Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο και εγκώμιο της Ενσαρκώσεως

Εισαγωγική σύγκριση της Θεοτόκου με την κιβωτό της διαθήκης και εξύμνηση των σωτηριολογικών αγαθών που προσφέρει η έλευση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

[Τοῦ ἁγίου Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου] λόγος εἰς τὴν Χριστοῦ γένναν. Δαυὶδ μὲν ὁ βασιλεὺς καὶ προφήτης τὴν τὸν νόμον τοῦ θεοῦ ἔχουσαν κιβωτὸν ἐξ ἀλλοφύλων ἥκουσαν θεασάμενος, εἶδέν τε καὶ ἐχόρευσεν· καὶ διὰ τούτων τὴν οἰκείαν εὐφροσύνην καὶ τὴν περὶ τὸν θεὸν ἐδήλου διάθεσιν. Ἡμεῖς δὲ τὸν νομοθέτην αὐτὸν σήμερον ἰδόντες καθάπερ διὰ κιβωτοῦ λάμποντα τῆς παρθένου, σκιρτήσωμεν καὶ πάσῃ δυνάμει τὸν εὐεργέτην ἀνυμνήσωμεν. Ἡ κιβωτὸς μὲν γὰρ ἐκείνη νόμον εἶχεν κατάραν ἐπάγοντα καὶ κόλασιν τοῖς μικρόν τι παραβαίνουσι τῶν γεγραμμένων· αὕτη δὲ τὸν πληρωτὴν ἔχει τοῦ νόμου, ἐξαγοράζοντα ἡμᾶς τῆς κατάρας τοῦ νόμου καὶ δικαιοσύνην καὶ ζωὴν τοῖς πᾶσι δωρούμενον.

Ἀσπασώμεθα οὖν τὴν ἡμέραν καὶ τὴν πανήγυριν ταύτην, ὡς ἀγαθῶν μυρίων φοράν· ἐν ταύτῃ γὰρ ὁ ἀόρατος διὰ σαρκὸς ὤφθη τῇ κτίσει· ἐν ταύτῃ τῶν περάτων ἁπάντων ἡ ἐλπὶς ἐπεδήμησεν· ἐν ταύτῃ τοῖς τυραννουμένοις ἀνθρώποις ὑπὸ δαιμόνων ὁ βασιλεὺς ἐπεφάνη· ἐν ταύτῃ τῶν αἰχμαλώτων ἡμῶν ἦλθεν τὸ λύτρον, τῶν πτωχευόντων ἡμῶν ὁ πλοῦτος, τῶν ἐσκοτισμένων τὸ φῶς, τῶν πλανωμένων ἡ τρίβος.

Ὑμνήσωμεν, ἀγαπητοί, τὴν ἑορτήν. Ἦλθεν γὰρ ἡ τῶν δούλων ἐλευθερία, τῶν ἁμαρτωλῶν ἡ δικαιοσύνη, τῶν βεβήλων ἡ κάθαρσις, τῶν καμνόντων ἡ ἰατρεία· ἦλθεν ὁ τυφλοῖς ὄμματα καὶ κωφοῖς ἀκοὰς διανέμων· ἦλθεν ἡ τῶν χωλῶν ὑγεία, τῶν παραλύτων ὁ δρόμος, τῶν λεπρῶν ἡ ἀπόσμηξις· ἦλθεν ἡ τῶν κειμένων ἀνάστασις, ἡ τῶν κεκμηκότων ἀνάπαυσις· ἦλθεν ἡ τῶν πεινώντων πλησμονή, τῶν πενθούντων ἡ εὐφροσύνη, ἦλθεν ἡ τῶν <ἀ>συνέτων σοφία, ἡ τῶν νεκρῶν ἀναβίωσις.

Δοξάσωμεν τὸν δι’ ἡμᾶς ἐλθόντα κύριον. Ἦλθεν γὰρ ὁ τὸν διάβολον πνίξας· ἦλθεν ὁ τὸν ᾅδην σκυλεύσας· ἦλθεν ὁ τῆς φθορᾶς καταλύτης· ἦλθεν ὁ τῆς αἰωνίου ζωῆς χορηγός· ἦλθεν ὁ τῆς ἀθανασίας δοτήρ· ἦλθεν ὁ τὸ ἱμάτιον τῆς ἀφθαρσίας ἐνδύων ἡμᾶς· ἦλθεν ὁ στολὴν δόξης περιβάλλων ἡμᾶς· ἦλθεν τῶν δικαίων τὸ καύχημα, τὸ τῆς κτίσεως πάσης ἀγαλλίαμα· ἦλθεν τῶν προσκεκρουκότων ἡ εἰρήνη· ἦλθεν ὁ θεοῦ καὶ ἀνθρώπου μεσίτης· ἦλθεν ὁ τοῦ βίου παντὸς ῥυθμι<σ>τής· ἦλθεν ὁ τὴν παλαίωσιν ἡμῶν ἀνανεῶν· ἦλθεν ὁ τὰ βλάσφημα στόματα χαλινῶν· ἦλθεν ὁ τοὺς πονηροὺς ἀνθρώπους ἐφαμίλλους τῶν ἀγγέλων ποιῶν· ἦλθεν ὁ τέκνα θεοῦ τοὺς ἀνθρώπους ποιῶν· ἦλθεν ὁ βασιλείαν οὐρανῶν τοῖς πᾶσι δωρούμενος.