Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεσοπεντηκοστήν

Ἰωάννης ὁ Χρυσόστομος

Η διδασκαλία του Χριστού στο ιερό και η αντίδραση των Ιουδαίων

Ερμηνευτική προσέγγιση της ανόδου του Χριστού στο ιερό κατά το μέσον της εορτής, η σχέση της χάριτος με τον νόμο, η απορία του λαού και η απάντηση του Κυρίου για τη θεία προέλευση της διδασκαλίας Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 3

Οὐ γὰρ εἶπε, διωγμῶν ἐνεστώτων, ἢ, λύπης παρούσης, ἢ, ἀθυμίας τοὺς μαθητὰς κατεχούσης, καὶ τοιούτων ἄλλων τινῶν ὑφήγησιν, περὶ ὧν συνεχῶς ἡ τῶν ἀποστόλων ἐκωμῴδησε πρᾶξις· ἀλλὰ τί φησιν; Ἤδη τῆς ἑορτῆς μεσούσης. Τί μεσούσης τῆς ἑορτῆς, εἰπὲ, Ἰωάννη; Ἡρώδης τὰς χεῖρας ἐπέβαλε; συμβούλιον πονηρὸν ὁ τῶν Ἰουδαίων συνεκρότησε δῆμος; πάλιν πρὸς προδοσίαν Ἰούδας; Οὐχὶ, φησίν· ἀλλὰ τί; Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε. Τὰ πρέποντα τῷ Χριστῷ παρατέθεικας τῷ Χριστῷ, τὴν ἁρμόζουσαν αὐτῷ πρᾶξιν προσήνωσας. Ἔργον γὰρ λόγου τὸ λαλεῖν, καὶ διδασκάλου τὸ διδάσκειν, καὶ Χριστοῦ τὰ τῆς ὠφελείας τοῖς ἀκροωμένοις προΐεσθαι ῥήματα.

Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ὢ τῆς ἀνυπερβλήτου φιλανθρωπίας! Ὅπου κατὰ μικρὸν ἐλιθάζετο, ἐκεῖ ταῖς τῶν λόγων διδασκαλίαις τοὺς λιθάζοντας ἐπλούτιζεν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν. Ὅπου τὰ Μωϋσέως ἀνεγινώσκετο νόμιμα, ἐκεῖ τὰ τῆς χάριτος παρετίθη διδάγματα, οὐ καταργῶν τὸν νόμον, ἀλλὰ πληρωτὴς τοῦ νόμου γινόμενος.

Αὐτὸς γὰρ καὶ ἐν τοῖς Εὐαγγελίοις ἀνέκραξεν, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· καὶ Παῦλος διὰ στόματος ἔχων τὸν Δεσπότην φθεγγόμενον, Τέλος γὰρ νόμου, φησὶ, Χριστὸς εἰς δικαιοσύνην. Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πάντας τῆς προσευχῆς ἐνδιδάσκων τὸν τόπον, ἐκεῖσε τὸν τῆς κατηχήσεως ποιούμενος λόγον ὡς Λόγος, ἔνθα καὶ τὸ πονηρευόμενον συνέδριον ἤθροισται. Ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς ἀνέβη εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, πολλῶν μὲν ἀκουόντων, οὐδενὸς δὲ τῶν Ἰουδαίων μανθάνοντος.

Περὶ αὐτῶν γὰρ ὁ προαγορεύων ἐβόα, Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσιν. Ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκε, τὴν τῶν θεομάχων ἄνοιαν στηλιτεύων· ἀνέβη εἰς τὸ ἱερὸν, ἵνα τῆς οὐρανίου διδασκαλίας ἀναπετάσας τὰ δίκτυα, λογικὴν ἐξ ἀνθρώπων ποιήσηται θήραν· ἀνέβη εἰς τὸ ἱερὸν ὁ Ἰησοῦς, ἀνῆλθεν· ἀλλ᾽ Ἰουδαῖοι κατῆλθον τῆς πίστεως. Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκεν.

Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; Ἐθαύμαζον, ἀλλ᾽ οὐκ ἐπίστευον· κατεπλήττοντο τὴν τῆς σοφίας ὑπερβολὴν, ἀλλ᾽ οὐ μετεγίνωσκον, τῇ τῆς κακίας πεπληρωμένοι δεινότητι. Ἐθεώρουν τὸν ἰατρὸν προτιθέντα τὰ φάρμακα, καὶ νοσοῦντες τὴν θεραπείαν οὐ προσεδέχοντο· ἔβλεπον τὸν ῥυόμενον, καὶ τὴν αἰχμαλωσίαν ἐφίλουν· ἔχοντες ἐν μέσῳ τῶν ἀγαθὼν τὸν λειμῶνα· τὰς ἀκάνθας συνέλεγον· τοῦ λιμένος παρόντος, ἐναυάγουν οἱ δεινοί· σοφίας προχεούσης τὰ θεῖα διδάγματα, τῶν φόνων ἀποπλύνασθαι τὸν βρόμον οὐκ ἤθελον· Χριστοῦ τὰς πτέρυγας τῆς φιλανθρωπίας ἁπλοῦντος, σκέπεσθαι οὐκ ἠνείχοντο τῶν ἐχιδνῶν τὰ γεννήματα. Ποσάκις γὰρ, φησὶν, ἐν τοῖς Εὐαγγελίοις, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὡς ὄρνις τὰ νοσσία ἑαυτῆς· καὶ οὐκ ἐθελήσατε; Ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς; Ὢ τῶν πραγμάτων! Νόμον ἀγνοεῖς, Ἰουδαῖε, καὶ ἀγνοεῖς τὰ τοῦ νόμου παιδεύματα; λέγεις, Πῶς οὗτος οἶδε γράμματα, μὴ μεμαθηκώς;

Εἰπέ μοι, ὦ τῆς ἀληθείας ἐχθρὲ, πῶς ὁ Ἀδὰμ, γράμματα μὴ μεμαθηκὼς, τοῖς θηρίοις προσφόρους τὰς ὀνομασίας ἐπέθηκε; Τὸν δοῦλον οὐκ ἐρωτᾷς, καὶ τὸν Δεσπότην λογοθετεῖς λέγων, Πῶς οὗτος οἶδε γράμματα; Ἀπεκρίθη ὁ Ἰησοῦς, καὶ εἶπεν· Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.