Ἄκουε, οὐρανὲ, φησὶ, καὶ προσεχέτω γῆ ῥήματα ἐκ στόματός μου. Διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς φησιν, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἐπαγγελίας, καὶ ἐγκαταλείπητε Κύριον τὸν Θεὸν, ἔχετε διασκεδασθῆναι εἰς πάντα τὰ ἔθνη. Ἦλθεν Ἡσαΐας, ἔμελλεν ἡ ἀπειλὴ εἰς ἔργον ἐκφέρεσθαι· οὐκ ἠδύνατο Μωϋσέα καλέσαι τὸν ἀποθανόντα, καὶ τοὺς τότε ἀκούσαντας καὶ τελευτήσαντας, καὶ καλεῖ τὰ στοιχεῖα, ἅπερ διεμαρτύρετο Μωϋσῆς. Ἰδοὺ ἐξεβλήθητε τῆς ἐπαγγελίας, ὦ Ἰουδαῖοι· ἰδοὺ ἐγκαταλελοίπατε τὸν Θεόν· πῶς σε καλέσω, Μωϋσῆ; ἀπέθανες γὰρ καὶ ἐτελεύτησας. Πῶς καλέσω τὸν Ἀαρών; κἀκεῖνος τελευτῇ παρεδόθη. Οὐκ ἔχεις πῶς καλέσαι ἄνθρωπον; Κάλεσον τὰ στοιχεῖα. Διὰ γὰρ τοῦτο κἀγὼ ζῶν οὐχὶ τὸν Ἀαρὼν μόνον, καὶ τόνδε καὶ τόνδε διεμαρτυράμην, ἐπειδήπερ ἔμελλον τελευτᾷν, ἀλλὰ καὶ τὰ στοιχεῖα τὰ μένοντα διαμαρτύρομαι ὑμῖν, τὸν οὐρανὸν καὶ τὴν γῆν. Λέγει οὖν ὁ Ἡσαΐας· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ὑμᾶς γὰρ ἐνετείλατο Μωϋσῆς καλέσαι σήμερον. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὰ καλεῖ τὰ στοιχεῖα, ἀλλ᾽ ἐπειδὴ διελέχθη τοῖς Ἰουδαίοις. Ἄκουε, οὐρανὲ, σὺ γὰρ τὸ μάννα κατήνεγκας· Ἐνωτίζου, ἡ γῆ, σὺ γὰρ τὴν ὀρτυγομήτραν ἔδωκας. Ἄκουε, οὐρανὲ, ἄκουε· σὺ γὰρ τὸ μάννα κατήνεγκας, σὺ γὰρ ὑπὲρ τὴν φύσιν ἐπεδείξω· ἄνω ἦς, καὶ ἅλωνα ἐμιμήσω. Ἐνωτίζου, γῆ· σὺ γὰρ κάτω ἦς, καὶ τράπεζαν ἐσχεδιασμένην κατεσκεύασας.