Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ Προδρόμου

Ἰωάννης ὁ Χρυσόστομος

Η γέννηση του Ιωάννη, το σκίρτημα του βρέφους και επίλογος

Η ονοματοδοσία του Προδρόμου, η αποκατάσταση της ομιλίας του Ζαχαρία, η αναγνώριση του Χριστού από τον αγέννητο Ιωάννη και η ολοκλήρωση της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Ἀμέλει τὸ βρέφος τίκτεται καὶ ἡ φωνὴ τοῦ πατρὸς ἐπανίσταται. Ἐρωτώμενος γάρ φησιν ὁ Ζαχαρίας 〈τί ἂν θέλῃ〉 τὸ παιδίον 〈καλεῖσθαι,〉 ᾔτησε 〈πινακίδιον〉 καὶ 〈ἔγραψε λέγων· Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ.〉 Ὁ μὴ πιστεύσας τοῦ ἀγγέλου τοῖς λόγοις νῦν ἠναγκάσθη τὴν ὀπτασίαν ἐγγράφως κηρύττειν· ὁ μὴ δεξάμενος τότε ἀκοῇ τὰ ῥηθέντα νῦν νομοθετεῖ καὶ τῇ χειρὶ τὰ γινόμενα. 〈Ὅθεν φησὶν ἐθαύμασαν πάντες· ἀνεῴχθη γὰρ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.〉 Ὢ τοῦ ξένου θαύματος. Ὄνομα γράφεται τέκνου καὶ στόμα τοῦ πατρὸς κωφὸν διανοίγεται, Ἰωάννης καλεῖται καὶ τοῦ καλοῦντος ἡ γλῶσσα ῥυθμίζεται.

Ὁρᾷς ὡς οὐ διημάρτομεν ἀπαραίτητον εἰπόντες καὶ ἡμεῖς τὴν παροῦσαν ἐξήγησιν. Ἰδοὺ αὐτὸ τοῦ δικαίου τὸ ὄνομα καὶ στόμα σιωπῶν διανοίγει καὶ γλῶσσαν δυσκίνητον διεγείρει. Οὕτως γὰρ καὶ δείκνυται βοῶσα ἡ τοῦ Ἰωάννου φωνή, ὅτι καὶ αὐτὸ τὸ ὄνομα φωνῆς ἐνέργεια δείκνυται. 〈Ἐγώ〉 φησι 〈φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.〉 Ὢ τοῦ θαύματος. 〈Λόγος〉 ἐπιδημεῖ καὶ φωνὴ προκηρύττει, δεσπότης ἔρχεται καὶ δοῦλος προαποστέλλεται, βασιλεὺς παραγίνεται καὶ στρατιώτης προετοιμάζεται.

Ἀλλὰ τί νῦν προλαβὼν τὸ τῆς ἐρήμου κήρυγμα λέγω ἔχων ἑτέραν ξένην τινὰ καὶ μεγάλην τῶν προοιμίων φωνήν; Ἔργα ἐστὶ πρῶτα ῥημάτων ἀνώτερα. Ἔτι γὰρ οἰκῶν ὁ βαπτιστὴς ἐν τῇ γαστρὶ τῆς μητρός, ἔτι τοῖς τῆς φύσεως δεσμοῖς κατεχόμενος, ἔτι τοῖς μητρικοῖς σπαργάνοις ἐνειλημένος, σκιρτήματι τὴν τοῦ δεσπότου βοᾷ παρουσίαν. 〈Ἐγένετο〉 γάρ φησιν 〈ὡς ἤκουσε τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς.〉 Βλέπε τοῦ μυστηρίου τὸ ξένον· οὔπω γεννᾶται τὸ βρέφος καὶ ἐν τῇ κοιλίᾳ αὐτῆς τῷ σκιρτήματι φθέγγεται, οὔπω βοᾶν συγχωρεῖται καὶ δι᾽ ἔργων ἀκούεται, οὔπω μανθάνει τὸν βίον καὶ τὸν θεὸν προκηρύττει, οὔπω γινώσκει τὴν κτίσιν καὶ τὸν δημιουργὸν προμηνύει, οὔπω βλέπει τὸ φῶς καὶ γνωρίζει τὸν ἥλιον, οὔπω τίκτεται καὶ προτρέχειν ἐπείγεται.

Οὐ γὰρ φέρει παρόντος τοῦ δεσπότου κατέχεσθαι, οὐ περιμένει τοῦ τόκου τοὺς ὅρους, οὐ τὸν καιρὸν τοῦ κηρύγματος, ἀλλὰ ῥῆξαι φιλονεικεῖ καὶ τὸ τῆς γαστρὸς δεσμωτήριον, προμηνύσαι σπουδάζει τὸν δεσπότην ἐρχόμενον. «Ὁ λύων» φησὶ «τοὺς δεσμοὺς παρεγένετο, καὶ τί ἐγὼ δεδεμένος κατέχομαι;

Ἦλθεν ὁ τῷ λόγῳ κατασκευάζων τὰ σύμπαντα, καὶ τί ἔτι ἐγὼ περιμένω τοὺς νόμους τῆς φύσεως;» «Ἐξέλθω» φησί, «προδράμω, κηρύξω, βοήσω· 〈Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου〉». Ἀλλὰ τί τῷ θερμῷ ζήλῳ τοῦ βρέφους καὶ ὁ ἡμέτερος σήμερον συνεκτείνεται λόγος; Ἐπίσχωμεν δέ, εἰ δοκεῖ, νῦν τέως καὶ τὴν γλῶσσαν ἀρκούντως μετὰ τοῦ βρέφους σκιρτήσασαν. Καλὸν γὰρ συμμετρεῖν καὶ τῷ καιρῷ τὴν ἐξήγησιν καὶ ἐντρυφᾶν μὲν ἤδη τοῖς ὁπωσοῦν εἰρημένοις, περιμένειν δὲ σὺν θεῷ καὶ τὴν τῶν καθεξῆς θεωρίαν. Οὔτε γὰρ τοὺς ὅρους τοῦ τόκου ὁ βαπτιστὴς ἐβιάσατο τῷ σκιρτήματι, ἀλλ᾽ ἔμεινε καὶ αὐτὸς τὸν προσήκοντα χρόνον, εἰδὼς ὅτι καὶ τοῦτον δι᾽ ἡμᾶς μετ᾽ αὐτὸν ὁ δεσπότης πληρώσει· ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.