Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεσοπεντηκοστήν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στη Μεσοπεντηκοστή και αναδρομή στα θαύματα του Χριστού

Προοίμιο της εορτής με αναφορά στις ιάσεις και τις ευεργεσίες του Κυρίου, καθώς και παράθεση της σχετικής ευαγγελικής περικοπής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὴν μεσοπεντηκοστήν. Ὅπου δ᾽ ἂν ὁ Δεσπότης ὡς πηγὴ ζωῆς σωματικῶς παραγίνεται, πολλοὺς καὶ διαφόρους ἀποῤῥεῖ τοὺς τῆς φιλανθρωπίας κρουνούς. Ἀνῆλθεν εἰς ὄρος μετὰ τῶν μαθητῶν, καὶ τὰ τῶν μακαρισμῶν τοῖς ἀκροωμένοις προβάλλεται ῥεῖθρα· κατῆλθεν ἐκεῖθεν, καὶ τοῖς ποικίλαις νόσοις ἐνεχομένοις ὀχετοὺς ἰαμάτων κατέχεεν· ἐπέστη τῇ προβατικῇ κολυμβήθρᾳ, καὶ τὸν παράλυτον τὴν ῥῶσιν ἐπότισεν· εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Πέτρου, καὶ τὴν τούτου πενθερὰν πυρετῷ φλεγομένην ἐδρόσισε· κατέλαβε τὴν Βηθανίαν, καὶ ζωῆς ποτήριον τὸν τετραήμερον Λάζαρον ἐπότισεν· ὑπήντησε τῷ λεπρῷ, καὶ τὰς τοῦ πάθους φολίδας τῷ σπόγγῳ τῆς φιλανθρωπίας ἀπέσμηξεν; ἐπέστη τῇ συναγωγῇ, καὶ τὸν ξηρὸν τῆς χειρὸς βλαστὸν πρὸς κίνησιν ἐνεργὸν ἐνότισε· παρέβαλε τοῖς γάμοις, καὶ παραδοξοποιίας οἶνον τοῖς κληθεῖσιν ἐκέρασε· καὶ ἄλλα μυρία, ἅπερ ἀριθμεῖν δυσχερές. Ἀνέβη καὶ σήμερον εἰς τὸ ἱερὸν, καὶ τοὺς τῆς διδασκαλίας τοῖς ἀκροωμένοις ποταμοὺς προεβάλετο. Ἠκούσατε γὰρ τῆς εὐαγγελικῆς ἀναγνώσεως, ἣν προσφόρως ἡμῖν καὶ κατὰ τὴν μέσην τῆς ἑορτῆς ἐφ᾽ ὑψηλοῦ βήματος ἑστὼς ὁ εὐαγγελιστὴς μεγαλοφώνως ἀνέκραξε, καθάπερ τινὶ σάλπιγγι τῇ φωνῇ τοῦ Λευΐτου χρησάμενος. Ἤδη δὲ, φησὶ, τῆς ἑορτῆς μεσούσης ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε γέμον καὶ αὐτὸ φιλανθρωπίας τὸ γράμμα.