Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν λίμνην Γεννησαρέτ καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον

Ἰωάννης ὁ Χρυσόστομος

Η διδασκαλία προς τα πλήθη, η θαυμαστή αλιεία και η κλήση των αποστόλων

Ο Χριστός διδάσκει τις ευαγγελικές αρετές και εντέλλεται τη ρίψη των διχτυών, γεγονός που οδηγεί στη θαυματουργική σύλληψη των ιχθύων, την ομολογία του Πέτρου και την κλήση των μαθητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἀγάπην ἀνυπόκριτον, πίστιν ἀνενδοίαστον, εἰρήνην ἀπανούργευτον, φιλαδελφίαν ἄτμητον, εὐσέβειαν ἀκαπήλευτον, θεογνωσίαν ἀφιλάργυρον, παρθενίαν ἀῤῥύπωτον, ἄσκησιν ἀλύγιστον, συζυγίαν ἄσχιστον· πάντα πόνον ὑπὲρ τῆς ἀληθείας ὑφίστασθαι, μὴ δειλιᾷν ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ταῦτα τοῦ Κυρίου διδάσκοντος καὶ ἔτι μετὰ προσθήκης λέγοντος· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ πάλιν· Ὁ θέλων ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι· καὶ αὖθις· Μὴ κτήσασθε χρυσὸν, μὴ ἄργυρον, μὴ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν, μὴ βαλάντιον, μὴ δύο χιτῶνας· ταῦτα τοῦ Κυρίου διδάσκοντος ὁ Σίμων ἀκούων, ὁ δόξας τὸ πλοῖον μεμισθωκέναι τῷ Κυρίῳ, ἤρξατο γογγύζειν καὶ λέγειν ἐν ἑαυτῷ· Παρὰ τούτου μισθὸν προσδοκήσομεν λαβεῖν; ἐπιζημίᾳ νυχθημερινῷ περιέπεσα· τίς μοι συνήντησε σήμερον; Οὗτος περὶ ἀκτημοσύνης διαλέγεται· μηδένα μηδὲν ἔχειν διδάσκει. Τάχα ἐμὲ θέλει καὶ τὸ πλοῖον πωλῆσαι, ἵνα πτωχοῖς διανέμω· παρ᾽ αὐτοῦ μισθὸν προσδοκῶ λαβεῖν; Ταῦτα τοῦ Σίμωνος διαλεγομένου ἐν ἑαυτῷ πληροῖ τὴν διδασκαλίαν ὁ Κύριος, ἵνα τὴν θαυματουργίαν ἐπιδείξηται, καὶ τὸν Σίμωνα πληροφορήσῃ. Κόπος γάρ ἐστιν ἰδιώτην λόγῳ πεῖσαί ποτε.

Εἶτα τοῦ Κυρίου τὸν λόγον πληρώσαντος, καὶ τοῦ παντὸς πλήθους ἀρεσθέντος, προσελθὼν ὁ Σίμων τῷ Κυρίῳ ἔφη· Τὰ μὲν ῥήματά σου καλὰ, καὶ ἡ φωνή σου ἡδεῖα, καὶ ἡ διδασκαλία σου τιμία, ἀλλ᾽ ὅμως ἐμοὶ τὸ τῆς συντάξεως πλήρωσον· κέλευσόν με λαβεῖν τὸν μισθὸν τῆς ναυτιλίας, ὅπως κἀγὼ σὺν τῷ πλήθει χαιρόμενος εἰς τὸν οἶκόν μου ἀπέλθω.

Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· καθὼς ἀρτίως ἤκουες, τὸν μισθόν σου βούλει λαβεῖν, Σίμων; Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν, καὶ κομίζου τὸν ἐπηγγελμένον σοι παρ᾽ ἐμοῦ μισθόν. Ὁ δὲ Σίμων πρὸς τὸν Κύριον· Πάλιν ἁλιεύσω καὶ δίκτυα χαλάσω, καὶ κόπον ὑπομείνω; Εἴθε μηδὲ τὴν νύκτα κεναῖς χερσὶν ἐψηλάφησα. Μὴ γὰρ τεχνικώτερος εἶ τῆς ἐμῆς ναυτιλίας; ἢ κέκτησαί τι ἐν τῷ ἀφανεῖ βυθῷ; Δύνῃ διδάσκαλος εἶναι· μὴ γὰρ καὶ ἰχθύων θηρευτής; Ἔξελθε ἀπ᾽ ἐμοῦ· βλέπω γάρ σε μηδὲν βαστάζοντα. Τί καὶ τὸν καιρὸν ἀπόλλω; οὐ ταῦτα παρὰ τὴν ἀρχὴν ἐμαρτυράμην σοι; Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· Μὴ ὡς ἄπορόν με πρόσεχε, Σίμων· μὴ τὰς χεῖράς μου καὶ τὸν κόλπον μου κατανόει· οὐκ ἐν ταῖς χερσὶν, ἀλλ᾽ ἐν τῷ στόματί μου τὸν μισθόν σου βαστάζω. Πᾶσαν τὴν νύκτα κοπιάσας, οὐδὲν ἔλαβες· νὺξ γὰρ ἀπορίας τὰ Ἰουδαϊκὰ φρονήματα. Ἐν τῇ ἡμέρᾳ τῆς χάριτος τὰ δίκτυα χάλασον· φῶς γὰρ εὐκαρπίας τὰ Χριστιανικὰ πειθαρχήματα. Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.

Τότε ὁ Σίμων πρὸς τὸν Κύριον· Καθὼς ἀρτίως ἤκουες, Ἐπιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα. Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διεῤῥήγνυτο δὲ τὸ δίκτυον. Ὢ τῶν παραδόξων πραγμάτων! οὐ λείπει τῷ Πέτρῳ φροντίς· Διεῤῥήγνυτο τὸ δίκτυον. Καὶ τὸν Χριστὸν περιεβλέπετο, καὶ τοὺς ἰχθύας κατενόει, καὶ τὸ πρᾶγμα ἐνενόει.

Οὐκ ἴσχυσε τὸν φόρτον ἐκλύσαι, καὶ βοηθοὺς ἐπεσπάσατο· Ἐνένευον γὰρ, φησὶ, τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, ἐν ᾧ ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἐλθόντας συλλαβέσθαι αὐτούς. Ἐνένευον, οὐκ ἔκραζον, οἱ ἄνευ κραυγῆς καὶ θορύβου μηδὲν διαπραττόμενοι ναῦται. Διὰ τί; Ὅτι τὸ ξένον τοῦ πράγματος εἰς ἀφωνίαν αὐτοὺς ἤγειρεν. Τί γὰρ εἶχον κράζειν, εἰ μὴ μόνον ἐννεύειν, ὡς θεῖον μυστήριον ὁρῶντες; Συνδραμόντες δὲ καὶ οἱ τοῦ ἑτέρου πλοίου, ἔνθα ἦν Ἰάκωβος καὶ Ἰωάννης, ἤρξαντο τοὺς ἰχθύας συλλέγειν, καὶ ὅσον συνῆγον, τοσοῦτον ἐπληθύνοντο. Ἔσπευδον γὰρ οἱ ἰχθύες τίς πρῶτος ὑπουργήσει τῷ προστάγματι τοῦ Δεσπότου· οἱ μικροὶ τοὺς μεγάλους παρέτρεχον, οἱ μέσοι τοὺς μείζονας ὑπερεπλεύριζον, οἱ μεγάλοι τοὺς μικροὺς ὑπερήλλοντο· τὰς χεῖρας τῶν ἁλιέων οὐ περιέμενον, ἑαυτοὺς ἐκυβίστευον ἐπὶ τὸ πλοῖον. Ὁ πυθμὴν τῆς λίμνης οὐκ ἐκινεῖτο, οὐδεὶς τῶν ἰχθύων κάτω μένειν ἠνείχετο· ᾔδεισαν γὰρ τὸν εἰρηκότα· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Τί οὖν ὁ Σίμων, ὁ δυσὶ πράγμασι περιπεσὼν, ὁ τὴν νύκτα κοπιάσας καὶ μηδὲν πιάσας, καὶ τῇ ἡμέρᾳ ἐπὶ τῷ ῥήματι τοῦ Ἰησοῦ τὰ πάντα θηρεύσας;

