὶ αὐτὴν ταύτην καθαρωτέραν, καὶ ἁγιωτέραν εἰργάσατο. Ταῦτα οὖν ἅπαντα ἐννοοῦντες, καὶ μνημονεύοντες τῆς φωνῆς τῆς λεγούσης· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω· καὶ πάλιν, Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐνοικεῖ ἐν ὑμῖν, καὶ ἡμεῖς πρὸς ἐκείνους λέγωμεν, καὶ τὰ ἀναίσχυντα τῶν ἀσεβῶν ἀποφράττωμεν στόματα, καὶ ἐπὶ τοῖς ἡμετέροις ἀγαθοῖς εὐφραινώμεθα, καὶ τὸν σαρκωθέντα Θεὸν δοξάζωμεν ὑπὲρ τῆς τοσαύτης συγκαταβάσεως, καὶ κατὰ δύναμιν τὴν ἡμετέραν, ἀξίαν ἀποδῶμεν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὴν ἀμοιβήν· Θεῷ δὲ ἀμοιβὴ οὐδεμία παρ᾽ ἡμῶν γένοιτ᾽ ἂν, ἀλλ᾽ ἢ μόνον ἡ σωτηρία ἡμῶν καὶ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡ περὶ τὴν ἀρετὴν ἐπιμέλεια.