Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μετάνοιαν τῶν Νινευιτῶν

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή και η σωτήρια δύναμη της μετανοίας

Προοίμιο της ομιλίας, όπου εξηγείται η προηγούμενη σιωπή του ιερού ομιλητή λόγω ασθενείας, και η ανάδειξη της μετανοίας ως καθολικής ανάγκης και μέσου αποτροπής της απελπισίας των Νινευιτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ Βʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὴν μετάνοιαν τῶν Νινευϊτῶν. Εὐλόγησον, Πάτερ. Καὶ τὰς προλαβούσας ἡμέρας διδασκαλίας ἀπαιτούσας ὁρῶν, καὶ ἐμαυτὸν διὰ τὴν ἀσθένειαν ἠναγκασμένον σιγᾷν, ἠνιώμην, καὶ ἐδυσχέραινον, καθάπερ τις πρόθυμος ἀθλητὴς κεκωλυμένος παρὰ τοὺς ἀγῶνας αὑτοῦ εἰσελθεῖν εἰς τὸ στάδιον. Ἑώρων ὑμᾶς τῆς λογικῆς ἐφιεμένους τροφῆς, καὶ ἐμαυτὸν χορηγεῖν οὐκ ἰσχύοντα. Ἑώρων τὸν χρόνον ἐμπορίας, καὶ ἐμαυτὸν οὐδὲν συμβόλαιον θέσθαι πρὸς ὑμᾶς δυνάμενον.

Ἔβλεπον τὴν θήραν πολλὴν, καὶ τὸν θηρευτὴν ἀτονοῦντα πρὸς τὴν ἄγραν. Ἀλλὰ καὶ λίαν ὀδυνωμένῳ ἐπὶ τούτῳ κάλλιον ἡγούμην ἐμαυτῷ τοὺς πόνους ἐπιμετρεῖν, ὥστε καὶ εἰς ἐκκλησίαν ἔχειν καθ᾽ ἡμέραν ἐπιφοιτᾷν, καὶ τῆς ἄλλης κοινωνεῖν ὑμῖν λειτουργίας, ἣ δύο καὶ τρεῖς ἡμέρας πλέον μόνον μοχθήσας προσηλῶσθαι πάλιν τῇ κλίνῃ, καὶ πάλιν ὑμῶν ἀπολελεῖφθαι. Διὰ τοῦτο τὰς καθημερινὰς ἐκλείπων διαλέξεις ἥκω σήμερον διὰ τῆς Δεσποτικῆς χάριτος τὸ χρέως ὑμῖν καθήσων. Δεῦρο δὴ οὖν τὸ σκάφος εἰς τὸ πέλαγος τῆς Νινευϊτῶν μετανοίας ἑλκύσωμεν.

Ἄλλοι μὲν γὰρ ἄλλοις εἰσὶ τῶν ἀνθρώπων χρήσιμοι λόγοι, τὰ δὲ τῆς μετανοίας φάρμακα πᾶσιν οἶμαι ὠφέλιμα· ἐπειδὴ γὰρ οὐδεὶς ἁμαρτίας ἐλεύθερος, εὔδηλον ὡς οὔτε μετανοίας ἀνενδεής. Τοῖς δὲ χρῄζουσι ταύτης ἀναγκαῖον τὸ παράδειγμα τῶν ἐκ μετανοίας σωθέντων τῷ ἴσῳ τρόπῳ κἀκείνους πρὸς τὴν ὑγιείαν εἰσάγον. Ἴδομεν τοίνυν τοὺς ἐπὶ πονηρίᾳ βεβιωμένους ὀνομαστοὺς ἐπ᾽ ἀρετῇ γινομένους. Ἴδομεν τοὺς θηρίοις ἐοικότας ἀγγέλων τάξιν μεταλαμβάνοντας.

Ἴδομεν τοῖς ἔργοις τὴν πόλιν στρέφοντας τρόπῳ φιλοσοφίας τὴν πόλιν ἀνορθοῦντας. Ἴδομεν τοὺς ἐχθροὺς τοῦ Θεοῦ, φίλους τοῦ Θεοῦ γεγονότας, καὶ τὸν πάλαι κατήγορον Δεσπότην, συνήγορον ὕστερον κτησαμένους.

Ἴδομεν κατακρίτους μετὰ τὴν ἀπόφασιν πρὸς τὸν δικαστὴν ἀγωνιζομένους, καὶ τὴν ἀπόφασιν ἀκυροῦντας. Ἴδομεν τὸν Θεὸν διὰ φιλανθρωπίαν ψευδόμενον. Ἠκούσαμεν πρώην, ὅπως ὁ μὲν προφήτης ἐκήρυσσεν, ἡ δὲ πόλις ἐθορυβεῖτο, καὶ ὅτι καθάπερ εἰς πέλαγος πνεῦμα χαλεπὸν ταράττει, οὕτως εἰς τὸν δῆμον τῶν Νινευϊτῶν ἡ φωνὴ πεσοῦσα τοῦ Ἰωνᾶ πάντα ζάλης καὶ χειμῶνος ἔπλησεν. Ἠκούσαμεν, ὅπως πιστὸν ἡγουμένη ἡ πόλις τὸ κήρυγμα οὐκ εἰς ἀπόγνωσιν ἔπεσεν, ἀλλ᾽ εἰς μετάνοιαν ἔδρασεν· καὶ ὅτι θαῤῥεῖν περὶ τῆς σωτηρίας οὐκ ἔχουσα, θεραπεύειν καὶ καταλλάττειν τὸν Θεὸν ἐπεχείρει. Τίνα δὲ ὑπὲρ τῶν καταλλαγῶν τὰ πραττόμενα ἦν; εἴρηται μὲν ἐν μέρει· δεῖ δὲ τὸν πάντα λόγον ὑμῖν ἀποδοῦναι· ἐκήρυξαν γὰρ νηστείαν, καὶ ἐνέδυσαν τὸν σάκκον ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν.