Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μετάνοιαν καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ Δαυὶδ καὶ τῆς τοῦ Οὐρίου γυναικός

Ἰωάννης ὁ Χρυσόστομος

Το παράδοξο της πτώσεως του Δαυίδ στα κεφαλαιώδη αμαρτήματα

Εκφράζεται η έκπληξη για το πώς ο προφήτης, παρά τις μεγάλες αρετές του και τη θεία μαρτυρία, ολίσθησε στα αμαρτήματα του φόνου και της μοιχείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ὢ μεγάλης κιθάρας, τὰς ψυχὰς τῶν ἀνθρώπων τῆς οἰκουμένης, ὥσπερ νευράς τινας, εἰς μίαν ἐξομολογίαν ἀνακρουομένης! Καὶ πῶς ὁ τοιοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἤθη τῶν ἀνθρώπων διακοσμῶν, καὶ τοὺς λόγους τῶν ἐγκωμίων ὑπερνικῶν, ὁ τὴν τῶν ἀγγέλων πολιτείαν ἐπὶ γῆς συστησάμενος, καὶ τῇ τῶν ἀγγέλων εὐφημίᾳ κατ᾽ οὐρανὸν στεφανούμενος· πῶς συνεχωρήθη τὰ δύο κεφάλαια τῶν ἁμαρτημάτων ἐξολισθῆσαι; Τὰ γὰρ κεφάλαια τῶν ἁμαρτημάτων, Οὐ φονεύσεις, οὐ μοιχεύσεις· καὶ πρὸς τὰ δύο ταῦτα κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι.

Διὰ τοῦτο πολλάκις κατ᾽ ἐμαυτὸν γενόμενος, καὶ ταῦτα λογισάμενος ἐξέστην τῇ διανοίᾳ· καὶ καθάπερ πλοῖον ἐν πελάγει τοῦ κυβερνήτου χωρὶς ὧδε κἀκεῖ περιφερόμενον τοῖς κύμασι κλυδωνίζεται, οὕτως ἐσαλεύθη μου πολλάκις ὁ λογισμὸς ταῖς τρικυμίαις, διανοουμένου καὶ λέγοντος· Πῶς ὁ τοσούτοις ἀγαθοῖς κατακεκοσμημένος ἀνὴρ, ὁ βασιλεὺς καὶ προφήτης, ὁ τοῦ Χριστοῦ δοῦλος καὶ πατήρ· δοῦλος κατὰ φύσιν, πατὴρ κατὰ σάρκα· Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ· ὁ ταῖς ἀρεταῖς μᾶλλον ἢ τῷ διαδήματι κατακοσμούμενος· ὁ τὴν ἁλουργίδα περιβεβλημένος, καὶ ταπεινοφροσύνην ἠμφιεσμένος καὶ λέγων· Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ· εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον· ὁ τοὺς τῆς ἀνεξικακίας ὅρους στεφανώσας καὶ λέγων· Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· ὁ μὴ μόνον ὑπερηφανίαν ἀποσειόμενος, ἀλλὰ καὶ τοὺς ὑπερηφάνους ἀποστρεφόμενος καὶ λέγων· Οὐ κατοικεῖ ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου· ὁ λέγων μετὰ παῤῥησίας τῷ Θεῷ· Ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Καὶ τί λέγω; διὰ τί ταῖς αὐτοῦ μαρτυρίαις κέχρημαι;

Καὶ πολλάκις τινὲς λέγουσιν· Οὐκ ἐστιν ἀξιόπιστος ἑαυτῷ μαρτυρῶν· ἕτερος μαρτυρήσῃ τοῖς τούτου κατορθώμασιν, ἕτερος αὐτοῦ τοὺς στεφάνους ἀνακηρυττέτω, ἕτερος τῷ βίῳ τούτου μαρτυρείτω, ἵνα καὶ γένηται μᾶλλον ἀξιόπιστος ἡ μαρτυρία.

Καὶ τίνα ἔχομεν ἀξιοπιστότερον τοῦ Θεοῦ τοῦ λέγοντος· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Τί ταύτης τῆς μαρτυρίας ἀσφαλέστερον; Καὶ πῶς ὁ τοσούτοις κομῶν κατορθώμασιν, ὁ κατὰ τὴν καρδίαν τοῦ Θεοῦ μαρτυρούμενος, πῶς εἰς τὰ κεφάλαια τῶν ἁμαρτημάτων συνεχωρήθη κατενεχθῆναι;