Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν

Ἰωάννης ὁ Χρυσόστομος

Το παράδοξο της θείας συγκατάβασης

Θεολογική ανάλυση της ταυτότητας του προαιώνιου Λόγου και της άφατης συγκατάβασής του ως βρέφους στη φάτνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Σήμερον ὁρῶμεν τὸν ζωοδότην ἡμῶν τικτόμενον, οὐκ ἀεὶ δέ, ἀλλὰ φαινόμενον τῇ καθ’ ἡμᾶς εὐνοίᾳ, διέποντα δὲ τὴν οἰκουμένην. Κατῆλθεν ἐξ οὐρανοῦ, καὶ οὐκ ἀφῆκεν τὸν πατέρα ἄτεκνον. Ἦλθεν ἐπὶ τῆς γῆς ἀναλαβὼν τὴν ἀνθρωπείαν φύσιν, καὶ ὑπ’ ἀγγέλων δυνάμεων ὑμνεῖται.

Ὁρᾶται ὡς δοῦλος, καὶ κρατεῖ τῶν πάντων ὡς θεός. Ἦν οὖν ἐν πατρί, ἦν ἐν οὐρανῷ, ἦν ἐν Μαρίᾳ, ἦν ἐν σπηλαίῳ, ἦν ἐν φάτνῃ, ἦν ἐν ᾅδῃ, ἦν ἐν κόσμῳ, ἦν ἐν ἀγγέλοις, ἦν παρὰ χερουβὶμ καὶ σεραφίμ. Καὶ παρὰ πάντων ὁμοῦ τῆς εὐσεβείας τὰ χρέα δεχόμενος ἦλθεν πρὸς ἡμᾶς οὐ καταλείψας τὰ ἄνω. Γέγονεν ὡς ἡμεῖς μὴ ἀρνησάμενος ὃ ἦν.

Ἐν ἀρχῇ ἦν. Ἀρχὴν δὲ ἀκούων, ἀγαπητέ, λάμβανε ἀρχὴν ἥτις ἑτέραν οὐχ ὑποδέχεται. Οὐκ εἶπεν· «ὑπ’ ἀρχήν»· τὸ γὰρ «ὑπ’ ἀρχήν» τῇ ἀρχῇ ὑποτέτακται. Εἰ ἀρχήν, ἀρχὴν τοῦ ἀνάρχου λάμβανε, ἀρχὴν ἥτις ἑτέραν οὐχ ὑποδέχεται. Ἐν ἀρχῇ ἦν. Τὸ «ἦν», πρεσβύτερον οὐκ ἔστιν αὐτοῦ, οὐδὲ ἀρχαιότερον οὐκ ἔστιν αὐτοῦ. Ὅπου ἂν ἀπέλθω τῷ λογισμῷ, τὸ «ἦν» προλαμβάνει με.

Βρέφος βλέπω πρεσβύτερον οὐρανοῦ· βρέφος βλέπω ἀρχαιότερον ἡλίου· βρέφος βλέπω χρονιώτερον σελήνης· βρέφος βλέπω ἀρχαιότερον ἀστέρων· βρέφος βλέπω ἐν φάτνῃ κείμενον, τὸν ἐν κόλποις τοῦ πατρὸς ἀναπαυόμενον· βρέφος βλέπω ἐν φάτνῃ, τὸν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενον· βρέφος βλέπω ἐν φάτνῃ κείμενον, τὸν ὑπὸ τῶν ἁγίων δυνάμεων προσκυνούμενον· βρέφος βλέπω ἐν φάτνῃ, τὸν ὑπὸ πατριαρχῶν ὑμνηθέντα καὶ ὑπὸ τῶν προφητῶν προφητευθέντα (ἡ γὰρ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ)· βρέφος βλέπω σπαργανόμενον καὶ ὡς ἐν ὅπλῳ στρατιώτης τοὺς Ἰουδαίους θορυβοῦν καὶ τοὺς αἱρετικοὺς καταισχῦνον· βρέφος βλέπω ἐσπαργανωμένον καὶ τὰ δεσμὰ τοῦ διαβόλου σπαράττον[τα]· βρέφος βλέπω τὸν Ἰησοῦν τὸν σῴζοντα πᾶσαν ψυχήν. Ἴτω δὲ μεθ’ ἡμῶν ὁ Ἐμμανουήλ.