Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Ἰωάννης ὁ Χρυσόστομος

Ο θεολογικός συμβολισμός των δώρων και η πνευματική πορεία των Μάγων

Ερμηνεία της προσφοράς του χρυσού, του λιβανιού και της σμύρνας, η σημασία της αναχωρήσεως των Μάγων από άλλη οδό και η τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Δεῖ γὰρ τοὺς ἀπὸ ἐθνικοῦ βίου προσιόντας Χριστῷ, πρῶτον πεσεῖν ἀπὸ τοῦ ὕψους τῆς ἀσεβείας, καὶ οὕτως ὥσπερ ἀπὸ γῆς ἐγειρομένους, τὴν κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ὁμολογεῖν, εἶθ᾽ οὕτως ἀνὰ μέρος πρὸς τὴν οὐράνιον αὐτοῦ θεότητα ἀνανεύειν. Καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· χρυσὸν ὡς βασιλεῖ, λίβανον ὡς Θεῷ, σμύρναν ὡς παθητῷ δι᾽ ἡμᾶς. Καὶ ἐδέχετο ὁ Χριστὸς τὰ δῶρα, οὐκ αὐτὸς χρῄζων, ἀλλὰ τοὺς φέροντας ὠφελῶν. Χρυσὸν μὲν γὰρ δεχόμενος, φιλαργυρίας αὐτοὺς ἀπέστρεφε· λίβανον δεχόμενος, εἰδωλολατρείας ἀπήλλασσε· σμύρναν δὲ κομιζόμενος, τὴν νέκρωσιν αὐτῶν ἀπέσμηχε τῆς ψυχῆς. Εἰ δὲ δεῖ καὶ ἕτερον μυστήριον θεωρῆσαι, καταμάθωμεν ἀκριβῶς. Χρυσὸν καὶ σμύρναν προσφέρουσι τῷ τεχθέντι. Ἐπειδὴ ἦν περὶ αὐτοῦ γεγραμμένον τὸ, Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, ἐν ταῖς προσφοραῖς προετύπουν τὸ μέλλον, ἐν τῷ χρυσῷ δηλοῦντες τὴν τῶν οὐρανίων ἀγγέλων δοξολογίαν, ἐν τῷ λιβάνῳ τὴν τῶν ἐπιγείων ἀνθρώπων γονυκλισίαν, ἐν τῇ σμύρνῃ, τῶν ἐν ᾅδου ψυχῶν κατεχομένων τὴν ἱκεσίαν.

Ἐπειδὴ τρεῖς ἀρετὰς δεῖ κεκτῆσθαι τὸν προσελθόντα Χριστῷ, ἃς φάσκει ὁ Ἀπόστολος, πίστιν, ἐλπίδα, ἀγάπην, ἀνοίξαντες [δὲ] τοὺς θησαυροὺς τῆς καρδίας, προσεκόμιζον πίστιν, ὡς χρυσὸν ἐξαστράπτουσαν· ἐλπίδα, ὡς λίβανον εὐωδιάζουσαν· ἀγάπην, ὡς σμύρναν συσφίγγουσαν τὰ μέλη τῆς Ἐκκλησίας. Καὶ χρηματισθέντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὑτῶν.

Ἐχρῆν γὰρ τοὺς ἅπαξ προσελθόντας Χριστῷ, μὴ τοῖς αὐτοῖς ἴχνεσι τῆς ἀσεβείας ἀναλύειν· ἀλλὰ τὴν ἁγνὴν ἐξασκήσαντας πίστιν καὶ πρᾶξιν, τὸν ἀνθρωποκτόνον ὄφιν λαθόντας, ἀναχωρεῖν εἰς κληρονομίαν Χριστοῦ.

Αὐτῷ γὰρ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.