Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεγάλην πέμπτην

Ἰωάννης ὁ Χρυσόστομος

Το δόλιο φίλημα του Ιούδα και η θαυμαστή πίστη του ληστή

Αντιπαραβολή της καταδίκης του Ιούδα με τη σωτήρια νήψη του ληστή, του οποίου εγκωμιάζεται η άμεση θεογνωσία και η προσκύνηση του Εσταυρωμένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

καλῶς σε στηλιτεύων πόρρωθεν ὁ προφήτης ἐβόα· «οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος·» «ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον»· καὶ κατεφίλεις τὸν δεσπότην σου. πρόσελθε, φίλησον· ἀνέχεται ὁ σωτὴρ μακροθύμως, οὐ τὸ δυσῶδες τοῦ σοῦ φιλήματος ἀποστρεφόμενος, ἀλλ᾽ ἣν ἔδωκέ σοι ἐκ τῶν σῶν χειλέων ἀνακαλούμενος χρεωφειλήματος χάριν. ὦ πόσον ἡ φιλαργυρία δεινόν. διὰ ταύτης ὁ μαθητὴς ἀποστολικῆς ἀπορραγεὶς σειρᾶς, τοῦ πνιγμοῦ τὸ σχοινίον κληρονομεῖ καὶ ἄξιον δεικνύει τῆς ἀγχόνης τὸν λαιμόν, δι᾽ οὗ προῆλθε τῆς προδοσίας τὰ ῥήματα. ὦ πηλίκον νῆψις ἀγαθόν. διὰ ταύτης γὰρ ὁ λῃστὴς ἐπήδησεν ἀπὸ σταυροῦ εἰς παράδεισον· ὡς γὰρ εἶδε τὸν δεσπότην ἐν μέσῳ κρεμάμενον καὶ πᾶσαν τὴν κτίσιν κραδαινομένην τῷ φόβῳ καὶ ἥλιον μὲν ἐν χαλεπῷ κατακαλυπτόμενον πένθει, τῆς ἡμέρας δὲ τὸ φῶς ὑποφεῦγον, τὰ στοιχεῖα τὴν τάξιν ἀρνούμενα, ῥηγνυμένας τὰς πέτρας—ὡς ἅπαντα ταῦτα ἐθεάσατο, εἶτα τὸ συνειδὸς ἀναγνοὺς τὸ οἰκεῖον καὶ συλλῃστοῦ τὰς πράξεις οὐκ ἀγνοῶν, τὴν κτίσιν ὡς εἶδε τῇδε κἀκεῖσε φερομένην καὶ τρέμουσαν, τὸν ἐν μέσῳ δεσπότην τῶν τρεμόντων ἐγνώρισε καὶ γνωρίσας εὐθὺς ἀνεβόησε· «μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.»

ὄντως γοργὸς ὁ λῃστὴς τῆς ἑνδεκάτης ὥρας ἐργάτης· ὅλον γὰρ τὸ τῆς ἡμέρας τοῦ βίου ἀνεπλήρωσεν ἔργον, ᾗ ἐμισθώθη ὥρᾳ προθύμως εἰργάσατο. οὐκ ὤκλασε τῇ πίστει, οὐκ ἀπεῖδεν εἰς τὰς ὕβρεις, εἰς τὰς πληγὰς οὐκ ἀπέβληψε, τὰ τῶν Ἰουδαίων ὀνείδη παρεκρούσατο, ἔλαβε τὴν κτίσιν διδάσκαλον καὶ τὸν τῆς κτίσεως δεσπότην γνωρίσας ἀξίαν ἔδωκε τὴν προσκύνησιν.