γʹ. Πλὴν ἀλλ᾽ ἐκεῖνο σκόπει, ὅτι ἂν ῥᾳθυμήσῃς καὶ παρίδῃς, καὶ σὲ καταλήψεταί ποτε. Ὥστε εἰ καὶ μὴ διὰ τὸν ἀδελφὸν, διὰ γοῦν σαυτὸν διεγέρθητι, καὶ ἀνάστειλον τὸν λοιμὸν, καὶ προκάτασχε τὴν σηπεδόνα, καὶ τὴν νομὴν διάκοψον. Ταῦτα τοίνυν καὶ τὰ πλείονα τούτων εἰπὼν, καὶ κελεύσας παραδοῦναι αὐτὸν τῷ Σατανᾷ, φησὶν ὕστερον, ἐπειδὴ μετεβάλετο καὶ βελτίων ἐγένετο· Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· κυρώσατε οὖν εἰς αὐτὸν ἀγάπην. Ἐπειδὴ γὰρ αὐτὸν κοινὸν ἐχθρὸν καὶ πολέμιον κατέστησεν ἅπασι καὶ τῆς ἀγέλης ἐξέβαλε καὶ τοῦ σώματος ἀπέκοψεν, ὅρα πόσῃ κέχρηται σπουδῇ, ὥστε κολλῆσαι καὶ συνάψαι πάλιν αὐτόν. Οὐ γὰρ εἶπεν· Ἀγαπήσατε αὐτὸν ἁπλῶς, ἀλλὰ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, τουτέστι βεβαίαν, καὶ ἀκίνητον ἐπιδείξασθε τὴν φιλίαν, θερμήν τινα καὶ ζέουσαν καὶ πεπυρωμένην, ἀντίῤῥοπον τῆς προτέρας ἀπεχθείας τὴν εὔνοιαν εἰσαγάγετε. Τί γέγονεν; εἰπέ μοι· οὐχὶ τῷ Σατανᾷ παρέδωκας αὐτόν; Ναὶ, φησὶν, ἀλλ᾽ οὐχ ἵνα μένῃ ἐν ταῖς τοῦ Σατανᾶ χερσὶν, ἀλλ᾽ ἵνα ἀπαλλαγῇ ταχέως αὐτοῦ τῆς τυραννίδος. Ἀλλ᾽ ὅπερ ἔλεγον, σκόπει πῶς δέδοικε τὴν ἀπόγνωσιν ὁ Παῦλος, ὡς μέγα ὅπλον τοῦ διαβόλου· εἰπὼν γὰρ, Κυρώσατε εἰς αὐτὸν ἀγάπην, καὶ τὴν αἰτίαν προστίθησι· Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Ἐν τῇ φάρυγγι τοῦ λύκου, φησὶν, ἐστὶ τὸ πρόβατον· φθάσωμεν τοίνυν.