Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεγάλην πέμπτην
Η προσέγγιση του Πάθους και η προδοσία του Ιούδα
Εισαγωγή στα γεγονότα του Πάθους, αναφορά στη συνωμοσία των Ιουδαίων και αυστηρός έλεγχος της φιλαργυρίας του προδότη μαθητή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η προσέγγιση του Πάθους και η προδοσία του Ιούδα
Εισαγωγή στα γεγονότα του Πάθους, αναφορά στη συνωμοσία των Ιουδαίων και αυστηρός έλεγχος της φιλαργυρίας του προδότη μαθητή.
Εἰκότως ἀγωνιῶ τοῖς τῆς δειλίας δεσμοῖς συνεχόμενος, πῶς ἐμπλήσω τὸ δίψος τῆς ὑμετέρας φιληκοΐας, ποίαν προθήσω τοῦ λόγου τὴν τράπεζαν, τίς γένωμαι λαὸν τοσοῦτον δεξιούμενος, ᾧ μόνος Χριστὸς ἐπαρκέσει πρὸς ἑστίασιν. ἐπὶ θύραις λοιπὸν ἡ τοῦ κόσμου χαρά, πλησιάζει ὁ λιμὴν τῆς δεσποτικῆς ἀναστάσεως. πάλιν θορυβεῖται τῶν Ἰουδαίων τὸ ἀλόγιστον ἔθνος, πάλιν κατὰ τοῦ ποιμένος ὑλακτοῦσιν οἱ κύνες, πάλιν κατὰ τοῦ δεσπότου στασιάζουσιν οἱ δοῦλοι, πάλιν βουλεύονται κατὰ τοῦ φωτὸς οἱ τοῦ σκότους ἐργάται, πάλιν Ἰούδας μελετᾷ τὴν παράνομον πρᾶσιν, πάλιν ἑτοιμάζουσιν οἱ Ἰουδαῖοι ἀργύρια, ἵνα τῷ ᾅδῃ παραπέμψωσι τὸν ἐν νεκροῖς ἐλεύθερον καὶ μάθωσιν αἰχμαλωτιζόμενον θάνατον, ἵνα τιναχθῶσι τάφοι καὶ νεκροὶ πτερωθῶσι πρὸς ἔγερσιν, πάλιν μαθητὴς πιπράσκει, νομομαθεῖς δὲ ἀγοράζουσι καὶ λῃστὴς ἐπὶ σταυροῦ θεολογεῖ.
Ἀλλὰ τῆς τοῦ προδότου φωνῆς μνημονεύσωμεν· «τί μοι θέλετε δοῦναι», φησίν, «κἀγὼ ὑμῖν παραδώσω αὐτόν». τί [σοι] θέλουσι δοῦναι, Ἰούδα; τὸ τῆς ἀγχόνης σχοινίον, τὸ ἐξώτερον σκότος, τῆς βασιλείας τὴν ἀλλοτρίωσιν, τὸν χωρισμὸν τῶν ἁγίων, τὸ ἀνέγερτον πτῶμα, ταῦτά σοι ἐκ τοῦ συναλλάγματος τοῦ πρὸς Ἰουδαίους τὰ κέρδη. [«τί μοι θέλετε δοῦναι;»] τί σοι δύνανται δοῦναι τοιοῦτον ὅσον μέλλεις ἀπολεῖν, παμπόνηρε; ἱνατί δὲ οὕτως ὀλίγου πιπράσκεις τὸν οὐρανοῦ καὶ γῆς ἀρχιτέκτονα, τὸν ἐν παλάμῃ τὰ σύμπαντα φέροντα; ὅτε τὸν δεσπότην σου ἐθεάσω τιμώμενον, σὺ τὸ πολυτίμητον μῦρον κατὰ τῆς φοβερᾶς αὐτοῦ κεφαλῆς ἐκχεόμενον εἶδες καὶ τῆς φιλοτιμίας τοῦ γυναίου καταγινώσκων ἐβόας· «εἰς τί ἡ ἀπώλεια αὕτη;» «διατί τοῦτο τὸ μῦρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;» καὶ τὸ μὲν μῦρον τὸ ἐκ διαφόρων εἰδῶν κατασκευαζόμενον καὶ ἐν τέχνῃ τινὶ μυρεψούμενον τριακοσίων διετίμησας δηναρίων, τὸ δὲ ἀληθινὸν μῦρον τὸ ὀσφραῖνον νεκροὺς τὴν ἀνάστασιν τριάκοντα δηναρίων πιπράσκεις; οὐκ οἶδας τί πωλεῖς, Ἰούδα. ἐσκότωσέ σε τῆς φιλαργυρίας ἡ μέθη. πότε δὲ ἔγνως δεσπότην παρὰ δούλου πωλούμενον, πότε δὲ ἔμαθες πιπράσκειν φῶς καὶ ἀγοράζειν σκότος; ἱνατί δὲ τῆς ἀγάπης ἐνύβρισας τὸ γνώρισμα, ἱνατί δὲ φιλήματι τὴν προδοσίαν ἐργάζῃ;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.