Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μετάνοιαν καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ Δαυὶδ καὶ τῆς τοῦ Οὐρίου γυναικός

Ἰωάννης ὁ Χρυσόστομος

Οι παιδαγωγικοί λόγοι της παραχωρήσεως της αμαρτίας

Εξετάζονται οι τρεις αιτίες για τις οποίες ο Θεός επέτρεψε την πτώση των δικαίων: η προφύλαξη από την πνευματική υπερηφάνεια, η αποτροπή της απελπισίας και η ανάδειξη της απόλυτης αναμαρτησίας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Οὐ φονεύσεις, οὐ μοιχεύσεις· καὶ φονεὺς καὶ μοιχὸς ὁ Προφήτης τοῦ Θεοῦ; Τοῦτο γὰρ ὑμῖν σήμερον ἀνεγνώσθη τὸ χωρίον. Οὐ διαβάλλω τὸν Προφήτην, μὴ γένοιτο, ἀλλὰ τὴν ὑμετέραν ζωὴν ἀσφαλίζομαι, ἵνα ὅταν πολλὰ κατορθώσῃς, ἀσφαλίσῃς σαυτὸν, ἵνα μὴ πέσῃς. Οὕτω γὰρ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς ἔλεγε συνεχέστερον ὁ Δαυΐδ· Εἰς τὸ τέλος μὴ διαφθείρῃς· διὰ τοῦτο καὶ αὐτὸς προσευχόμενος ἔλεγε· Καὶ ἕως γήρως καὶ πρεσβείου ὁ Θεὸς μὴ ἐγκαταλίπῃς με. Τίνος οὖν ἕνεκεν εἰς τοσαύτην ἁμαρτίαν συνεχωρήθη κατενεχθῆναι; Τριῶν ἕνεκεν πραγμάτων· ποίων, ἐγὼ λέγω· μόνον σὺ πρόσεχε μετὰ πάσης ἀκριβείας.

Πρῶτον διὰ τὸ τοὺς δικαίους ἀσφαλίζεσθαι περὶ τῆς οἰκείας ζωῆς, ἢ τοὺς ἀσκητὰς ἢ τοὺς ἐρημίτας, καὶ μὴ λέγειν, Πολλὰ κατώρθωσα, πολλαῖς ἀρεταῖς κατακεκόσμημαι· νηστεύω, ἀγρυπνῶ, εὔχομαι, δακρύω, σάκκον περιβέβλημαι, τὸ σῶμά μου ταῖς ἀσκήσεσι κατεμάρανα· οὐκ ἔτι φοβοῦμαι τὰς ἐπαναστάσεις τοῦ διαβόλου, κατώρθωταί μοι λοιπὸν τὰ τῶν στεφάνων.

Μὴ πλανῶ, ἄνθρωπε, μὴ ἐπαρθῇς τῇ διανοίᾳ· οὐκ ἐποίησας πλέον τοῦ Δαυΐδ· ἄκουσον αὐτοῦ λέγοντος· Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾽ ἔλαιον· καὶ πάλιν, Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. Ἄκουσον αὐτοῦ περὶ τῆς ἀγρυπνίας λέγοντος· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι· καὶ πάλιν, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἄκουσον αὐτοῦ περὶ δακρύων λέγοντος· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· ἄκουσον αὐτοῦ περὶ ἀσκήσεως λέγοντος· Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Καὶ τί σοι λέγω τὰ τοῦ προφήτου Δαυΐδ; ἄκουσον πάλιν τῆς μαρτυρίας τοῦ Θεοῦ τῆς λεγούσης· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Καὶ ὅμως μετὰ τοσαῦτα κατορθώματα εἰς τοιαῦτα κατηνέχθη σφάλματα. Μὴ οὖν θαρσήσῃς, ἀλλὰ καθ᾽ ἑκάστην ἡμέραν ἀσφαλίζου, δεχόμενος τὴν παραίνεσιν τοῦ Ἀποστόλου τὴν λέγουσαν· Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Ἰδοὺ τὸ πρῶτον αἴτιον· λάμβανε καὶ τὸ δεύτερον· ἵνα μὴ οἱ ἁμαρτωλοὶ ἀπογινώσκωσιν ἑαυτῶν, ἀλλ᾽ εἴ τις καὶ καθ᾽ ἑκάστην ἡμέραν ἁμαρτάνῃ, ἵνα καθ᾽ ἑκάστην ἡμέραν ἐξομολογῆται. Κἂν μυριάκις ἁμαρτάνῃς, μυριάκις ἐξομολόγησαι· οὐδὲν γὰρ χεῖρον ἀπογνώσεως.

Ἐάν τις ἀπογνῷ ἁμαρτίας ἁμαρτήσας, οὐκ ἔτι εἰς ἴασιν ἐπιτρέχει. Οὐχ ὁρᾷς τοὺς ἰατρούς; ἐὰν ἀπογνῶσι τίνος, οὐκ ἔτι προσάγουσι θεραπείαν, ἀλλὰ λέγουσι τῷ ἀσθενεῖ· Εἴ τι θέλεις δοῦναι ἡμῖν, οὐ λαμβάνομεν· οὐκ ἔτι γὰρ ἐπιδέχεται τὸ νόσημα τοῦτο θεραπείαν· ἐνίκησεν ἡ κακία τοῦ νοσήματος τὴν θεραπείαν τῆς τέχνης.

