Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Η πτώση του ανθρώπου και η ιαματική θεία οικονομία

Περιγραφή της ανθρώπινης πτώσης στην ειδωλολατρία και τα πάθη, και η άπειρη αγαθότητα του Θεού που ενεργεί ως ιατρός για τη σωτηρία του γένους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ταῦτα πάντα διὰ τὴν εἰς τὸ γένος ἡμῶν κηδεμονίαν ἐποίησεν. Ὅτε γὰρ τὰ μέγιστα ἠσεβήσαμεν, καὶ τὰ δεινότερα πάντων πλημμελήσαντες τὴν μεγίστην δίκην ὀφείλαμεν, τότε τῆς μεγίστης φιλανθρωπίας ἐτύχομεν. Ποῖον γὰρ μέρος παρ’ ἡμῖν τῆς κτίσεως οὐκ ἐθεοποιήθη;

Ποίοις οὐκ ἐλατρεύσαμεν δαίμοσι; Τί τῶν χαλεπῶν ἡμῖν ἀσεβημάτων οὐκ ἐτολμήθη; Πλὴν τοῦ ἑνός, τοῦ ἀληθινοῦ, τὰ πάντα θεοὺς ἐνομίσαμεν· οὐρανόν, γῆν, ἥλιον, σελήνην, ἄστρα, ξύλα, λίθους, φυτὰ καὶ τὰ βοσκήματα· ἔτι δὲ καὶ ἡδονήν, καὶ φόνον, καὶ ἐπιθυμίαν, καὶ κλοπήν, καὶ πορνείαν, μὴ νοήσαντες ὡς θεοὺς ἐτιμήσαμεν. Παρεσκεύασεν γὰρ ὁ διάβολος καὶ τὰ αἴσχιστα τῶν ἐν ἡμῖν παθῶν προσκυνεῖσθαι, ὥστε ἀδεῶς ἡμᾶς εἰς ἀκαθαρσίαν μετιέναι. Ἀλλ’ οὐδὲ οὕτως ὁ ἀγαθὸς δεσπότης παρεῖδεν ἡμᾶς, ἀλλ’ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Καὶ νενίκηκεν ἡ ἄφθονος ἀγαθότης αὐτοῦ τὴν ἡμετέραν πονηρίαν καὶ οἴκτῳ πολλῷ χρησάμενος, αὐτὸς ἰατρὸς οὐρανόθεν ἡμῖν ἀφίκετο, καὶ κρύψας αὐτοῦ τὴν θεότητα ἐν σαρκίῳ σκεύει θνητῷ καὶ τὴν ἡμετέραν φύσιν ἀναλαβὼν οὕτως τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐπραγματεύσατο, ἁμαρτίαν σβέσας, θάνατον λύσας, τὴν ἀσέβειαν ἐξορίσας, τὸν διάβολον δήσας, δαιμόνων φάλαγγας δραπετεῦσαι ποιήσας, φωτίσας ἡμᾶς ἐσκοτισμένους, ἀληθείας γνῶσιν φυτεύσας, πολιτείαν οὐράνιον ἀναδείξας, ὅλον τὸν βίον τῶν ἀνθρώπων μετασκευάσας ἐπὶ τὸ βέλτιστον, ἐπ’ ἀθανασίας καὶ ἀφθαρσίας μεταβάλλων ἡμῶν τὸ φρόνημα καὶ ἀντὶ τῆς γῆς εἰς οὐρανὸν βλέπειν παρασκευάσας.