Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μετάνοιαν καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ Δαυὶδ καὶ τῆς τοῦ Οὐρίου γυναικός

Ἰωάννης ὁ Χρυσόστομος

Η αδιάλειπτη χρήση του Ψαλτηρίου στην εκκλησιαστική και ασκητική ζωή

Ο ιερός συγγραφέας εξαίρει την καθολική και συνεχή ανάγνωση των Ψαλμών του Δαυίδ στη λατρεία, συγκρίνοντας αυτήν με τη χρήση άλλων βιβλίων της Αγίας Γραφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ, Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ Δαυῒδ περὶ τῆς τοῦ Οὐρίου. Ἰδοὺ σήμερον ἡμῖν ὁ μακάριος Δαυῒδ ἀνεγνώσθη, ὁ μουσουργὸς τῆς σωφροσύνης καὶ διδάσκαλος. Ὅταν γὰρ τὴν πνευματικὴν αὑτοῦ λύραν κινήσῃ διὰ τῶν Ψαλμῶν, θέλγει μὲν τὴν ἀκοὴν, σωφρονίζει δὲ τὸν λογισμόν. Διὰ τοῦτο τοῦ Πνεύματος ἡ χάρις ᾠκονόμησε καθ᾽ ἑκάστην ἡμέραν παρὰ πάσης σχεδὸν ψυχῆς Χριστιανικῆς αὐτὸν μελῳδεῖσθαι, ἵνα καὶ τὴν ἀκοὴν εὐφραινώμεθα, καὶ τὴν ψυχὴν ὠφελώμεθα. Ἐμοὶ δὲ πολλάκις ἐπέρχεται θαυμάσαι, καὶ πολλάκις κατ᾽ ἐμαυτὸν ἐξέστην τῇ διανοίᾳ, [οἷα] λογιζόμενος καὶ λέγων, Τίνος ἕνεκεν παρὰ πάσας τὰς γραφὰς τὰς ἐν τῇ Παλαιᾷ, τὰς ἐν τῇ Καινῇ Διαθήκῃ, τὴν τοῦ Δαυῒδ βίβλον οὕτως ἀγαπῶσι πάντες, καὶ τοῦτον μόνον ἐπὶ στόματος φέρειν πάντες ἐμελέτησαν; Μωϋσῆς ἦν μέγας νομοθέτης, πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν θεασάμενος· ὃς πᾶσαν τὴν κτίσιν ἐξ ἀρχῆς ἄνωθεν ἡμῖν γνωρίζων, καὶ τὸν κτίστην ἀνακηρύττων ἔλεγεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ᾽ ἑκάστην ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσσομεν. Ἀλλὰ λέγεις, Τῆς Παλαιᾶς Διαθήκης ἐστί. Καὶ τί πρὸς τὴν τῶν ἁγίων Εὐαγγελίων ἀνάγνωσιν; ὅπου τὰ θαύματα τῆς τοῦ Χριστοῦ παρουσίας ἀνακηρύττεται· ὅπου Θεὸς τοῖς ἀνθρώποις συναναμίγνυται, καὶ θάνατος λόγῳ καταλύεται· ὅπου δαίμονες ἐξ ἐπιτάγματος φυγαδεύονται, καὶ λεπροὶ λόγῳ καθαρίζονται· ὅπου τυφλοὶ τὸ λεῖπον τῆς φύσεως πηλῷ θεραπεύονται, καὶ πεντακισχίλιοι κατὰ τὴν ἔρημον ἐκ πέντε ἄρτων διατρέφονται· ὅπου λῃστὴς εἰς παράδεισον εἰσοικίζεται, καὶ πόρνη καθαρωτέρα τῶν ἄστρων εὑρίσκεται· ὅπου τὰ τοῦ Ἰορδάνου ῥεῖθρα πρὸς ἁγιασμὸν τῶν ἡμετέρων ψυχῶν ἁγιάζεται, καὶ μονογενὴς Υἱὸς παρὰ τοῦ Πατρὸς οὐρανόθεν ἀνακηρύττεται· ὅπου τὴν ζωὴν ἡμῶν Χριστὸς ἀνακαινίζει, καὶ ἀνακαινίζων πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων ἀνακηρύττων λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται; Ἀλλ᾽ ὅρα, καὶ τούτους τοὺς νόμους ἅπαξ ἢ δεύτερον ἀναγινώσκομεν τῆς ἑβδομάδος. Ἀλλ᾽ ἐρεῖς, ὅτι βασιλικοὺς στεφάνους οὐ χρὴ καθ᾽ ἑκάστην ἡμέραν δημοσιεῦσαι.

