Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεσοπεντηκοστήν

Ἰωάννης ὁ Χρυσόστομος

Η μαρτυρία για τον Αμνό του Θεού και τελική δοξολογία

Η επιβεβαίωση της αλήθειας από τον Θεό Πατέρα και τον Ιωάννη τον Πρόδρομο, η αναφορά στο μυστήριο της θείας οικονομίας και η κατακλείδα του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 3

Καὶ πότε Θεὸς κατὰ μετάβασιν ἀποστέλλεται τόπου; πότε δὲ ὁ τὰ πάντα πληρῶν ἔνθα πάρεστιν ἔρχεται; Πρὸς τοὺς Ἰουδαίους ὁ λόγος, οὐ πρὸς τοὺς εὐσεβῶς μανθάνειν εἰδότας ἡ ῥῆσις. Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με Πατρὸς, ὅς μοι καὶ τὴν ἐξ οὐρανοῦ μαρτυρίαν ἐπὶ πάντων ὑμῶν προεβάλετο λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.

Περὶ ἐμοῦ καὶ Ἰωάννης ἀνέκραξεν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀμνὸς γὰρ ἀληθῶς ὁ Χριστὸς, ὁ σήμερον ἀνελθὼν εἰς τὸ ἱερὸν, καὶ τὴν τῆς ἀληθείας φωνὴν ὁ Ἰωάννης ἐπ᾽ αὐτῷ προεβάλετο. Φωνὴ γὰρ ὢν, δεόντως τὸν λόγον ἐνεκωμίασε· λύχνος ὢν, τοῦ ἡλίου τὰς λαμπάδας ἐγνώρισεν· ὡς πρόδρομος, ἐμήνυσε τὸν ἐρχόμενον· ὡς αὐγὴ, τὸν ὄρθρον ἐκήρυξεν· ὡς στρατιώτης, τὸ τοῦ βασιλέως ἐδημοσίευσεν ὄνομα. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἀμνὸς, ὃν ἀμνὰς μὲν παρθένος ἀσπόρως συλλαβοῦσα, ἀφθόρως ἐγέννησεν, ἡ φάτνη δὲ, ὡς χλοηφόρον, παιδίον αὐτὸν ὑπεδέξατο, ἔλουσε δὲ ὁ Ἰορδάνης, ὁ Ἰωάννης ἐβάπτισεν, Ἰούδας τοῖς Ἰουδαίοις ἐπώλησεν, ἔσφαξε Πιλᾶτος, ὁ τάφος προέθηκεν, καὶ ἡμεῖς ὠψωνήσαμεν, καὶ τῷ πόκῳ γυμνοὺς ὄντας ἐκ τῆς παραβάσεως τοῦ Ἀδὰμ τοὺς πάντας ἠμφίασεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.