Ἰδοὺ καὶ πόνος νηστείας, καὶ μισθὸς νηστείας οὐδαμοῦ, ὅταν εἰς τὰ θέατρα τῆς παρανομίας ἀναβαίνωμεν. Οὐ πρὸς ὑμᾶς ὁ λόγος· οἶδα γὰρ ὅτι καθαροὶ τῆς κατηγορίας ἐστὲ, ἀλλ᾽ ἔθος τοῖς ὀδυνωμένοις, ὅταν τοὺς αἰτίους μὴ λάβωσιν, εἰς τοὺς παρόντας ἀφιέναι τὴν ὀργήν. Ποῖον κέρδος νηστεύοντας εἰς τὰ θέατρα παρανομίας ἀναβαίνειν, εἰς τὸ κοινὸν τῆς ἀσελγείας διδασκαλεῖον εἰσιέναι, εἰς τὸ δημόσιον τῆς ἀκολασίας γυμνάσιον, ἐπὶ τὴν καθέδραν καθέζεσθαι τῶν λοιμῶν; Καὶ γὰρ καὶ καθέδραν λοιμοῦ, καὶ ἀκολασίας γυμνάσιον, καὶ διδασκαλεῖον ἀσελγείας, καὶ πάντα τὰ αἴσχιστα τὴν ὀρχήστραν τις προσειπὼν οὐκ ἂν ἁμάρτοι, τὸ πονηρότατον ἐκεῖνο χωρίον καὶ νοσημάτων γέμον παντοδαπῶν, τὴν Βαβυλωνίαν κάμινον. Καθάπερ γὰρ εἰς κάμινόν τινα εἰς τὸ θέατρον τὴν πόλιν ἐμβαλὼν ὁ διάβολος, οὕτω κάτωθεν ὑποκαίει, οὐ κληματίδας ὑποτιθεὶς, καθάπερ ὁ βάρβαρος τότε ἐκεῖνος, οὐδὲ νάφθαν, οὐδὲ στυππεῖον, οὐδὲ πίσσαν, ἀλλὰ τὰ πολλῷ τούτων χαλεπώτερα, πορνικὰς ὄψεις, αἰσχρὰ ῥήματα, διακεκλασμένα μέλη, πάσης γέμοντα πονηρίας ᾄσματα.