Ταῦτα λέγουσιν ἀπαγορεύοντες· ἀλλ᾽ ἐὰν προσδοκήσωσιν ὑγείαν, πάντα ποιοῦσι, καὶ προσάγουσι φάρμακα πρὸς σωτηρίαν τοῦ νοσοῦντος. Οὕτως ἐὰν ἀπογνῷ τις τῆς ἁμαρτίας, ὅτι οὐκ ἔστι τῷ μετανοοῦντι σωτηρία, εἰς μείζονα κακὰ ἑαυτὸν ὠθεῖ. Διὰ τοῦτο, ἐὰν ἐννοήσῃς ὅτι καὶ τῶν ἄκρων ἁμαρτημάτων, φόνου καὶ μοιχείας, γέγονε θεραπεία καὶ ἴασις πρὸς τὸν προφήτην, κἂν μυριάκις ἁμαρτάνῃς, εἰς ἐξομολόγησιν ἑαυτὸν παραδῷς.

Τοῦτο δὲ λέγω, οὐ προτρεπόμενος εἰς τὸ ἁμαρτάνειν, ἀλλὰ τοὺς ἁμαρτάνοντας εἰς ἐξομολόγησιν προσκαλούμενος· ἐπειδὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ἐξαλείφει. Τί γὰρ μεῖζον φόνου καὶ μοιχείας; καὶ ὅμως ἄκουσον τοῦ Προφήτου λέγοντος, αὐτοῦ τοῦ ἁμαρτήσαντος· Εἶπα, Ἐξαγορεύσω κατ᾽ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Διὰ τοῦτο καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐπιδημήσας συνεχώρησεν· τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσήγαγε, τὸν τελώνην εὐαγγελιστὴν εἰργάσατο, τὸν ὑβριστὴν καὶ βλάσφημον Παῦλον ἀπόστολον τῆς οἰκουμένης πεποίηκεν, ἵνα καὶ σὺ μὴ ἀπογνῷς ἁμαρτάνων, ἀλλ᾽ ἐξομολογούμενος τὴν θεραπείαν ὑποδέξῃ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Ἰδοὺ δεύτερον αἴτιον· λάβε καὶ τὸ τρίτον. Ἔμελλεν ὁ Σωτὴρ ἡμῶν ἐπιδημεῖν κατὰ τὴν ἔνσαρκον αὑτοῦ παρουσίαν, καὶ τὸ φύραμα τῆς ἡμετέρας σαρκὸς ἀναλαμβάνειν, καὶ μετὰ τῶν ἀνθρώπων συναναστρέφεσθαι· ἀλλ᾽ ἐπειδὴ Θεὸς ἦν καὶ μόνος ἀναμάρτητος, συνεχώρησε τοῖς δικαίοις, κατὰ τὴν οἰκείαν προαίρεσιν ἀνθρωπίνοις σφάλμασι περιπεσεῖν· οὐκ αὐτὸς εἰς αὐτὴν αὐτοὺς καλέσας τὴν ἁμαρτίαν, ἀλλὰ προαιρέσει συγχωρήσας ὁδεύειν κατὰ τὸν ἴδιον σκοπόν. Οὕτω γοῦν καὶ Ἀβραὰμ ἥμαρτεν ἀπιστήσας, καὶ διὰ τοῦτο τιμωρίαν ἐδέξατο παρὰ τοῦ Θεοῦ· Καὶ δουλεύσει τὸ σπέρμα σου ἔτη τετρακόσια. Καὶ πάλιν ὁ Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν, ὅτε τὸ ὕδωρ ἐκ πέτρας τοῖς ἀχαρίστοις ἐδωρήσατο· καὶ διὰ τοῦτο πρὸς αὐτὸν ὁ Θεός· Καὶ ἴδῃς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὐκ εἰσελεύσῃ ἐν αὐτῇ. Οὕτω καὶ τούτῳ συνεχώρησεν εἰς ἁμαρτίαν ἐμπεσεῖν, ἵνα μόνος αὐτὸς ἐν ἀνθρωπίνῳ σώματι ἀναμάρτητος εὑρεθῇ. Διὰ τοῦτο καὶ ὁ προφήτης Δαυῒδ, ὅτε λοιπὸν εἰς τὴν ἐξομολόγησιν ἦλθε τοῦ ἁμαρτήματος, τοῦτο ἔλεγε τῷ Θεῷ· Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Διὰ τί; Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐν τῷ τὴν ἡμέραν ἐκείνην ἐλθεῖν φησίν· ἐκεῖ φανῆναι ἡμέτερον φύραμα, καθήμενον ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ· Κάθου γὰρ ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Ἐν ἐκείνῃ τοίνυν τῇ ἡμέρᾳ φανεῖται καὶ τὸ σῶμα, ὅπερ ἀνέλαβεν ἐκ τῆς ἡμετέρας φύσεως, ἀνθρώπων εἰσπραττομένων. Ἄνω σῶμα καὶ κάτω σῶμα· Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν. Ἀλλὰ τὸ μὲν ἁμαρτίαις βεβαρημένον, τοῦτ᾽ ἔστι τὸ ἡμέτερον· τὸ δὲ ἁμαρτίαν μὴ πεποιηκὸς, ἀλλὰ τὰς δίκας τῶν ἁμαρτημάτων εἰσπραττόμενον θεῖόν ἐστι. Διὰ τοῦτο Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Πῶς; Ἐπειδήπερ, ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.