Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν

Ἰωάννης ὁ Χρυσόστομος

Η ομολογία πίστεως του Θωμά και η κατακλείδα

Ο απόστολος ψηλαφεί τον αναστημένο Χριστό, ανακαλεί τα δεσποτικά θαύματα και διακηρύσσει την πίστη του στη θεία οικονομία, ολοκληρώνοντας τον λόγο με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἁψάμενος τοίνυν ὁ Θωμᾶς τῶν Δεσποτικῶν χειρῶν καὶ τῆς θείας πλευρᾶς, καὶ μεστὸς γενόμενος δειλίας ὁμοῦ καὶ περιχαρείας ἐκ τῆς θέας ὧν ἐπεθύμησε, πρὸς ὑμνῳδίαν εὐθέως τὴν γλῶτταν κινεῖ, βοῶν πρὸς τὸν Κύριον· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου· σὺ εἶ Κύριος καὶ Θεὸς, σὺ εἶ καὶ ἄνθρωπος καὶ φιλάνθρωπος, σὺ εἶ ξένος καὶ παράδοξος τῆς φύσεως ἰατρός· οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ ἕλκη, οὐκ ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχὺν, οὐκ ἐπιδεσμεύεις ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἕλκη· ἔχεις οἰκτιρμῶν ἐπιδέσμους ἀοράτους, ἀοράτως τὰ διαλελυμένα συσφίγγοντας· ἔχεις λόγον σιδήρου τομώτερον, ἔχεις ῥῆμα πυρὸς δυνατώτερον, ἔχεις νεῦμα φαρμάκου προσηνέστερον. Ὡς δημιουργὸς ἀπόνως ἁγιάζεις τὸ ποίημα, ὡς πλάστης μεταπλάττεις ἀκαμάτως τὰ πλάσματα.

Σὺ λέπραν ἀπέξεσας, ὡς ἠθέλησας, σὺ χωλοὺς δρομαίους ἀνέδειξας, σὺ παραλύτους βαστάζειν τὰς ἑαυτῶν κλίνας ἐποίησας, σὺ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι τὸν ζόφον ἐκέλευσας, σὺ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιημάτων ἐξώρισας, σὺ παρὰ τῶν ἐχθρῶν ἐκρατήθης βουλόμενος, σὺ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας δι᾽ ἐμὲ, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου.

Ἐπέγνων τὸν ἐμὸν Δεσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα καὶ φύλακα, ἐπέγνων τὸν ἐμὸν βασιλέα καὶ κύριον, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πιστεύω σου, Δέσποτα, τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκαταβάσει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῆς ἀρχῆς, πιστεύω σου τὸν προσκυνούμενον σταυρὸν, πιστεύω σου τοῖς παθήμασι τῆς σαρκὸς, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει· λοιπὸν οὐκ ἔτι πολυπραγμονῶ· πιστεύω, οὐκέτι λογοθετῶ· πιστεύω, οὐκέτι ζυγοστατῶ· πιστεύω, οὐκέτι περιεργάζομαι· πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ. Ἔμαθον ἀφ᾽ ὧν εἶδον μὴ λογοθετεῖν· ἔμαθον ἀφ᾽ ὧν ἐψηλάφησα προσκυνεῖν, μὴ ζυγομαχεῖν· ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν Δεσπότην Χριστὸν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.