Ὢ μυστηρίου ἀληθῶς ἐπουρανίου καὶ ἐπιγείου, κρατουμένου καὶ μὴ κρατουμένου, ὁρωμένου καὶ μὴ φαινομένου! Τοιοῦτος γὰρ ἦν, καὶ ὁ γεννηθεὶς Χριστὸς σήμερον, οὐράνιος καὶ ἐπίγειος, κρατούμενος καὶ μὴ κρατούμενος, ὁρώμενος καὶ ἀόρατος· οὐράνιος κατὰ τὴν τῆς θεότητος φύσιν, ἐπίγειος κατὰ τὴν τῆς ἀνθρωπότητος σχέσιν, ὁρώμενος κατὰ τὴν σάρκα, ἀόρατος κατὰ τὸ πνεῦμα, κρατούμενος κατὰ τὴν σάρκα, ἀκράτητος κατὰ τὸν Λόγον. Ἀλλὰ Χριστὸς μὲν Θεὸς ὢν παντοδύναμος. ὡς ἐβούλετο, τῷ ἰδίῳ κόσμῳ τεχθεὶς ἐπεφάνη· ἐκπλήττει δέ μου πλεῖον τὸν νοῦν ἡ τῆς Παρθένου ὠδὶν, ὅτι Παρθένος οὐκ ἐξ οὐρανοῦ κατελθοῦσα, ἀλλ᾽ ἐκ σπέρματος Δαυῒδ ὁρωμένη, οὐκ ἐκ πνεύματος τυγχάνουσα, ἀλλ᾽ ἐκ σώματος καὶ ψυχῆς συνιστῶσα, ἐν γαστρὶ ἐλάμβανε; καὶ ὁ ὄγκος τῆς γαστρὸς κατηγόρει τοῦ πράγματος, καὶ ὁ τοῦ ἔνδοθεν βρέφους σπορεὺς οὐκ ἐφαίνετο. Οὐρανὸν γὰρ κατοικεῖ, καὶ τὸ βρέφος ἐν τῇ παρθενικῇ νηδύϊ μυστικῶς ἐτελεσιούργησε. Διὰ τῆς φύσεως ἐτίκτετο, καὶ αἱ μαῖαι ἐψηλάφων καὶ τὴν γεννῶσαν φύσιν καὶ τὸ βρέφος, καὶ τὴν φθορὰν, ὡς ἐπ᾽ ἄλλων γυναικῶν, οὐχ εὕρισκον· Θεὸς γὰρ ἦν ὁ δι᾽ αὐτῆς προερχόμενος. Ὦ βάτε, ἢν εἶδε Μωϋσῆς ἐν τῷ ὄρει καιομένην, καὶ μὴ κατακαιομένην!