Καὶ τί πρὸς τὸν μακάριον ἀπόστολον Παῦλον, τὸν ῥήτορα τοῦ Χριστοῦ, τὸν τῆς οἰκουμένης ἁλιέα, τὸν διὰ δεκατεσσάρων ἐπιστολῶν ὥσπερ διὰ δικτύων πνευματικῶν πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν σαγηνεύσαντα· τὸν ἁρπαγέντα ἕως τοῦ τρίτου οὐρανοῦ, καὶ πάλιν εἰς τὸν παράδεισον· τὸν πιστευθέντα τὰ μυστήρια τῆς τοῦ Θεοῦ βασιλείας, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι; Ἐπεὶ καὶ τοῦτον δὶς τῆς ἑβδομάδος ἀναγινώσκομεν, καὶ τὴν ἐπιστολὴν αὐτοῦ διὰ στόματος φέρομεν· ἀλλὰ πρὸς τὴν ἀνάγνωσιν μόνον τὸν νοῦν ἀνατείναντες, ταύτῃ μόνῃ κατὰ τὸν καιρὸν ἐκεῖνον στοιχοῦμεν. Τί οὖν εἰπεῖν ἔχω πρὸς τὸν μακάριον Δαυῒδ, ὅπως ἡ τοῦ Πνεύματος χάρις ᾠκονόμησε καθ᾽ ἑκάστην ἡμέραν τε καὶ νύκτα αὐτὸν ἀνακηρύττεσθαι; πάντες γὰρ αὐτὸν ἀντὶ μύρου διὰ στόματος φέρομεν. Ἐν ἐκκλησίᾳ παννυχίδες, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν ὀρθριναῖς ὑμνολογίαις καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν τοῖς σκηνώμασι τῶν νεκρῶν προπομπαὶ, καὶ πρῶτος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν ταῖς οἰκίαις τῶν παρθένων ἱστουργίαι, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ. Ὢ τῶν παραδόξων πραγμάτων! πολλοὶ μήτε γραμμάτων πεῖραν τὴν ἀρχὴν εἰληφότες, ἐκμαθόντες, ὅλον τὸν Δαυῒδ ἀποστηθίζουσιν.

Ἀλλ᾽ οὐ μόνον ἐν ταῖς πόλεσι καὶ ταῖς ἐκκλησίαις οὕτω κατὰ πάντα καιρὸν καὶ κατὰ πᾶσαν ἡλικίαν ἐκλάμπει, ἀλλὰ καὶ ἐν ἀγροῖς καὶ ἐν ἐρημίαις καὶ εἰς τὴν ἀοίκητον γῆν μετὰ πλείονος τῆς σπουδῆς χοροστασίας ἱερὰς ἀνεγείρει τῷ Θεῷ. Ἐν μοναστηρίοις χορὸς ἅγιος ταγμάτων ἀγγελικῶν, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν ἀσκητηρίοις παρθένων ἀγέλαι τῶν τὴν Μαριὰμ μιμουμένων, καὶ πρῶτος, καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ· ἐν ἐρημίαις ἄνδρες ἐσταυρωμένοι προσομιλοῦντες τῷ Θεῷ, καὶ πρῶτος καὶ μέσος καὶ τελευταῖος ὁ Δαυΐδ.

Καὶ πάντες μὲν ἄνθρωποι τῷ φυσικῷ τῆς νυκτὸς ὕπνῳ τυραννούμενοι, πρὸς βάθος καθέλκονται· καὶ Δαυῒδ μόνος ἐφίσταται, καὶ τοὺς τοῦ Θεοῦ δούλους εἰς ἀγγελικὰς παννυχίδας διεγείρει, τὴν γῆν οὐρανὸν ἐργαζόμενος, καὶ τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῶν, τὸν ἡμέτερον βίον κατὰ πάντα διακοσμῶν, καὶ τοῖς πᾶσι τὰ πάντα γινόμενος, καὶ διὰ πάντων τὸν ἡμέτερον βίον ἀγγελικὸν ἐργαζόμενος· παιδίοις συναυξανόμενος, νεωτέρους εἰς σύνεσιν προσκαλούμενος, παρθένοις σωφροσύνην χαριζόμενος, πρεσβυτέροις ἀσφάλειαν δωρούμενος, τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν προσκαλούμενος καὶ λέγων· Ἐξομολογεῖσθε τῷ Θεῷ, ὅτι ἀγαθός· τοὺς κατορθώσαντας ἐκ μετανοίας ἀσφαλιζόμενος καὶ λέγων· Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· τοὺς τὰς εὐεργεσίας δεξαμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; τοὺς πολλάκις ἁμαρτάνοντας εἰς ἐξομολόγησιν ἀνακαλούμενος καὶ λέγων· Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;

τοὺς ἐπιζητοῦντας ἐλεημοσύνην παρὰ τοῦ Θεοῦ διδάσκων καὶ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· τοὺς κληθέντας εἰς ἱερωσύνην ἀσφαλιζόμενος καὶ λέγων· Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου· τοὺς εἰς δικαστήριον ἑλκομένους διδάσκων καὶ λέγων· Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων· τοὺς φοβουμένους ἐχθρῶν ἐπανάστασιν νουθετῶν καὶ λέγων· Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός· τοὺς ὑπομένοντας καὶ εὐεργετουμένους εἰς εὐχαριστίαν διεγείρων καὶ λέγων· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.