Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Ἰωάννου τοῦ Προδρόμου

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και η μαρτυρία του Χριστού για τον Ιωάννη

Εισαγωγή στο εγκώμιο του Προδρόμου και αναφορά στα λόγια του Χριστού για το μεγαλείο του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὸ γενέθλιον τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ. Ἐπέστη σήμερον ἡ τῶν χρεωστουμένων ἀπαίτησις, πάρεστιν ἡ μεθοδεύουσα ἡμέρα ἡμᾶς τὸ ὄφλημα, ἐπίκειται ἡ ἐμπρόθεσμος τῶν δανεισθέντων ὀξύτης· δεδανείσμεθα γὰρ ὡς ἀληθῶς καὶ τὸν παρόντα καιρὸν καὶ τὸ λεῖπον τοῖς λόγοις. Τί δὲ λέγω τὸ λεῖπον, ὅπου καὶ ἀποδιδόμενον αὔξει τὸ χρέος καὶ πληρούμενον ἑτέραν ἡμῖν ἀρχὴν ὀφλήματος ἀπεργάζεται. Τοιοῦτοι γὰρ οἱ εἰς τὸν ἅγιον Ἰωάννην τὸν βαπτιστὴν γινόμενοι λόγοι· φιλονεικοῦντες μὲν ἀποδιδόναι τὸ χρέος, ὑποπίπτοντες δὲ ἀεὶ τῷ ὀφλήματι.

Τί γὰρ ἔστιν εἰπεῖν ἐπὶ τῷ μεγέθει τῶν τοῦ δικαίου πραγμάτων ἢ ἐπὶ τῇ τοσαύτῃ τῶν κατορθωμάτων λαμπρότητι; Ἢ μόνον τάχα ἐκείνῃ χρήσασθαι δίκαιον τῇ φωνῇ· «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ.» Αὕτη γὰρ ἀξία τῶν ἐγκωμίων ἡ μνήμη, αὕτη τῆς ὀφειλομένης τιμῆς ἡ ἀλήθεια· δεσπότης γάρ ἐστιν ὁ καὶ λέγων ἀψευδῶς καὶ ἐπαινῶν ἐπαξίως.

Οὐκ ἐγήγερταί φησιν, ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ. Οὐδεὶς γὰρ ἐν γεννητοῖς τῶν δικαίων οὕτως ἐγήγερται· Ἰερεμίας ὁ προφήτης ἐκ μήτρας ἡγίασται, ἀλλὰ Ἰωάννης ὁ βαπτιστῆς καὶ τούτου πλέον τετίμηται.