Ὡς εἶδε τὰ δίκτυα διεῤῥαγότα, καὶ ἄλλους πολλοὺς ἰχθύας ἔξωθεν ἑστῶτας καὶ πρὸς τὸ θηρευθῆναι κεχηνότας, καὶ πόῤῥω τῶν δικτύων μένειν μὴ ἀνεχομένους, ὡς βίαν ὑπομένων, προσέπεσε τῷ Κυρίῳ λέγων· Ἔξελθε ἀπ᾽ ἐμοῦ, Κύριε, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι. Ἔγνων λοιπὸν ὅστις εἶ· οὐκ εἶδον ἰχθύων ἄγραν ποτὲ τοιαύτην. Ἔθος, Δέσποτα, τοὺς ἰχθύας τῇ σαγήνῃ ἔνδον ἀποκλείειν· τοὐναντίον δὲ νῦν βλέπω; ἔξωθεν οἱ ἰχθύες τὴν σαγήνην κρατοῦσιν. Ἔξελθε ἀπ᾽ ἐμοῦ, παρακαλῶ. Ἐπίσχες λοιπὸν τὸ θεϊκόν σου πρόσταγμα· κατάλιπε τῇ λίμνῃ κἂν δύο πρὸς γονὴν ἰχθύας. Ἔξελθε ἀπ᾽ ἐμοῦ· οὐ σὲ ἀπωθοῦμαι, ἀλλ᾽ ἐμαυτὸν ταλανίζω. Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. Ὁ δὲ Κύριος πρὸς τὸν Σίμωνα· Ἐξέλθω, τοῦ πλοιαρίου σου, Σίμων, ἐξέρχομαι· ἐν σοὶ δὲ εἰσελεύσομαι· τούτου χάριν καὶ παρεγενόμην πρὸς σέ. Θηρεύων γὰρ ἐθηρεύθης· ὃ ποιεῖς, πέπονθας.

Σὺ μὲν γὰρ ἀπὸ ζωῆς εἰς θάνατον ἕλκεις· ἐγὼ δὲ ἀπὸ θανάτου εἰς ζωήν. Μὴ φοβοῦ, Σίμων, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Τὴν λίμνην κατάλιπε, τὴν οἰκουμένην σαγήνευε· τὸν κάλαμον σύνθλασον, καὶ τὸν σταυρὸν εὐτρέπισον· τὴν ὁρμαῖαν διάσπασον, καὶ τὴν εὐσέβειαν κήρυξον· ῥῖψον τὸ ἄγκιστρον, καὶ νόσους θεράπευσον· τὰ δίκτυα μίσησον, καὶ τὰς οὐρανίους κλεῖς χάλκευσον· ἔξελθε ἀπὸ τοῦ πλοίου, καὶ εἴσελθε εἰς τὴν Ἐκκλησίαν. Μὴ φοβοῦ, Σίμων, ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Ὢ τῆς τοῦ Κυρίου δυνάμεως!

Ὢ τῆς τοῦ Πέτρου συνέσεως! Οὐκ εἶπεν ὁ ἁλιευθεὶς ἁλιεὺς, Τί τὸ ξένον τῆς τοῦ διδασκάλου παραινέσεως; ἀνθρώπους ζωγρήσω, καὶ ποῖον δίκτυον εὐτρεπίσω; ποῦ δὲ καὶ νίθοντα τὰ ἀνθρωπόθηρα ταῦτα δίκτυα; μὴ ἁρπάζει με λόγος ἀγκιστρεύσας με; Οὐδὲν τούτων εἶπεν ὁ Σίμων, μόνον δὲ ἤκουσεν, εὐθέως ὑπήκουσεν· οὐ τοὺς ἰχθύας ἐπώλησεν, οὐ τῆς εὐπορίας ἐδεήθη, οὐ τῇ γυναικὶ συνετάξατο, οὐκ εἶπε πρὸς τὸν Δεσπότην, Σῶσόν μου τὰ μέτρια, Δέσποτα· λογοθετήσω τοὺς συναλλάκτας, μικρὰ ἀναλώματα τοῖς εἰς τὸν οἶκόν μου καταλείψω. Οὐδὲν τούτων ὁ Σίμων ἔφρασε· Πέτρος γὰρ ἦν τὸ ὅλον. Καὶ ὅτιπερ οὐ μόνον Πέτρος ὑπήκουσε τῷ Δεσποτικῷ προστάγματι, ἀλλὰ καὶ Ἀνδρέας, καὶ Ἰάκωβος, καὶ Ἰωάννης· αὗται γάρ εἰσιν αἱ ἀδελφαὶ καὶ πισταὶ δύο ζυγάδες.