Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ κινήσωμεν τὴν ὀργὴν τοῦ Θεοῦ καθ᾽ ἑαυτῶν. Φάρμακόν ἐστι σωτήριον τῶν ἡμετέρων τραυμάτων τὸ προκείμενον, πλοῦτός ἐστιν ἀνελλιπὴς, βασιλείας οὐρανῶν πρόξενος. Φρίξωμεν τοίνυν προσιόντες, εὐχαριστήσωμεν, προσπέσωμεν, ἐξομολογούμενοι τὰ πταίσματα ἡμῶν, δακρύσωμεν τὰ οἰκεῖα πενθοῦντες κακὰ, ἐκτενεῖς εὐχὰς ἀποδῶμεν τῷ Θεῷ· καὶ οὕτω διακαθάραντες ἑαυτοὺς ἠρέμα, καὶ μετὰ τῆς προσηκούσης εὐταξίας, ὡς τῷ βασιλεῖ προσιόντες τῶν οὐρανῶν, οὕτω προσέλθωμεν· καὶ δεξάμενοι τὴν ἄμωμον καὶ ἁγίαν θυσίαν καταφιλήσωμεν, τοῖς ὀφθαλμοῖς περιπτυξώμεθα, διαθερμάνωμεν ἑαυτῶν τὴν διάνοιαν, ἵνα μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα συνερχώμεθα, ἀλλ᾽ εἰς σωφροσύνην ψυχῆς, εἰς ἀγάπην, εἰς ἀρετὴν, καὶ καταλλαγὴν τὴν πρὸς τὸν Θεὸν, εἰς εἰρήνην βεβαίαν, καὶ μυρίων ἀγαθῶν ὑπόθεσιν, ἵνα καὶ ἑαυτοὺς ἁγιάσωμεν, καὶ τοὺς πλησίον οἰκοδομήσωμεν. Ταῦτα συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι. Τί γὰρ ὄφελος, ἁπλῶς καὶ εἰκῆ τρέχειν ἐνταῦθα, μηδὲν τῶν χρησίμων μανθάνοντας; ποῖον δὲ κέρδος, ἀεὶ τὰ πρὸς χάριν ὁμιλεῖν;